.
Ὀρφικοὶ ὕμνοι
Οὐρανοῦ, θυμίαμα λίβανον
Οὐρανὲ παγγενέτορ, κόσμου μέρος αἰὲν ἀτειρές,
πρεσβυγένεθλ’, ἀρχὴ πάντων πάντων τε τελευτή,
κόσμοκράτορ, σφαιρηδὸν ἑλισσόμενος περὶ γαῖαν,
οἶκε θεῶν μακάρων, ῥόμβου δίνῃσιν ὁδεύων,
οὐράνιος χθόνιός τε φύλαξ πάντων περιβληθείς, 5
ἐν στέρνοισιν ἔχων φύσεως ἄπλητον ἀνάγκην,
κυανόχρως, ἀδάμαστε, παναίολος, αἰολόμορφε,
πανδερκές, Κρονότεκνε, μάκαρ, πανυπέρτατε δαῖμον,
κλῦθ’ ἐπάγων ζωὴν ὁσίην μύστῃ νεοφάντῃ.