.
Ὀρφικοὶ ὕμνοι
Νίκης, θυμίαμα μάνναν
Εὐδύνατον καλέω Νίκην, θνητοῖσι ποθεινήν,
ἣ μούνη λύει θνητῶν ἐναγώνιον ὁρμὴν
καὶ στάσιν ἀλγινόεσσαν ἐπ’ ἀντιπάλοισι μάχῃσιν,
ἐν πολέμοις κρίνουσα τροπαιούχοισιν ἐπ’ ἔργοις,
οἷς ἂν ἐφορμαίνουσα φέρῃς γλυκερώτατον εὖχος· 5
πάντων γὰρ κρατέεις, πάσης δ’ ἔριδος κλέος ἐσθλὸν
Νίκῃ ἐπ' εὐδόξῳ κεῖται θαλίῃσι βρυάζον.
ἀλλά, μάκαιρ’, ἔλθοις πεποθημένῳ ὄμματι φαιδρῷ,
αἰεὶ ἐπ’ εὐδόξοις ἔργοις κλέος ἐσθλὸν ἄγουσα.