.
Ὀρφικοὶ ὕμνοι
Μουσῶν, θυμίαμα λίβανον
Μνημοσύνης καὶ Ζηνὸς ἐριγδούποιο θύγατρες,
Μοῦσαι Πιερίδες, μεγαλώνυμοι, ἀγλαόφημοι,
θνητοῖς, οἷς κε παρῆτε, ποθεινόταται, πολύμορφοι,
πάσης παιδείης ἀρετὴν γεννῶσαι ἄμεμπτον,
θρέπτειραι ψυχῆς, διανοίης ὀρθοδότειραι, 5
καὶ νόου εὐδυνάτοιο καθηγήτειραι ἄνασσαι,
αἳ τελετὰς θνητοῖς ἀνεδείξατε μυστιπολεύτους,
Κλειώ τ’ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε
Τερψιχόρη τ’ Ἐρατώ τε Πολύμνιά τ’ Οὐρανίη τε
Καλλιόπῃ σὺν μητρὶ καὶ Εὐνομίῃ θεᾷ ἁγνῇ. 10
ἀλλὰ μόλοιτε, θεαί, μύσταις, πολυποίκιλοι, ἁγναί,
εὔκλειαν ζῆλόν τ’ ἐρατὸν πολύυμνον ἄγουσαι.