ART

.

Ὀρφικοὶ ὕμνοι
Δικαιοσύνης, θυμίαμα λίβανον


Ὠ θνητοῖσι δικαιοτάτη, πολύολβε, ποθεινή,
ἐξ ἰσότητος ἀεὶ θνητοῖς χαίρουσα δικαίοις,
πάντιμ’, ὀλβιόμοιρε, Δικαιοσύνη μεγαλαυχές,
ἣ καθαραῖς γνώμαις ἀεὶ τἁ δέοντα βραβεύεις,
ἄθραυστος το συνειδός· ἀεὶ θραύεις γἁρ ἅπαντας 5

ὄσσοι μὴ τὁ σὸν ἦλθον ὑπὸ ζυγόν, ἀλλοπρόσαλλοι,
πλάστιγξι βριαρῇσι παρεγκλίναντες ἀπλήστως·
ἀστασίαστε, φίλη πάντων, φιλόκωμ’, ἐρατεινή,
εἰρήνῃ χαίρουσα, βίον ζηλοῦσα βέβαιον·
αἰεὶ γὰρ τὸ πλέον στυγέεις, ἰσότητι δὲ χαίρεις· 10
ἐν σοὶ γὰρ σοφίη ἀρετῆς τέλος ἐσθλὸν ἱκάνει.
κλῦθι, θεά, κακίην θνητῶν θραύουσα δικαίως,
ὡς ἂν ἰσορροπίῃσιν ἀεὶ βίος ἐσθλὸς ὁδεύῃ
θνητῶν ἀνθρώπων, οἳ ἀρούρης καρπὸν ἔδουσι,
καὶ ζῴων πάντων, ὁπόσ’ ἐν κόλποισι τιθηνεῖ 15
γαῖα θεὰ μήτηρ καὶ πόντιος εἰνάλιος Ζεύς.

Ορφικοί ύμνοι

Κόσμος

Αλφαβητικός κατάλογος

Hellenica World - Scientific Library