ART

.

Ὀρφικοὶ ὕμνοι
Ἑρμοῦ, θυμίαμα λίβανον


Κλῦθί μευ, Ἑρμεία, Διὸς ἄγγελε, Μαιάδος υἱέ,
παγκρατὲς ἦτορ ἔχων, ἐναγώνιε, κοίρανε θνητῶν,
εὔφρον, ποικιλόβουλε, διάκτορε Ἀργειφόντα,
πτηνοπέδιλε, φίλανδρε, λόγου θνητοῖσι προφῆτα,
γυμνάσιν ὃς χαίρεις δολίαις τ’ ἀπάταις, στροφιοῦχε, 5
ἑρμηνεῦ πάντων, κερδέμπορε, λυσιμέριμνε,
ὃς χείρεσσιν ἔχεις εἰρήνης ὅπλον ἀμεμφές,
Κωρυκιῶτα, μάκαρ, ἐριούνιε, ποικιλόμυθε,
ἐργασίαις ἐπαρωγέ, φίλε θνητοῖς ἐν ἀνάγκαις,
γλώσσης δεινὸν ὅπλον τὸ σεβάσμιον ἀνθρώποισι· 10
κλῦθί μευ εὐχομένου, βιότου τέλος ἐσθλὸν ὀπάζων
ἐργασίῃσι, λόγου χάρισιν, καὶ μνημοσύνῃσιν.

Ορφικοί ύμνοι

Κόσμος

Αλφαβητικός κατάλογος

Hellenica World - Scientific Library