.
Η Θέλπουσα ή Τέλφουσα ή Θέλφουσα ήταν αρχαία πόλη - κράτος των Αζάνων της Αρκαδίας.
Ήταν χτισμένη στην αριστερή όχθη του Λάδωνα και συνόρευε με τον Κλείτωρ και την Ψωφίδα. Το όνομα της το πήρε απο την νύμφη Θέλπουσα κόρη του Λάδωνα. Στην πόλη υπήρχαν τα ιερά της Ελεσίνιας Δήμητρας στο οποίο υπήρχαν λίθινα αγάλματα της θεάς της κόρης της και του Διόνυσου, του Ογκίου άρχοντα της Θέλπουσας και γιου του Απόλλωνα, του Απόλλωνα, του Ασκληπιού παιδός με το μνήμα της τροφού του Τρυγόνος και το ιερό των 12 θεών . Όταν πέρασε ο Παυσανίας η Θέλπουσα ήταν ήδη εγκαταλελειμμένη και ερειπωμένη από χρόνια . Το 352 π.χ. οι κάτοικοι της πόλης απέκρουσαν επίθεση των Λακεδαιμόνιων και κατάφεραν να τους διώξουν. Ήταν μέλος της Αχαϊκής Συμπολιτείας ενώ έκοβε και δικά της νομίσματα. Τα νομίσματα είχαν παραστάσεις της Δήμητρας και του γιου της Αρίωνα. Η Θέλπουσα ήταν η πατρίδα του Ασκληπιού και του Αρίωνα. [1]
Η θέση της πόλης έχει βρεθεί και έχει αποδεικτή από επιγραφές που έχουν βρεθεί. Βρίσκετε στα σύνορα των νομών Αρκαδίας - Αχαΐας και κοντά στην κωμόπολη Τρόπαια , δεν έχει ανασκαφή πλήρως αλλά έχουν βρεθεί ερείπια της οχύρωσης και κτιρίων. [2]
Πηγές - αναφορές
1. ↑ "XXV. ἐς δὲ Θέλπουσαν ἰόντι ἐκ Ψωφῖδος πρῶτα μὲν χωρίον Τρόπαιά ἐστιν ὀνομαζόμενον ἐν ἀριστερᾷ τοῦ Λάδωνος, Τροπαίων δὲ ἔχεται δρυμὸς Ἀφροδίσιον: τρίτα δέ ἐστιν ἀρχαῖα ἐν στήλῃ γράμματα, ὅροι Ψωφιδίοις πρὸς τὴν Θελπουσίαν χώραν. ἐν δὲ τῇ γῇ τῇ Θελπουσίᾳ ποταμός ἐστιν Ἄρσην καλούμενος: τοῦτον οὖν διαβήσῃ καὶ ὅσον πέντε ἀπ' αὐτοῦ σταδίοις ἀφίξῃ καὶ εἴκοσι ἐπὶ ἐρείπια Καοῦντος κώμης [ὃ] καὶ ἱερὸν Ἀσκληπιοῦ Καουσίου πεποιημένον ἐν τῇ ὁδῷ. [2] τοῦ δὲ ἱεροῦ τούτου σταδίους τεσσαράκοντα μάλιστα ἀφέστηκεν ἡ πόλις: τεθῆναι δὲ αὐτῇ ὄνομα ἀπὸ νύμφης λέγουσι Θελπούσης, ταύτην δὲ θυγατέρα εἶναι Λάδωνος. τῷ δὲ Λάδωνι ἄρχεται μὲν τὸ ὕδωρ ἐν πηγαῖς τῆς Κλειτορίας, καθὰ ὁ λόγος ἐδήλωσεν ἤδη μοι: ῥεῖ δὲ πρῶτον μὲν παρὰ Λευκάσιον χωρίον καὶ Μεσόβοα καὶ διὰ τῶν Νάσων ἐπί τε Ὄρυγα τὸν καὶ Ἁλοῦντα ὀνομαζόμενον, ἐξ Ἁλοῦντος δὲ ἐπὶ Θαλιάδας τε καὶ ἐπὶ Δήμητρος ἱερὸν κάτεισιν Ἐλευσινίας. [3] τὸ δὲ ἱερὸν τοῦτο ἔστι μὲν Θελπουσίων ἐν ὅροις: ἀγάλματα δὲ ἐν αὐτῷ, ποδῶν ἑπτὰ οὐκ ἀποδέον ἕκαστον, Δήμητρός ἐστι καὶ ἡ παῖς καὶ ὁ Διόνυσος, τὰ πάντα ὁμοίως λίθου. μετὰ δὲ τῆς Ἐλευσινίας τὸ ἱερὸν καὶ Θέλπουσαν τὴν πόλιν ὁ Λάδων παρέξεισιν ἐν ἀριστερᾷ, κειμένην μὲν ἐπὶ λόφου μεγάλου, τὰ πλείω δὲ ἐφ' ἡμῶν ἔρημον, ὥστε καὶ τὴν ἀγορὰν ἐπὶ τῷ πέρατι οὖσάν φασιν ἐν τῷ μεσαιτάτῳ ποιηθῆναι τὸ ἐξ ἀρχῆς. ἔστι δὲ ἐν Θελπούσῃ ναὸς Ἀσκληπιοῦ καὶ θεῶν ἱερὸν τῶν δώδεκα: [4] τούτου τὰ πολλὰ ἐς ἔδαφος ἔκειτο ἤδη. μετὰ δὲ Θέλπουσαν ἐπὶ τὸ ἱερὸν τῆς Δήμητρος ὁ Λάδων κάτεισι τὸ ἐν Ὀγκείῳ: καλοῦσι δὲ Ἐρινὺν οἱ Θελπούσιοι τὴν θεόν, ὁμολογεῖ δέ σφισι καὶ Ἀντίμαχος ἐπιστρατείαν Ἀργείων ποιήσας ἐς Θήβας: καί οἱ τὸ ἔπος ἔχει, Δήμητρος τόθι φασὶν Ἐρινύος εἶναι ἔδεθλον. (Αντίμαχος, άγνωστη θέση) ὁ μὲν δὴ Ὄγκιος Ἀπόλλωνός ἐστι κατὰ τὴν φήμην καὶ ἐν τῇ Θελπουσίᾳ περὶ τὸ χωρίον ἐδυνάστευε τὸ Ὄγκιον, τῇ θεῷ δὲ Ἐρινὺς γέγονεν ἐπίκλησις: [5] πλανωμένῃ γὰρ τῇ Δήμητρι, ἡνίκα τὴν παῖδα ἐζήτει, λέγουσιν ἕπεσθαί οἱ τὸν Ποσειδῶνα ἐπιθυμοῦντα αὐτῇ μιχθῆναι, καὶ τὴν μὲν ἐς ἵππον μεταβαλοῦσαν ὁμοῦ ταῖς ἵπποις νέμεσθαι ταῖς Ὀγκίου, Ποσειδῶν δὲ συνίησεν ἀπατώμενος καὶ συγγίνεται τῇ Δήμητρι ἄρσενι ἵππῳ καὶ αὐτὸς εἰκασθείς. [6] τὸ μὲν δὴ παραυτίκα τὴν Δήμητρα ἐπὶ τῷ συμβάντι ἔχειν ὀργίλως, χρόνῳ δὲ ὕστερον τοῦ τε θυμοῦ παύσασθαι καὶ τῷ Λάδωνι ἐθελῆσαί φασιν αὐτὴν λούσασθαι: ἐπὶ τούτῳ καὶ ἐπικλήσεις τῇ θεῷ γεγόνασι, τοῦ μηνίματος μὲν ἕνεκα Ἐρινύς, ὅτι τὸ θυμῷ χρῆσθαι καλοῦσιν ἐρινύειν οἱ Ἀρκάδες, Λουσία δὲ ἐπὶ τῷ λούσασθαι τῷ Λάδωνι. τὰ δὲ ἀγάλματά ἐστι τὰ ναῷ ξύλου, πρόσωπα δέ σφισι καὶ χεῖρες ἄκραι καὶ πόδες εἰσὶ Παρίου λίθου: [7] τὸ μὲν δὴ τῆς Ἐρινύος τήν τε κίστην καλουμένην ἔχει καὶ ἐν τῇ δεξιᾷ δᾷδα, μέγεθος δὲ εἰκάζομεν ἐννέα εἶναι ποδῶν αὐτήν: ἡ Λουσία δὲ ποδῶν ἓξ ἐφαίνετο εἶναι. ὅσοι δὲ Θέμιδος καὶ οὐ Δήμητρος τῆς Λουσίας τὸ ἄγαλμα εἶναι νομίζουσι, μάταια ἴστωσαν ὑπειληφότες. τὴν δὲ Δήμητρα τεκεῖν φασιν ἐκ τοῦ Ποσειδῶνος θυγατέρα, ἧς τὸ ὄνομα ἐς ἀτελέστους λέγειν οὐ νομίζουσι, καὶ ἵππον τὸν Ἀρείονα: ἐπὶ τούτῳ δὲ παρὰ σφίσιν Ἀρκάδων πρώτοις Ἵππιον Ποσειδῶνα ὀνομασθῆναι. [8] ἐπάγονται δὲ ἐξ Ἰλιάδος ἔπη καὶ ἐκ Θηβαί̈δος μαρτύριά σφισιν εἶναι τῷ λόγῳ, ἐν μὲν Ἰλιάδι ἐς αὐτὸν Ἀρείονα πεποιῆσθαι, οὐδ' εἴ κεν μετόπισθεν Ἀρείονα δῖον ἐλαύνοι, Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν: (Όμηρος Ἰλιάς, 23.346) ἐν δὲ τῇ Θηβαί̈δι ὡς Ἄδραστος ἔφευγεν ἐκ Θηβῶν εἵματα λυγρὰ φέρων σὺν Ἀρείονι κυανοχαίτῃ. αἰνίσσεσθαι οὖν ἐθέλουσι τὰ ἔπη Ποσειδῶνα Ἀρείονι εἶναι πατέρα, Ἀντίμαχος δὲ παῖδα εἶναι Γῆς φησιν: [9] Ἄδρηστος Ταλαὼ υἱὸς Κρηθηιάδαο πρώτιστος Δαναῶν ἑὼ αἰνέτω ἤλασεν ἵππω, Καιρόν τε κραιπνὸν καὶ Ἀρείονα Θελπουσαῖον, τόν ῥά τ' Ἀπόλλωνος σχεδὸν ἄλσεος Ὀγκαίοιο αὐτὴ Γαῖ' ἀνέδωκε, σέβας θνητοῖσιν ἰδέσθαι. (Αντίμαχος, άγνωστη θέση) [10] δύναιτο δ' ἂν καὶ ἀναφύντι ἐκ γῆς τῷ ἵππῳ ἐκ θεοῦ τε εἶναι τὸ γένος καὶ αἱ τρίχες οἱ τὴν χρόαν ἐοικέναι κυανῷ. λέγεται δὲ καὶ τοιάδε, Ἡρακλέα πολεμοῦντα Ἠλείοις αἰτῆσαι παρ' Ὄγκου τὸν ἵππον καὶ ἑλεῖν τὴν Ἦλιν ἐπὶ τῷ Ἀρείονι ὀχούμενον ἐς τὰς μάχας, δοθῆναι δὲ ὑπὸ Ἡρακλέους ὕστερον Ἀδράστῳ τὸν ἵππον. ἐπὶ τούτῳ δὲ ἐς τὸν Ἀρείονα ἐποίησεν Ἀντίμαχος ὅς ῥά ποτ' Ἀδρήστῳ τριτάτῳ δέδμηθ' ὑπ' ἄνακτι. (Αντίμαχος, άγνωστη θέση) [11] ὁ δὲ Λάδων τῆς Ἐρινύος τὸ ἱερὸν ἀπολιπὼν ἐν ἀριστερᾷ, παρέξεισιν ἐν ἀριστερᾷ μὲν τοῦ Ἀπόλλωνος τοῦ Ὀγκαιάτου τὸν ναόν, τὰ δὲ ἐν δεξιᾷ παρὰ Ἀσκληπιοῦ Παιδὸς ἱερόν, ἔνθα Τρυγόνος μνῆμά ἐστι [τροφοῦ]: τροφὸν δὲ Ἀσκληπιοῦ τὴν Τρυγόνα εἶναι λέγουσιν: ἐν γὰρ τῇ Θελπούσῃ τῷ Ἀσκληπιῷ παιδὶ ἐκκειμένῳ φασὶν ἐπιτυχόντα Αὐτόλαον Ἀρκάδος υἱὸν νόθον ἀνελέσθαι τὸ παιδίον, καὶ ἐπὶ τούτῳ παῖδα Ἀσκληπιὸν Εἰκότα εἶναι μᾶλλον ἡγούμην, ὃ καὶ ἐδήλωσα ἐν τοῖς Ἐπιδαυρίων. [12] ἔστι δὲ Τουθόα ποταμός: ἐμβάλλει δὲ ἐς τὸν Λάδωνα καὶ ἡ Τουθόα κατὰ τὸν Θελπουσίων ὅρον πρὸς Ἡραιεῖς, καλούμενον δὲ ὑπὸ Ἀρκάδων Πεδίον. καθότι δὲ αὐτὸς ὁ Λάδων ἐκδίδωσιν ἐς τὸν Ἀλφειόν, Κοράκων ὠνόμασται νᾶσος. οἱ δὲ ἥγηνται τὴν Ἐνίσπην καὶ Στρατίην τε καὶ Ῥίπην τὰς ὑπὸ Ὁμήρου κατειλεγμένας γενέσθαι νήσους ποτὲ ἐν τῷ Λάδωνι ὑπὸ ἀνθρώπων οἰκουμένας, ἃ οἱ πεπιστευκότες μάταια ἴστωσαν: [13] οὐ γὰρ ἄν ποτε οὐδὲ νηὶ παρισουμένας πορθμίδι παράσχοιτο ὁ Λάδων νήσους. κάλλους μὲν γὰρ ἕνεκα οὐδενὸς ποταμῶν δεύτερος οὔτε τῶν βαρβαρικῶν ἐστιν οὔτε Ἕλληνος, μέγεθος δὲ οὐ τοσοῦτος ὡς ἐν αὐτῷ καὶ νήσους ἀναφαίνεσθαι καθάπερ ἐν Ἴστρῳ τε καὶ Ἠριδανῷ." Παυσανία Αρκαδικά
2 ↑ tropaia.com
Πόλεις της αρχαίας Αρκαδίας Αλέα | Άμιλος | Ασέα | Βασιλίς | Ελλισών | Ενίσπη | Ήραια | Ζοιτία | Θαλιάδες | Θέλπουσα | Θυραίο | Καούς | Καρυαίς | Καφυά | Λυκόσουρα | Μαντίνεια | Μεγαλόπολη | Μεθύδριο | Μελαγγεία | Νεστάνη | Όρυξ | Ορχομενός | Πέλαγος | Παρωρία | Ρίπη | Σκιάς | Στρατίη | Τεγέα | Τεύθις | Τραπεζούντα | Τρικόλωνοι | Τρόπαια | Υψούντα | Φάλανθος | Φοίζων | Χαρισία |
Γεωγραφία της Ελλάδας : Αλφαβητικός κατάλογος
Α - Β - Γ - Δ - Ε - Ζ - Η - Θ - Ι - Κ - Λ - Μ -
Ν - Ξ - Ο - Π - Ρ - Σ - Τ - Υ - Φ - Χ - Ψ - Ω
Χώρες της Ευρώπης Άγιος Μαρίνος | Αζερμπαϊτζάν1 | Αλβανία | Ανδόρρα | Αρμενία2 | Αυστρία | Βατικανό | Βέλγιο | Βοσνία και Ερζεγοβίνη | Βουλγαρία | Γαλλία | Γερμανία | Γεωργία2 | Δανία | Δημοκρατία της Ιρλανδίας | Ελβετία | Ελλάδα | Εσθονία | Ηνωμένο Βασίλειο | Ισλανδία | Ισπανία | Ιταλία | Κροατία | Κύπρος2 | Λεττονία | Λευκορωσία | Λιθουανία | Λιχτενστάιν | Λουξεμβούργο | Μάλτα | Μαυροβούνιο | Μολδαβία | Μονακό | Νορβηγία | Ολλανδία | Ουγγαρία | Ουκρανία | ΠΓΔΜ | Πολωνία | Πορτογαλία | Ρουμανία | Ρωσία1 | Σερβία | Σλοβακία | Σλοβενία | Σουηδία | Τουρκία1 | Τσεχία | Φινλανδία Κτήσεις: Ακρωτήρι3 | Δεκέλεια3 | Νήσοι Φερόες | Γιβραλτάρ | Γκέρνσεϋ | Τζέρσεϋ | Νήσος Μαν 1. Κράτος μερικώς σε ασιατικό έδαφος. 2. Γεωγραφικά ανήκει στην Ασία, αλλά θεωρείται ευρωπαϊκό κράτος για ιστορικούς και πολιτισμικούς λόγους. 3. Βρετανικό έδαφος μέσα στην Κυπριακή Δημοκρατία. |
Hellenica World - Scientific Library
Από τη ελληνική Βικιπαίδεια http://el.wikipedia.org . Όλα τα κείμενα είναι διαθέσιμα υπό την GNU Free Documentation License