ART

.

Βάτραχοι
Συγγραφέας: Αριστοφάνης

Βάτραχοι, Μετάφραση

Ξανθίας
Εἴπω τι τῶν εἰωθότων ὦ δέσποτα,
ἐφ᾽ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι;
Διόνυσος
νὴ τὸν Δί᾽ ὅ τι Βούλει γε, πλὴν ”πιέζομαι,“
τοῦτο δὲ φύλαξαι· πάνυ γάρ ἐστ᾽ ἤδη χολή.
Ξανθίας
μηδ᾽ ἕτερον ἀστεῖόν τι;
Διόνυσος
πλήν γ᾽ ”ὡς θλίβομαι“.
Ξανθίας
τί δαί; τὸ πάνυ γέλοιον εἴπω;
Διόνυσος
νὴ Δία
θαρρῶν γε· μόνον ἐκεῖν᾽ ὅπως μὴ ᾽ρεῖς,
Ξανθίας
τὸ τί;
Διόνυσος
μεταβαλλόμενος τἀνάφορον ὅτι ”χεζητιᾷς“.
Ξανθίας
μηδ᾽ ὅτι τοσοῦτον ἄχθος ἐπ᾽ ἐμαυτῷ φέρων,
εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι;        10
Διόνυσος
μὴ δῆθ᾽, ἱκετεύω, πλήν γ᾽ ὅταν μέλλω ᾽ξεμεῖν.
Ξανθίας
τί δῆτ᾽ ἔδει με ταῦτα τὰ σκεύη φέρειν,
εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος
εἴωθε ποιεῖν καὶ Λύκις κἀμειψίας;
Διόνυσος
μή νυν ποιήσῃς· ὡς ἐγὼ θεώμενος,
ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω,
πλεῖν ἢ ᾽νιαυτῷ πρεσβύτερος ἀπέρχομαι.
Ξανθίας
ὢ τρισκακοδαίμων ἄρ᾽ ὁ τράχηλος οὑτοσί,
ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ.        20
Διόνυσος
εἶτ᾽ οὐχ ὕβρις ταῦτ᾽ ἐστὶ καὶ πολλὴ τρυφή,
ὅτ᾽ ἐγὼ μὲν ὢν Διόνυσος
υἱὸς Σταμνίου
αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δ᾽ ὀχῶ,
ἵνα μὴ ταλαιπωροῖτο μηδ᾽ ἄχθος φέροι;
Ξανθίας
οὐ γὰρ φέρω ᾽γώ;
Διόνυσος
πῶς φέρεις γὰρ ὅς γ᾽ ὀχεῖ;
Ξανθίας
φέρων γε ταυτί.
Διόνυσος
τίνα τρόπον;
Ξανθίας
Βαρέως πάνυ.
Διόνυσος
οὔκουν τὸ Βάρος τοῦθ᾽ ὃ σὺ φέρεις ὄνος φέρει;
Ξανθίας
οὐ δῆθ᾽ ὅ γ᾽ ἔχω ᾽γὼ καὶ φέρω μὰ τὸν Δί᾽ οὔ.
Διόνυσος
πῶς γὰρ φέρεις, ὅς γ᾽ αὐτὸς ὑφ᾽ ἑτέρου φέρει;
Ξανθίας
οὐκ οἶδ᾽· ὁ δ᾽ ὦμος οὑτοσὶ πιέζεται.        30
Διόνυσος
σὺ δ᾽ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς σ᾽ ὠφελεῖν,
ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.
Ξανθίας
οἴμοι κακοδαίμων· τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν;
ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.
Διόνυσος
κατάβα πανοῦργε. καὶ γὰρ ἐγγὺς τῆς θύρας
ἤδη βαδίζων εἰμὶ τῆσδ᾽, οἷ πρῶτά με
ἔδει τραπέσθαι. παιδίον, παῖ, ἠμί, παῖ.
Ἡρακλῆς
τίς τὴν θύραν ἐπάταξεν; ὡς κενταυρικῶς
ἐνήλαθ᾽ ὅστις· εἰπέ μοι τουτὶ τί ἦν;
Διόνυσος
ὁ παῖς.
Ξανθίας
τί ἔστιν;
Διόνυσος
οὐκ ἐνεθυμήθης;
Ξανθίας
τὸ τί;
Διόνυσος
ὡς σφόδρα μ᾽ ἔδεισε.
Ξανθίας
νὴ Δία μὴ μαίνοιό γε.
Ἡρακλῆς
οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν·
καίτοι δάκνω γ᾽ ἐμαυτόν· ἀλλ᾽ ὅμως γελῶ.
Διόνυσος
ὦ δαιμόνιε πρόσελθε· δέομαι γάρ τί σου.
Ἡρακλῆς
ἀλλ᾽ οὐχ οἷός τ᾽ εἴμ᾽ ἀποσοβῆσαι τὸν γέλων
ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην.
τίς ὁ νοῦς; τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην;
ποῖ γῆς ἀπεδήμεις;
Διόνυσος
ἐπεβάτευον Κλεισθένει -
Ἡρακλῆς
κἀναυμάχησας;

Διόνυσος
καὶ κατεδύσαμέν γε ναῦς        50
τῶν πολεμίων ἢ δώδεκ᾽ ἢ τρεῖς καὶ δέκα.
Ἡρακλῆς
σφώ;
Διόνυσος
νὴ τὸν Ἀπόλλω.
Ξανθίας
κᾆτ᾽ ἔγωγ᾽ ἐξηγρόμην.
Διόνυσος
καὶ δῆτ᾽ ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι
τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος
τὴν καρδίαν ἐπάταξε πῶς οἴει σφόδρα.
Ἡρακλῆς
πόθος; πόσος τις;
Διόνυσος
μικρὸς ἡλίκος Μόλων.
Ἡρακλῆς
γυναικός;
Διόνυσος
οὐ δῆτ᾽.
Ἡρακλῆς
ἀλλὰ παιδός;
Διόνυσος
οὐδαμῶς.
Ἡρακλῆς
ἀλλ᾽ ἀνδρός;
Διόνυσος
ἀπαπαί.
Ἡρακλῆς
ξυνεγένου τῷ Κλεισθένει;
Διόνυσος
μὴ σκῶπτέ μ᾽ ὦδέλφ᾽· οὐ γὰρ ἀλλ᾽ ἔχω κακῶς·
τοιοῦτος ἵμερός με διαλυμαίνεται.
Ἡρακλῆς
ποῖός τις ὦδελφίδιον;        60
Διόνυσος
οὐκ ἔχω φράσαι.
ὅμως γε μέντοι σοι δι᾽ αἰνιγμῶν ἐρῶ.
ἤδη ποτ᾽ ἐπεθύμησας ἐξαίφνης ἔτνους;
Ἡρακλῆς
ἔτνους; βαβαιάξ, μυριάκις γ᾽ ἐν τῷ βίῳ.
Διόνυσος
ἆρ᾽ ἐκδιδάσκω τὸ σαφὲς ἢ ᾽τέρᾳ φράσω;
Ἡρακλῆς
μὴ δῆτα περὶ ἔτνους γε· πάνυ γὰρ μανθάνω.
Διόνυσος
τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος
Εὐριπίδου.
Ἡρακλῆς
καὶ ταῦτα τοῦ τεθνηκότος;
Διόνυσος
κοὐδείς γέ μ᾽ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ
ἐλθεῖν ἐπ᾽ ἐκεῖνον.
Ἡρακλῆς
πότερον εἰς Ἅιδου κάτω;
Διόνυσος
καὶ νὴ Δί᾽ εἴ τί γ᾽ ἔστιν ἔτι κατωτέρω.        70
Ἡρακλῆς
τί βουλόμενος;
Διόνυσος
δέομαι ποιητοῦ δεξιοῦ.
οἱ μὲν γὰρ οὐκέτ᾽ εἰσίν, οἱ δ᾽ ὄντες κακοί.
Ἡρακλῆς
τί δ᾽; οὐκ Ἰοφῶν ζῇ;
Διόνυσος
τοῦτο γάρ τοι καὶ μόνον
ἔτ᾽ ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτ᾽ ἄρα·
οὐ γὰρ σάφ᾽ οἶδ᾽ οὐδ᾽ αὐτὸ τοῦθ᾽ ὅπως ἔχει.
Ἡρακλῆς
εἶτ᾽ οὐχὶ Σοφοκλέα πρότερον Εὐριπίδου
μέλλεις ἀναγαγεῖν, εἴπερ ἐκεῖθεν δεῖ σ᾽ ἄγειν;
Διόνυσος
οὐ πρίν γ᾽ ἂν Ἰοφῶντ᾽, ἀπολαβὼν αὐτὸν μόνον,
ἄνευ Σοφοκλέους ὅ τι ποιεῖ κωδωνίσω.
κἄλλως ὁ μέν γ᾽ Εὐριπίδης        80
πανοῦργος ὢν
κἂν ξυναποδρᾶναι δεῦρ᾽ ἐπιχειρήσειέ μοι·
ὁ δ᾽ εὔκολος μὲν ἐνθάδ᾽ εὔκολος δ᾽ ἐκεῖ.
Ἡρακλῆς
Ἀγάθων δὲ ποῦ ᾽στιν;
Διόνυσος
ἀπολιπών μ᾽ ἀποίχεται,
ἀγαθὸς ποιητὴς καὶ ποθεινὸς τοῖς φίλοις.
Ἡρακλῆς
ποῖ γῆς ὁ τλήμων;
Διόνυσος
ἐς Μακάρων εὐωχίαν.
Ἡρακλῆς
ὁ δὲ Σενοκλέης;
Διόνυσος
ἐξόλοιτο νὴ Δία.
Ἡρακλῆς
Πυθάγγελος δέ;
Ξανθίας
περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος
ἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα.
Ἡρακλῆς
οὔκουν ἕτερ᾽ ἔστ᾽ ἐνταῦθα μειρακύλλια
τραγῳδίας ποιοῦντα πλεῖν ἢ μύρια,        90
Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα.
Διόνυσος
ἐπιφυλλίδες ταῦτ᾽ ἐστὶ καὶ στωμύλματα,
χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης,
ἃ φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ,
ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ.
γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτι
ζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι.
Ἡρακλῆς
πῶς γόνιμον;
Διόνυσος
ὡδὶ γόνιμον, ὅστις φθέγξεται
τοιουτονί τι παρακεκινδυνευμένον,

αἰθέρα Διὸς δωμάτιον, ἢ χρόνου πόδα,        100
ἢ φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθ᾽ ἱερῶν,
γλῶτταν δ᾽ ἐπιορκήσασαν ἰδίᾳ τῆς φρενός.
Ἡρακλῆς
σὲ δὲ ταῦτ᾽ ἀρέσκει;
Διόνυσος
μἀλλὰ πλεῖν ἢ μαίνομαι.
Ἡρακλῆς
ἦ μὴν κόβαλά γ᾽ ἐστίν, ὡς καὶ σοὶ δοκεῖ.
Διόνυσος
μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχεις γὰρ οἰκίαν.
Ἡρακλῆς
καὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται.
Διόνυσος
δειπνεῖν με δίδασκε.
Ξανθίας
περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος.
Διόνυσος
ἀλλ᾽ ὦνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχων
ἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένους
τοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺ        110
ἐχρῶ τόθ᾽, ἡνίκ᾽ ἐπὶ τὸν Κέρβερον,
τούτους φράσον μοι, λιμένας ἀρτοπώλια
πορνεῖ᾽ ἀναπαύλας ἐκτροπὰς κρήνας ὁδοὺς
πόλεις διαίτας πανδοκευτρίας, ὅπου
κόρεις ὀλίγιστοι.
Ξανθίας
περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος.
Ἡρακλῆς
ὦ σχέτλιε τολμήσεις γὰρ ἰέναι καὶ σύ γε;
Διόνυσος
μηδὲν ἔτι πρὸς ταῦτ᾽, ἀλλὰ φράζε τῶν ὁδῶν
ὅπῃ τάχιστ᾽ ἀφιζόμεθ᾽ εἰς Ἅιδου κάτω·
καὶ μήτε θερμὴν μήτ᾽ ἄγαν ψυχρὰν φράσῃς.
Ἡρακλῆς
φέρε δὴ τίν᾽ αὐτῶν σοι φράσω πρώτην; τίνα;        120
μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου,
κρεμάσαντι σαυτόν.
Διόνυσος
παῦε, πνιγηρὰν λέγεις.
Ἡρακλῆς
ἀλλ᾽ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη
ἡ διὰ θυείας.
Διόνυσος
ἆρα κώνειον λέγεις;
Ἡρακλῆς
μάλιστά γε.
Διόνυσος
ψυχράν γε καὶ δυσχείμερον·
εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια.
Ἡρακλῆς
βούλει κατάντη καὶ ταχεῖαν σοι φράσω;
Διόνυσος
νὴ τὸν Δί᾽ ὡς ὄντος γε μὴ βαδιστικοῦ.
Ἡρακλῆς
καθέρπυσόν νυν ἐς Κεραμεικόν.
Διόνυσος
κᾆτα τί;
Ἡρακλῆς
ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν --
Διόνυσος
τί δρῶ;
Ἡρακλῆς
ἀφιεμένην τὴν λαμπάδ᾽ ἐντεῦθεν θεῶ,        131
κἄπειτ᾽ ἐπειδὰν θῶσιν οἱ θεώμενοι
”εἷναι“, τόθ᾽ εἷναι καὶ σὺ σαυτόν.
Διόνυσος
ποῖ
Ἡρακλῆς
κάτω.
Διόνυσος
ἀλλ᾽ ἀπολέσαιμ᾽ ἂν ἐγκεφάλου θρίω δύο.
οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην.
Ἡρακλῆς
τί δαί;
Διόνυσος
ἥνπερ σὺ τότε κατῆλθες.
Ἡρακλῆς
ἀλλ᾽ ὁ πλοῦς πολύς.
εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ
ἄβυσσον.
Διόνυσος
εἶτα πῶς περαιωθήσομαι;
Ἡρακλῆς
ἐν πλοιαρίῳ τυννουτῳί σ᾽ ἀνὴρ γέρων
ναύτης διάξει δύ᾽ ὀβολὼ μισθὸν λαβών.        140
Διόνυσος
φεῦ,
ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύ᾽ ὀβολώ.
πῶς ἠλθέτην κἀκεῖσε;
Ἡρακλῆς
Θησεὺς ἤγαγεν.
μετὰ ταῦτ᾽ ὄφεις καὶ θηρί᾽ ὄψει μυρία
δεινότατα.
Διόνυσος
μή μ᾽ ἔκπληττε μηδὲ δειμάτου·
οὐ γάρ μ᾽ ἀποτρέψεις.
Ἡρακλῆς
εἶτα βόρβορον πολὺν
καὶ σκῶρ ἀείνων· ἐν δὲ τούτῳ κειμένους,
εἴ που ξένον τις ἠδίκησε πώποτε,
ἢ παῖδα κινῶν τἀργύριον ὑφείλετο,
ἢ μητέρ᾽ ἠλόασεν, ἢ πατρὸς γνάθον

ἐπάταξεν, ἢ ᾽πίορκον ὅρκον ὤμοσεν,        150
ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.
Διόνυσος
νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰ
τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου.
Ἡρακλῆς
ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή,
ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε,
καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμονας
ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.
Διόνυσος
οὗτοι δὲ δὴ τίνες εἰσίν;
Ἡρακλῆς
οἱ μεμυημένοι --
Ξανθίας
νὴ τὸν Δί᾽ ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια.
ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον.        160
Ἡρακλῆς
οἵ σοι φράσουσ᾽ ἁπαξάπανθ᾽ ὧν ἂν δέῃ.
οὗτοι γὰρ ἐγγύτατα παρ᾽ αὐτὴν τὴν ὁδὸν
ἐπὶ ταῖσι τοῦ Πλούτωνος οἰκοῦσιν θύραις.
καὶ χαῖρε πόλλ᾽ ὦδελφέ.
Διόνυσος
νὴ Δία καὶ σύ γε
ὑγίαινε. σὺ δὲ τὰ στρώματ᾽ αὖθις λάμβανε.
Ξανθίας
πρὶν καὶ καταθέσθαι;
Διόνυσος
καὶ ταχέως μέντοι πάνυ.
Ξανθίας
μὴ δῆθ᾽, ἱκετεύω σ᾽, ἀλλὰ μίσθωσαί τινα
τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτ᾽ ἔρχεται.
Διόνυσος
ἐὰν δὲ μὴ εὕρω;
Ξανθίας
τότε μ᾽ ἄγειν.
Διόνυσος
καλῶς λέγεις.
καὶ γάρ τιν᾽ ἐκφέρουσι τουτονὶ νεκρόν,        170
οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα·
ἄνθρωπε βούλει σκευάρι᾽ εἰς Ἅιδου φέρειν;
Νέκρος
πόσ᾽ ἄττα;
Διόνυσος
ταυτί.
Νέκρος
δύο δραχμὰς μισθὸν τελεῖς;
Διόνυσος
μὰ Δί᾽ ἀλλ᾽ ἔλαττον.
Νέκρος
ὑπάγεθ᾽ ὑμεῖς τῆς ὁδοῦ.
Διόνυσος
ἀνάμεινον ὦ δαιμόνι᾽, ἐὰν ξυμβῶ τί σοι.
Νέκρος
εἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου.
Διόνυσος
λάβ᾽ ἐννέ᾽ ὀβολούς.
Νέκρος
ἀναβιοίην νυν πάλιν.
Ξανθίας
ὡς σεμνὸς ὁ κατάρατος· οὐκ οἰμώξεται;
ἐγὼ βαδιοῦμαι.
Διόνυσος
χρηστὸς εἶ καὶ γεννάδας.
χωρῶμεν ἐπὶ τὸ πλοῖον.        180
Χάρων
ὠὸπ παραβαλοῦ.
Ξανθίας
τουτὶ τί ἔστι;
Διόνυσος
τοῦτο; λίμνη νὴ Δία
αὕτη ᾽στὶν ἣν ἔφραζε, καὶ πλοῖόν γ᾽ ὁρῶ.
Ξανθίας
νὴ τὸν Ποσειδῶ κἄστι γ᾽ ὁ Χάρων οὑτοσί.
Διόνυσος
χαῖρ᾽ ὦ Χάρων, χαῖρ᾽ ὦ Χάρων, χαῖρ᾽ ὦ Χάρων.
Χάρων
τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων;
τίς ἐς τὸ Λήθης πεδίον, ἢ σ᾽ Ὄνου πόκας,
ἢ σ᾽ Κερβερίους, ἢ σ᾽ κόρακας, ἢ ᾽πὶ Ταίναρον;
Διόνυσος
ἐγώ.
Χάρων
ταχέως ἔμβαινε.
Διόνυσος
ποῖ σχήσειν δοκεῖς;
ἐς κόρακας ὄντως;
Χάρων
ναὶ μὰ Δία σοῦ γ᾽ οὕνεκα.
ἔσβαινε δή.        190
Διόνυσος
παῖ δεῦρο.
Χάρων
δοῦλον οὐκ ἄγω,
εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν.
Ξανθίας
μὰ τὸν Δί᾽ οὐ γὰρ ἀλλ᾽ ἔτυχον ὀφθαλμιῶν.
Χάρων
οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ;
Ξανθίας
ποῦ δῆτ᾽ ἀναμενῶ;
Χάρων
παρὰ τὸν Αὑαίνου λίθον
ἐπὶ ταῖς ἀναπαύλαις.
Διόνυσος
μανθάνεις;
Ξανθίας
πάνυ μανθάνω.
οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών;
Χάρων
κάθιζ᾽ ἐπὶ κώπην. εἴ τις ἔτι πλεῖ, σπευδέτω.
οὗτος τί ποιεῖς;
Διόνυσος
ὅ τι ποιῶ; τί δ᾽ ἄλλο γ᾽ ἢ
ἵζω ᾽πὶ κώπην, οὗπερ ἐκέλευές με σύ;

Χάρων
οὔκουν καθεδεῖ δῆτ᾽ ἐνθαδὶ γάστρων;        200
Διόνυσος
ἰδού.
Χάρων
οὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖς;
Διόνυσος
ἰδού.
Χάρων
οὐ μὴ φλυαρήσεις ἔχων ἀλλ᾽ ἀντιβὰς
ἐλᾷς προθύμως;
Διόνυσος
κᾆτα πῶς δυνήσομαι
ἄπειρος ἀθαλάττωτος ἀσαλαμίνιος
ὢν εἶτ᾽ ἐλαύνειν;
Χάρων
ῥᾷστ᾽· ἀκούσει γὰρ μέλη
κάλλιστ᾽, ἐπειδὰν ἐμβάλῃς ἅπαξ,
Διόνυσος
τίνων;
Χάρων
βατράχων κύκνων θαυμαστά.
Διόνυσος
κατακέλευε δή.
Χάρων
ὦ ὀπὸπ ὦ ὀπόπ.
Βάτραχοι
βρεκεκεκὲξ κοὰξ κοάξ,
βρεκεκεκὲξ κοὰξ κοάξ.        210
λιμναῖα κρηνῶν τέκνα,
ξύναυλον ὕμνων βοὰν
φθεγξώμεθ᾽, εὔγηρυν ἐμὰν ἀοιδάν,
κοὰξ κοάξ,
ἣν ἀμφὶ Νυσήιον
Διὸς Διόνυσον ἐν
Λίμναισιν ἰαχήσαμεν,
ἡνίχ᾽ ὁ κραιπαλόκωμος
τοῖς ἱεροῖσι Χύτροισι
χωρεῖ κατ᾽ ἐμὸν τέμενος λαῶν ὄχλος.
βρεκεκεκὲξ κοὰξ κοάξ.        220
Διόνυσος
ἐγὼ δέ γ᾽ ἀλγεῖν ἄρχομαι
τὸν ὄρρον ὦ κοὰξ κοάξ·
ὑμῖν δ᾽ ἴσως οὐδὲν μέλει.
Βάτραχοι
βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
ἀλλ᾽ ἐξόλοισθ᾽ αὐτῷ κοάξ·
οὐδὲν γάρ ἐστ᾽ ἀλλ᾽ ἢ κοάξ.
Βάτραχοι
εἰκότως γ᾽ ὦ πολλὰ πράττων.
ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι
καὶ κεροβάτας Πὰν ὁ καλαμόφθογγα παίζων·        230
προσεπιτέρπεται δ᾽ ὁ φορμικτὰς Ἀπόλλων,
ἕνεκα δόνακος, ὃν ὑπολύριον
ἔνυδρον ἐν λίμναις τρέφω.
βρεκεκεκὲξ κοάξ κοάξ.
Διόνυσος
ἐγὼ δὲ φλυκταίνας γ᾽ ἔχω,
χὠ πρωκτὸς ἰδίει πάλαι,
κᾆτ᾽ αὐτίκ᾽ ἐκκύψας ἐρεῖ --
Βάτραχοι
βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
ἀλλ᾽ ὦ φιλῳδὸν γένος        240
παύσασθε.
Βάτραχοι
μᾶλλον μὲν οὖν
φθεγξόμεσθ᾽, εἰ δή ποτ᾽ εὐηλίοις
ἐν ἁμέραισιν
ἡλάμεσθα διὰ κυπείρου
καὶ φλέω, χαίροντες ᾠδῆς
πολυκολύμβοισι μέλεσιν,
ἢ Διὸς φεύγοντες ὄμβρον
ἔνυδρον ἐν βυθῷ χορείαν
αἰόλαν ἐφθεγξάμεσθα
πομφολυγοπαφλάσμασιν.
βρεκεκεκὲξ κοὰξ κοάξ.

Διόνυσος
τουτὶ παρ᾽ ὑμῶν λαμβάνω.        250
Βάτραχοι
δεινά τἄρα πεισόμεσθα.
Διόνυσος
δεινότερα δ᾽ ἔγωγ᾽, ἐλαύνων
εἰ διαρραγήσομαι.
Βάτραχοι
βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
οἰμώζετ᾽· οὐ γάρ μοι μέλει.
Βάτραχοι
ἀλλὰ μὴν κεκραξόμεσθά γ᾽
ὁπόσον ἡ φάρυξ ἂν ἡμῶν
χανδάνῃ δι᾽ ἡμέρας.        260
βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
τούτῳ γὰρ οὐ νικήσετε.
Βάτραχοι
οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.
Διόνυσος
οὐδὲ μὴν ὑμεῖς γ᾽ ἐμὲ
οὐδέποτε· κεκράξομαι γὰρ
κἂν δέῃ δι᾽ ἡμέρας
<βρεκεκεκὲξ κοὰξ κοάξ,>
ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοάξ,
βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
ἔμελλον ἄρα παύσειν ποθ᾽ ὑμᾶς τοῦ κοάξ.
Χάρων
ὢ παῦε παῦε, παραβαλοῦ τὼ κωπίω,
ἔκβαιν᾽, ἀπόδος τὸν ναῦλον.        270
Διόνυσος
ἔχε δὴ τὠβολώ.
ὁ Ξανθίας. ποῦ Ξανθίας; ἦ Ξανθία.
Ξανθίας
ἰαῦ.
Διόνυσος
βάδιζε δεῦρο.
Ξανθίας
χαῖρ᾽ ὦ δέσποτα.
Διόνυσος
τί ἔστι τἀνταυθοῖ;
Ξανθίας
σκότος καὶ βόρβορος.
Διόνυσος
κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι
καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν;
Ξανθίας
σὺ δ᾽ οὔ;
Διόνυσος
νὴ τὸν Ποσειδῶ ᾽γωγε, καὶ νυνί γ᾽ ὁρῶ.
ἄγε δὴ τί δρῶμεν;
Ξανθίας
προϊέναι βέλτιστα νῷν,
ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία
τὰ δείν᾽ ἔφασκ᾽ ἐκεῖνος.
Διόνυσος
ὡς οἰμώξεται.
ἠλαζονεύεθ᾽ ἵνα φοβηθείην ἐγώ,        280
εἰδώς με μάχιμον ὄντα φιλοτιμούμενος.
οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθ᾽ ὡς Ἡρακλῆς.
ἐγὼ δέ γ᾽ εὐξαίμην ἂν ἐντυχεῖν τινι
λαβεῖν τ᾽ ἀγώνισμ᾽ ἄξιόν τι τῆς ὁδοῦ.
Ξανθίας
νὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός.
Διόνυσος
ποῦ ποῦ ᾽στιν;
Ξανθίας
ἐξόπισθεν.
Διόνυσος
ἐξόπισθ᾽ ἴθι.
Ξανθίας
ἀλλ᾽ ἐστὶν ἐν τῷ πρόσθε.
Διόνυσος
πρόσθε νυν ἴθι.
Ξανθίας
καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.
Διόνυσος
ποῖόν τι;
Ξανθίας
δεινόν· παντοδαπὸν γοῦν γίγνεται
τοτὲ μέν γε βοῦς, νυνὶ δ᾽ ὀρεύς, τοτὲ δ᾽ αὖ γυνὴ        290
ὡραιοτάτη τις.
Διόνυσος
ποῦ ᾽στι; φέρ᾽ ἐπ᾽ αὐτὴν ἴω.
Ξανθίας
ἀλλ᾽ οὐκέτ᾽ αὖ γυνή ᾽στιν, ἀλλ᾽ ἤδη κύων.
Διόνυσος
Ἔμπουσα τοίνυν ἐστί.
Ξανθίας
πυρὶ γοῦν λάμπεται
ἅπαν τὸ πρόσωπον.
Διόνυσος
καὶ σκέλος χαλκοῦν ἔχει;
Ξανθίας
νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θάτερον,
σάφ᾽ ἴσθι.
Διόνυσος
ποῖ δῆτ᾽ ἂν τραποίμην;
Ξανθίας
ποῖ δ᾽ ἐγώ;
Διόνυσος
ἱερεῦ διαφύλαξόν μ᾽, ἵν᾽ ὦ σοι ξυμπότης.
Ξανθίας
ἀπολούμεθ᾽ ὦναξ Ἡράκλεις.
Διόνυσος
οὐ μὴ καλεῖς μ᾽
ὦνθρωφ᾽, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα.

Ξανθίας
Διόνυσε τοίνυν.        300
Διόνυσος
τοῦτό γ᾽ ἧττον θατέρου.
ἴθ᾽ ᾗπερ ἔρχει.
Ξανθίας
δεῦρο δεῦρ᾽ ὦ δέσποτα.
Διόνυσος
τί δ᾽ ἔστι;
Ξανθίας
θάρρει· πάντ᾽ ἀγαθὰ πεπράγαμεν,
ἔξεστί θ᾽ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν,
”ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ“.
ἥμπουσα φρούδη.
Διόνυσος
κατόμοσον.
Ξανθίας
νὴ τὸν Δία.
Διόνυσος
καὖθις κατόμοσον.
Ξανθίας
νὴ Δί᾽.
Διόνυσος
ὄμοσον.
Ξανθίας
νὴ Δία.
Διόνυσος
οἴμοι τάλας, ὡς ὠχρίασ᾽ αὐτὴν ἰδών.
Ξανθίας
ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου.
Διόνυσος
οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν;
τίν᾽ αἰτιάσομαι θεῶν μ᾽ ἀπολλύναι;        310
Ξανθίας
αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα;
αὐλεῖ τις ἔνδοθεν
Διόνυσος
οὗτος.
Ξανθίας
τί ἔστιν;
Διόνυσος
οὐ κατήκουσας;
Ξανθίας
τίνος;
Διόνυσος
αὐλῶν πνοῆς.
Ξανθίας
ἔγωγε, καὶ δᾴδων γέ με
αὔρα τις εἰσέπνευσε μυστικωτάτη.
Διόνυσος
ἀλλ᾽ ἠρεμὶ πτήξαντες ἀκροασώμεθα.
Χορός
Ἴακχ᾽ ὦ Ἴακχε.
Ἴακχ᾽ ὦ Ἴακχε.
Ξανθίας
τοῦτ᾽ ἔστ᾽ ἐκεῖν᾽ ὦ δέσποθ᾽· οἱ μεμυημένοι
ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν.
ᾄδουσι γοῦν τὸν Ἴακχον ὅνπερ Διαγόρας.        320
Διόνυσος
κἀμοὶ δοκοῦσιν. ἡσυχίαν τοίνυν ἄγειν
βέλτιστόν ἐσθ᾽, ἕως ἂν εἰδῶμεν σαφῶς.
Χορός
Ἴακχ᾽ ὦ πολυτίμητ᾽ ἐν ἕδραις ἐνθάδε ναίων,
Ἴακχ᾽ ὦ Ἴακχε,
ἐλθὲ τόνδ᾽ ἀνὰ λειμῶνα χορεύσων
ὁσίους ἐς θιασώτας,
πολύκαρπον μὲν τινάσσων
περὶ κρατὶ σῷ βρύοντα
στέφανον μύρτων, θρασεῖ δ᾽ ἐγκατακρούων        330
ποδὶ τὰν ἀκόλαστον
φιλοπαίγμονα τιμάν,
χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνάν, ἱερὰν
ὁσίοις μύσταις χορείαν.
Ξανθίας
ὦ πότνια πολυτίμητε Δήμητρος κόρη,
ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν.
Διόνυσος
οὔκουν ἀτρέμ᾽ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς;
Χορός
”ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ γὰρ ἥκει τινάσσων“,        340
Ἴακχ᾽ ὦ Ἴακχε,
νυκτέρου τελετῆς φωσφόρος ἀστήρ.
φλογὶ φέγγεται δὲ λειμών·
γόνυ πάλλεται γερόντων·
ἀποσείονται δὲ λύπας
χρονίους τ᾽ ἐτῶν παλαιῶν ἐνιαυτοὺς

ἱερᾶς ὑπὸ τιμᾶς.        350
σὺ δὲ λαμπάδι ”φλέγων“
προβάδην ἔξαγ᾽ ἐπ᾽ ἀνθηρὸν ἕλειον δάπεδον
χοροποιὸν μάκαρ ἥβαν.
εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν,
ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύει,
ἢ γενναίων ὄργια Μουσῶν μήτ᾽ εἶδεν μήτ᾽ ἐχόρευσεν,
μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης Βακχεῖ᾽ ἐτελέσθη,
ἢ βωμολόχοις ἔπεσιν χαίρει μὴ ν᾽ καιρῷ τοῦτο ποιοῦσιν,
ἢ στάσιν ἐχθρὰν μὴ καταλύει μηδ᾽ εὔκολός ἐστι πολίταις,
ἀλλ᾽ ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν,        360
ἢ τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται,
ἢ προδίδωσιν φρούριον ἢ ναῦς, ἢ τἀπόρρητ᾽ ἀποπέμπει
ἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων,
ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον,
ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει,
ἢ κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοισι χοροῖσιν ὑπᾴδων,
ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτ᾽ ἀποτρώγει,
κωμῳδηθεὶς ἐν ταῖς πατρίοις τελεταῖς ταῖς τοῦ Διονύσου·
τούτοις αὐδῶ καὖθις ἀπαυδῶ καὖθις τὸ τρίτον μάλ᾽ ἀπαυδῶ
ἐξίστασθαι μύσταισι χοροῖς· ὑμεῖς δ᾽ ἀνεγείρετε μολπὴν        370
καὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ.
χώρει νυν πᾶς ἀνδρείως
ἐς τοὺς εὐανθεῖς κόλπους
λειμώνων ἐγκρούων
κἀπισκώπτων
καὶ παίζων καὶ χλευάζων,
ἠρίστηται δ᾽ ἐξαρκούντως.
ἀλλ᾽ ἔμβα χὤπως ἀρεῖς
τὴν Σώτειραν γενναίως
τῇ φωνῇ μολπάζων,        380
ἣ τὴν χώραν
σῴζειν φήσ᾽ ἐς τὰς ὥρας,
κἂν Θωρυκίων μὴ βούληται.
ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν
Δήμητρα θεὰν ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε.
Δήμητερ ἁγνῶν ὀργίων
ἄνασσα συμπαραστάτει,
καὶ σῷζε τὸν σαυτῆς χορόν,
καί μ᾽ ἀσφαλῶς πανήμερον
παῖσαί τε καὶ χορεῦσαι·        390
καὶ πολλὰ μὲν γέλοιά μ᾽ εἰ-
πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ
τῆς σῆς ἑορτῆς ἀξίως
παίσαντα καὶ σκώψαντα νικήσαντα
ταινιοῦσθαι.
ἄγ᾽ εἶα
νῦν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο
ᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας.
Ἴακχε πολυτίμητε, μέλος ἑορτῆς

ἥδιστον εὑρών, δεῦρο συνακολούθει        400
πρὸς τὴν θεὸν
καὶ δεῖξον ὡς ἄνευ πόνου
πολλὴν ὁδὸν περαίνεις.
Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
σὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτι
κἀπ᾽ εὐτελείᾳ τόδε τὸ σανδαλίσκον
καὶ τὸ ῥάκος,
κἀξηῦρες ὥστ᾽ ἀζημίους
παίζειν τε καὶ χορεύειν.
Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.        410
καὶ γὰρ παραβλέψας τι μειρακίσκης
νῦν δὴ κατεῖδον καὶ μάλ᾽ εὐπροσώπου
συμπαιστρίας
χιτωνίου παραρραγέντος τιτθίον προκύψαν.
Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
Διόνυσος
ἐγὼ δ᾽ ἀεί πως φιλακόλουθός εἰμι καὶ μετ᾽ αὐτῆς
παίζων χορεύειν βούλομαι.
Ξανθίας
κἄγωγε πρός.
Χορός
βούλεσθε δῆτα κοινῇ        420
σκώψωμεν Ἀρχέδημον;
ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας.
νυνὶ δὲ δημαγωγεῖ
ἐν τοῖς ἄνω νεκροῖσι,
κἀστὶν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας.
τὸν Κλεισθένους δ᾽ ἀκούω
ἐν ταῖς ταφαῖσι πρωκτὸν
τίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους·
κἀκόπτετ᾽ ἐγκεκυφώς,
κἄκλαε κἀκεκράγει        430
Σεβῖνον ὅστις ἐστὶν ἁναφλύστιος.
καὶ Καλλίαν γέ φασι
τοῦτον τὸν Ἱπποβίνου
κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.
Διόνυσος
ἔχοιτ᾽ ἂν οὖν φράσαι νῷν
Πλούτων᾽ ὅπου ᾽νθάδ᾽ οἰκεῖ;
ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω.
Χορός
μηδὲν μακρὰν ἀπέλθῃς,
μηδ᾽ αὖθις ἐπανέρῃ με,
ἀλλ᾽ ἴσθ᾽ ἐπ᾽ αὐτὴν θύραν ἀφιγμένος.        440
Διόνυσος
αἴροι᾽ ἂν αὖθις ὦ παῖ.
Ξανθίας
τουτὶ τί ἦν τὸ πρᾶγμα;
ἀλλ᾽ ἢ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν.
Χορός
χωρεῖτε
νῦν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀν᾽ ἄλσος
παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς·
ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν,
οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.

χωρῶμεν ἐς πολυρρόδους        450
λειμῶνας ἀνθεμώδεις,
τὸν ἡμέτερον τρόπον
τὸν καλλιχορώτατον
παίζοντες, ὃν ὄλβιαι
Μοῖραι ξυνάγουσιν.
μόνοις γὰρ ἡμῖν ἥλιος
καὶ φέγγος ἱλαρόν ἐστιν,
ὅσοι μεμυήμεθ᾽ εὐσεβῆ τε διήγομεν
τρόπον περὶ τοὺς ξένους
καὶ τοὺς ἰδιώτας.
Διόνυσος
ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; τίνα;        460
πῶς ἐνθάδ᾽ ἄρα κόπτουσιν οὑπιχώριοι;
Ξανθίας
οὐ μὴ διατρίψεις, ἀλλὰ γεύσει τῆς θύρας,
καθ᾽ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμ᾽ ἔχων.
Διόνυσος
παῖ παῖ.
Ἄιακος
τίς οὗτος;
Διόνυσος
Ἡρακλῆς ὁ καρτερός.
Ἄιακος
ὦ βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺ
καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,
ὃς τὸν κύν᾽ ἡμῶν ἐξελάσας τὸν Κέρβερον
ἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών,
ὃν ἐγὼ ᾽φύλαττον. ἀλλὰ νῦν ἔχει μέσος·
τοία Στυγός σε μελανοκάρδιος πέτρα        470
Ἀχερόντιός τε σκόπελος αἱματοσταγὴς
φρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες,
ἔχιδνά θ᾽ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σου
διασπαράξει, πλευμόνων τ᾽ ἀνθάψεται
Ταρτησία μύραινα· τὼ νεφρὼ δέ σου
αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω
διασπάσονται Γοργόνες Τειθράσιαι,
ἐφ᾽ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.
Ξανθίας
οὗτος τί δέδρακας;
Διόνυσος
ἐγκέχοδα· κάλει θεόν.
Ξανθίας
ὦ καταγέλαστ᾽ οὔκουν ἀναστήσει ταχὺ        480
πρίν τινά σ᾽ ἰδεῖν ἀλλότριον;
Διόνυσος
ἀλλ᾽ ὡρακιῶ.
ἀλλ᾽ οἶσε πρὸς τὴν καρδίαν μου σφογγιάν.
Ξανθίας
ἰδοὺ λαβέ, προσθοῦ.
Διόνυσος
ποῦ ᾽στιν;
Ξανθίας
ὦ χρυσοῖ θεοὶ
ἐνταῦθ᾽ ἔχεις τὴν καρδίαν;
Διόνυσος
δείσασα γὰρ
ἐς τὴν κάτω μου κοιλίαν καθείρπυσεν.
Ξανθίας
ὦ δειλότατε θεῶν σὺ κἀνθρώπων.
Διόνυσος
ἐγώ;
πῶς δειλὸς ὅστις σφογγιὰν ᾔτησά σε;
οὐκ ἂν ἕτερός γ᾽ αὔτ᾽ ἠργάσατ᾽ ἀνήρ.
Ξανθίας
ἀλλὰ τί;
Διόνυσος
κατέκειτ᾽ ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν·
ἐγὼ δ᾽ ἀνέστην καὶ προσέτ᾽ ἀπεψησάμην.        490
Ξανθίας
ἀνδρεῖά γ᾽ ὦ Πόσειδον.
Διόνυσος
οἶμαι νὴ Δία.
σὺ δ᾽ οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτων
καὶ τὰς ἀπειλάς;
Ξανθίας
οὐ μὰ Δί᾽ οὐδ᾽ ἐφρόντισα.
Διόνυσος
ἴθι νυν ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ,
σὺ μὲν γενοῦ ᾽γὼ τὸ ῥόπαλον τουτὶ λαβὼν
καὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ·
ἐγὼ δ᾽ ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει.
Ξανθίας
φέρε δὴ ταχέως αὔτ᾽· οὐ γὰρ ἀλλὰ πειστέον·
καὶ βλέψον ἐς τὸν Ἡρακλειοξανθίαν,

εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμ᾽ ἔχων.        500
Διόνυσος
μὰ Δί᾽ ἀλλ᾽ ἀληθῶς οὑκ Μελίτης μαστιγίας.
φέρε νυν ἐγὼ τὰ στρώματ᾽ αἴρωμαι ταδί.
Θεράπαινα
ὦ φίλταθ᾽ ἥκεις Ἡράκλεις; δεῦρ᾽ εἴσιθι.
ἡ γὰρ θεός <σ᾽> ὡς ἐπύθεθ᾽ ἥκοντ᾽, εὐθέως
ἔπεττεν ἄρτους, ἧψε κατερεικτῶν χύτρας        505
ἔτνους δύ᾽ ἢ τρεῖς, βοῦν ἀπηνθράκιζ᾽ ὅλον,
πλακοῦντας ὤπτα κολλάβους. ἀλλ᾽ εἴσιθι.
Ξανθίας
κάλλιστ᾽, ἐπαινῶ.
Θεράπαινα
μὰ τὸν Ἀπόλλω οὐ μή σ᾽ ἐγὼ
περιόψομἀπελθόντ᾽, ἐπεί τοι καὶ κρέα
ἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματα        510
ἔφρυγε, κᾦνον ἀνεκεράννυ γλυκύτατον.
ἀλλ᾽ εἴσιθ᾽ ἅμ᾽ ἐμοί.
Ξανθίας
πάνυ καλῶς.
Θεράπαινα
ληρεῖς ἔχων
οὐ γάρ σ᾽ ἀφήσω. καὶ γὰρ αὐλητρίς γέ σοι
ἥδ᾽ ἔνδον ἔσθ᾽ ὡραιοτάτη κὠρχηστρίδες
ἕτεραι δύ᾽ ἢ τρεῖς.        515
Ξανθίας
πῶς λέγεις; ὀρχηστρίδες;
Θεράπαινα
ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι.
ἀλλ᾽ εἴσιθ᾽, ὡς ὁ μάγειρος ἤδη τὰ τεμάχη
ἔμελλ᾽ ἀφαιρεῖν χἠ τράπεζ᾽ εἰσῄρετο.
Ξανθίας
ἴθι νυν φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν
ταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι.        520
ὁ παῖς ἀκολούθει δεῦρο τὰ σκεύη φέρων.
Διόνυσος
ἐπίσχες οὗτος. οὔ τί που σπουδὴν ποιεῖ,
ὁτιή σε παίζων Ἡρακλέα ᾽νεσκεύασα;
οὐ μὴ φλυαρήσεις ἔχων ὦ Ξανθία,
ἀλλ᾽ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα.        525
Ξανθίας
τί δ᾽ ἔστιν; οὔ τι πού μ᾽ ἀφελέσθαι διανοεῖ
ἅδωκας αὐτός;
Διόνυσος
οὐ τάχ᾽, ἀλλ᾽ ἤδη ποιῶ.
κατάθου τὸ δέρμα.
Ξανθίας
ταῦτ᾽ ἐγὼ μαρτύρομαι
καὶ τοῖς θεοῖσιν ἐπιτρέπω.
Διόνυσος
ποίοις θεοῖς;
τὸ δὲ προσδοκῆσαί σ᾽ οὐκ ἀνόητον καὶ κενὸν        530
ὡς δοῦλος ὢν καὶ θνητὸς Ἀλκμήνης ἔσει;
Ξανθίας
ἀμέλει καλῶς· ἔχ᾽ αὔτ᾽. ἴσως γάρ τοί ποτε
ἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι.
Χορός
ταῦτα μὲν πρὸς ἀνδρός ἐστι
νοῦν ἔχοντος καὶ φρένας καὶ
πολλὰ περιπεπλευκότος,        535
μετακυλίνδειν αὑτὸν ἀεὶ
πρὸς τὸν εὖ πράττοντα τοῖχον
μᾶλλον ἢ γεγραμμένην
εἰκόν᾽ ἑστάναι, λαβόνθ᾽ ἓν
σχῆμα· τὸ δὲ μεταστρέφεσθαι
πρὸς τὸ μαλθακώτερον
δεξιοῦ πρὸς ἀνδρός ἐστι        540
καὶ φύσει Θηραμένους.
Διόνυσος
οὐ γὰρ ἂν γέλοιον ἦν, εἰ
Ξανθίας
μὲν δοῦλος ὢν ἐν
στρώμασιν Μιλησίοις
ἀνατετραμμένος κυνῶν ὀρχηστρίδ᾽
εἶτ᾽ ᾔτησεν ἀμίδ᾽, ἐγὼ
δὲ πρὸς τοῦτον βλέπων
τοὐρεβίνθου ᾽δραττόμην, οὗτος        545
δ᾽ ἅτ᾽ ὢν αὐτὸς πανοῦργος
εἶδε, κᾆτ᾽ ἐκ τῆς γνάθου
πὺξ πατάξας μοὐξέκοψε
τοῦ χοροῦ τοὺς προσθίους;
Πανδοκευτρία
Πλαθάνη, Πλαθάνη δεῦρ᾽ ἔλθ᾽, ὁ πανοῦργος οὑτοσί,

ὃς ἐς τὸ πανδοκεῖον εἰσελθών ποτε        550
ἑκκαίδεκ᾽ ἄρτους κατέφαγ᾽ ἡμῶν.
Πλαθάνη
νὴ Δία
ἐκεῖνος αὐτὸς δῆτα.
Ξανθίας
κακὸν ἥκει τινί.
Πανδοκευτρία
καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστ᾽ εἴκοσιν
ἀν᾽ ἡμιωβολιαῖα.
Ξανθίας
δώσει τις δίκην.
Πανδοκευτρία
καὶ τὰ σκόροδα τὰ πολλά.        555
Διόνυσος
ληρεῖς ὦ γύναι
κοὐκ οἶσθ᾽ ὅ τι λέγεις.
Πανδοκευτρία
οὐ μὲν οὖν με προσεδόκας,
ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί σ᾽ ἔτι;
τί δαί; τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω.
Πλαθάνη.
μὰ Δί᾽ οὐδὲ τὸν τυρόν γε τὸν χλωρὸν τάλαν,
ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν        560
Πανδοκευτρία
κἄπειτ᾽ ἐπειδὴ τἀργύριον ἐπραττόμην,
ἔβλεψεν ἔς με δριμὺ κἀμυκᾶτό γε.
Ξανθίας
τούτου πάνυ τοὔργον· οὗτος ὁ τρόπος πανταχοῦ.
Πανδοκευτρία
καὶ τὸ ξίφος γ᾽ ἐσπᾶτο μαίνεσθαι δοκῶν.
Πλαθάνη
νὴ Δία τάλαινα.        565
Πανδοκευτρία
νὼ δὲ δεισάσα γέ που
ἐπὶ τὴν κατήλιφ᾽ εὐθὺς ἀνεπηδήσαμεν·
ὁ δ᾽ ᾤχετ᾽ ἐξᾴξας γε τὰς ψιάθους λαβών.
Ξανθίας
καὶ τοῦτο τούτου τοὔργον.
Πλαθάνη
ἀλλ᾽ ἐχρῆν τι δρᾶν.
Πανδοκευτρία
ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι.
Πλαθάνη
σὺ δ᾽ ἔμοιγ᾽ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον,        570
ἵν᾽ αὐτὸν ἐπιτρίψωμεν.
Πανδοκευτρία
ὦ μιαρὰ φάρυξ,
ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους
κόπτοιμ᾽ ἄν, οἷς μου κατέφαγες τὰ φορτία.
Πλαθάνη
ἐγὼ δέ γ᾽ ἐς τὸ βάραθρον ἐμβάλοιμί σε.
Πανδοκευτρία
ἐγὼ δὲ τὸν λάρυγγ᾽ ἂν ἐκτέμοιμί σου        575
δρέπανον λαβοῦσ᾽, ᾧ τὰς χόλικας κατέσπασας.
Πλαθάνη.
ἀλλ᾽ εἶμ᾽ ἐπὶ τὸν Κλέων᾽, ὃς αὐτοῦ τήμερον
ἐκπηνιεῖται ταῦτα προσκαλούμενος.
Διόνυσος
κάκιστ᾽ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ.
Ξανθίας
οἶδ᾽ οἶδα τὸν νοῦν· παῦε παῦε τοῦ λόγου.        580
οὐκ ἂν γενοίμην Ἡρακλῆς ἄν.
Διόνυσος
μηδαμῶς
ὦ Ξανθίδιον.
Ξανθίας
καὶ πῶς ἂν Ἀλκμήνης ἐγὼ
υἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν;
Διόνυσος
οἶδ᾽ οἶδ᾽ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς·
κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι.        585
ἀλλ᾽ ἤν σε τοῦ λοιποῦ ποτ᾽ ἀφέλωμαι χρόνου,
πρόρριζος αὐτός, ἡ γυνή, τὰ παιδία,
κάκιστ᾽ ἀπολοίμην, κἀρχέδημος ὁ γλάμων.
Ξανθίας
δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.
Χορός
νῦν σὸν ἔργον ἔστ᾽, ἐπειδὴ        590
τὴν στολὴν εἴληφας ἥνπερ
εἶχες ἐξ ἀρχῆς πάλιν,
ἀνανεάζειν - - -
καὶ βλέπειν αὖθις τὸ δεινόν,
τοῦ θεοῦ μεμνημένον
ᾧπερ εἰκάζεις σεαυτόν.
εἰ δὲ παραληρῶν ἁλώσει
κἀκβαλεῖς τι μαλθακόν,        595
αὖθις αἴρεσθαί σ᾽ ἀνάγκη
᾽σται πάλιν τὰ στρώματα.
Ξανθίας
οὐ κακῶς ὦνδρες παραινεῖτ᾽,
ἀλλὰ καὐτὸς τυγχάνω ταῦτ᾽
ἄρτι συννοούμενος.
ὅτι μὲν οὖν, ἢν χρηστὸν ᾖ τι,

ταῦτ᾽ ἀφαιρεῖσθαι πάλιν πειράσεταί        600
μ᾽ εὖ οἶδ᾽ ὅτι.
ἀλλ᾽ ὅμως ἐγὼ παρέξω
᾽μαυτὸν ἀνδρεῖον τὸ λῆμα
καὶ βλέποντ᾽ ὀρίγανον.
δεῖν δ᾽ ἔοικεν, ὡς ἀκούω
τῆς θύρας καὶ δὴ ψόφον.
Ἄιακος
ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον,        605
ἵνα δῷ δίκην· ἀνύετον.
Διόνυσος
ἥκει τῳ κακόν.
Ξανθίας
οὐκ ἐς κόρακας; μὴ πρόσιτον.
Ἄιακος
εἶεν, καὶ μάχει;
ὁ Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκας
χωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί.
Διόνυσος
εἶτ᾽ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ        610
κλέπτοντα πρὸς τἀλλότρια;
Ἄιακος
μἀλλ᾽ ὑπερφυᾶ.
Διόνυσος
σχέτλια μὲν οὖν καὶ δεινά.
Ξανθίας
καὶ μὴν νὴ Δία
εἰ πώποτ᾽ ἦλθον δεῦρ᾽, ἐθέλω τεθνηκέναι,
ἢ ᾽κλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός.
καί σοι ποιήσω πρᾶγμα γενναῖον πάνυ·        615
βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών,
κἄν ποτέ μ᾽ ἕλῃς ἀδικοῦντ᾽, ἀπόκτεινόν μ᾽ ἄγων.
Ἄιακος
καὶ πῶς βασανίσω;
Ξανθίας
πάντα τρόπον, ἐν κλίμακι
δήσας κρεμάσας ὑστριχίδι μαστιγῶν, δέρων,
στρεβλῶν, ἔτι δ᾽ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων,        620
πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳ
μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ.
Ἄιακος
δίκαιος ὁ λόγος· κἄν τι πηρώσω γέ σου
τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται.
Ξανθίας
μὴ δῆτ᾽ ἔμοιγ᾽. οὕτω δὲ βασάνιζ᾽ ἀπαγαγών.        625
Ἄιακος
αὐτοῦ μὲν οὖν, ἵνα σοὶ κατ᾽ ὀφθαλμοὺς λέγῃ.
κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς
ἐνταῦθα μηδὲν ψεῦδος.
Διόνυσος
ἀγορεύω τινὶ
ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντ᾽· εἰ δὲ μή,
αὐτὸς σεαυτὸν αἰτιῶ.        630
Ἄιακος
λέγεις δὲ τί;
Διόνυσος
ἀθάνατος εἶναί φημι Διόνυσος Διός,
τοῦτον δὲ δοῦλον.
Ἄιακος
ταῦτ᾽ ἀκούεις;
Ξανθίας
φήμ᾽ ἐγώ.
καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος·
εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται.
Διόνυσος
τί δῆτ᾽, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός,        635
οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί;
Ξανθίας
δίκαιος ὁ λόγος· χὠπότερόν γ᾽ ἂν νῷν ἴδῃς
κλαύσαντα πρότερον ἢ προτιμήσαντά τι
τυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν.
Ἄιακος
οὐκ ἔσθ᾽ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ·        640
χωρεῖς γὰρ ἐς τὸ δίκαιον. ἀποδύεσθε δή.
Ξανθίας
πῶς οὖν βασανιεῖς νὼ δικαίως;
Ἄιακος
ῥᾳδίως·
πληγὴν παρὰ πληγὴν ἑκάτερον.
Ξανθίας
καλῶς λέγεις.
Ἄιακος
ἰδού.
Ξανθίας
σκόπει νυν ἤν μ᾽ ὑποκινήσαντ᾽ ἴδῃς.
Ἄιακος
ἤδη ᾽πάταξά σ᾽.        645
Ξανθίας
οὐ μὰ Δί᾽.
Ἄιακος
οὐδ᾽ ἐμοὶ δοκεῖς.
ἀλλ᾽ εἶμ᾽ ἐπὶ τονδὶ καὶ πατάξω.
Διόνυσος
πηνίκα;
Ἄιακος
καὶ δὴ ᾽πάταξα.
Διόνυσος
κᾆτα πῶς οὐκ ἔπταρον;
Ἄιακος
οὐκ οἶδα· τουδὶ δ᾽ αὖθις ἀποπειράσομαι.
Ξανθίας
οὔκουν ἀνύσεις τι; ἀτταταῖ.
Ἄιακος
τί τἀτταταῖ;

μῶν ὠδυνήθης;        650
Ξανθίας
οὐ μὰ Δί᾽ ἀλλ᾽ ἐφρόντισα
ὁπόθ᾽ Ἡράκλεια τἀν Διομείοις γίγνεται.
Ἄιακος
ἅνθρωπος ἱερός. δεῦρο πάλιν βαδιστέον.
Διόνυσος
ἰοὺ ἰού.
Ἄιακος
τί ἔστιν;
Διόνυσος
ἱππέας ὁρῶ.
Ἄιακος
τί δῆτα κλάεις;
Διόνυσος
κρομμύων ὀσφραίνομαι.
Ἄιακος
ἐπεὶ προτιμᾷς γ᾽ οὐδέν.        655
Διόνυσος
οὐδέν μοι μέλει.
Ἄιακος
βαδιστέον τἄρ᾽ ἐστὶν ἐπὶ τονδὶ πάλιν.
Ξανθίας
οἴμοι.
Ἄιακος
τί ἔστι;
Ξανθίας
τὴν ἄκανθαν ἐξελε.
Ἄιακος
τί τὸ πρᾶγμα τουτί; δεῦρο πάλιν βαδιστέον.
Διόνυσος
Ἄπολλον - ὅς που Δῆλον ἢ Πυθῶν᾽ ἔχεις.
Ξανθίας
ἤλγησεν· οὐκ ἤκουσας;        660
Διόνυσος
οὐκ ἔγωγ᾽, ἐπεὶ
ἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην.
Ξανθίας
οὐδὲν ποιεῖς γάρ· ἀλλὰ τὰς λαγόνας σπόδει.
Ἄιακος
μὰ τὸν Δί᾽ ἀλλ᾽ ἤδη πάρεχε τὴν γαστέρα.
Διόνυσος
Πόσειδον
Ξανθίας
ἤλγησέν τις.
Διόνυσος
ὃς Αἰγαίου πρῶνας ἢ γλαυκᾶς μέδεις ἁλὸς ἐν βένθεσιν.        665
Ἄιακος
οὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖν
ὁπότερος ὑμῶν ἐστι θεός. ἀλλ᾽ εἴσιτον·
ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται        670
χἠ Φερρέφατθ᾽, ἅτ᾽ ὄντε κἀκείνω θεώ.
Διόνυσος
ὀρθῶς λέγεις· ἐβουλόμην δ᾽ ἂν τοῦτό σε
πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.
Χορός
Μοῦσα χορῶν ἱερῶν· ἐπίβηθι καὶ ἔλθ᾽ ἐπὶ τέρψιν ἀοιδᾶς ἐμᾶς, 675
τὸν πολὺν ὀψομένη λαῶν· ὄχλον, οὗ σοφίαι
μυρίαι κάθηνται
φιλοτιμότεραι Κλεοφῶντος, ἐφ᾽ οὗ δὴ χείλεσιν ἀμφιλάλοις
δεινὸν ἐπιβρέμεται        680
Θρῃκία χελιδὼν
”ἐπὶ βάρβαρον ἑζομένη πέταλον“·
κελαδεῖ δ᾽ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται,
κἂν ἴσαι γένωνται.        685
τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει
ξυμπαραινεῖν καὶ διδάσκειν. πρῶτον οὖν ἡμῖν δοκεῖ
ἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα,
κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν,
ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότε        690
αἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας.
εἶτ᾽ ἄτιμόν φημι χρῆναι μηδέν᾽ εἶν᾽ ἐν τῇ πόλει·
καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίαν
καὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας.
κοὐδὲ ταῦτ᾽ ἔγωγ᾽ ἔχοιμ᾽ ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν,
ἀλλ᾽ ἐπαινῶ· μόνα γὰρ αὐτὰ νοῦν ἔχοντ᾽ ἐδράσατε.
πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθ᾽ ὑμῶν πολλὰ δὴ
χοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει,
τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοις.

ἀλλὰ τῆς ὀργῆς ἀνέντες ὦ σοφώτατοι φύσει        700
πάντας ἀνθρώπους ἑκόντες συγγενεῖς κτησώμεθα
κἀπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ.
εἰ δὲ ταῦτ᾽ ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα,
τὴν πόλιν καὶ ταῦτ᾽ ἔχοντες κυμάτων ἐν ἀγκάλαις,
ὑστέρῳ χρόνῳ ποτ᾽ αὖθις εὖ φρονεῖν οὐ δόξομεν.        705
εἰ δ᾽ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος ἢ τρόπον ὅστις ἔτ᾽
οἰμώξεται,
οὐ πολὺν οὐδ᾽ ὁ πίθηκος οὗτος ὁ νῦν ἐνοχλῶν,
Κλειγένης ὁ μικρός,
ὁ πονηρότατος βαλανεὺς ὁπόσοι κρατοῦσι κυκησιτέφρου        710
ψευδολίτρου κονίας
καὶ Κιμωλίας γῆς,
χρόνον ἐνδιατρίψει· ἰδὼν δὲ τάδ᾽ οὐκ
εἰρηνικὸς ἔσθ᾽, ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄνευ        715
ξύλου βαδίζων.
πολλάκις γ᾽ ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναι
ταὐτὸν ἔς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς
ἔς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον.        720
οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις,
ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων
καὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις
ἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ
χρώμεθ᾽ οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις
χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι.
τῶν πολιτῶν θ᾽ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας
ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺς
καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ,
προυσελοῦμεν, τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαις        730
καὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθα
ὑστάτοις ἀφιγμένοισιν, οἷσιν ἡ πόλις πρὸ τοῦ
οὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατ᾽ ἄν.
ἀλλὰ καὶ νῦν ὦνόητοι μεταβαλόντες τοὺς τρόπους
χρῆσθε τοῖς χρηστοῖσιν αὖθις· καὶ κατορθώσασι γὰρ        735
εὔλογον, κἄν τι σφαλῆτ᾽, ἐξ ἀξίου γοῦν τοῦ ξύλου,
ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε.
Ἄιακος
νὴ τὸν Δία τὸν σωτῆρα γεννάδας ἀνὴρ
ὁ δεσπότης σου.
Ξανθίας
πῶς γὰρ οὐχὶ γεννάδας,
ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον;        740
Ἄιακος
τὸ δὲ μὴ πατάξαι σ᾽ ἐξελεγχθέντ᾽ ἄντικρυς,
ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης.
Ξανθίας
ᾤμωξε μέντἄν.
Ἄιακος
τοῦτο μέντοι δουλικὸν
εὐθὺς πεποίηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.
Ξανθίας
χαίρεις, ἱκετεύω;        745
Ἄιακος
μἀλλ᾽ ἐποπτεύειν δοκῶ,
ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ.
Ξανθίας
τί δὲ τονθορύζων, ἡνίκ᾽ ἂν πληγὰς λαβὼν
πολλὰς ἀπίῃς θύραζε;
Ἄιακος
καὶ τοῦθ᾽ ἥδομαι.
Ξανθίας
τί δὲ πολλὰ πράττων;
Ἄιακος
ὡς μὰ Δί᾽ οὐδὲν οἶδ᾽ ἐγώ.

Ξανθίας
ὁμόγνιε Ζεῦ· καὶ παρακούων δεσποτῶν        750
ἅττ᾽ ἂν λαλῶσι;
Ἄιακος
μἀλλὰ πλεῖν ἢ μαίνομαι.
Ξανθίας
τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν;
Ἄιακος
ἐγώ;
μὰ Δί᾽ ἀλλ᾽ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι.
Ξανθίας
ὦ Φοῖβ᾽ Ἄπολλον ἔμβαλέ μοι τὴν δεξιάν,
καὶ δὸς κύσαι καὐτὸς κύσον, καί μοι φράσον        755
πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας,
τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ
χὠ λοιδορησμός;
Ἄιακος
Αἰσχύλου κεὐριπίδου.
Ξανθίας
ἆ.
Ἄιακος
πρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγα
ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ.        760
Ξανθίας
ἐκ τοῦ;
Ἄιακος
νόμος τις ἐνθάδ᾽ ἐστὶ κείμενος
ἀπὸ τῶν τεχνῶν ὅσαι μεγάλαι καὶ δεξιαί,
τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων
σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν
θρόνον τε τοῦ Πλούτωνος ἑξῆς --        765
Ξανθίας
μανθάνω.
Ἄιακος
ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτερος
ἕτερός τις αὐτοῦ· τότε δὲ παραχωρεῖν ἔδει.
Ξανθίας
τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;
Ἄιακος
ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον,
ὡς ὢν κράτιστος τὴν τέχνην.        770
Ξανθίας
νυνὶ δὲ τίς;
Ἄιακος
ὅτε δὴ κατῆλθ᾽ Εὐριπίδης, ἐπεδείκνυτο
τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις
καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις,
ὅπερ ἔστ᾽ ἐν Ἅιδου πλῆθος, οἱ δ᾽ ἀκροώμενοι
τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν        775
ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον·
κἄπειτ᾽ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου,
ἵν᾽ Αἰσχύλος καθῆστο.
Ξανθίας
κοὐκ ἐβάλλετο;
Ἄιακος
μὰ Δί᾽ ἀλλ᾽ ὁ δῆμος ἀνεβόα κρίσιν ποιεῖν
ὁπότερος εἴη τὴν τέχνην σοφώτερος.        780
Ξανθίας
ὁ τῶν πανούργων;
Ἄιακος
νὴ Δί᾽ οὐράνιόν γ᾽ ὅσον.
Ξανθίας
μετ᾽ Αἰσχύλου δ᾽ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;
Ἄιακος
ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.
Ξανθίας
τί δῆθ᾽ ὁ Πλούτων δρᾶν παρασκευάζεται;
Ἄιακος
ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν        785
κἄλεγχον αὐτῶν τῆς τέχνης.
Ξανθίας
κἄπειτα πῶς
οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;
Ἄιακος
μὰ Δί᾽ οὐκ ἐκεῖνος, ἀλλ᾽ ἔκυσε μὲν Αἰσχύλον,
ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν,
κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου·        790
νυνὶ δ᾽ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης,
ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ,
ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης
διαγωνιεῖσθ᾽ ἔφασκε πρός γ᾽ Εὐριπίδην.
Ξανθίας
τὸ χρῆμ᾽ ἄρ᾽ ἔσται;        795
Ἄιακος
νὴ Δί᾽ ὀλίγον ὕστερον.
κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται.
καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται--
Ξανθίας
τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;
Ἄιακος
καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν

καὶ πλαίσια ξύμπτυκτα --        800
Ξανθίας
πλινθεύσουσι γάρ;
Ἄιακος
καὶ διαμέτρους καὶ σφῆνας. ὁ γὰρ Εὐριπίδης
κατ᾽ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.
Ξανθίας
ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.
Ἄιακος
ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.
Ξανθίας
κρινεῖ δὲ δὴ τίς ταῦτα;        805
Ἄιακος
τοῦτ᾽ ἦν δύσκολον·
σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην.
οὔτε γὰρ Ἀθηναίοισι συνέβαιν᾽ Αἰσχύλος
--
Ξανθίας
πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους.
Ἄιακος
λῆρόν τε τἄλλ᾽ ἡγεῖτο τοῦ γνῶναι πέρι
φύσεις ποιητῶν· εἶτα τῷ σῷ δεσπότῃ        810
ἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν.
ἀλλ᾽ εἰσίωμεν· ὡς ὅταν γ᾽ οἱ δεσπόται
ἐσπουδάκωσι, κλαύμαθ᾽ ἡμῖν γίγνεται.
Χορός
ἦ που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει,
ἡνίκ᾽ ἂν ὀξύλαλον παρίδῃ θήγοντος ὀδόντα        815
ἀντιτέχνου· τότε δὴ μανίας ὑπὸ δεινῆς
ὄμματα στροβήσεται.
ἔσται δ᾽ ἱππολόφων τε λόγων κορυθαίολα νείκη
σχινδαλάμων τε παραξόνια σμιλεύματά τ᾽ ἔργων,
φωτὸς ἀμυνομένου φρενοτέκτονος ἀνδρὸς        820
ῥήμαθ᾽ ἱπποβάμονα.
φρίξας δ᾽ αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν,
δεινὸν ἐπισκύνιον ξυνάγων βρυχώμενος ἥσει
ῥήματα γομφοπαγῆ πινακηδὸν ἀποσπῶν
γηγενεῖ φυσήματι·        825
ἔνθεν δὴ στοματουργὸς ἐπῶν βασανίστρια λίσφη
γλῶσσ᾽ ἀνελισσομένη φθονεροὺς κινοῦσα χαλινοὺς
ῥήματα δαιομένη καταλεπτολογήσει
πλευμόνων πολὺν πόνον.
Εὐριπίδης
οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει.        830
κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην.
Διόνυσος
Αἰσχύλε τί σιγᾷς; αἰσθάνει γὰρ τοῦ λόγου.
Εὐριπίδης
ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε
ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο.
Διόνυσος
ὦ δαιμόνι᾽ ἀνδρῶν μὴ μεγάλα λίαν λέγε.        835
Εὐριπίδης
ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι,
ἄνθρωπον ἀγριοποιὸν αὐθαδόστομον,
ἔχοντ᾽ ἀχάλινον ἀκρατὲς ἀπύλωτον στόμα,
ἀπεριλάλητον κομποφακελορρήμονα.
Αἰσχύλος
ἄληθες ὦ παῖ τῆς ἀρουραίας θεοῦ;        840
σὺ δή με ταῦτ᾽ ὦ στωμυλιοσυλλεκτάδη
καὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη;
ἀλλ᾽ οὔ τι χαίρων αὔτ᾽ ἐρεῖς.
Διόνυσος
παῦ᾽ Αἰσχύλε,
καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ.
Αἰσχύλος
οὐ δῆτα πρίν γ᾽ ἂν τοῦτον ἀποφήνω σαφῶς        845
τὸν χωλοποιὸν οἷος ὢν θρασύνεται.
Διόνυσος
ἄρν᾽ ἄρνα μέλανα παῖδες ἐξενέγκατε·
τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται.
Αἰσχύλος
ὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας,

γάμους δ᾽ ἀνοσίους ἐσφέρων ἐς τὴν τέχνην.        850
Διόνυσος
ἐπίσχες οὗτος ὦ πολυτίμητ᾽ Αἰσχύλε.
ἀπὸ τῶν χαλαζῶν δ᾽ ὦ πόνηρ᾽ Εὐριπίδη
ἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς,
ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι
θενὼν ὑπ᾽ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον·        855
σὺ δὲ μὴ πρὸς ὀργὴν Αἰσχύλ᾽ ἀλλὰ πρᾳόνως
ἔλεγχ᾽ ἐλέγχου· λοιδορεῖσθαι δ᾽ οὐ πρέπει
ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας.
σὺ δ᾽ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.
Εὐριπίδης
ἕτοιμός εἰμ᾽ ἔγωγε, κοὐκ ἀναδύομαι,        860
δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ,
τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας,
καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον
καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.
Διόνυσος
τί δαὶ σὺ βουλεύει ποιεῖν; λέγ᾽ Αἰσχύλε.        865
Αἰσχύλος
ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε·
οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν.
Διόνυσος
τί δαί;
Αἰσχύλος
ὅτι ἡ ποίησις οὐχὶ συντέθνηκέ μοι,
τούτῳ δὲ συντέθνηκεν, ὥσθ᾽ ἕξει λέγειν.
ὅμως δ᾽ ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή.        870
Διόνυσος
ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω.
ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτων
ἀγῶνα κρῖναι τόνδε μουσικώτατα·
ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπᾴσατε.
Χορός
ὦ Διὸς ἐννέα παρθένοι ἁγναὶ        875
Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε
ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις
ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες,
ἔλθετ᾽ ἐποψόμεναι δύναμιν
δεινοτάτοιν στομάτοιν πορίσασθαι        880
ῥήματα καὶ παραπρίσματ᾽ ἐπῶν.
νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη.
Διόνυσος
εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν.        885
Αἰσχύλος
Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα,
εἶναί με τῶν σῶν ἄξιον μυστηρίων.
Διόνυσος
ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν.
Εὐριπίδης
καλῶς·
ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς.
Διόνυσος
ἴδιοί τινές σοι, κόμμα καινόν;        890
Εὐριπίδης
καὶ μάλα.
Διόνυσος
ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς.
Εὐριπίδης
αἰθὴρ ἐμὸν βόσκημα καὶ γλώσσης στρόφιγξ
καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι,
ὀρθῶς μ᾽ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.
Χορός
καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμεν        895
παρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαι
τίνα λόγων ἐμμέλειαν
ἔπιτε δαΐαν ὁδόν.
γλῶσσα μὲν γὰρ ἠγρίωται,
λῆμα δ᾽ οὐκ ἄτολμον ἀμφοῖν,
οὐδ᾽ ἀκίνητοι φρένες.

προσδοκᾶν οὖν εἰκός ἐστι        900
τὸν μὲν ἀστεῖόν τι λέξειν
καὶ κατερρινημένον,
τὸν δ᾽ ἀνασπῶντ᾽ αὐτοπρέμνοις
τοῖς λόγοισιν
ἐμπεσόντα συσκεδᾶν πολλὰς
ἀλινδήθρας ἐπῶν.
Διόνυσος
ἀλλ᾽ ὡς τάχιστα χρὴ λέγειν· οὕτω δ᾽ ὅπως ἐρεῖτον        905
ἀστεῖα καὶ μήτ᾽ εἰκόνας μήθ᾽ οἷ᾽ ἂν ἄλλος εἴποι.
Εὐριπίδης
καὶ μὴν ἐμαυτὸν μέν γε τὴν ποίησιν οἷός εἰμι,
ἐν τοῖσιν ὑστάτοις φράσω, τοῦτον δὲ πρῶτ᾽ ἐλέγξω,
ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰς
ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας.        910
πρώτιστα μὲν γὰρ ἕνα τιν᾽ ἂν καθῖσεν ἐγκαλύψας,
Ἀχιλλέα τιν᾽ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς,
πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί.
Διόνυσος
μὰ τὸν Δί᾽ οὐ δῆθ᾽.
Εὐριπίδης
ὁ δὲ χορός γ᾽ ἤρειδεν ὁρμαθοὺς ἂν
μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν οἱ δ᾽ ἐσίγων.        915
Διόνυσος
ἐγὼ δ᾽ ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτ᾽ ἔτερπεν
οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες.
Εὐριπίδης
ἠλίθιος γὰρ ἦσθα,
σάφ᾽ ἴσθι.
Διόνυσος
κἀμαυτῷ δοκῶ. τί δὲ ταῦτ᾽ ἔδρασ᾽ ὁ δεῖνα;
Εὐριπίδης
ὑπ᾽ ἀλαζονείας, ἵν᾽ ὁ θεατὴς προσδοκῶν καθοῖτο,
ὁπόθ᾽ ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δ᾽ ἂν διῄει.        920
Διόνυσος
ὢ παμπόνηρος, οἷ᾽ ἄρ᾽ ἐφενακιζόμην ὑπ᾽ αὐτοῦ.
τί σκορδινᾷ καὶ δυσφορεῖς;
Εὐριπίδης
ὅτι αὐτὸν ἐξελέγχω.
κἄπειτ᾽ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα
ἤδη μεσοίη, ῥήματ᾽ ἂν βόεια δώδεκ᾽ εἶπεν,
ὀφρῦς ἔχοντα καὶ λόφους, δείν᾽ ἄττα μορμορωπά,        925
ἄγνωτα τοῖς θεωμένοις.
Αἰσχύλος
οἴμοι τάλας.
Διόνυσος
σιώπα.
Εὐριπίδης
σαφὲς δ᾽ ἂν εἶπεν οὐδὲ ἕν --
Διόνυσος
μὴ πρῖε τοὺς ὀδόντας.
Εὐριπίδης
ἀλλ᾽ ἢ Σκαμάνδρους ἢ τάφρους ἢ ᾽π᾽ ἀσπίδων ἐπόντας
γρυπαιέτους χαλκηλάτους καὶ ῥήμαθ᾽ ἱππόκρημνα,
ἃ ξυμβαλεῖν οὐ ῥᾴδι᾽ ἦν.        930
Διόνυσος
νὴ τοὺς θεοὺς ἐγὼ γοῦν
ἤδη ποτ᾽ ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησα
τὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν τίς ἐστιν ὄρνις.
Αἰσχύλος
σημεῖον ἐν ταῖς ναυσὶν ὦμαθέστατ᾽ ἐνεγέγραπτο.
Διόνυσος
ἐγὼ δὲ τὸν Φιλοξένου γ᾽ ᾤμην Ἔρυξιν εἶναι.
Εὐριπίδης
εἶτ᾽ ἐν τραγῳδίαις ἐχρῆν κἀλεκτρυόνα ποιῆσαι;        935
Αἰσχύλος
σὺ δ᾽ ὦ θεοῖσιν ἐχθρὲ ποῖ᾽ ἄττ᾽ ἐστὶν ἅττ᾽ ἐποίεις;
Εὐριπίδης
οὐχ ἱππαλεκτρυόνας μὰ Δί᾽ οὐδὲ τραγελάφους, ἅπερ σύ,
ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν·
ἀλλ᾽ ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺς
οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν,        940
ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλον
ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς,
χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν·
εἶτ᾽ ἀνέτρεφον μονῳδίαις --
Διόνυσος
Κηφισοφῶντα μιγνύς.
Εὐριπίδης
εἶτ᾽ οὐκ ἐλήρουν ὅ τι τύχοιμ᾽ οὐδ᾽ ἐμπεσὼν ἔφυρον,        945
ἀλλ᾽ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπ᾽ ἂν εὐθὺς
τοῦ δράματος.
Διόνυσος
κρεῖττον γὰρ ἦν σοι νὴ Δί᾽ ἢ τὸ σαυτοῦ.
Εὐριπίδης
ἔπειτ᾽ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκ᾽ ἂν ἀργόν,
ἀλλ᾽ ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον,

χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν.        950
Αἰσχύλος
εἶτα δῆτα
οὐκ ἀποθανεῖν σε ταῦτ᾽ ἐχρῆν τολμῶντα;
Εὐριπίδης
μὰ τὸν Ἀπόλλω·
δημοκρατικὸν γὰρ αὔτ᾽ ἔδρων.
Διόνυσος
τοῦτο μὲν ἔασον ὦ τᾶν.
οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου.
Εὐριπίδης
ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα --
Αἰσχύλος
φημὶ κἀγώ.
ὡς πρὶν διδάξαι γ᾽ ὤφελες μέσος διαρραγῆναι.        955
Εὐριπίδης
λεπτῶν τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς,
νοεῖν ὁρᾶν ξυνιέναι στρέφειν ἐρᾶν τεχνάζειν,
κάχ᾽ ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα--
Αἰσχύλος
φημὶ κἀγώ.
Εὐριπίδης
οἰκεῖα πράγματ᾽ εἰσάγων, οἷς χρώμεθ᾽, οἷς ξύνεσμεν,
ἐξ ὧν γ᾽ ἂν ἐξηλεγχόμην· ξυνειδότες γὰρ οὗτοι        960
ἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλ᾽ οὐκ ἐκομπολάκουν
ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδ᾽ ἐξέπληττον αὐτούς,
Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους.
γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς.
τουτουμενὶ Φορμίσιος Μεγαίνετός θ᾽ ὁ Μανῆς,        965
σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται,
οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός.
Διόνυσος
Θηραμένης; σοφός γ᾽ ἀνὴρ καὶ δεινὸς ἐς τὰ πάντα,
ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ,
πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος.        970
Εὐριπίδης
τοιαῦτα μέντοὐγὼ φρονεῖν
τούτοισιν εἰσηγησάμην,
λογισμὸν ἐνθεὶς τῇ τέχνῃ
καὶ σκέψιν, ὥστ᾽ ἤδη νοεὶν
ἅπαντα καὶ διειδέναι        975
τά τ᾽ ἄλλα καὶ τὰς οἰκίας
οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ
κἀνασκοπεῖν, ”πῶς τοῦτ᾽ ἔχει;
ποῦ μοι τοδί; τίς τοῦτ᾽ ἔλαβε;“
Διόνυσος
νὴ τοὺς θεοὺς νῦν γοῦν Ἀθηναίων        980
ἅπας τις εἰσιὼν
κέκραγε πρὸς τοὺς οἰκέτας
ζητεῖ τε, ”ποῦ ᾽στιν ἡ χύτρα;
τίς τὴν κεφαλὴν ἀπεδήδοκεν
τῆς μαινίδος; τὸ τρύβλιον        985
τὸ περυσινὸν τέθνηκέ μοι·
ποῦ τὸ σκόροδον τὸ χθιζινόν;
τίς τῆς ἐλάας παρέτραγεν;“
τέως δ᾽ ἀβελτερώτατοι
κεχηνότες Μαμμάκυθοι        990
Μελιτίδαι καθῆντο.
Χορός
τάδε μὲν λεύσσεις φαίδιμ᾽ Ἀχιλλεῦ·
σὺ δὲ τί φέρε πρὸς ταῦτα λέξεις;
μόνον ὅπως . . .
μή σ᾽ ὁ θυμὸς ἁρπάσας
ἐκτὸς οἴσει τῶν ἐλαῶν·        995
δεινὰ γὰρ κατηγόρηκεν.
ἀλλ᾽ ὅπως ὦ γεννάδα
μὴ πρὸς ὀργὴν ἀντιλέξεις,
ἀλλὰ συστείλας ἄκροισι

χρώμενος τοῖς ἱστίοις,        1000
εἶτα μᾶλλον μᾶλλον ἄξεις
καὶ φυλάξεις,
ἡνίκ᾽ ἂν τὸ πνεῦμα λεῖον
καὶ καθεστηκὸς λάβῃς.
Διόνυσος
ἀλλ᾽ ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ
καὶ κοσμήσας τραγικὸν λῆρον, θαρρῶν τὸν κρουνὸν ἀφίει.        1005
Αἰσχύλος
θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καὶ μου τὰ σπλάγχν᾽ ἀγανακτεῖ,
εἰ πρὸς τοῦτον δεῖ μ᾽ ἀντιλέγειν· ἵνα μὴ φάσκῃ δ᾽ ἀπορεῖν με,
ἀπόκριναί μοι, τίνος οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν;
Εὐριπίδης
δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεν
τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν.        1010
Αἰσχύλος
τοῦτ᾽ οὖν εἰ μὴ πεποίηκας,
ἀλλ᾽ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας,
τί παθεῖν φήσεις ἄξιος εἶναι;
Διόνυσος
τεθνάναι· μὴ τοῦτον ἐρώτα.
Αἰσχύλος
σκέψαι τοίνυν οἵους αὐτοὺς παρ᾽ ἐμοῦ παρεδέξατο πρῶτον,
εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας,
μηδ᾽ ἀγοραίους μηδὲ κοβάλους ὥσπερ νῦν μηδὲ πανούργους,        1015
ἀλλὰ πνέοντας δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείας
καὶ πήληκας καὶ κνημῖδας καὶ θυμοὺς ἑπταβοείους.
Διόνυσος
καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν· κρανοποιῶν αὖ μ᾽ ἐπιτρίψει.
Εὐριπίδης
καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας;
Διόνυσος
Αἰσχύλε λέξον, μηδ᾽ αὐθάδως σεμνυνόμενος χαλέπαινε.        1020
Αἰσχύλος
δρᾶμα ποιήσας Ἄρεως μεστόν.
Διόνυσος
ποῖον;
Αἰσχύλος
τοὺς ἕπτ᾽ ἐπὶ Θήβας·
ὃ θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι.
Διόνυσος
τουτὶ μέν σοι κακὸν εἴργασται· Θηβαίους γὰρ πεποίηκας
ἀνδρειοτέρους ἐς τὸν πόλεμον, καὶ τούτου γ᾽ οὕνεκα τύπτου.
Αἰσχύλος
ἀλλ᾽ ὑμῖν αὔτ᾽ ἐξῆν ἀσκεῖν, ἀλλ᾽ οὐκ ἐπὶ τοῦτ᾽ ἐτράπεσθε.        1025
εἶτα διδάξας Πέρσας μετὰ τοῦτ᾽ ἐπιθυμεῖν ἐξεδίδαξα
νικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον.
Διόνυσος
ἐχάρην γοῦν, ”ἡνίκ᾽ ἤκουσα περὶ Δαρείου τεθνεῶτος“,
ὁ χορὸς δ᾽ εὐθὺς τὼ χεῖρ᾽ ὡδὶ συγκρούσας εἶπεν ”ἰαυοῖ“.
Αἰσχύλος
ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν. σκέψαι γὰρ ἀπ᾽ ἀρχῆς        1030
ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται.
Ὀρφεὺς μὲν γὰρ τελετάς θ᾽ ἡμῖν κατέδειξε φόνων τ᾽ ἀπέχεσθαι,
Μουσαῖος δ᾽ ἐξακέσεις τε νόσων καὶ χρησμούς, Ἡσίοδος δὲ
γῆς ἐργασίας, καρπῶν ὥρας, ἀρότους· ὁ δὲ θεῖος Ὅμηρος
ἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδ᾽ ὅτι χρήστ᾽ ἐδίδαξεν,        1035
τάξεις ἀρετὰς ὁπλίσεις ἀνδρῶν;
Διόνυσος
καὶ μὴν οὐ Παντακλέα γε
ἐδίδαξεν ὅμως τὸν σκαιότατον· πρώην γοῦν, ἡνίκ᾽ ἔπεμπεν,
τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλ᾽ ἐπιδήσειν.
Αἰσχύλος
ἀλλ᾽ ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἥρως·
ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐποίησεν,        1040
Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵν᾽ ἐπαίροιμ᾽ ἄνδρα πολίτην
ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ.
ἀλλ᾽ οὐ μὰ Δί᾽ οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας,
οὐδ᾽ οἶδ᾽ οὐδεὶς ἥντιν᾽ ἐρῶσαν πώποτ᾽ ἐποίησα γυναῖκα.
Εὐριπίδης
μὰ Δί᾽ οὐ γὰρ ἐπῆν τῆς Ἀφροδίτης οὐδέν σοι.        1045
Αἰσχύλος
μηδέ γ᾽ ἐπείη.
ἀλλ᾽ ἐπί τοι σοὶ καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ ᾽πικαθῆτο,
ὥστε γε καὐτόν σε κατ᾽ οὖν ἔβαλεν.
Διόνυσος
νὴ τὸν Δία τοῦτό γέ τοι δή.
ἃ γὰρ ἐς τὰς ἀλλοτρίας ἐποίεις, αὐτὸς τούτοισιν ἐπλήγης.
Εὐριπίδης
καὶ τί βλάπτουσ᾽ ὦ σχέτλι᾽ ἀνδρῶν τὴν πόλιν ἁμαὶ Σθενέβοιαι;

Αἰσχύλος
ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας        1050
κώνεια πιεῖν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας.
Εὐριπίδης
πότερον δ᾽ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα;
Αἰσχύλος
μὰ Δί᾽ ἀλλ᾽ ὄντ᾽· ἀλλ᾽ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποιητήν,
καὶ μὴ παράγειν μηδὲ διδάσκειν. τοῖς μὲν γὰρ παιδαρίοισιν
ἔστι διδάσκαλος ὅστις φράζει, τοῖσιν δ᾽ ἡβῶσι ποιηταί.        1055
πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς.
Εὐριπίδης
ἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς
καὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτ᾽ ἐστὶ τὸ χρηστὰ διδάσκειν,
ὃν χρῆν φράζειν ἀνθρωπείως;
Αἰσχύλος
ἀλλ᾽ ὦ κακόδαιμον ἀνάγκη
μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν.
κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι·        1060
καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν.
ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ.
Εὐριπίδης
τί δράσας;
Αἰσχύλος
πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκι᾽ ἀμπισχών, ἵν᾽ ἐλεινοὶ
τοῖς ἀνθρώποις φαίνοιντ᾽ εἶναι.
Εὐριπίδης
τοῦτ᾽ οὖν ἔβλαψά τι δράσας;
Αἰσχύλος
οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα,        1065
ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι.
Διόνυσος
νὴ τὴν Δήμητρα χιτῶνά γ᾽ ἔχων οὔλων ἐρίων ὑπένερθεν.
κἂν ταῦτα λέγων ἐξαπατήσῃ, παρὰ τοὺς ἰχθῦς ἀνέκυψεν.
Αἰσχύλος
εἶτ᾽ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας,
ἣ ᾽ξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν        1070
τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν
ἀνταγορεύειν τοῖς ἄρχουσιν. καίτοι τότε γ᾽ ἡνίκ᾽ ἐγὼ ᾽ζων,
οὐκ ἠπίσταντ᾽ ἀλλ᾽ ἢ μᾶζαν καλέσαι καὶ ”ῥυππαπαῖ“ εἰπεῖν.
Διόνυσος
νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γ᾽ ἐς τὸ στόμα τῷ θαλάμακι,
καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι·
νῦν δ᾽ ἀντιλέγει κοὐκέτ᾽ ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε.        1075
Αἰσχύλος
ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστ᾽;
οὐ προαγωγοὺς κατέδειξ᾽ οὗτος,
καὶ τικτούσας ἐν τοῖς ἱεροῖς,        1080
καὶ μιγνυμένας τοῖσιν ἀδελφοῖς,
καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;
κᾆτ᾽ ἐκ τούτων ἡ πόλις ἡμῶν
ὑπογραμματέων ἀνεμεστώθη
καὶ βωμολόχων δημοπιθήκων        1085
ἐξαπατώντων τὸν δῆμον ἀεί,
λαμπάδα δ᾽ οὐδεὶς οἷός τε φέρειν
ὑπ᾽ ἀγυμνασίας ἔτι νυνί.
Διόνυσος
μὰ Δί᾽ οὐ δῆθ᾽, ὥστ᾽ ἐπαφαυάνθην
Παναθηναίοισι γελῶν, ὅτε δὴ        1090
βραδὺς ἄνθρωπός τις ἔθει κύψας
λευκὸς πίων ὑπολειπόμενος
καὶ δεινὰ ποιῶν· κᾆθ᾽ οἱ Κεραμῆς
ἐν ταῖσι πύλαις παίουσ᾽ αὐτοῦ
γαστέρα πλευρὰς λαγόνας πυγήν,        1095
ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις
ὑποπερδόμενος
φυσῶν τὴν λαμπάδ᾽ ἔφευγεν.
Χορός
μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται.

χαλεπὸν οὖν ἔργον διαιρεῖν,        1100
ὅταν ὁ μὲν τείνῃ βιαίως,
ὁ δ᾽ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς.
ἀλλὰ μὴ ν᾽ ταὐτῷ κάθησθον·
ἐσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων.
ὅ τι περ οὖν ἔχετον ἐρίζειν,        1105
λέγετον ἔπιτον ἀνά <τε> δέρετον
τά τε παλαιὰ καὶ τὰ καινά,
κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν.
εἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇ
τοῖς θεωμένοισιν, ὡς τὰ        1110
λεπτὰ μὴ γνῶναι λεγόντοιν,
μηδὲν ὀρρωδεῖτε τοῦθ᾽· ὡς οὐκέθ᾽ οὕτω ταῦτ᾽ ἔχει.
ἐστρατευμένοι γάρ εἰσι,
βιβλίον τ᾽ ἔχων ἕκαστος μανθάνει τὰ δεξιά·
αἱ φύσεις τ᾽ ἄλλως κράτισται,        1115
νῦν δὲ καὶ παρηκόνηνται.
μηδὲν οὖν δείσητον, ἀλλὰ
πάντ᾽ ἐπέξιτον θεατῶν γ᾽ οὕνεχ᾽ ὡς ὄντων σοφῶν.
Εὐριπίδης
καὶ μὴν ἐπ᾽ αὐτοὺς τοὺς προλόγους σου τρέψομαι,
ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέρος        1120
πρώτιστον αὐτοῦ βασανιῶ τοῦ δεξιοῦ.
ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων.
Διόνυσος
καὶ ποῖον αὐτοῦ βασανιεῖς;
Εὐριπίδης
πολλοὺς πάνυ.
πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε.
Διόνυσος
ἄγε δὴ σιώπα πᾶς ἀνήρ. λέγ᾽ Αἰσχύλε.        1125
Αἰσχύλος
”Ἑρμῆ χθόνιε πατρῷ᾽ ἐποπτεύων κράτη,
σωτὴρ γενοῦ μοι σύμμαχός τ᾽ αἰτουμένῳ.
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι“.
Διόνυσος
τούτων ἔχεις ψέγειν τι;
Εὐριπίδης
πλεῖν ἢ δώδεκα.
Διόνυσος
ἀλλ᾽ οὐδὲ πάντα ταῦτά γ᾽ ἔστ᾽ ἀλλ᾽ ἢ τρία.        1130
Εὐριπίδης
ἔχει δ᾽ ἕκαστον εἴκοσίν γ᾽ ἁμαρτίας.
Διόνυσος
Αἰσχύλε παραινῶ σοι σιωπᾶν· εἰ δὲ μή,
πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ.
Αἰσχύλος
ἐγὼ σιωπῶ τῷδ᾽;
Διόνυσος
ἐὰν πείθῃ γ᾽ ἐμοί.
Εὐριπίδης
εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιόν γ᾽ ὅσον.        1135
Αἰσχύλος
ὁρᾷς ὅτι ληρεῖς;
Διόνυσος
ἀλλ᾽ ὀλίγον γέ μοι μέλει.
Αἰσχύλος
πῶς φῄς μ᾽ ἁμαρτεῖν;
Εὐριπίδης
αὖθις ἐξ ἀρχῆς λέγε.
Αἰσχύλος
”Ἑρμῆ χθόνιε πατρῷ᾽ ἐποπτεύων κράτη“.
Εὐριπίδης
οὔκουν Ὀρέστης τοῦτ᾽ ἐπὶ τῷ τύμβῳ λέγει
τῷ τοῦ πατρὸς τεθνεῶτος;        1140
Αἰσχύλος
οὐκ ἄλλως λέγω.
Εὐριπίδης
πότερ᾽ οὖν τὸν Ἑρμῆν, ὡς ὁ πατὴρ ἀπώλετο
αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς
δόλοις λαθραίοις, ταῦτ᾽ ”ἐποπτεύειν“ ἔφη;
Αἰσχύλος
οὐ δῆτ᾽ ἐκεῖνον, ἀλλὰ τὸν Ἐριούνιον
Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων        1145
ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας--
Εὐριπίδης
ἔτι μεῖζον ἐξήμαρτες ἢ ᾽γὼ ᾽βουλόμην·
εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας--
Διόνυσος
οὕτω γ᾽ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος.

Αἰσχύλος
Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν.        1150
Διόνυσος
λέγ᾽ ἕτερον αὐτῷ· σὺ δ᾽ ἐπιτήρει τὸ βλάβος.
Αἰσχύλος
”σωτὴρ γενοῦ μοι σύμμαχός τ᾽ αἰτουμένῳ.
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι --“
Εὐριπίδης
δὶς ταὐτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος.
Διόνυσος
πῶς δίς;        1155
Εὐριπίδης
σκόπει τὸ ῥῆμ᾽· ἐγὼ δέ σοι φράσω.
”ἥκω γὰρ ἐς γῆν“, φησί, “καὶ κατέρχομαι“·
”ἥκω“ δὲ ταὐτόν ἐστι τῷ ”κατέρχομαι“.
Διόνυσος
νὴ τὸν Δί᾽ ὥσπερ γ᾽ εἴ τις εἴποι γείτονι,
”χρῆσον σὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον“.
Αἰσχύλος
οὐ δῆτα τοῦτό γ᾽ ὦ κατεστωμυλμένε        1160
ἄνθρωπε ταὔτ᾽ ἔστ᾽, ἀλλ᾽ ἄριστ᾽ ἐπῶν ἔχον.
Εὐριπίδης
πῶς δή; δίδαξον γάρ με καθ᾽ ὅ τι δὴ λέγεις;
Αἰσχύλος
”ἐλθεῖν“ μὲν ἐς γῆν ἔσθ᾽ ὅτῳ μετῇ πάτρας·
χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν·
φεύγων δ᾽ ἀνὴρ ”ἥκει“ τε καὶ ”κατέρχεται“.        1165
Διόνυσος
εὖ νὴ τὸν Ἀπόλλω. τί σὺ λέγεις Εὐριπίδη;
Εὐριπίδης
οὐ φημὶ τὸν Ὀρέστην κατελθεῖν οἴκαδε·
λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους.
Διόνυσος
εὖ νὴ τὸν Ἑρμῆν· ὅ τι λέγεις δ᾽ οὐ μανθάνω.
Εὐριπίδης
πέραινε τοίνυν ἕτερον.        1170
Διόνυσος
ἴθι πέραινε σὺ
Αἰσχύλ᾽ ἀνύσας· σὺ δ᾽ ἐς τὸ κακὸν ἀπόβλεπε.
Αἰσχύλος
”τύμβου δ᾽ ἐπ᾽ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
κλύειν ἀκοῦσαι“.
Εὐριπίδης
τοῦθ᾽ ἕτερον αὖθις λέγει,
”κλύειν ἀκοῦσαι“, ταὐτὸν ὂν σαφέστατα.
Διόνυσος
τεθνηκόσιν γὰρ ἔλεγεν ὦ μόχθηρε σύ,        1175
οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα.
Αἰσχύλος
σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους;
Εὐριπίδης
ἐγὼ φράσω.
κἄν που δὶς εἴπω ταὐτόν, ἢ στοιβὴν ἴδῃς
ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον.
Διόνυσος
ἴθι δὴ λέγ᾽· οὐ γάρ μοὔστιν ἀλλ᾽ ἀκουστέα        1180
τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν.
Εὐριπίδης
”ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ“--
Αἰσχύλος
μὰ τὸν Δί᾽ οὐ δῆτ᾽, ἀλλὰ κακοδαίμων φύσει,
ὅντινά γε πρὶν φῦναι μὲν Ἁπόλλων ἔφη
ἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι·        1185
πῶς οὗτος ἦν τὸ πρῶτον εὐδαίμων ἀνήρ;
Εὐριπίδης
”εἶτ᾽ ἐγένετ᾽ αὖθις ἀθλιώτατος βροτῶν“.
Αἰσχύλος
μὰ τὸν Δί᾽ οὐ δῆτ᾽, οὐ μὲν οὖν ἐπαύσατο.
πῶς γάρ; ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον
χειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ,        1190
ἵνα μὴ ᾽κτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς·
εἶθ᾽ ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε·
ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος
καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα·
εἶτ᾽ ἐξετύφλωσεν αὑτόν.        1195
Διόνυσος
εὐδαίμων ἄρ᾽ ἦν,
εἰ κἀστρατήγησέν γε μετ᾽ Ἐρασινίδου.
Εὐριπίδης
ληρεῖς· ἐγὼ δὲ τοὺς προλόγους καλοὺς ποιῶ.
Αἰσχύλος
καὶ μὴν μὰ τὸν Δί᾽ οὐ κατ᾽ ἔπος γέ σου κνίσω
τὸ ῥῆμ᾽ ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖς

ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ.        1200
Εὐριπίδης
ἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς;
Αἰσχύλος
ἑνὸς μόνου.
ποιεῖς γὰρ οὕτως ὥστ᾽ ἐναρμόττειν ἅπαν,
καὶ κῳδάριον καὶ ληκύθιον καὶ θύλακον,
ἐν τοῖς ἰαμβείοισι. δείξω δ᾽ αὐτίκα.
Εὐριπίδης
ἰδού, σὺ δείξεις;        1205
Αἰσχύλος
φημί.
Διόνυσος
καὶ δὴ χρὴ λέγειν.
Εὐριπίδης
”Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος,
ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ
Ἄργος κατασχών --
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Διόνυσος
τουτὶ τί ἦν τὸ ληκύθιον; οὐ κλαύσεται;
λέγ᾽ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν.        1210
Εὐριπίδης
”Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς
καθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάτα
πηδᾷ χορεύων“--
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Διόνυσος
οἴμοι πεπλήγμεθ᾽ αὖθις ὑπὸ τῆς ληκύθου.
Εὐριπίδης
ἀλλ᾽ οὐδὲν ἔσται πρᾶγμα· πρὸς γὰρ τουτονὶ        1215
τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον.
”οὐκ ἔστιν ὅστις πάντ᾽ ἀνὴρ εὐδαιμονεῖ·
ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
ἢ δυσγενὴς ὤν“--
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Διόνυσος
Εὐριπίδη --        1220
Εὐριπίδης
τί ἔσθ᾽;
Διόνυσος
ὑφέσθαι μοι δοκεῖ·
τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ.
Εὐριπίδης
οὐδ᾽ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε·
νυνὶ γὰρ αὐτοῦ τοῦτό γ᾽ ἐκκεκόψεται.
Διόνυσος
ἴθι δὴ λέγ᾽ ἕτερον κἀπέχου τῆς ληκύθου.
Εὐριπίδης
”Σιδώνιόν ποτ᾽ ἄστυ Κάδμος ἐκλιπὼν        1225
Ἀγήνορος παῖς“--
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Διόνυσος
ὦ δαιμόνι᾽ ἀνδρῶν ἀποπρίω τὴν λήκυθον,
ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν.
Εὐριπίδης
τὸ τί;
ἐγὼ πρίωμαι τῷδ᾽;
Διόνυσος
ἐὰν πείθῃ γ᾽ ἐμοί.
Εὐριπίδης
οὐ δῆτ᾽, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν        1230
ἵν᾽ οὗτος οὐχ ἕξει προσάψαι ληκύθιον.
”Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν
θοαῖσιν ἵπποις“--
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Διόνυσος
ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον.
ἀλλ᾽ ὦγάθ᾽ ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ·        1235
λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν.
Εὐριπίδης
μὰ τὸν Δί᾽ οὔπω γ᾽· ἔτι γὰρ εἰσί μοι συχνοί.
”Οἰνεύς ποτ᾽ ἐκ γῆς“--
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Εὐριπίδης
ἔασον εἰπεῖν πρῶθ᾽ ὅλον με τὸν στίχον.
”Οἰνεύς ποτ᾽ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν        1240
θύων ἀπαρχάς“--
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Διόνυσος
μεταξὺ θύων; καὶ τίς αὔθ᾽ ὑφείλετο;
Εὐριπίδης
ἔα αὐτὸν ὦ τᾶν· πρὸς τοδὶ γὰρ εἰπάτω.
”Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο“--
Διόνυσος
ἀπολεῖ σ᾽· ἐρεῖ γάρ, ”ληκύθιον ἀπώλεσεν“.        1245
τὸ ληκύθιον γὰρ τοῦτ᾽ ἐπὶ τοῖς προλόγοισί σου
ὥσπερ τὰ σῦκ᾽ ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ.
ἀλλ᾽ ἐς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ.

Εὐριπίδης
καὶ μὴν ἔχω γ᾽ οἷς αὐτὸν ἀποδείξω κακὸν        1250
μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτ᾽ ἀεί.
Χορός
τί ποτε πρᾶγμα γενήσεται;
φροντίζειν γὰρ ἔγωγ᾽ ἔχω,
τίν᾽ ἄρα μέμψιν ἐποίσει
ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ
καὶ κάλλιστα μέλη ποιήσαντι        1255
τῶν μέχρι νυνί.
θαυμάζω γὰρ ἔγωγ᾽ ὅπῃ
μέμψεταί ποτε τοῦτον
τὸν Βακχεῖον ἄνακτα,
καὶ δέδοιχ᾽ ὑπὲρ αὐτοῦ.        1260
Εὐριπίδης
πάνυ γε μέλη θαυμαστά· δείξει δὴ τάχα.
εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ.
Διόνυσος
καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών· διαύλιον προσαυλεῖ τις
Εὐριπίδης
Φθιῶτ᾽ Ἀχιλλεῦ, τί ποτ᾽ ἀνδροδάικτον ἀκούων
ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν;        1265
Ἑρμᾶν μὲν πρόγονον τίομεν γένος οἱ περὶ λίμναν.
ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν;
Διόνυσος
δύο σοὶ κόπω Αἰσχύλε τούτω.
Εὐριπίδης
κύδιστ᾽ Ἀχαιῶν Ἀτρέως πολυκοίρανε μάνθανέ μου παῖ.        1270
ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν;
Διόνυσος
τρίτος ᾠσχύλε σοὶ κόπος οὗτος.
Εὐριπίδης
εὐφαμεῖτε· μελισσονόμοι δόμον Ἀρτέμιδος πέλας οἴγειν.
ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν;        1275
κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν.
ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν;
Διόνυσος
ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν κόπων ὅσον.
ἐγὼ μὲν οὖν ἐς τὸ βαλανεῖον βούλομαι·
ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ.        1280
Εὐριπίδης
μὴ πρίν γ᾽ <ἂν> ἀκούσῃς χἀτέραν στάσιν μελῶν
ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην.
Διόνυσος
ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.
Εὐριπίδης
ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας,        1285
τοφλαττοθρατ τοφλαττοθρατ,
Σφίγγα δυσαμεριᾶν πρύτανιν κύνα, πέμπει,
τοφλαττοθρατ τοφλαττοθρατ,
σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις,
τοφλαττοθρατ τοφλαττοθρατ,        1290
κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις,
τοφλαττοθρατ τοφλαττοθρατ,
τὸ συγκλινές τ᾽ ἐπ᾽ Αἴαντι,
τοφλαττοθρατ τοφλαττοθρατ.        1295
Διόνυσος
τί τὸ ”φλαττοθρατ“ τοῦτ᾽ ἐστίν; ἐκ Μαραθῶνος ἢ
πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη;
Αἰσχύλος
ἀλλ᾽ οὖν ἐγὼ μὲν ἐς τὸ καλὸν ἐκ τοῦ καλοῦ
ἤνεγκον αὔθ᾽, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ

λειμῶνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων·        1300
οὗτος δ᾽ ἀπὸ πάντων ”μὲν φέρει, πορνιδίων“,
σκολίων Μελήτου, Καρικῶν αὐλημάτων,
θρήνων, χορειῶν. τάχα δὲ δηλωθήσεται.
ἐνεγκάτω τις τὸ λύριον. καίτοι τί δεῖ
λύρας ἐπὶ τούτων; ποῦ ᾽στιν ἡ τοῖς ὀστράκοις        1305
αὕτη κροτοῦσα; δεῦρο Μοῦσ᾽ Εὐριπίδου,
πρὸς ἥνπερ ἐπιτήδεια ταῦτ᾽ ᾄδειν μέλη.
Διόνυσος
αὕτη ποθ᾽ ἡ Μοῦσ᾽ οὐκ ἐλεσβίαζεν, οὔ.
Αἰσχύλος
ἀλκυόνες, αἳ παρ᾽ ἀενάοις θαλάσσης
κύμασι στωμύλλετε,        1310
τέγγουσαι νοτίοις πτερῶν
ῥανίσι χρόα δροσιζόμεναι·
αἵ θ᾽ ὑπωρόφιοι κατὰ γωνίας
εἱειειειλίσσετε δακτύλοις φάλαγγες
ἱστόπονα πηνίσματα,        1315
κερκίδος ἀοιδοῦ μελέτας,
ἵν᾽ ὁ φίλαυλος ἔπαλλε δελφὶς
πρῴραις κυανεμβόλοις
μαντεῖα καὶ σταδίους,
οἰνάνθας γάνος ἀμπέλου,        1320
βότρυος ἕλικα παυσίπονον.
περίβαλλ᾽ ὦ τέκνον ὠλένας.
ὁρᾷς τὸν πόδα τοῦτον;
Διόνυσος
ὁρῶ.
Αἰσχύλος
τί δαί; τοῦτον ὁρᾷς;
Διόνυσος
ὁρῶ.
Αἰσχύλος
τοιαυτὶ μέντοι σὺ ποιῶν        1325
τολμᾷς τἀμὰ μέλη ψέγειν,
ἀνὰ τὸ δωδεκαμήχανον
Κυρήνης μελοποιῶν;
τὰ μὲν μέλη σου ταῦτα· βούλομαι δ᾽ ἔτι
τὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον.        1330
ὦ νυκτὸς κελαινοφαὴς
ὄρφνα, τίνα μοι
δύστανον ὄνειρον
πέμπεις ἐξ ἀφανοῦς,
Ἀίδα πρόμολον,
ψυχὰν ἄψυχον ἔχοντα,
μελαίνας Νυκτὸς παῖδα,        1335
φρικώδη δεινὰν ὄψιν,
μελανονεκυείμονα,
φόνια φόνια δερκόμενον,
μεγάλους ὄνυχας ἔχοντα.
ἀλλά μοι ἀμφίπολοι λύχνον ἅψατε
κάλπισί τ᾽ ἐκ ποταμῶν δρόσον ἄρατε, θέρμετε δ᾽ ὕδωρ,
ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω.        1340
ἰὼ πόντιε δαῖμον,
τοῦτ᾽ ἐκεῖν᾽· ἰὼ ξύνοικοι,
τάδε τέρα θεάσασθε.
τὸν ἀλεκτρυόνα μου συναρπάσασα
φρούδη Γλύκη.
Νύμφαι ὀρεσσίγονοι.
ὦ Μανία ξύλλαβε.        1345
ἐγὼ δ᾽ ἁ τάλαινα προσέχουσ᾽ ἔτυχον
ἐμαυτῆς ἔργοισι,
λίνου μεστὸν ἄτρακτον
εἱειειειλίσσουσα χεροῖν
κλωστῆρα ποιοῦσ᾽, ὅπως

κνεφαῖος εἰς ἀγορὰν        1350
φέρουσ᾽ ἀποδοίμαν·
ὁ δ᾽ ἀνέπτατ᾽ ἀνέπτατ᾽ ἐς αἰθέρα
κουφοτάταις πτερύγων ἀκμαῖς·
ἐμοὶ δ᾽ ἄχε᾽ ἄχεα κατέλιπε,
δάκρυα δάκρυά τ᾽ ἀπ᾽ ὀμμάτων
ἔβαλον ἔβαλον ἁ τλάμων.        1355
ἀλλ᾽ ὦ Κρῆτες, Ἴδας τέκνα,
τὰ τόξα λαβόντες ἐπαμύνατε,
τὰ κῶλά τ᾽ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν.
ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰ
τὰς κυνίσκας ἔχουσ᾽ ἐλθέτω διὰ δόμων πανταχῇ,        1360
σὺ δ᾽ ὦ Διὸς διπύρους ἀνέχουσα
λαμπάδας ὀξυτάτας χεροῖν Ἑκάτα παράφηνον
ἐς Γλύκης, ὅπως ἂν
εἰσελθοῦσα φωράσω.
Διόνυσος
παύσασθον ἤδη τῶν μελῶν.
Αἰσχύλος
κἄμοιγ᾽ ἅλις.
ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι,        1365
ὅπερ ἐξελέγξει τὴν ποίησιν νῷν μόνον.
τὸ γὰρ βάρος νὼ βασανιεῖ τῶν ῥημάτων.
Διόνυσος
ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό με
ἀνδρῶν ποιητῶν τυροπωλῆσαι τέχνην.
Χορός
ἐπίπονοί γ᾽ οἱ δεξιοί.        1370
τόδε γὰρ ἕτερον αὖ τέρας
νεοχμόν, ἀτοπίας πλέων,
ὃ τίς ἂν ἐπενόησεν ἄλλος;
- - -
μὰ τὸν ἐγὼ μὲν οὐδ᾽ ἂν εἴ τις
ἔλεγέ μοι τῶν ἐπιτυχόντων,        1375
ἐπιθόμην, ἀλλ᾽ ᾠόμην ἂν
αὐτὸν αὐτὰ ληρεῖν.
Διόνυσος
ἴθι δὴ παρίστασθον παρὰ τὼ πλάστιγγ᾽,
Αἰσχύλος
καί Εὐριπίδης ἰδού.
Διόνυσος
καὶ λαβομένω τὸ ῥῆμ᾽ ἑκάτερος εἴπατον,
καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῷν κοκκύσω.        1380
Αἰσχύλος
καὶ Εὐριπίδης ἐχόμεθα.
Διόνυσος
τοὔπος νῦν λέγετον ἐς τὸν σταθμόν.
Εὐριπίδης
”εἴθ᾽ ὤφελ᾽ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος“.
Αἰσχύλος
”Σπερχειὲ ποταμὲ βουνόμοι τ᾽ ἐπιστροφαί“.
Διόνυσος
κόκκυ, μέθεσθε· καὶ πολύ γε κατωτέρω
χωρεῖ τὸ τοῦδε.        1385
Εὐριπίδης
καὶ τί ποτ᾽ ἐστὶ ταἴτιον;
Διόνυσος
ὅτι εἰσέθηκε ποταμόν, ἐριοπωλικῶς
ὑγρὸν ποιήσας τοὔπος ὥσπερ τἄρια,
σὺ δ᾽ εἰσέθηκας τοὔπος ἐπτερωμένον.
Εὐριπίδης
ἀλλ᾽ ἕτερον εἰπάτω τι κἀντιστησάτω.
Διόνυσος
λάβεσθε τοίνυν αὖθις.        1390
Αἰσχύλος
καί Εὐριπίδης ἢν ἰδού.
Διόνυσος
λέγε.
Εὐριπίδης
”οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος“.
Αἰσχύλος
”μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ“.
Διόνυσος
μέθεσθε μέθεσθε· καὶ τὸ τοῦδέ γ᾽ αὖ ῥέπει·
θάνατον γὰρ εἰσέθηκε βαρύτατον κακόν.
Εὐριπίδης
ἐγὼ δὲ πειθώ γ᾽ ἔπος ἄριστ᾽ εἰρημένον.        1395
Διόνυσος
πειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον.
ἀλλ᾽ ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων,
ὅ τι σοι καθέλξει, καρτερόν τε καὶ μέγα.
Εὐριπίδης
φέρε ποῦ τοιοῦτον δῆτά μοὐστί; ποῦ;
Διόνυσος
φράσω·

”βέβληκ᾽ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα“.        1400
λέγοιτ᾽ ἄν, ὡς αὕτη ᾽στὶ λοιπὴ σφῷν στάσις.
Εὐριπίδης
”σιδηροβριθές τ᾽ ἔλαβε δεξιᾷ ξύλον“.
Αἰσχύλος
”ἐφ᾽ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρός“.
Διόνυσος
ἐξηπάτηκεν αὖ σὲ καὶ νῦν.
Εὐριπίδης
τῷ τρόπῳ;
Διόνυσος
δύ᾽ ἅρματ᾽ εἰσέθηκε καὶ νεκρὼ δύο,        1405
οὓς οὐκ ἂν ἄραιντ᾽ οὐδ᾽ ἑκατὸν Αἰγύπτιοι.
Αἰσχύλος
καὶ μηκέτ᾽ ἔμοιγε κατ᾽ ἔπος, ἀλλ᾽ ἐς τὸν σταθμὸν
αὐτὸς τὰ παιδί᾽ ἡ γυνὴ Κηφισοφῶν
ἐμβὰς καθήσθω, συλλαβὼν τὰ βιβλία·
ἐγὼ δὲ δύ᾽ ἔπη τῶν ἐμῶν ἐρῶ μόνον.        1410
Διόνυσος
ἅνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ.
οὐ γὰρ δι᾽ ἔχθρας οὐδετέρῳ γενήσομαι.
τὸν μὲν γὰρ ἡγοῦμαι σοφὸν τῷ δ᾽ ἥδομαι.
Πλούτων
οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα;
Διόνυσος
ἐὰν δὲ κρίνω;        1415
Πλούτων
τὸν ἕτερον λαβὼν ἄπει,
ὁπότερον ἂν κρίνῃς, ἵν᾽ ἔλθῃς μὴ μάτην.
Διόνυσος
εὐδαιμονοίης. φέρε πύθεσθέ μου ταδί.
ἐγὼ κατῆλθον ἐπὶ ποιητήν. τοῦ χάριν;
ἵν᾽ ἡ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ.
ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσῃ        1420
μᾶλλόν τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ.
πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίν᾽ ἔχετον
γνώμην ἑκάτερος; ἡ πόλις γὰρ δυστοκεῖ.
Εὐριπίδης
ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην;
Διόνυσος
τίνα;
ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δ᾽ ἔχειν.        1425
ἀλλ᾽ ὅ τι νοεῖτον εἴπατον τούτου πέρι.
Εὐριπίδης
μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν
βραδὺς πέφυκε μεγάλα δὲ βλάπτειν ταχύς,
καὶ πόριμον αὑτῷ τῇ πόλει δ᾽ ἀμήχανον.
Διόνυσος
εὖ γ᾽ ὦ Πόσειδον· σὺ δὲ τίνα γνώμην ἔχεις;        1430
Δις.
οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν,
{μάλιστα μὲν λέοντα μὴ ν᾽ πόλει τρέφειν,}
ἢν δ᾽ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.
Διόνυσος
νὴ τὸν Δία τὸν σωτῆρα δυσκρίτως γ᾽ ἔχω·
ὁ μὲν σοφῶς γὰρ εἶπεν, ὁ δ᾽ ἕτερος σαφῶς.
ἀλλ᾽ ἔτι μίαν γνώμην ἑκάτερος εἴπατον        1435
περὶ τῆς πόλεως ἥντιν᾽ ἔχετον σωτηρίαν.
Εὐριπίδης
εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ,
αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα.
Διόνυσος
γέλοιον ἂν φαίνοιτο· νοῦν δ᾽ ἔχει τίνα;
Εὐριπίδης
εἰ ναυμαχοῖεν κᾆτ᾽ ἔχοντες ὀξίδας        1440
ῥαίνοιεν ἐς τὰ βλέφαρα τῶν ἐναντίων.
ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν.
Διόνυσος
λέγε.
Εὐριπίδης
ὅταν τὰ νῦν ἄπιστα πίσθ᾽ ἡγώμεθα,
τὰ δ᾽ ὄντα πίστ᾽ ἄπιστα.
Διόνυσος
πῶς; οὐ μανθάνω.
ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον.        1445
Εὐριπίδης
εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν,
τούτοις ἀπιστήσαιμεν, οἷς δ᾽ οὐ χρώμεθα,
τούτοισι χρησαίμεσθ᾽, ἴσως σωθεῖμεν ἄν.
εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς

τἀναντί᾽ <ἂν> πράττοντες οὐ σῳζοίμεθ᾽ ἄν;        1450
Διόνυσος
εὖ γ᾽ ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις.
ταυτὶ πότερ᾽ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν;
Εὐριπίδης
ἐγὼ μόνος· τὰς δ᾽ ὀξίδας Κηφισοφῶν.
τί δαὶ σύ; τί λέγεις;
Αἰσχύλος
τὴν πόλιν νῦν μοι φράσον
πρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς;
Διόνυσος
πόθεν;        1455
μισεῖ κάκιστα.
Αἰσχύλος
τοῖς πονηροῖς δ᾽ ἥδεται;
Διόνυσος
οὐ δῆτ᾽ ἐκείνη γ᾽, ἀλλὰ χρῆται πρὸς βίαν.
Αἰσχύλος
πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν,
ᾗ μήτε χλαῖνα μήτε σισύρα συμφέρει;
Διόνυσος
εὕρισκε νὴ Δί᾽, εἴπερ ἀναδύσει πάλιν.        1460
Αἰσχύλος
ἐκεῖ φράσαιμ᾽ ἄν· ἐνθαδὶ δ᾽ οὐ βούλομαι.
Διόνυσος
μὴ δῆτα σύ γ᾽, ἀλλ᾽ ἐνθένδ᾽ ἀνίει τἀγαθά.
Αἰσχύλος
τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων
εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων,
πόρον δὲ τὰς ναῦς ἀπορίαν δὲ τὸν πόρον.        1465
Διόνυσος
εὖ, πλήν γ᾽ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος.
Πλούτων
κρίνοις ἄν.
Διόνυσος
αὕτη σφῷν κρίσις γενήσεται·
αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει.
Εὐριπίδης
μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας
ἦ μὴν ἀπάξειν μ᾽ οἴκαδ᾽, αἱροῦ τοὺς φίλους.        1470
Διόνυσος
”ἡ γλῶττ᾽ ὀμώμοκ᾽“, Αἰσχύλον δ᾽ αἱρήσομαι.
Εὐριπίδης
τί δέδρακας ὦ μιαρώτατ᾽ ἀνθρώπων;
Διόνυσος
ἐγώ;
ἔκρινα νικᾶν Αἰσχύλον. τιὴ γὰρ οὔ;
Εὐριπίδης
αἴσχιστον ἔργον προσβλέπεις μ᾽ εἰργασμένος;
Διόνυσος
τί δ᾽ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ;        1475
Εὐριπίδης
ὦ σχέτλιε περιόψει με δὴ τεθνηκότα;
Διόνυσος
τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον;
Πλούτων
χωρεῖτε τοίνυν ὦ Διόνυσ᾽ εἴσω.
Διόνυσος
τί δαί;
Πλούτων
ἵνα ξενίσω <᾽γὼ> σφὼ πρὶν ἀποπλεῖν.        1480
Διόνυσος
εὖ λέγεις
νὴ τὸν Δί᾽· οὐ γὰρ ἄχθομαι τῷ πράγματι.
Χορός
μακάριός γ᾽ ἀνὴρ ἔχων
ξύνεσιν ἠκριβωμένην.
πάρα δὲ πολλοῖσιν μαθεῖν.
ὅδε γὰρ εὖ φρονεῖν δοκήσας        1485
πάλιν ἄπεισιν οἴκαδ᾽ αὖ,
ἐπ᾽ ἀγαθῶ μὲν τοῖς πολίταις,
ἐπ᾽ ἀγαθῷ δὲ τοῖς ἑαυτοῦ
ξυγγενέσι τε καὶ φίλοισι,
διὰ τὸ συνετὸς εἶναι.        1490
χαρίεν οὖν μὴ Σωκράτει
παρακαθήμενον λαλεῖν,
ἀποβαλόντα μουσικὴν
τά τε μέγιστα παραλιπόντα
τῆς τραγῳδικῆς τέχνης.        1495
τὸ δ᾽ ἐπὶ σεμνοῖσιν λόγοισι
καὶ σκαριφησμοῖσι λήρων
διατριβὴν ἀργὸν ποιεῖσθαι,
παραφρονοῦντος ἀνδρός.

Πλούτων
ἄγε δὴ χαίρων Αἰσχύλε χώρει,        1500
καὶ σῷζε πόλιν τὴν ἡμετέραν
γνώμαις ἀγαθαῖς καὶ παίδευσον
τοὺς ἀνοήτους· πολλοὶ δ᾽ εἰσίν·
καὶ δὸς τουτὶ Κλεοφῶντι φέρων
καὶ τουτὶ τοῖσι πορισταῖς        1505
Μύρμηκί θ᾽ ὁμοῦ καὶ Νικομάχῳ,
τόδε δ᾽ Ἀρχενόμῳ·
καὶ φράζ᾽ αὐτοῖς ταχέως ἥκειν
ὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν·
κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼ        1510
νὴ τὸν Ἀπόλλω στίξας αὐτοὺς
καὶ συμποδίσας
μετ᾽ Ἀδειμάντου τοῦ Λευκολόφου
κατὰ γῆς ταχέως ἀποπέμψω.
Αἰσχύλος
ταῦτα ποιήσω· σὺ δὲ τὸν θᾶκον        1515
τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν
καὶ διασῴζειν, ἢν ἄρ᾽ ἐγώ ποτε
δεῦρ᾽ ἀφίκωμαι. τοῦτον γὰρ ἐγὼ
σοφίᾳ κρίνω δεύτερον εἶναι.
μέμνησο δ᾽ ὅπως ὁ πανοῦργος ἀνὴρ        1520
καὶ ψευδολόγος καὶ βωμολόχος
μηδέποτ᾽ ἐς τὸν θᾶκον τὸν ἐμὸν
μηδ᾽ ἄκων ἐγκαθεδεῖται.
Πλούτων
φαίνετε τοίνυν ὑμεῖς τούτῳ
λαμπάδας ἱεράς, χἄμα προπέμπετε        1525
τοῖσιν τούτου τοῦτον μέλεσιν
καὶ μολπαῖσιν κελαδοῦντες.
Χορός
πρῶτα μὲν εὐοδίαν ἀγαθὴν ἀπιόντι ποιητῇ
ἐς φάος ὀρνυμένῳ δότε δαίμονες οἱ κατὰ γαίας,
τῇ δὲ πόλει μεγάλων ἀγαθῶν ἀγαθὰς ἐπινοίας.        1530
πάγχυ γὰρ ἐκ μεγάλων ἀχέων παυσαίμεθ᾽ ἂν οὕτως
ἀργαλέων τ᾽ ἐν ὅπλοις ξυνόδων. Κλεοφῶν δὲ μαχέσθω
κἄλλος ὁ βουλόμενος τούτων πατρίοις ἐν ἀρούραις.        1533

Κείμενα

Hellenica World - Scientific Library