ART

.

Ὀρφικοὶ ὕμνοι
Ὀνείρου, θυμίαμα ἀρώματα


Κικλήσκω σε, μάκαρ, τανυσίπτερε, οὖλε Ὄνειρε,
ἄγγελε μελλόντων, θνητοῖς χρησμῳδὲ μέγιστε·
ἡσυχίῃ γὰρ ὕπνου γλυκεροῦ σιγηλὸς ἐπελθών,
προσφωνῶν ψυχαῖς θνητῶν νόον αὐτὸς ἐγείρεις,
καὶ γνώμας μακάρων αὐτὸς καθ’ ὕπνους ὑποπέμπεις, 5
σιγῶν σιγώσαις ψυχαῖς μέλλοντα προφαίνων,
οἷσιν ἐπ’ εὐσεβίῃσι θεῶν νόος ἐσθλὸς ὁδεύει,
ὡς ἂν ἀεὶ τὸ καλὸν μᾶλλον, γνώμῃσι προληφθέν,
τερπωλαῖς ὑπάγῃ βίον ἀνθρώπων προχαρέντων,
τῶν δὲ κακῶν ἀνάπαυσιν, ὅπως θεὸς αὐτὸς ἐνίσπῃ 10
εὐχωλαῖς θυσίαις τε χόλον λύσαντες ἀνάκτων.
εὐσεβέσιν γὰρ ἀεὶ τὸ τέλος γλυκερώτερόν ἐστι,
τοῖς δὲ κακοῖς οὔ κὲν φαίνοι μέλλουσαν ἀνάγκην
ὄψις ὀνειρήεσσα, κακῶν ἐξάγγελος ἔργων,
ὄφρα μὴ εὕρωνται λύσιν ἄλγεος ἐρχομένοιο. 15
ἀλλά, μάκαρ, λίτομαί σε θεῶν μηνύματα φράζειν,
ὡς ἂν ἀεὶ γνώμαις ὀρθαῖς κατὰ πάντα πελάζῃς
μηδὲν ἐπ’ ἀλλοκότοισι κακῶν σημεῖα προφαίνων.

Ορφικοί ύμνοι

Κόσμος

Αλφαβητικός κατάλογος

Hellenica World - Scientific Library