.
Ὀρφικοὶ ὕμνοι
Ἑρμοῦ Χθονίου, θυμίαμα στύρακα
Κωκυτοῦ ναίων ἀνυπόστροφον οἶμον ἀνάγκης,
ὃς ψυχὰς θνητῶν κατάγεις ὑπὸ νέρτερα γαίης,
Ἑρμῆ, βακχεχόροιο Διωνύσοιο γένεθλον
καὶ Παφίης κούρης, ἑλικοβλεφάρου Ἀφροδίτης,
ὃς παρὰ Φερσεφόνης ἱερὸν δόμον ἀμφιπολεύεις, 5
αἰνομόροις ψυχαῖς πομπὸς κατὰ γαῖαν ὑπάρχων,
ἃς κατάγεις, ὁπότ’ ἂν μοίρης χρόνος εἰσαφίκηται,
εὐιέρῳ ῥάβδῳ θέλγων ὑπνοδώτειρα πάντα,
καὶ πάλιν ὑπνώοντας ἐγείρεις· σοὶ γὰρ ἔδωκε τιμὴν
τιμὴν Φερσεφόνεια θεὰ κατὰ Τάρταρον εὐρὺν 10
ψυχαῖς αἰνομόροις θνητῶν ὁδὸν ἡγεμονεύειν.
ἀλλά, μάκαρ, πέμποις μύσταις τέλος ἐσθλὸν ἐπ’ ἔργοις.