ART

.

Ἀργοναυτικῶν Γ Ἀργοναυτικά
Συγγραφέας:
Ἀργοναυτικῶν Δ


Αὐτὴ νῦν κάματόν γε, θεά, καὶ δήνεα κούρης
Κολχίδος ἔννεπε, Μοῦσα, Διὸς τέκος. ἦ γὰρ ἔμοιγε
ἀμφασίῃ νόος ἔνδον ἑλίσσεται ὁρμαίνοντι,
ἢ ἔμεν ἄτης πῆμα δυσίμερον, ἦ τόγ’ ἐνίσπω
φύζαν ἀεικελίην, ᾗ κάλλιπεν ἔθνεα Κόλχων. 5
Ἤτοι ὁ μὲν δήμοιο μετ’ ἀνδράσιν, ὅσσοι ἄριστοι,
παννύχιος δόλον αἰπὺν ἐπὶ σφίσι μητιάασκεν
οἷσιν ἐνὶ μεγάροις, στυγερῷ ἐπὶ θυμὸν ἀέθλῳ
Αἰήτης ἄμοτον κεχολωμένος· οὐδ’ ὅγε πάμπαν
θυγατέρων τάδε νόσφιν ἑῶν τελέεσθαι ἐώλπει. 10
Τῇ δ’ ἀλεγεινότατον κραδίῃ φόβον ἔμβαλεν Ἥρη·
τρέσσεν δ’, ἠύτε τις κούφη κεμάς, ἥν τε βαθείης
τάρφεσιν ἐν ξυλόχοιο κυνῶν ἐφόβησεν ὁμοκλή.
αὐτίκα γὰρ νημερτὲς ὀίσσατο, μή μιν ἀρωγὴν
ληθέμεν, αἶψα δὲ πᾶσαν ἀναπλήσειν κακότητα. 15
τάρβει δ’ ἀμφιπόλους ἐπιίστορας· ἐν δέ οἱ ὄσσε
πλῆτο πυρός, δεινὸν δὲ περιβρομέεσκον ἀκουαί.
πυκνὰ δὲ λευκανίης ἐπεμάσσατο, πυκνὰ δὲ κουρὶξ
ἑλκομένη πλοκάμους γοερῇ βρυχήσατ’ ἀνίῃ.
καί νύ κεν αὐτοῦ τῆμος ὑπὲρ μόρον ὤλετο κούρη, 20
φάρμακα πασσαμένη, Ἥρης δ’ ἁλίωσε μενοινάς,

εἰ μή μιν Φρίξοιο θεὰ σὺν παισὶ φέβεσθαι
ὦρσεν ἀτυζομένην· πτερόεις δέ οἱ ἐν φρεσὶ θυμὸς
ἰάνθη· μετὰ δ’ ἥγε παλίσσυτος ἀθρόα κόλπων
φάρμακα πάντ’ ἄμυδις κατεχεύατο φωριαμοῖο. 25
κύσσε δ’ ἑόν τε λέχος καὶ δικλίδας ἀμφοτέρωθεν
σταθμούς, καὶ τοίχων ἐπαφήσατο, χερσί τε μακρὸν
ῥηξαμένη πλόκαμον, θαλάμῳ μνημήια μητρὶ
κάλλιπε παρθενίης, ἀδινῇ δ’ ὀλοφύρατο φωνῇ·
 «Τόνδε τοι ἀντ’ ἐμέθεν ταναὸν πλόκον εἶμι λιποῦσα, 30
μῆτερ ἐμή· χαίροις δὲ καὶ ἄνδιχα πολλὸν ἰούσῃ·
χαίροις Χαλκιόπη, καὶ πᾶς δόμος. αἴθε σε πόντος,
ξεῖνε, διέρραισεν, πρὶν Κολχίδα γαῖαν ἱκέσθαι.»
Ὧς ἄρ’ ἔφη· βλεφάρων δὲ κατ’ ἀθρόα δάκρυα χεῦεν.
οἵη δ’ ἀφνειοῖο διειλυσθεῖσα δόμοιο 35
ληιάς, ἥν τε νέον πάτρης ἀπενόσφισεν αἶσα,
οὐδέ νύ πω μογεροῖο πεπείρηται καμάτοιο,
ἀλλ’ ἔτ’ ἀηθέσσουσα δύης καὶ δούλια ἔργα
εἶσιν ἀτυζομένη χαλεπὰς ὑπὸ χεῖρας ἀνάσσης·
τοίη ἄρ’ ἱμερόεσσα δόμων ἐξέσσυτο κούρη. 40
τῇ δὲ καὶ αὐτόματοι θυρέων ἱπόειξαν ὀχῆες,
ὠκείαις ἄψορροι ἀναθρώσκοντες ἀοιδαῖς.
γυμνοῖσιν δὲ πόδεσσιν ἀνὰ στεινὰς θέεν οἴμους,
λαιῇ μὲν χερὶ πέπλον ἐπ’ ὀφρύσιν ἀμφὶ μέτωπα
στειλαμένη καὶ καλὰ παρήια, δεξιτερῇ δὲ 45
ἄκρην ὑψόθι πέζαν ἀερτάζουσα χιτῶνος.
καρπαλίμως δ’ ἀίδηλον ἀνὰ στίβον ἔκτοθι πύργων
ἄστεος εὐρυχόροιο φόβῳ ἵκετ’· οὐδέ τις ἔγνω
τήνγε φυλακτήρων, λάθε δέ σφεας ὁρμηθεῖσα.
ἔνθεν ἴμεν νηόνδε μάλ’ ἐφράσατ’· οὐ γὰρ ἄιδρις 50
ἦεν ὁδῶν, θαμὰ καὶ πρὶν ἀλωμένη ἀμφί τε νεκρούς,
ἀμφί τε δυσπαλέας ῥίζας χθονός, οἷα γυναῖκες

φαρμακίδες· τρομερῷ δ’ ὑπὸ δείματι πάλλετο θυμός.
τὴν δὲ νέον Τιτηνὶς ἀνερχομένη περάτηθεν
φοιταλέην ἐσιδοῦσα θεὰ ἐπεχήρατο Μήνη 55
ἁρπαλέως, καὶ τοῖα μετὰ φρεσὶν ᾗσιν ἔειπεν·
«Οὐκ ἄρ’ ἐγὼ μούνη μετὰ Λάτμιον ἄντρον ἀλύσκω,
οὐδ’ οἴη καλῷ περιδαίομαι Ἐνδυμίωνι·
ἦ θαμὰ δὴ καὶ σεῖο κίον δολίῃσιν ἀοιδαῖς,
μνησαμένη φιλότητος, ἵνα σκοτίῃ ἐνὶ νυκτὶ 60
φαρμάσσῃς εὔκηλος, ἅ τοι φίλα ἔργα τέτυκται.
νῦν δὲ καὶ αὐτὴ δῆθεν ὁμοίης ἔμμορες ἄτης·
δῶκε δ’ ἀνιηρόν τοι Ἰήσονα πῆμα γενέσθαι
δαίμων ἀλγινόεις. ἀλλ’ ἔρχεο, τέτλαθι δ’ ἔμπης,
καὶ πινυτή περ ἐοῦσα, πολύστονον ἄλγος ἀείρειν.» 65
Ὦς ἄρ’ ἔφη· τὴν δ’ αἶψα πόδες φέρον ἐγκονέουσαν.
ἀσπασίως δ’ ὄχθῃσιν ἐπηέρθη ποταμοῖο,
ἀντιπέρην λεύσσουσα πυρὸς σέλας, ὅ ῥά τ’ ἀέθλου
παννύχιοι ἥρωες ἐυφροσύνῃσιν ἔδαιον.
ὀξείῃ δἤπειτα διὰ κνέφας ὄρθια φωνῇ 70
ὁπλότατον Φρίξοιο περαιόθεν ἤπυε παίδων,
Φρόντιν· ὁ δὲ ξὺν ἑοῖσι κασιγνήτοις ὄπα κούρης
αὐτῷ τ’ Αἰσονίδῃ τεκμήρατο· σῖγα δ’ ἑταῖροι
θάμβεον, εὖτ’ ἐνόησαν ὃ δὴ καὶ ἐτήτυμον ἦεν.
τρὶς μὲν ἀνήυσεν, τρὶς δ’ ὀτρύνοντος ὁμίλου 75
Φρόντις ἀμοιβήδην ἀντίαχεν· οἱ δ’ ἄρα τείως
ἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς.
οὔπω πείσματα νηὸς ἐπ’ ἠπείροιο περαίης
βάλλον, ὁ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ἰήσων
ὑψοῦ ἀπ’ ἰκριόφιν· μετὰ δὲ Φρόντις τε καὶ Ἄργος, 80
υἷε δύω Φρίξου, χαμάδις θόρον· ἡ δ’ ἄρα τούσγε
γούνων ἀμφοτέρῃσι περισχομένη προσέειπεν·
«Ἔκ με, φίλοι, ῥύσασθε δυσάμμορον, ὧς δὲ καὶ αὐτοὺς

ὑμέας Αἰήταο, πρὸ γάρ τ’ ἀναφανδὰ τέτυκται
πάντα μάλ’, οὐδέ τι μῆχος ἱκάνεται. ἀλλ’ ἐπὶ νηὶ 85
φεύγωμεν, πρὶν τόνδε θοῶν ἐπιβήμεναι ἵππων.
δώσω δὲ χρύσειον ἐγὼ δέρος, εὐνήσασα
φρουρὸν ὄφιν· τύνη δὲ θεοὺς ἐνὶ σοῖσιν ἑταίροις,
ξεῖνε, τεῶν μύθων ἐπιίστορας, οὕς μοι ὑπέστης,
ποίησαι· μηδ’ ἔνθεν ἑκαστέρω ὁρμηθεῖσαν 90
χήτει κηδεμόνων ὀνοτὴν καὶ ἀεικέα θείης.»
Ἴσκεν ἀκηχεμένη· μέγα δὲ φρένες Αἰσονίδαο
γήθεον· αἶψα δέ μιν περὶ γούνασι πεπτηυῖαν
ἦκ’ ἀναειρόμενος προσπτύξατο, θάρσυνέν τε·
«Δαιμονίη, Ζεὺς αὐτὸς Ὀλύμπιος ὅρκιος ἔστω, 95
Ἥρη τε Ζυγίη, Διὸς εὐνέτις, ἦ μὲν ἐμοῖσιν
κουριδίην σε δόμοισιν ἐνιστήσεσθαι ἄκοιτιν,
εὖτ’ ἂν ἐς Ἑλλάδα γαῖαν ἱκώμεθα νοστήσαντες.»
Ὧς ηὔδα, καὶ χεῖρα παρασχεδὸν ἤραρε χειρὶ
δεξιτερήν· ἡ δέ σφιν ἐς ἱερὸν ἄλσος ἀνώγει 100
νῆα θοὴν ἐλάαν αὐτοσχεδόν, ὄφρ’ ἔτι νύκτωρ
κῶας ἑλόντες ἄγοιντο παρὲκ νόον Αἰήταο.
ἔνθ’ ἔπος ἠδὲ καὶ ἔργον ὁμοῦ πέλεν ἐσσυμένοισιν.
εἰς γάρ μιν βήσαντες, ἀπὸ χθονὸς αὐτίκ’ ἔωσαν
νῆα· πολὺς δ’ ὀρυμαγδὸς ἐπειγομένων ἐλάτῃσιν 105
ἦεν ἀριστήων· ἡ δ’ ἔμπαλιν ἀίσσουσα
γαίῃ χεῖρας ἔτεινεν ἀμήχανος. αὐτὰρ Ἰήσων
θάρσυνέν τ’ ἐπέεσσι, καὶ ἴσχανεν ἀσχαλόωσαν.
Ἦμος δ’ ἀνέρες ὕπνον ἀπ’ ὀφθαλμῶν ἐβάλοντο
ἀγρόται, οἵ τε κύνεσσι πεποιθότες οὔποτε νύκτα 110
ἄγχαυρον κνώσσουσιν, ἀλευάμενοι φάος ἠοῦς,
μὴ πρὶν ἀμαλδύνῃ θηρῶν στίβον ἠδὲ καὶ ὀδμὴν
θηρείην λευκῇσιν ἐνισκίμψασα βολῇσιν·
τῆμος ἄρ’ Αἰσονίδης κούρη τ’ ἀπὸ νηὸς ἔβησαν
ποιήεντ’ ἀνὰ χῶρον, ἵνα κριοῦ καλέονται 115

εὐναί, ὅθι πρῶτον κεκμηότα γούνατ’ ἔκαμψεν,
νώτοισιν φορέων Μινυήιον υἷ’ Ἀθάμαντος.
ἐγγύθι δ’ αἰθαλόεντα πέλεν βωμοῖο θέμεθλα,
ὅν ῥά ποτ’ Αἰολίδης Διὶ Φυξίῳ εἵσατο Φρίξος,
ῥέζων κεῖνο τέρας παγχρύσεον, ὥς οἱ ἔειπεν 120
Ἑρμείας πρόφρων ξυμβλήμενος. ἔνθ’ ἄρα τούσγε
Ἄργου φραδμοσύνῃσιν ἀριστῆες μεθέηκαν.
τὼ δὲ δι’ ἀτραπιτοῖο μεθ’ ἱερὸν ἄλσος ἵκοντο,
φηγὸν ἀπειρεσίην διζημένω, ᾗ ἔπι κῶας
βέβλητο, νεφέλῃ ἐναλίγκιον, ἥ τ’ ἀνιόντος 125
ἠελίου φλογερῇσιν ἐρεύθεται ἀκτίνεσσιν.
αὐτὰρ ὁ ἀντικρὺ περιμήκεα τείνετο δειρὴν
ὀξὺς ἀύπνοισιν προϊδὼν ὄφις ὀφθαλμοῖσιν
νισσομένους, ῥοίζει δὲ πελώριον· ἀμφὶ δὲ μακραὶ
ἠιόνες ποταμοῖο καὶ ἄσπετον ἴαχεν ἄλσος. 130
ἔκλυον οἳ καὶ πολλὸν ἑκὰς Τιτηνίδος Αἴης
Κολχίδα γῆν ἐνέμοντο παρὰ προχοῇσι Λύκοιο,
ὅς τ’ ἀποκιδνάμενος ποταμοῦ κελάδοντος Ἀράξεω
Φάσιδι συμφέρεται ἱερὸν ῥόον· οἱ δὲ συνάμφω
Καυκασίην ἅλαδ’ εἰς ἓν ἐλαυνόμενοι προχέουσιν. 135
δείματι δ’ ἐξέγροντο λεχωίδες, ἀμφὶ δὲ παισὶν
νηπιάχοις, οἵ τέ σφιν ὑπ’ ἀγκαλίδεσσιν ἴαυον,
ῥοίζῳ παλλομένοις χεῖρας βάλον ἀσχαλόωσαι.
ὡς δ’ ὅτε τυφομένης ὕλης ὕπερ αἰθαλόεσσαι
καπνοῖο στροφάλιγγες ἀπείριτοι εἱλίσσονται, 140
ἄλλη δ’ αἶψ’ ἑτέρῃ ἐπιτέλλεται αἰὲν ἐπιπρὸ
νειόθεν εἰλίγγοισιν ἐπήορος ἐξανιοῦσα·
ὧς τότε κεῖνο πέλωρον ἀπειρεσίας ἐλέλιξεν
ῥυμβόνας ἀζαλέῃσιν ἐπηρεφέας φολίδεσσιν.
τοῖο δ’ ἑλισσομένοιο κατ’ ὄμματα νίσσετο κούρη, 145
Ὕπνον ἀοσσητῆρα, θεῶν ὕπατον, καλέουσα

ἡδείῃ ἐνοπῇ, θέλξαι τέρας· αὖε δ’ ἄνασσαν
νυκτιπόλον, χθονίην, εὐαντέα δοῦναι ἐφορμήν.
εἵπετο δ’ Αἰσονίδης πεφοβημένος, αὐτὰρ ὅγ’ ἤδη
οἴμῃ θελγόμενος δολιχὴν ἀνελύετ’ ἄκανθαν 150
γηγενέος σπείρης, μήκυνε δὲ μυρία κύκλα,
οἷον ὅτε βληχροῖσι κυλινδόμενον πελάγεσσιν
κῦμα μέλαν κωφόν τε καὶ ἄβρομον· ἀλλὰ καὶ ἔμπης
ὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείρας
ἀμφοτέρους ὀλοῇσι περιπτύξαι γενύεσσιν. 155
ἡ δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷ
βάπτουσ’ ἐκ κυκεῶνος ἀκήρατα φάρμακ’ ἀοιδαῖς,
ῥαῖνε κατ’ ὀφθαλμῶν· περί τ’ ἀμφί τε νήριτος ὀδμὴ
φαρμάκου ὕπνον ἔβαλλε· γένυν δ’ αὐτῇ ἐνὶ χώρῃ
θῆκεν ἐρεισάμενος· τὰ δ’ ἀπείρονα πολλὸν ὀπίσσω 160
κύκλα πολυπρέμνοιο διὲξ ὕλης τετάνυστο.
ἔνθα δ’ ὁ μὲν χρύσειον ἀπὸ δρυὸς αἴνυτο κῶας,
κούρης κεκλομένης· ἡ δ’ ἔμπεδον ἑστηυῖα
φαρμάκῳ ἔψηχεν θηρὸς κάρη, εἰσόκε δή μιν
αὐτὸς ἑὴν ἐπὶ νῆα παλιντροπάασθαι Ἰήσων 165
ἤνωγεν, λεῖπεν δὲ πολύσκιον ἄλσος Ἄρηος.
ὡς δὲ σεληναίην διχομήνιδα παρθένος αἴγλην
ὑψόθεν ἐξανέχουσαν ὑπωροφίου θαλάμοιο
λεπταλέῳ ἑανῷ ὑποΐσχεται· ἐν δέ οἱ ἦτορ
χαίρει δερκομένης καλὸν σέλας· ὧς τότ’ Ἰήσων 170
γηθόσυνος μέγα κῶας ἑαῖς ἐναείρατο χερσίν·
καί οἱ ἐπὶ ξανθῇσι παρηίσιν ἠδὲ μετώπῳ
μαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἷζεν ἔρευθος.
ὅσση δὲ ῥινὸς βοὸς ἤνιος ἢ ἐλάφοιο
γίγνεται, ἥν τ’ ἀγρῶσται ἀχαιινέην καλέουσιν, 175
τόσσον ἔην πάντῃ χρύσεον ἐφύπερθεν ἄωτον.
βεβρίθει λήνεσσιν ἐπηρεφές· ἤλιθα δὲ χθὼν

αἰὲν ὑποπρὸ ποδῶν ἀμαρύσσετο νισσομένοιο.
ἤιε δ’ ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳ
αὐχένος ἐξ ὑπάτοιο ποδηνεκές, ἄλλοτε δ’ αὖτε 180
εἴλει ἀφασσόμενος· περὶ γὰρ δίεν, ὄφρα ἓ μή τις
ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται ἀντιβολήσας.
Ἠὼς μέν ῤ’ ἐπὶ γαῖαν ἐκίδνατο, τοὶ δ’ ἐς ὅμιλον
ἷξον· θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες
λαμπόμενον στεροπῇ ἴκελον Διός. ὦρτο δ’ ἕκαστος 185
ψαῦσαι ἐελδόμενος δέχθαι τ’ ἐνὶ χερσὶν ἑῇσιν.
Αἰσονίδης δ’ ἄλλους μὲν ἐρήτυε, τῷ δ’ ἐπὶ φᾶρος
κάββαλε νηγάτεον· πρύμνῃ δ’ ἐνεείσατο κούρην
ἀνθέμενος, καὶ τοῖον ἔπος μετὰ πᾶσιν ἔειπεν·
 «Mηκέτι νῦν χάζεσθε, φίλοι, πάτρηνδε νέεσθαι. 190
ἤδη γὰρ χρειώ, τῆς εἵνεκα τήνδ’ ἀλεγεινὴν
ναυτιλίην ἔτλημεν ὀιζύι μοχθίζοντες,
εὐπαλέως κούρης ὑπὸ δήνεσι κεκράανται.
τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδ’ ἄκοιτιν
κουριδίην· ἀτὰρ ὔμμες Ἀχαιίδος οἷά τε πάσης 195
αὐτῶν θ’ ὑμείων ἐσθλὴν ἐπαρωγὸν ἐοῦσαν
σώετε. δὴ γάρ που, μάλ’ ὀίομαι, εἶσιν ἐρύξων
Αἰήτης ὁμάδῳ πόντονδ’ ἴμεν ἐκ ποταμοῖο.
ἀλλ’ οἱ μὲν διὰ νηός, ἀμοιβαδὶς ἀνέρος ἀνὴρ
ἑζόμενος, πηδοῖσιν ἐρέσσετε· τοὶ δὲ βοείας 200
ἀσπίδας ἡμίσεες, δῄων θοὸν ἔχμα βολάων,
προσχόμενοι νόστῳ ἐπαμύνετε. νῦν δ’ ἐνὶ χερσὶν
παῖδας ἑοὺς πάτρην τε φίλην, γεραρούς τε τοκῆας
ἴσχομεν· ἡμετέρῃ δ’ ἐπερείδεται Ἑλλὰς ἐφορμῇ,
ἠὲ κατηφείην, ἢ καὶ μέγα κῦδος ἀρέσθαι.» 205
Ὧς φάτο, δῦνε δὲ τεύχε’ ἀρήια· τοὶ δ’ ἰάχησαν
θεσπέσιον μεμαῶτες. ὁ δὲ ξίφος ἐκ κολεοῖο
σπασσάμενος πρυμναῖα νεὼς ἀπὸ πείσματ’ ἔκοψεν.
ἄγχι δὲ παρθενικῆς κεκορυθμένος ἰθυντῆρι

Ἀγκαίῳ παρέβασκεν· ἐπείγετο δ’ εἰρεσίῃ νηῦς 210
σπερχομένων ἄμοτον ποταμοῦ ἄφαρ ἐκτὸς ἐλάσσαι.
Ἤδη δ’ Αἰήτῃ ὑπερήνορι πᾶσί τε Κόλχοις
Μηδείης περίπυστος ἔρως καὶ ἔργ’ ἐτέτυκτο.
ἐς δ’ ἀγορὴν ἀγέροντ’ ἐνὶ τεύχεσιν· ὅσσα δὲ πόντου
κύματα χειμερίοιο κορύσσεται ἐξ ἀνέμοιο, 215
ἢ ὅσα φύλλα χαμᾶζε περικλαδέος πέσεν ὕλης
φυλλοχόῳ ἐνὶ μηνί—τίς ἂν τάδε τεκμήραιτο;—
ὧς οἱ ἀπειρέσιοι ποταμοῦ παρεμέτρεον ὄχθας,
κλαγγῇ μαιμώοντες· ὁ δ’ εὐτύκτῳ ἐνὶ δίφρῳ
Αἰήτης ἵπποισι μετέπρεπεν, οὕς οἱ ὄπασσεν 220
Ἠέλιος, πνοιῇσιν ἐειδομένους ἀνέμοιο,
σκαιῇ μέν ῥ’ ἐνὶ χειρὶ σάκος δινωτὸν ἀείρων,
τῇ δ’ ἑτέρῃ πεύκην περιμήκεα· πὰρ δέ οἱ ἔγχος
ἀντικρὺ τετάνυστο πελώριον. ἡνία δ’ ἵππων
γέντο χεροῖν Ἄψυρτος. υπεκπρὸ δὲ πόντον ἔταμνεν 225
νηῦς ἤδη κρατεροῖσιν ἐπειγομένη ἐρέτῃσιν,
καὶ μεγάλου ποταμοῖο καταβλώσκοντι ῥεέθρῳ.
αὐτὰρ ἄναξ ἄτῃ πολυπήμονι χεῖρας ἀείρας
Ἠέλιον καὶ Ζῆνα κακῶν ἐπιμάρτυρας ἔργων
κέκλετο· δεινὰ δὲ παντὶ παρασχεδὸν ἤπυε λαῷ 230
εἰ μή οἱ κούρην αὐτάγρετον, ἢ ἀνὰ γαῖαν,
ἢ πλωτῆς εὑρόντες ἔτ’ εἰν ἁλὸς οἴδματι νῆα,
ἄξουσιν, καὶ θυμὸν ἐνιπλήσει μενεαίνων
τίσασθαι τάδε πάντα, δαήσονται κεφαλῇσιν
πάντα χόλον καὶ πᾶσαν ἑὴν ὑποδέγμενοι ἄτην. 235
Ὧς ἔφατ’ Αἰήτης· αὐτῷ δ’ ἐνὶ ἤματι Κόλχοι
νῆάς τ’ εἰρύσσαντο, καὶ ἄρμενα νηυσὶ βάλοντο,
αὐτῷ δ’ ἤματι πόντον ἀνήιον· οὐδέ κε φαίης
τόσσον νηίτην στόλον ἔμμεναι, ἀλλ’ οἰωνῶν
ἰλαδὸν ἄσπετον ἔθνος ἐπιβρομέειν πελάγεσσιν. 240

Οἱ δ’ ἀνέμου λαιψηρὰ θεᾶς βουλῇσιν ἀέντος
Ἥρης, ὄφρ’ ὤκιστα κακὸν Πελίαο δόμοισιν
Αἰαίη Μήδεια Πελασγίδα γαῖαν ἵκηται,
ἠοῖ ἐνὶ τριτάτῃ πρυμνήσια νηὸς ἔδησαν
Παφλαγόνων ἀκτῇσι, πάροιθ’ Ἅλυος ποταμοῖο. 245
ἡ γάρ σφ’ ἐξαποβάντας ἀρέσσασθαι θυέεσσιν
ἠνώγει Ἑκάτην. καὶ δὴ τὰ μέν, ὅσσα θυηλὴν
κούρη πορσανέουσα τιτύσκετο, μήτε τις ἴστωρ
εἴη, μήτ’ ἐμὲ θυμὸς ἐποτρύνειεν ἀείδειν.
ἅζομαι αὐδῆσαι· τό γε μὴν ἕδος ἐξέτι κείνου, 250
ὅ ῥα θεᾷ ἥρωες ἐπὶ ῥηγμῖσιν ἔδειμαν,
ἀνδράσιν ὀψιγόνοισι μένει καὶ τῆμος ἰδέσθαι.
Αὐτίκα δ’ Αἰσονίδης ἐμνήσατο, σὺν δὲ καὶ ὧλλοι
ἥρωες, Φινῆος, ὃ δὴ πλόον ἄλλον ἔειπεν
ἐξ Αἴης ἔσσεσθαι· ἀνώιστος δ’ ἐτέτυκτο 255
πᾶσιν ὁμῶς. Ἄργος δὲ λιλαιομένοις ἀγόρευσεν·
«Νισσόμεθ’ Ὀρχομενὸν τὴν ἔχραεν ὔμμι περῆσαι
νημερτὴς ὅδε μάντις, ὅτῳ ξυνέβητε πάροιθεν.
ἔστιν γὰρ πλόος ἄλλος, ὃν ἀθανάτων ἱερῆες
πέφραδον, οἳ Θήβης Τριτωνίδος ἐκγεγάασιν. 260
οὔπω τείρεα πάντα, τά τ’ οὐρανῷ εἱλίσσονται,
οὐδέ τί πω Δαναῶν ἱερὸν γένος ἦεν ἀκοῦσαι
πευθομένοις· οἶοι δ’ ἔσαν Ἀρκάδες Ἀπιδανῆες,
Ἀρκάδες, οἳ καὶ πρόσθε σεληναίης ὑδέονται
ζώειν, φηγὸν ἔδοντες ἐν οὔρεσιν. οὐδὲ Πελασγὶς 265
χθὼν τότε κυδαλίμοισιν ἀνάσσετο Δευκαλίδῃσιν,
ἦμος ὅτ’ Ἠερίη πολυλήιος ἐκλήιστο,
μήτηρ Αἴγυπτος προτερηγενέων αἰζηῶν,
καὶ ποταμὸς Τρίτων ἠύρροος, ᾧ ὕπο πᾶσα
ἄρδεται Ἠερίη· Διόθεν δέ μιν οὔποτε δεύει 270

ὄμβρος· ἅλις προχοῇσι δ’ ἀνασταχύουσιν ἄρουραι.
ἔνθεν δή τινά φασι πέριξ διὰ πᾶσαν ὁδεῦσαι
Εὐρώπην Ἀσίην τε βίῃ καὶ κάρτεϊ λαῶν
σφωιτέρων θάρσει τε πεποιθότα· μυρία δ’ ἄστη
νάσσατ’ ἐποιχόμενος, τὰ μὲν ἤ ποθι ναιετάουσιν, 275
ἠὲ καὶ οὔ· πουλὺς γὰρ ἄδην ἐπενήνοθεν αἰών.
Αἶά γε μὴν ἔτι νῦν μένει ἔμπεδον υἱωνοί τε
τῶνδ’ ἀνδρῶν, οὓς ὅσγε καθίσσατο ναιέμεν Αἶαν,
οἳ δή τοι γραπτῦς πατέρων ἕθεν εἰρύονται,
κύρβιας, οἷς ἔνι πᾶσαι ὁδοὶ καὶ πείρατ’ ἔασιν 280
ὑγρῆς τε τραφερῆς τε πέριξ ἐπινισσομένοισιν.
ἔστι δέ τις ποταμός, ὕπατον κέρας Ὠκεανοῖο,
εὐρύς τε προβαθής τε καὶ ὁλκάδι νηὶ περῆσαι·
Ἴστρον μιν καλέοντες ἑκὰς διετεκμήραντο·
ὅς δή τοι τείως μὲν ἀπείρονα τέμνετ’ ἄρουραν 285
εἷς οἶος· πηγαὶ γὰρ ὑπὲρ πνοιῆς βορέαο
Ῥιπαίοις ἐν ὄρεσσιν ἀπόπροθι μορμύρουσιν.
ἀλλ’ ὁπόταν Θρῃκῶν Σκυθέων τ’ ἐπιβήσεται οὔρους,
ἔνθα διχῆ τὸ μὲν ἔνθα μετ’ Ἰονίην ἅλα βάλλει
τῇδ’ ὕδωρ, τὸ δ’ ὄπισθε βαθὺν διὰ κόλπον ἵησιν 290
σχιζόμενος πόντου Τρινακρίου εἰσανέχοντα,
γαίῃ ὃς ὑμετέρῃ παρακέκλιται, εἰ ἐτεὸν δὴ
ὑμετέρης γαίης Ἀχελώιος ἐξανίησιν.»
Ὧς ἄρ’ ἔφη· τοῖσιν δὲ θεὰ τέρας ἐγγυάλιξεν
αἴσιον, ᾧ καὶ πάντες ἐπευφήμησαν ἰδόντες, 295
στέλλεσθαι τήνδ’ οἶμον. ἐπιπρὸ γὰρ ὁλκὸς ἐτύχθη
οὐρανίης ἀκτῖνος, ὅπῃ καὶ ἀμεύσιμον ἦεν.
γηθόσυνοι δὲ Λύκοιο κατ’ αὐτόθι παῖδα λιπόντες
λαίφεσι πεπταμένοισιν ὑπεὶρ ἅλα ναυτίλλοντο,

οὔρεα Παφλαγόνων θηεύμενοι. οὐδὲ Κάραμβιν 300
γνάμψαν, ἐπεὶ πνοιαί τε καὶ οὐρανίου πυρὸς αἴγλη
μεῖνεν, ἕως Ἴστροιο μέγαν ῥόον εἰσαφίκοντο.
Κόλχοι δ’ αὖτ’ ἄλλοι μέν, ἐτώσια μαστεύοντες,
Κυανέας Πόντοιο διὲκ πέτρας ἐπέρησαν·
ἄλλοι δ’ αὖ ποταμὸν μετεκίαθον, οἷσιν ἄνασσεν 305
Ἄψυρτος, Καλὸν δὲ διὰ στόμα πεῖρε λιασθείς.
τῶ καὶ ὑπέφθη τούσγε βαλὼν ὕπερ αὐχένα γαίης
κόλπον ἔσω πόντοιο πανέσχατον Ἰονίοιο.
Ἴστρῳ γάρ τις νῆσος ἐέργεται οὔνομα Πεύκη,
τριγλώχιν, εὖρος μὲν ἐς αἰγιαλοὺς ἀνέχουσα, 310
στεινὸν δ’ αὖτ’ ἀγκῶνα ποτὶ ῥόον· ἀμφὶ δὲ δοιαὶ
σχίζονται προχοαί. τὴν μὲν καλέουσι Νάρηκος·
τὴν δ’ ὑπὸ τῇ νεάτῃ, Καλὸν στόμα. τῇ δὲ διαπρὸ
Ἄψυρτος Κόλχοι τε θοώτερον ὡρμήθησαν·
οἱ δ’ ὑψοῦ νήσοιο κατ’ ἀκροτάτης ἐνέοντο 315
τηλόθεν. εἱαμενῇσι δ’ ἐν ἄσπετα πώεα λεῖπον
ποιμένες ἄγραυλοι νηῶν φόβῳ, οἷά τε θῆρας
ὀσσόμενοι πόντου μεγακήτεος ἐξανιόντας.
οὐ γάρ πω ἁλίας γε πάρος ποθὶ νῆας ἴδοντο,
οὔτ’ οὖν Θρήιξιν μιγάδες Σκύθαι, οὐδὲ Σίγυννοι, 320
οὔτ’ οὖν Γραυκένιοι, οὔθ’ οἱ περὶ Λαύριον ἤδη
Σίνδοι ἐρημαῖον πεδίον μέγα ναιετάοντες.
αὐτὰρ ἐπεί τ’ Ἄγγουρον ὄρος, καὶ ἄπωθεν ἐόντα
Ἀγγούρου ὄρεος σκόπελον πάρα Καυλιακοῖο,
ᾧ πέρι δὴ σχίζων Ἴστρος ῥόον ἔνθα καὶ ἔνθα 325
βάλλει ἁλός, πεδίον τε τὸ Λαύριον ἠμείψαντο,
δή ῥα τότε Κρονίην Κόλχοι ἅλαδ’ ἐκπρομολόντες
πάντῃ, μή σφε λάθοιεν, ὑπετμήξαντο κελεύθους.
οἱ δ’ ὄπιθεν ποταμοῖο κατήλυθον, ἐκ δ’ ἐπέρησαν

δοιὰς Ἀρτέμιδος Βρυγηίδας ἀγχόθι νήσους. 330
τῶν δ’ ἤτοι ἑτέρῃ μὲν ἐν ἱερὸν ἔσκεν ἔδεθλον·
ἐν δ’ ἑτέρῃ, πληθὺν πεφυλαγμένοι Ἀψύρτοιο,
βαῖνον· ἐπεὶ κείνας πολέων λίπον ἔνδοθι νήσους
αὔτως, ἁζόμενοι κούρην Διός· αἱ δὲ δὴ ἄλλαι
στεινόμεναι Κόλχοισι πόρους εἴρυντο θαλάσσης. 335
ὧς δὲ καὶ εἰς ἀκτὰς πληθὺν λίπεν ἀγχόθι νήσους
μέσφα Σαλαγγῶνος ποταμοῦ καὶ Νέστιδος αἴης.
Ἔνθα κε λευγαλέῃ Μινύαι τότε δηιοτῆτι
παυρότεροι πλεόνεσσιν ὑπείκαθον· ἀλλὰ πάροιθεν
συνθεσίην, μέγα νεῖκος ἀλευάμενοι, ἐτάμοντο, 340
κῶας μὲν χρύσειον, ἐπεί σφισιν αὐτὸς ὑπέστη
Αἰήτης, εἰ κεῖνοι ἀναπλήσειαν ἀέθλους,
ἔμπεδον εὐδικίῃ σφέας ἑξέμεν, εἴτε δόλοισιν,
εἴτε καὶ ἀμφαδίην αὔτως ἀέκοντος ἀπηύρων·
αὐτὰρ Μήδειάν γε—τὸ γὰρ πέλεν ἀμφήριστον— 345
παρθέσθαι κούρῃ Λητωίδι νόσφιν ὁμίλου,
εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων,
εἴτε μιν εἰς πατρὸς χρειὼ δόμον αὖτις ἱκάνειν,
εἴτε μεθ’ Ἑλλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι.
 Ἔνθα δ’ ἐπεὶ τὰ ἕκαστα νόῳ πεμπάσσατο κούρη, 350
δή ῥά μιν ὀξεῖαι κραδίην ἐλέλιξαν ἀνῖαι
νωλεμές· αἶψα δὲ νόσφιν Ἰήσονα μοῦνον ἑταίρων
ἐκπροκαλεσσαμένη ἄγεν ἄλλυδις, ὄφρ’ ἐλίασθεν
πολλὸν ἑκάς, στονόεντα δ’ ἐνωπαδὶς ἔκφατο μῦθον·
 «Αἰσονίδη, τίνα τήνδε συναρτύνασθε μενοινὴν 355
ἀμφ’ ἐμοί; ἦέ σε πάγχυ λαθιφροσύναις ἐνέηκαν
ἀγλαΐαι, τῶν δ’ οὔτι μετατρέπῃ, ὅσσ’ ἀγόρευες

χρειοῖ ἐνισχόμενος; ποῦ τοι Διὸς Ἱκεσίοιο
ὅρκια, ποῦ δὲ μελιχραὶ ὑποσχεσίαι βεβάασιν;
ᾗς ἐγὼ οὐ κατὰ κόσμον ἀναιδήτῳ ἰότητι 360
πάτρην τε κλέα τε μεγάρων αὐτούς τε τοκῆας
νοσφισάμην, τά μοι ἦεν ὑπέρτατα· τηλόθι δ’ οἴη
λυγρῇσιν κατὰ πόντον ἅμ’ ἀλκυόνεσσι φορεῦμαι
σῶν ἕνεκεν καμάτων, ἵνα μοι σόος ἀμφί τε βουσὶν
ἀμφί τε γηγενέεσσιν ἀναπλήσειας ἀέθλους. 365
ὕστατον αὖ καὶ κῶας, ἐπεί τ’ ἐπαϊστὸν ἐτύχθη,
εἷλες ἐμῇ ματίῃ· κατὰ δ’ οὐλοὸν αἶσχος ἔχευα
θηλυτέραις. τῶ φημὶ τεὴ κούρη τε δάμαρ τε
αὐτοκασιγνήτη τε μεθ’ Ἑλλάδα γαῖαν ἕπεσθαι.
πάντῃ νυν πρόφρων ὑπερίστασο, μηδέ με μούνην 370
σεῖο λίπῃς ἀπάνευθεν, ἐποιχόμενος βασιλῆας.
ἀλλ’ αὔτως εἴρυσο· δίκη δέ τοι ἔμπεδος ἔστω
καὶ θέμις, ἣν ἄμφω συναρέσσαμεν· ἢ σύγ’ ἔπειτα
φασγάνῳ αὐτίκα τόνδε μέσον διὰ λαιμὸν ἀμῆσαι,
ὄφρ’ ἐπίηρα φέρωμαι ἐοικότα μαργοσύνῃσιν. 375
σχετλίη, εἴ κεν δή με κασιγνήτοιο δικάσσῃ
ἔμμεναι οὗτος ἄναξ, τῷ ἐπίσχετε τάσδ’ ἀλεγεινὰς
ἄμφω συνθεσίας. πῶς ἵξομαι ὄμματα πατρός;
ἦ μάλ’ ἐυκλειής; τίνα δ’ οὐ τίσιν, ἠὲ βαρεῖαν
ἄτην οὐ σμυγερῶς δεινῶν ὕπερ, οἷα ἔοργα, 380
ὀτλήσω; σὺ δέ κεν θυμηδέα νόστον ἕλοιο;
μὴ τόγε παμβασίλεια Διὸς τελέσειεν ἄκοιτις,
ᾗ ἐπικυδιάεις. μνήσαιο δέ καί ποτ’ ἐμεῖο,
στρευγόμενος καμάτοισι· δέρος δέ τοι ἶσον ὀνείροις
οἴχοιτ’ εἰς ἔρεβος μεταμώνιον. ἐκ δέ σε πάτρης 385
αὐτίκ’ ἐμαί σ’ ἐλάσειαν Ἐρινύες· οἷα καὶ αὐτὴ

σῇ πάθον ἀτροπίῃ. τὰ μὲν οὐ θέμις ἀκράαντα
ἐν γαίῃ πεσέειν. μάλα γὰρ μέγαν ἤλιτες ὅρκον,
νηλεές· ἀλλ’ οὔ θήν μοι ἐπιλλίζοντες ὀπίσσω
δὴν ἔσσεσθ’ εὔκηλοι ἕκητί γε συνθεσιάων.» 390
Ὧς φάτ’ ἀναζείουσα βαρὺν χόλον· ἵετο δ’ ἥγε
νῆα καταφλέξαι, διά τ’ ἔμπεδα πάντα κεάσσαι,
ἐν δὲ πεσεῖν αὐτὴ μαλερῷ πυρί. τοῖα δ’ Ἰήσων
μειλιχίοις ἐπέεσσιν ὑποδδείσας προσέειπεν·
 «Ἴσχεο, δαιμονίη· τὰ μὲν ἁνδάνει οὐδ’ ἐμοὶ αὐτῷ. 395
ἀλλά τιν’ ἀμβολίην διζήμεθα δηιοτῆτος,
ὅσσον δυσμενέων ἀνδρῶν νέφος ἀμφιδέδηεν
εἵνεκα σεῦ. πάντες γάρ, ὅσοι χθόνα τήνδε νέμονται,
Ἀψύρτῳ μεμάαασιν ἀμυνέμεν, ὄφρα σε πατρί,
οἷά τε ληισθεῖσαν, ὑπότροπον οἴκαδ’ ἄγοιντο. 400
αὐτοὶ δὲ στυγερῷ κεν ὀλοίμεθα πάντες ὀλέθρῳ,
μίξαντες δαῒ χεῖρας· ὅ τοι καὶ ῥίγιον ἄλγος
ἔσσεται, εἴ σε θανόντες ἕλωρ κείνοισι λίποιμεν.
ἥδε δὲ συνθεσίη κρανέει δόλον, ᾧ μιν ἐς ἄτην
βήσομεν. οὐδ’ ἂν ὁμῶς περιναιέται ἀντιόωσιν 405
Κόλχοις ἦρα φέροντες ὑπὲρ σέο νόσφιν ἄνακτος,
ὅς τοι ἀοσσητήρ τε κασίγνητός τε τέτυκται·
οὐδ’ ἂν ἐγὼ Κόλχοισιν ὑπείξω μὴ πολεμίζειν
ἀντιβίην, ὅτε μή με διὲξ εἰῶσι νέεσθαι.»
 Ἴσκεν ὑποσσαίνων· ἡ δ’ οὐλοὸν ἔκφατο μῦθον· 410
«Φράζεο νῦν. χρειὼ γὰρ ἀεικελίοισιν ἐπ’ ἔργοις
καὶ τόδε μητίσασθαι, ἐπεὶ τὸ πρῶτον ἀάσθην
ἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς.
τύνη μὲν κατὰ μῶλον ἀλέξεο δούρατα Κόλχων·
αὐτὰρ ἐγὼ κεῖνόν γε τεὰς ἐς χεῖρας ἱκέσθαι 415

μειλίξω· σὺ δέ μιν φαιδροῖς ἀγαπάζεο δώροις.
εἴ κέν πως κήρυκας ἀπερχομένους πεπίθοιμι
οἰόθεν οἶον ἐμοῖσι συναρθμῆσαι ἐπέεσσιν,
ἔνθ’ εἴ τοι τόδε ἔργον ἐφανδάνει, οὔτι μεγαίρω,
κτεῖνέ τε, καὶ Κόλχοισιν ἀείρεο δηιοτῆτα.» 420
Ὧς τώγε ξυμβάντε μέγαν δόλον ἠρτύνοντο
Ἀψύρτῳ, καὶ πολλὰ πόρον ξεινήια δῶρα,
οἷς μέτα καὶ πέπλον δόσαν ἱερὸν Ὑψιπυλείης
πορφύρεον. τὸν μέν ῥα Διωνύσῳ κάμον αὐταὶ
δίῃ ἐν ἀμφιάλῳ Χάριτες θεαί· αὐτὰρ ὁ παιδὶ 425
δῶκε Θόαντι μεταῦτις· ὁ δ’ αὖ λίπεν Ὑψιπυλείῃ·
ἡ δ’ ἔπορ’ Αἰσονίδῃ πολέσιν μετὰ καὶ τὸ φέρεσθαι
γλήνεσιν εὐεργὲς ξεινήιον. οὔ μιν ἀφάσσων,
οὔτε κεν εἰσορόων γλυκὺν ἵμερον ἐμπλήσειας.
τοῦ δὲ καὶ ἀμβροσίη ὀδμὴ πέλεν ἐξέτι κείνου, 430
ἐξ οὗ ἄναξ αὐτὸς Νυσήιος ἐγκατέλεκτο
ἀκροχάλιξ οἴνῳ καὶ νέκταρι, καλὰ μεμαρπὼς
στήθεα παρθενικῆς Μινωίδος, ἥν ποτε Θησεὺς
Κνωσσόθεν ἑσπομένην Δίῃ ἔνι κάλλιπε νήσῳ.
ἡ δ’ ὅτε κηρύκεσσιν ἐπεξυνώσατο μύθους, 435
θελγέμεν, εὖτ’ ἂν πρῶτα θεᾶς περὶ νηὸν ἵκηται
συνθεσίῃ, νυκτός τε μέλαν κνέφας ἀμφιβάλῃσιν,
ἐλθέμεν, ὄφρα δόλον συμφράσσεται, ὥς κεν ἑλοῦσα
χρύσειον μέγα κῶας ὑπότροπος αὖτις ὀπίσσω
βαίη ἐς Αἰήταο δόμους· πέρι γάρ μιν ἀνάγκῃ 440
υἱῆες Φρίξοιο δόσαν ξείνοισιν ἄγεσθαι·
τοῖα παραιφαμένη θελκτήρια φάρμακ’ ἔπασσεν
αἰθέρι καὶ πνοιῇσι, τά κεν καὶ ἄπωθεν ἐόντα
ἄγριον ἠλιβάτοιο κατ’ οὔρεος ἤγαγε θῆρα.
 Σχέτλι’ Ἔρως, μέγα πῆμα, μέγα στύγος ἀνθρώποισιν, 445
ἐκ σέθεν οὐλόμεναί τ’ ἔριδες στοναχαί τε γόοι τε,
ἄλγεά τ’ ἄλλ’ ἐπὶ τοῖσιν ἀπείρονα τετρήχασιν.
δυσμενέων ἐπὶ παισὶ κορύσσεο, δαῖμον, ἀερθείς,

οἷος Μηδείῃ στυγερὴν φρεσὶν ἔμβαλες ἄτην.
πῶς γὰρ δὴ μετιόντα κακῷ ἐδάμασσεν ὀλέθρῳ 450
Ἄψυρτον; τὸ γὰρ ἧμιν ἐπισχερὼ ἦεν ἀοιδῆς.
Ἦμος ὅτ’ Ἀρτέμιδος νήσῳ ἔνι τήνγ’ ἐλίποντο
συνθεσίῃ, τοὶ μέν ῥα διάνδιχα νηυσὶν ἔκελσαν
σφωιτέραις κρινθέντες· ὁ δ’ ἐς λόχον ᾖεν Ἰήσων
δέγμενος Ἄψυρτόν τε καὶ οὓς ἐξαῦτις ἑταίρους. 455
αὐτὰρ ὅγ’ αἰνοτάτῃσιν ὑποσχεσίῃσι δολωθεὶς
καρπαλίμως ᾗ νηὶ διὲξ ἁλὸς οἶδμα περήσας,
νύχθ’ ὕπο λυγαίην ἱερῆς ἐπεβήσατο νήσου·
οἰόθι δ’ ἀντικρὺ μετιὼν πειρήσατο μύθοις
εἷο κασιγνήτης, ἀταλὸς πάις οἷα χαράδρης 460
χειμερίης, ἣν οὐδὲ δι’ αἰζηοὶ περόωσιν,
εἴ κε δόλον ξείνοισιν ἐπ’ ἀνδράσι τεχνήσαιτο.
καὶ τὼ μὲν τὰ ἕκαστα συνῄνεον ἀλλήλοισιν·
αὐτίκα δ’ Αἰσονίδης πυκινοῦ ἐξᾶλτο λόχοιο,
γυμνὸν ἀνασχόμενος παλάμῃ ξίφος· αἶψα δὲ κούρη 465
ἔμπαλιν ὄμματ’ ἔνεικε, καλυψαμένη ὀθόνῃσιν,
μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος.
τὸν δ’ ὅγε, βουτύπος ὥστε μέγαν κερεαλκέα ταῦρον,
πλῆξεν ὀπιπεύσας νηοῦ σχεδόν, ὅν ποτ’ ἔδειμαν
Ἀρτέμιδι Βρυγοὶ περιναιέται ἀντιπέρηθεν. 470
τοῦ ὅγ’ ἐνὶ προδόμῳ γνὺξ ἤριπε· λοίσθια δ’ ἥρως
θυμὸν ἀναπνείων χερσὶν μέλαν ἀμφοτέρῃσιν
αἷμα κατ’ ὠτειλὴν ὑποΐσχετο· τῆς δὲ καλύπτρην
ἀργυφέην καὶ πέπλον ἀλευομένης ἐρύθηνεν.
ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἷον ἔρεξαν 475
ὄμματι νηλειὴς ὀλοφώιον ἔργον Ἐρινύς.
ἥρως δ’ Αἰσονίδης ἐξάργματα τάμνε θανόντος,
τρὶς δ’ ἀπέλειξε φόνου, τρὶς δ’ ἐξ ἄγος ἔπτυσ’ ὀδόντων,

ἣ θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι.
ὑγρὸν δ’ ἐν γαίῃ κρύψεν νέκυν, ἔνθ’ ἔτι νῦν περ 480
κείαται ὀστέα κεῖνα μετ’ ἀνδράσιν Ἀψυρτεῦσιν.
Οἱ δ’ ἄμυδις πυρσοῖο σέλας προπάροιθεν ἰδόντες,
τό σφιν παρθενικὴ τέκμαρ μετιοῦσιν ἄειρεν,
Κολχίδος ἀγχόθι νηὸς ἑὴν παρὰ νῆα βάλοντο
ἥρωες· Κόλχον δ’ ὄλεκον στόλον, ἠύτε κίρκοι 485
φῦλα πελειάων, ἠὲ μέγα πῶυ λέοντες
ἀγρότεροι κλονέουσιν ἐνὶ σταθμοῖσι θορόντες.
οὐδ’ ἄρα τις κείνων θάνατον φύγε, πάντα δ’ ὅμιλον
πῦρ ἅ τε δηιόωντες ἐπέδραμον· ὀψὲ δ’ Ἰήσων
ἤντησεν, μεμαὼς ἐπαμυνέμεν οὐ μάλ’ ἀρωγῆς 490
δευομένοις· ἤδη δὲ καὶ ἀμφ’ αὐτοῖο μέλοντο.
ἔνθα δὲ ναυτιλίης πυκινὴν περὶ μητιάασκον
ἑζόμενοι βουλήν· ἐπὶ δέ σφισιν ἤλυθε κούρη
φραζομένοις· Πηλεὺς δὲ παροίτατος ἔκφατο μῦθον·
 «Ἤδη νῦν κέλομαι νύκτωρ ἔτι νῆ’ ἐπιβάντας 495
εἰρεσίῃ περάαν πλόον ἀντίον, ᾧ ἐπέχουσιν
δήιοι· ἠῶθεν γὰρ ἐπαθρήσαντας ἕκαστα
ἔλπομαι οὐχ ἕνα μῦθον, ὅτις προτέρωσε δίεσθαι
ἡμέας ὀτρυνέει, τοὺς πεισέμεν· οἷα δ’ ἄνακτος
εὔνιδες, ἀργαλέῃσι διχοστασίῃς κεδόωνται. 500
ῥηιδίη δέ κεν ἄμμι, κεδασθέντων δίχα λαῶν,
ἤ τ’ εἴη μετέπειτα κατερχομένοισι κέλευθος.»
Ὧς ἔφατ’· ᾔνησαν δὲ νέοι ἔπος Αἰακίδαο.
ῥίμφα δὲ νῆ’ ἐπιβάντες ἐπερρώοντ’ ἐλάτῃσιν
νωλεμές, ὄφρ’ ἱερὴν Ἠλεκτρίδα νῆσον ἵκοντο, 505
ἀλλάων ὑπάτην, ποταμοῦ σχεδὸν Ἠριδανοῖο.
Κόλχοι δ’ ὁππότ’ ὄλεθρον ἐπεφράσθησαν ἄνακτος,
ἤτοι μὲν δίζεσθαι ἐπέχραον ἔνδοθι πάσης
Ἀργὼ καὶ Μινύας Κρονίης ἁλός. ἀλλ’ ἀπέρυκεν
Ἥρη σμερδαλέῃσι κατ’ αἰθέρος ἀστεροπῇσιν. 510

ὕστατον αὐτοὶ δ’ αὖτε Κυταιίδος ἤθεα γαίης
στύξαν, ἀτυζόμενοι χόλον ἄγριον Αἰήταο,
ἔμπεδα δ’ ἄλλυδις ἄλλοι ἐφορμηθέντες ἔνασθεν.
οἱ μὲν ἐπ’ αὐτάων νήσων ἔβαν, ᾗσιν ἐπέσχον
ἥρωες, ναίουσι δ’ ἐπώνυμοι Ἀψύρτοιο· 515
οἱ δ’ ἄρ’ ἐπ’ Ἰλλυρικοῖο μελαμβαθέος ποταμοῖο,
τύμβος ἵν’ Ἁρμονίης Κάδμοιό τε, πύργον ἔδειμαν,
ἀνδράσιν Ἐγχελέεσσιν ἐφέστιοι· οἱ δ’ ἐν ὄρεσσιν
ἐνναίουσιν, ἅπερ τε Κεραύνια κικλήσκονται,
ἐκ τόθεν, ἐξότε τούσγε Διὸς Κρονίδαο κεραυνοὶ 520
νῆσον ἐς ἀντιπέραιαν ἀπέτραπον ὁρμηθῆναι.
Ἥρωες δ’, ὅτε δή σφιν ἐείσατο νόστος ἀπήμων,
δή ῥα τότε προμολόντες ἐπὶ χθονὶ πείσματ’ ἔδησαν
Ὑλλήων. νῆσοι γὰρ ἐπιπρούχοντο θαμειαὶ
ἀργαλέην πλώουσιν ὁδὸν μεσσηγὺς ἔχουσαι. 525
οὐδέ σφιν, ὡς καὶ πρίν, ἀνάρσια μητιάασκον
Ὑλλῆες· πρὸς δ’ αὐτοὶ ἐμηχανόωντο κέλευθον,
μισθὸν ἀειρόμενοι τρίποδα μέγαν Ἀπόλλωνος.
δοιοὺς γὰρ τρίποδας τηλοῦ πόρε Φοῖβος ἄγεσθαι
Αἰσονίδῃ περόωντι κατὰ χρέος, ὁππότε Πυθὼ 530
ἱρὴν πευσόμενος μετεκίαθε τῆσδ’ ὑπὲρ αὐτῆς
ναυτιλίης· πέπρωτο δ’, ὅπῃ χθονὸς ἱδρυνθεῖεν,
μήποτε τὴν δῄοισιν ἀναστήσεσθαι ἰοῦσιν.
τούνεκεν εἰσέτι νῦν κείνῃ ὅδε κεύθεται αἴῃ
ἀμφὶ πόλιν ἀγανὴν Ὑλληίδα, πολλὸν ἔνερθεν 535
οὔδεος, ὥς κεν ἄφαντος ἀεὶ μερόπεσσι πέλοιτο.
οὐ μὲν ἔτι ζώοντα καταυτόθι τέτμον ἄνακτα
Ὕλλον, ὃν εὐειδὴς Μελίτη τέκεν Ἡρακλῆι
δήμῳ Φαιήκων. ὁ γὰρ οἰκία Ναυσιθόοιο
Μάκριν τ’ εἰσαφίκανε, Διωνύσοιο τιθήνην, 540
νιψόμενος παίδων ὀλοὸν φόνον· ἔνθ’ ὅγε κούρην

Αἰγαίου ἐδάμασσεν ἐρασσάμενος ποταμοῖο,
νηιάδα Μελίτην· ἡ δὲ σθεναρὸν τέκεν Ὕλλον. 543
οὐδ’ ἄρ’ ὅγ’ ἡβήσας αὐτῇ ἐνὶ ἔλδετο νήσῳ 546
ναίειν, κοιρανέοντος ἐπ’ ὀφρύσι Ναυσιθόοιο·
βῆ δ’ ἅλαδε Κρονίην, αὐτόχθονα λαὸν ἀγείρας
Φαιήκων· σὺν γάρ οἱ ἄναξ πόρσυνε κέλευθον
ἥρως Ναυσίθοος· τόθι δ’ εἵσατο, καί μιν ἔπεφνον 550
Μέντορες, ἀγραύλοισιν ἀλεξόμενον περὶ βουσίν.
Ἀλλά, θεαί, πῶς τῆσδε παρὲξ ἁλός, ἀμφί τε γαῖαν
Αὐσονίην νήσους τε Λιγυστίδας, αἳ καλέονται
Στοιχάδες, Ἀργῴης περιώσια σήματα νηὸς
νημερτὲς πέφαται; τίς ἀπόπροθι τόσσον ἀνάγκη 555
καὶ χρειώ σφ’ ἐκόμισσε; τίνες σφέας ἤγαγον αὖραι;
Αὐτόν που μεγαλωστὶ δεδουπότος Ἀψύρτοιο
Ζῆνα, θεῶν βασιλῆα, χόλος λάβεν, οἷον ἔρεξαν.
Αἰαίης δ’ ὀλοὸν τεκμήρατο δήνεσι Κίρκης
αἷμ’ ἀπονιψαμένους, πρό τε μυρία πημανθέντας, 560
νοστήσειν. τὸ μὲν οὔτις ἀριστήων ἐνόησεν·
ἀλλ’ ἔθεον γαίης Ὑλληίδος ἐξανιόντες
τηλόθι· τὰς δ’ ἀπέλειπον, ὅσαι Κόλχοισι πάροιθεν
ἑξείης πλήθοντο Λιβυρνίδες εἰν ἁλὶ νῆσοι,
Ἴσσα τε Δυσκέλαδός τε καὶ ἱμερτὴ Πιτύεια. 565
αὐτὰρ ἔπειτ’ ἐπὶ τῇσι παραὶ Κέρκυραν ἵκοντο,
ἔνθα Ποσειδάων Ἀσωπίδα νάσσατο κούρην,
ἠύκομον Κέρκυραν, ἑκὰς Φλιουντίδος αἴης,
ἁρπάξας ὑπ’ ἔρωτι· μελαινομένην δέ μιν ἄνδρες
ναυτίλοι ἐκ πόντοιο κελαινῇ πάντοθεν ὕλῃ 570
δερκόμενοι Κέρκυραν ἐπικλείουσι Μέλαιναν.
τῇ δ’ ἐπὶ καὶ Μελίτην, λιαρῷ περιγηθέες οὔρῳ,
αἰπεινήν τε Κερωσσόν, ὕπερθε δὲ πολλὸν ἐοῦσαν
Νυμφαίην παράμειβον, ἵνα κρείουσα Καλυψὼ

Ἀτλαντὶς ναίεσκε· τὰ δ’ ἠεροειδέα λεύσσειν 575
οὔρεα δοιάζοντο Κεραύνια. καὶ τότε βουλὰς
ἀμφ’ αὐτοῖς Ζηνός τε μέγαν χόλον ἐφράσαθ’ Ἥρη.
μηδομένη δ’ ἄνυσιν τοῖο πλόου, ὦρσεν ἀέλλας
ἀντικρύ, ταῖς αὖτις ἀναρπάγδην φορέοντο
νήσου ἔπι κραναῆς Ἠλεκτρίδος. αὐτίκα δ’ ἄφνω 580
ἴαχεν ἀνδρομέῃ ἐνοπῇ μεσσηγὺ θεόντων
αὐδῆεν γλαφυρῆς νηὸς δόρυ, τό ῥ’ ἀνὰ μέσσην
στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ.
τοὺς δ’ ὀλοὸν μεσσηγὺ δέος λάβεν εἰσαΐοντας
φθογγήν τε Ζηνός τε βαρὺν χόλον. οὐ γὰρ ἀλύξειν 585
ἔννεπεν οὔτε πόρους δολιχῆς ἁλός, οὔτε θυέλλας
ἀργαλέας, ὅτε μὴ Κίρκη φόνον Ἀψύρτοιο
νηλέα νίψειεν· Πολυδεύκεα δ’ εὐχετάασθαι
Κάστορά τ’ ἀθανάτοισι θεοῖς ἤνωγε κελεύθους
Αὐσονίης ἔμπροσθε πορεῖν ἁλός, ᾗ ἔνι Κίρκην 590
δήουσιν, Πέρσης τε καὶ Ἠελίοιο θύγατρα.
Ὧς Ἀργὼ ἰάχησεν ὑπὸ κνέφας· οἱ δ’ ἀνόρουσαν
Τυνδαρίδαι, καὶ χεῖρας ἀνέσχεθον ἀθανάτοισιν
εὐχόμενοι τὰ ἕκαστα· κατηφείη δ’ ἔχεν ἄλλους
ἥρωας Μινύας. ἡ δ’ ἔσσυτο πολλὸν ἐπιπρὸ 595
λαίφεσιν, ἐς δ’ ἔβαλον μύχατον ῥόον Ἠριδανοῖο·
ἔνθα ποτ’ αἰθαλόεντι τυπεὶς πρὸς στέρνα κεραυνῷ
ἡμιδαὴς Φαέθων πέσεν ἅρματος Ἠελίοιο
λίμνης ἐς προχοὰς πολυβενθέος· ἡ δ’ ἔτι νῦν περ
τραύματος αἰθομένοιο βαρὺν ἀνακηκίει ἀτμόν. 600
οὐδέ τις ὕδωρ κεῖνο διὰ πτερὰ κοῦφα τανύσσας
οἰωνὸς δύναται βαλέειν ὕπερ· ἀλλὰ μεσηγὺς
φλογμῷ ἐπιθρῴσκει πεποτημένος. ἀμφὶ δὲ κοῦραι
Ἡλιάδες ταναῇσιν ἐελμέναι αἰγείροισιν,
μύρονται κινυρὸν μέλεαι γόον· ἐκ δὲ φαεινὰς 605

ἠλέκτρου λιβάδας βλεφάρων προχέουσιν ἔραζε,
αἱ μέν τ’ ἠελίῳ ψαμάθοις ἔπι τερσαίνονται·
εὖτ’ ἂν δὲ κλύζῃσι κελαινῆς ὕδατα λίμνης
ἠιόνας πνοιῇ πολυηχέος ἐξ ἀνέμοιο,
δὴ τότ’ ἐς Ἠριδανὸν προκυλίνδεται ἀθρόα πάντα 610
κυμαίνοντι ῥόῳ. Κελτοὶ δ’ ἐπὶ βάξιν ἔθεντο,
ὡς ἄρ’ Ἀπόλλωνος τάδε δάκρυα Λητοΐδαο
συμφέρεται δίναις, ἅ τε μυρία χεῦε πάροιθεν,
ἦμος Ὑπερβορέων ἱερὸν γένος εἰσαφίκανεν,
οὐρανὸν αἰγλήεντα λιπὼν ἐκ πατρὸς ἐνιπῆς, 615
χωόμενος περὶ παιδί, τὸν ἐν λιπαρῇ Λακερείῃ
δῖα Κορωνὶς ἔτικτεν ἐπὶ προχοῇς Ἀμύροιο.
καὶ τὰ μὲν ὧς κείνοισι μετ’ ἀνδράσι κεκλήισται.
τοὺς δ’ οὔτε βρώμης ᾕρει πόθος, οὐδὲ ποτοῖο,
οὔτ’ ἐπὶ γηθοσύνας τράπετο νόος. ἀλλ’ ἄρα τοίγε 620
ἤματα μὲν στρεύγοντο περιβληχρὸν βαρύθοντες
ὀδμῇ λευγαλέῃ, τήν ῥ’ ἄσχετον ἐξανίεσκον
τυφομένου Φαέθοντος ἐπιρροαὶ Ἠριδανοῖο·
νυκτὸς δ’ αὖ γόον ὀξὺν ὀδυρομένων ἐσάκουον
Ἡλιάδων λιγέως· τὰ δὲ δάκρυα μυρομένῃσιν 625
οἷον ἐλαιηραὶ στάγες ὕδασιν ἐμφορέοντο.
Ἐκ δὲ τόθεν Ῥοδανοῖο βαθὺν ῥόον εἰσαπέβησαν,
ὅς τ’ εἰς Ἠριδανὸν μετανίσσεται· ἄμμιγα δ’ ὕδωρ
ἐν ξυνοχῇ βέβρυκε κυκώμενον. αὐτὰρ ὁ γαίης
ἐκ μυχάτης, ἵνα τ’ εἰσὶ πύλαι καὶ ἐδέθλια Νυκτός, 630
ἔνθεν ἀπορνύμενος τῇ μέν τ’ ἐπερεύγεται ἀκτὰς
Ὠκεανοῦ, τῇ δ’ αὖτε μετ’ Ἰονίην ἅλα βάλλει,
τῇ δ’ ἐπὶ Σαρδόνιον πέλαγος καὶ ἀπείρονα κόλπον
ἑπτὰ διὰ στομάτων ἵει ῥόον. ἐκ δ’ ἄρα τοῖο
λίμνας εἰσέλασαν δυσχείμονας, αἵ τ’ ἀνὰ Κελτῶν 635
ἤπειρον πέπτανται ἀθέσφατον· ἔνθα κεν οἵγε

ἄτῃ ἀεικελίῃ πέλασαν. φέρε γάρ τις ἀπορρὼξ
κόλπον ἐς Ὠκεανοῖο, τὸν οὐ προδαέντες ἔμελλον
εἰσβαλέειν, τόθεν οὔ κεν ὑπότροποι ἐξεσάωθεν.
ἀλλ’ Ἥρη σκοπέλοιο καθ’ Ἑρκυνίου ἰάχησεν 640
οὐρανόθεν προθοροῦσα· φόβῳ δ’ ἐτίναχθεν ἀυτῆς
πάντες ὁμῶς· δεινὸν γὰρ ἐπὶ μέγας ἔβραχεν αἰθήρ.
ἂψ δὲ παλιντροπόωντο θεᾶς ὕπο, καί ῥ’ ἐνόησαν
τὴν οἶμον, τῇπέρ τε καὶ ἔπλετο νόστος ἰοῦσιν.
δηναιοὶ δ’ ἀκτὰς ἁλιμυρέας εἰσαφίκοντο 645
Ἥρης ἐννεσίῃσι, δι’ ἔθνεα μυρία Κελτῶν
καὶ Λιγύων περόωντες ἀδήιοι. ἀμφὶ γὰρ αἰνὴν
ἠέρα χεῦε θεὰ πάντ’ ἤματα νισσομένοισιν.
μεσσότατον δ’ ἄρα τοίγε διὰ στόμα νηὶ βαλόντες
Στοιχάδας εἰσαπέβαν νήσους σόοι εἵνεκα κούρων 650
Ζηνός· ὃ δὴ βωμοί τε καὶ ἱερὰ τοῖσι τέτυκται
ἔμπεδον· οὐδ’ οἶον κείνης ἐπίκουροι ἕποντο
ναυτιλίης· Ζεὺς δέ σφι καὶ ὀψιγόνων πόρε νῆας.
Στοιχάδας αὖτε λιπόντες ἐς Αἰθαλίην ἐπέρησαν
νῆσον, ἵνα ψηφῖσιν ἀπωμόρξαντο καμόντες 655
ἱδρῶ ἅλις· χροιῇ δὲ κατ’ αἰγιαλοῖο κέχυνται
εἴκελαι· ἐν δὲ σόλοι καὶ τεύχεα θέσκελα κείνων·
ἐν δὲ λιμὴν Ἀργῷος ἐπωνυμίην πεφάτισται.
Καρπαλίμως δ’ ἐνθένδε διὲξ ἁλὸς οἶδμα νέοντο
Αὐσονίης ἀκτὰς Τυρσηνίδας εἰσορόωντες· 660
ἷξον δ’ Αἰαίης λιμένα κλυτόν· ἐκ δ’ ἄρα νηὸς
πείσματ’ ἐπ’ ἠιόνων σχεδόθεν βάλον. ἔνθα δὲ Κίρκην
εὗρον ἁλὸς νοτίδεσσι κάρη ἐπιφαιδρύνουσαν·
τοῖον γὰρ νυχίοισιν ὀνείρασιν ἐπτοίητο.
αἵματί οἱ θάλαμοί τε καὶ ἕρκεα πάντα δόμοιο 665
μύρεσθαι δόκεον· φλὸξ δ’ ἀθρόα φάρμακ’ ἔδαπτεν,
οἷσι πάρος ξείνους θέλγ’ ἀνέρας, ὅστις ἵκοιτο·
τὴν δ’ αὐτὴ φονίῳ σβέσεν αἵματι πορφύρουσαν,

χερσὶν ἀφυσσαμένη· λῆξεν δ’ ὀλοοῖο φόβοιο.
τῶ καὶ ἐπιπλομένης ἠοῦς νοτίδεσσι θαλάσσης 670
ἐγρομένη πλοκάμους τε καὶ εἵματα φαιδρύνεσκεν.
θῆρες δ’ οὐ θήρεσσιν ἐοικότες ὠμηστῇσιν,
οὐδὲ μὲν οὐδ’ ἄνδρεσσιν ὁμὸν δέμας, ἄλλο δ’ ἀπ’ ἄλλων
συμμιγέες μελέων, κίον ἀθρόοι, ἠύτε μῆλα
ἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆι. 675
τοίους καὶ προτέρης ἐξ ἰλύος ἐβλάστησε
χθὼν αὐτὴ μικτοῖσιν ἀρηρεμένους μελέεσσιν,
οὔπω διψαλέῳ μάλ’ ὑπ’ ἠέρι πιληθεῖσα,
οὐδέ πω ἀζαλέοιο βολαῖς τόσον ἠελίοιο
ἰκμάδας αἰνυμένη· τὰ δ’ ἐπὶ στίχας ἤγαγεν αἰὼν 680
συγκρίνας· τὼς οἵγε φυὴν ἀίδηλοι ἕποντο.
ἥρωας δ’ ἕλε θάμβος ἀπείριτον· αἶψα δ’ ἕκαστος
Κίρκης εἴς τε φυήν, εἴς τ’ ὄμματα παπταίνοντες
ῥεῖα κασιγνήτην φάσαν ἔμμεναι Αἰήταο.
 Ἡ δ’ ὅτε δὴ νυχίων ἀπὸ δείματα πέμψεν ὀνείρων, 685
αὐτίκ’ ἔπειτ’ ἄψορρον ἀπέστιχε· τοὺς δ’ ἅμ’ ἕπεσθαι,
χειρὶ καταρρέξασα, δολοφροσύνῃσιν ἄνωγεν.
ἔνθ’ ἤτοι πληθὺς μὲν ἐφετμαῖς Αἰσονίδαο
μίμνεν ἀπηλεγέως· ὁ δ’ ἐρύσσατο Κολχίδα κούρην.
ἄμφω δ’ ἑσπέσθην αὐτὴν ὁδόν, ἔστ’ ἀφίκοντο 690
Κίρκης ἐς μέγαρον· τοὺς δ’ ἐν λιπαροῖσι κέλευεν
ἥγε θρόνοις ἕζεσθαι, ἀμηχανέουσα κιόντων.
τὼ δ’ ἄνεῳ καὶ ἄναυδοι ἐφ’ ἑστίῃ ἀίξαντε
ἵζανον, ἥ τε δίκη λυγροῖς ἱκέτῃσι τέτυκται,
ἡ μὲν ἐπ’ ἀμφοτέραις θεμένη χείρεσσι μέτωπα, 795
αὐτὰρ ὁ κωπῆεν μέγα φάσγανον ἐν χθονὶ πήξας,
ᾧπέρ τ’ Αἰήταο πάιν κτάνεν· οὐδέ ποτ’ ὄσσε
ἰθὺς ἐνὶ βλεφάροισιν ἀνέσχεθον. αὐτίκα δ’ ἔγνω
Κίρκη φύξιον οἶτον ἀλιτροσύνας τε φόνοιο.
τῶ καὶ ὀπιζομένη Ζηνὸς θέμιν Ἱκεσίοιο, 700

ὃς μέγα μὲν κοτέει, μέγα δ’ ἀνδροφόνοισιν ἀρήγει,
ῥέζε θυηπολίην, οἵῃ τ’ ἀπολυμαίνονται
νηλειεῖς ἱκέται, ὅτ’ ἐφέστιοι ἀντιόωσιν.
πρῶτα μὲν ἀτρέπτοιο λυτήριον ἥγε φόνοιο
τειναμένη καθύπερθε συὸς τέκος, ἧς ἔτι μαζοὶ 705
πλήμμυρον λοχίης ἐκ νηδύος, αἵματι χεῖρας
τέγγεν, ἐπιτμήγουσα δέρην· αὖτις δὲ καὶ ἄλλοις
μείλισσεν χύτλοισι, καθάρσιον ἀγκαλέουσα
Ζῆνα, παλαμναίων τιμήορον ἱκεσιάων.
καὶ τὰ μὲν ἀθρόα πάντα δόμων ἐκ λύματ’ ἔνεικαν 710
νηιάδες πρόπολοι, ταί οἱ πόρσυνον ἕκαστα.
ἡ δ’ εἴσω πελάνους μείλικτρά τε νηφαλίῃσιν
καῖεν ἐπ’ εὐχωλῇσι παρέστιος, ὄφρα χόλοιο
σμερδαλέας παύσειεν Ἐρινύας, ἠδὲ καὶ αὐτὸς
εὐμειδής τε πέλοιτο καὶ ἤπιος ἀμφοτέροισιν, 715
εἴτ’ οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας,
εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόωσιν.
Αὐτὰρ ἐπεὶ μάλα πάντα πονήσατο, δή τότ’ ἔπειτα
εἷσεν ἐπὶ ξεστοῖσιν ἀναστήσασα θρόνοισιν,
καὶ δ’ αὐτὴ πέλας ἷζεν ἐνωπαδίς. αἶψα δὲ μύθῳ 720
χρειὼ ναυτιλίην τε διακριδὸν ἐξερέεινεν.
ἠδ’ ὁπόθεν μετὰ γαῖαν ἑὴν καὶ δώματ’ ἰόντες
αὔτως ἱδρύνθησαν ἐφέστιοι. ἦ γὰρ ὀνείρων
μνῆστις ἀεικελίη δῦνεν φρένας ὁρμαίνουσαν·
ἵετο δ’ αὖ κούρης ἐμφύλιον ἴδμεναι ὀμφήν, 725
αὐτίχ’ ὅπως ἐνόησεν ἀπ’ οὔδεος ὄσσε βαλοῦσαν.
πᾶσα γὰρ Ἠελίου γενεὴ ἀρίδηλος ἰδέσθαι
ἦεν, ἐπεὶ βλεφάρων ἀποτηλόθι μαρμαρυγῇσιν
οἷόν τέ χρυσέην ἀντώπιον ἵεσαν αἴγλην.
ἡ δ’ ἄρα τῇ τὰ ἕκαστα διειρομένῃ κατελεξεν, 730
Κολχίδα γῆρυν ἱεῖσα, βαρύφρονος Αἰήταο

κούρη μειλιχίως, ἠμὲν στόλον ἠδὲ κελεύθους
ἡρώων, ὅσα τ’ ἀμφὶ θοοῖς ἐμόγησαν ἀέθλοις,
ὥς τε κασιγνήτης πολυκηδέος ἤλιτε βουλαῖς,
ὥς τ’ ἀπονόσφιν ἄλυξεν ὑπέρβια δείματα πατρὸς 735
σὺν παισὶν Φρίξοιο· φόνον δ’ ἀλέεινεν ἐνισπεῖν
Ἀψύρτου. τὴν δ’ οὔτι νόῳ λάθεν· ἀλλὰ καὶ ἔμπης
μυρομένην ἐλέαιρεν, ἔπος δ’ ἐπὶ τοῖον ἔειπεν·
«Σχετλίη, ἦ ῥα κακὸν καὶ ἀεικέα μήσαο νόστον.
ἔλπομαι οὐκ ἐπὶ δήν σε βαρὺν χόλον Αἰήταο 740
ἐκφυγέειν· τάχα δ’ εἶσι καὶ Ἑλλάδος ἤθεα γαίης
τισόμενος φόνον υἷος, ὅτ’ ἄσχετα ἔργ’ ἐτέλεσσας.
ἀλλ’ ἐπεὶ οὖν ἱκέτις καὶ ὁμόγνιος ἔπλευ ἐμεῖο,
ἄλλο μὲν οὔτι κακὸν μητίσομαι ἐνθάδ’ ἰούσῃ·
ἔρχεο δ’ ἐκ μεγάρων ξείνῳ συνοπηδὸς ἐοῦσα, 745
ὅντινα τοῦτον ἄιστον ἀείραο πατρὸς ἄνευθεν·
μηδέ με γουνάσσηαι ἐφέστιος, οὐ γὰρ ἔγωγε
αἰνήσω βουλάς τε σέθεν καὶ ἀεικέα φύξιν.»
Ὧς φάτο· τὴν δ’ ἀμέγαρτον ἄχος λάβεν· ἀμφὶ δὲ πέπλον
ὀφθαλμοῖσι βαλοῦσα γόον χέεν, ὄφρα μιν ἥρως 750
χειρὸς ἐπισχόμενος μεγάρων ἐξῆγε θύραζε
δείματι παλλομένην· λεῖπον δ’ ἀπὸ δώματα Κίρκης.
Οὐδ’ ἄλοχον Κρονίδαο Διὸς λάθον· ἀλλά οἱ Ἶρις
πέφραδεν, εὖτ’ ἐνόησεν ἀπὸ μεγάροιο κιόντας.
αὐτὴ γάρ μιν ἄνωγε δοκευέμεν, ὁππότε νῆα 755
στείχοιεν· τὸ καὶ αὖτις ἐποτρύνουσ’ ἀγόρευεν·
«Ἶρι φίλη, νῦν, εἴ ποτ’ ἐμὰς ἐτέλεσσας ἐφετμάς,
εἰ δ’ ἄγε λαιψηρῇσι μετοιχομένη πτερύγεσσιν,
δεῦρο Θέτιν μοι ἄνωχθι μολεῖν ἁλὸς ἐξανιοῦσαν.
κείνης γὰρ χρειώ με κιχάνεται. αὐτὰρ ἔπειτα 760
ἐλθεῖν εἰς ἀκτάς, ὅθι τ’ ἄκμονες Ἡφαίστοιο
χάλκειοι στιβαρῇσιν ἀράσσονται τυπίδεσσιν·

εἰπὲ δὲ κοιμῆσαι φύσας πυρός, εἰσόκεν Ἀργὼ
τάσγε παρεξελάσῃσιν. ἀτὰρ καὶ ἐς Αἴολον ἐλθεῖν,
Αἴολον, ὅς τ’ ἀνέμοις αἰθρηγενέεσσιν ἀνάσσει· 765
καὶ δὲ τῷ εἰπέμεναι τὸν ἐμὸν νόον, ὥς κεν ἀήτας
πάντας ἀπολλήξειεν ὑπ’ ἠέρι, μηδέ τις αὔρη
τρηχύνοι πέλαγος· Ζεφύρου γε μὲν οὖρος ἀήτω,
ὄφρ’ οἵγ’ Ἀλκινόου Φαιηκίδα νῆσον ἵκωνται.»
 Ὧς ἔφατ’· αὐτίκα δ’ Ἶρις ἀπ’ Οὐλύμποιο θοροῦσα 770
τέμνε, τανυσσαμένη κοῦφα πτερά. δῦ δ’ ἐνὶ πόντῳ
Αἰγαίῳ, τόθι πέρ τε δόμοι Νηρῆος ἔασιν.
πρώτην δ’ εἰσαφίκανε Θέτιν, καὶ ἐπέφραδε μῦθον
Ἥρης ἐννεσίῃς, ὦρσέν τέ μιν εἰς ἓ νέεσθαι.
δεύτερα δ’ εἰς Ἥφαιστον ἐβήσατο· παῦσε δὲ τόνγε 775
ῥίμφα σιδηρείων τυπίδων· ἔσχοντο δ’ ἀυτμῆς
αἰθαλέοι πρηστῆρες. ἀτὰρ τρίτον εἰσαφίκανεν
Αἴολον Ἱππότεω παῖδα κλυτόν. ὄφρα δὲ καὶ τῷ
ἀγγελίην φαμένη θοὰ γούνατα παῦσεν ὁδοῖο,
τόφρα Θέτις Νηρῆα κασιγνήτας τε λιποῦσα 780
ἐξ ἁλὸς Οὔλυμπόνδε θεὰν μετεκίαθεν Ἥρην·
ἡ δέ μιν ἆσσον ἑοῖο παρεῖσέ τε, φαῖνέ τε μῦθον·
«Κέκλυθι νῦν, Θέτι δῖα, τά τοι ἐπιέλδομ’ ἐνισπεῖν.
οἶσθα μέν, ὅσσον ἐμῇσιν ἐνὶ φρεσὶ τίεται ἥρως
Αἰσονίδης, οἱ δ’ ἄλλοι ἀοσσητῆρες ἀέθλου, 785
οἵως τέ σφ’ ἐσάωσα διὰ πλαγκτὰς περόωντας
πέτρας, ἔνθα πάρος δειναὶ βρομέουσι θύελλαι,
κύματά τε σκληρῇσι περιβλύει σπιλάδεσσιν.
νῦν δὲ παρὰ Σκύλλης σκόπελον μέγαν ἠδὲ Χάρυβδιν
δεινὸν ἐρευγομένην δέχεται ὁδός. ἀλλά σε γὰρ δὴ 790
ἐξέτι νηπυτίης αὐτὴ τρέφον ἠδ’ ἀγάπησα
ἔξοχον ἀλλάων, αἵ τ’ εἰν ἁλὶ ναιετάουσιν,
οὕνεκεν οὐκ ἔτλης εὐνῇ Διὸς ἱεμένοιο

λέξασθαι. κείνῳ γὰρ ἀεὶ τάδε ἔργα μέμηλεν,
ἠὲ σὺν ἀθανάταις ἠὲ θνητῇσιν ἰαύειν. 795
ἀλλ’ ἐμὲ αἰδομένη καὶ ἐνὶ φρεσὶ δειμαίνουσα,
ἠλεύω· ὁ δ’ ἔπειτα πελώριον ὅρκον ὄμοσσεν,
μήποτέ σ’ ἀθανάτοιο θεοῦ καλέεσθαι ἄκοιτιν.
ἔμπης δ’ οὐ μεθίεσκεν ὀπιπεύων ἀέκουσαν,
εἰσότε οἱ πρέσβειρα Θέμις κατέλεξεν ἅπαντα, 800
ὡς δή τοι πέπρωται ἀμείνονα πατρὸς ἑοῖο
παῖδα τεκεῖν· τῶ καί σε λιλαιόμενος μεθέηκεν,
δείματι, μή τις ἑοῦ ἀντάξιος ἄλλος ἀνάσσοι
ἀθανάτων, ἀλλ’ αἰὲν ἑὸν κράτος εἰρύοιτο.
αὐτὰρ ἐγὼ τὸν ἄριστον ἐπιχθονίων πόσιν εἶναι 805
δῶκά τοι, ὄφρα γάμου θυμηδέος ἀντιάσειας,
τέκνα τε φιτύσαιο· θεοὺς δ’ ἐς δαῖτ’ ἐκάλεσσα
πάντας ὁμῶς· αὐτὴ δὲ σέλας χείρεσσιν ἀνέσχον
νυμφίδιον, κείνης ἀγανόφρονος εἵνεκα τιμῆς.
ἀλλ’ ἄγε καί τινά τοι νημερτέα μῦθον ἐνίψω. 810
εὖτ’ ἂν ἐς Ἠλύσιον πεδίον τεὸς υἱὸς ἵκηται,
ὃν δὴ νῦν Χείρωνος ἐν ἤθεσι Κενταύροιο
νηιάδες κομέουσι τεοῦ λίπτοντα γάλακτος,
χρειώ μιν κούρης πόσιν ἔμμεναι Αἰήταο
Μηδείης· σὺ δ’ ἄρηγε νυῷ ἑκυρή περ ἐοῦσα, 815
ἠδ’ αὐτῷ Πηλῆι. τί τοι χόλος ἐστήρικται;
ἀάσθη. καὶ γάρ τε θεοὺς ἐπινίσσεται ἄτη.
ναὶ μὲν ἐφημοσύνῃσιν ἐμαῖς Ἥφαιστον ὀίω
λωφήσειν πρήσοντα πυρὸς μένος, Ἱπποτάδην δὲ
Αἴολον ὠκείας ἀνέμων ἄικας ἐρύξειν, 820
νόσφιν ἐυσταθέος ζεφύρου, τείως κεν ἵκωνται
Φαιήκων λιμένας· σὺ δ’ ἀκηδέα μήδεο νόστον.
δεῖμα δέ τοι πέτραι καὶ ὑπέρβια κύματ’ ἔασιν
μοῦνον, ἅ κεν τρέψαιο κασιγνήτῃσι σὺν ἄλλαις.

μηδὲ σύγ’ ἠὲ Χάρυβδιν ἀμηχανέοντας ἐάσῃς 825
ἐσβαλέειν, μὴ πάντας ἀναβρόξασα φέρῃσιν,
ἠὲ παρὰ Σκύλλης στυγερὸν κευθμῶνα νέεσθαι,
Σκύλλης Αὐσονίης ὀλοόφρονος, ἣν τέκε Φόρκυι
νυκτιπόλος Ἑκάτη, τήν τε κλείουσι Κράταιιν,
μή πως σμερδαλέῃσιν ἐπαΐξασα γένυσσιν 830
λεκτοὺς ἡρώων δηλήσεται. ἀλλ’ ἔχε νῆα
κεῖσ’, ὅθι περ τυτθή γε παραίβασις ἔσσετ’ ὀλέθρου.»
Ὧς φάτο· τὴν δὲ Θέτις τοίῳ προσελέξατο μύθῳ·
«Εἰ μὲν δὴ μαλεροῖο πυρὸς μένος ἠδὲ θύελλαι
ζαχρηεῖς λήξουσιν ἐτήτυμον, ἦ τ’ ἂν ἔγωγε 835
θαρσαλέη φαίην, καὶ κύματος ἀντιόωντος
νῆα σαωσέμεναι, ζεφύρου λίγα κινυμένοιο.
ἀλλ’ ὥρη δολιχήν τε καὶ ἄσπετον οἶμον ὁδεύειν,
ὄφρα κασιγνήτας μετελεύσομαι, αἵ μοι ἀρωγοὶ
ἔσσονται, καὶ νηὸς ὅθι πρυμνήσι’ ἀνῆπται, 840
ὥς κεν ὑπηῷοι μνησαίατο νόστον ἑλέσθαι.»
Ἦ, καὶ ἀναΐξασα κατ’ αἰθέρος ἔμπεσε δίναις
κυανέου πόντοιο· κάλει δ’ ἐπαμυνέμεν ἄλλας
αὐτοκασιγνήτας Νηρηίδας· αἱ δ’ ἀίουσαι
ἤντεον ἀλλήλῃσι· Θέτις δ’ ἀγόρευεν ἐφετμὰς 845
Ἥρης· αἶψα δ’ ἴαλλε μετ’ Αὐσονίην ἅλα πάσας.
αὐτὴ δ’ ὠκυτέρη ἀμαρύγματος ἠὲ βολάων
ἠελίου, ὅτ’ ἄνεισι περαίης ὑψόθι γαίης,
σεύατ’ ἴμεν λαιψηρὰ δι’ ὕδατος, ἔστ’ ἀφίκανεν
ἀκτὴν Αἰαίην Τυρσηνίδος ἠπείροιο. 850
τοὺς δ’ εὗρεν παρὰ νηὶ σόλῳ ῥιπῇσί τ’ ὀιστῶν
τερπομένους· ἡ δ’ ἆσσον ὀρεξαμένη χερὸς ἄκρης
Αἰακίδεω Πηλῆος· ὁ γάρ ῥά οἱ ἦεν ἀκοίτης·
οὐδέ τις εἰσιδέειν δύνατ’ ἔμπεδον, ἀλλ’ ἄρα τῷγε
οἴῳ ἐν ὀφθαλμοῖσιν ἐείσατο, φώνησέν τε· 855

«Μηκέτι νῦν ἀκταῖς Τυρσηνίσιν ἧσθε μένοντες,
ἠῶθεν δὲ θοῆς πρυμνήσια λύετε νηός,
Ἥρῃ πειθόμενοι ἐπαρηγόνι. τῆς γὰρ ἐφετμῇς
πασσυδίῃ κοῦραι Νηρηίδες ἀντιόωσιν,
νῆα διὲκ πέτρας, αἵ τε Πλαγκταὶ καλέονται, 860
ῥυσόμεναι. κείνη γὰρ ἐναίσιμος ὔμμι κέλευθος.
ἀλλὰ σὺ μή τῳ ἐμὸν δείξῃς δέμας, εὖτ’ ἂν ἴδηαι
ἀντομένην σὺν τῇσι· νόῳ δ’ ἔχε, μή με χολώσῃς
πλεῖον ἔτ’, ἢ τὸ πάροιθεν ἀπηλεγέως ἐχόλωσας.»
 Ἦ, καὶ ἔπειτ’ ἀίδηλος ἐδύσατο βένθεα πόντου· 865
τὸν δ’ ἄχος αἰνὸν ἔτυψεν, ἐπεὶ πάρος οὐκέτ’ ἰοῦσαν
ἔδρακεν, ἐξότε πρῶτα λίπεν θάλαμόν τε καὶ εὐνὴν
χωσαμένη Ἀχιλῆος ἀγαυοῦ νηπιάχοντος.
ἡ μὲν γὰρ βροτέας αἰεὶ περὶ σάρκας ἔδαιεν
νύκτα διὰ μέσσην φλογμῷ πυρός· ἤματα δ’ αὖτε 870
ἀμβροσίῃ χρίεσκε τέρεν δέμας, ὄφρα πέλοιτο
ἀθάνατος, καί οἱ στυγερὸν χροῒ γῆρας ἀλάλκοι.
αὐτὰρ ὅγ’ ἐξ εὐνῆς ἀνεπάλμενος εἰσενόησεν
παῖδα φίλον σπαίροντα διὰ φλογός· ἧκε δ’ ἀυτὴν
σμερδαλέην ἐσιδών, μέγα νήπιος· ἡ δ’ ἀίουσα 875
τὸν μὲν ἄρ’ ἁρπάγδην χαμάδις βάλε κεκληγῶτα,
αὐτὴ δὲ πνοιῇ ἰκέλη δέμας, ἠύτ’ ὄνειρος,
βῆ ῥ’ ἴμεν ἐκ μεγάροιο θοῶς, καὶ ἐσήλατο πόντον
χωσαμένη· μετὰ δ’ οὔτι παλίσσυτος ἵκετ’ ὀπίσσω.
τῶ μιν ἀμηχανίη δῆσεν φρένας· ἀλλὰ καὶ ἔμπης 880
πᾶσαν ἐφημοσύνην Θέτιδος μετέειπεν ἑταίροις.
οἱ δ’ ἄρα μεσσηγὺς λῆξαν καὶ ἔπαυσαν ἀέθλους
ἐσσυμένως, δόρπον τε χαμεύνας τ’ ἀμφεπένοντο,
τῇς ἔνι δαισάμενοι νύκτ’ ἄεσαν, ὡς τὸ πάροιθεν.
 Ἦμος δ’ ἄκρον ἔβαλλε φαεσφόρος οὐρανὸν Ἠώς, 885
δὴ τότε λαιψηροῖο κατηλυσίῃ ζεφύροιο

βαῖνον ἐπὶ κληῖδας ἀπὸ χθονός· ἐκ δὲ βυθοῖο
εὐναίας εἷλκον περιγηθέες ἄλλα τε πάντα
ἄρμενα μηρύοντο κατὰ χρέος· ὕψι δὲ λαῖφος
εἴρυσσαν τανύσαντες ἐν ἱμάντεσσι κεραίης. 890
νῆα δ’ ἐυκραὴς ἄνεμος φέρεν. αἶψα δὲ νῆσον
καλήν, Ἀνθεμόεσσαν ἐσέδρακον, ἔνθα λίγειαι
Σειρῆνες σίνοντ’ Ἀχελωίδες ἡδείῃσιν
θέλγουσαι μολπῇσιν, ὅτις παρὰ πεῖσμα βάλοιτο.
τὰς μὲν ἄρ’ εὐειδὴς Ἀχελωίῳ εὐνηθεῖσα 895
γείνατο Τερψιχόρη, Μουσέων μία· καί ποτε Δηοῦς
θυγατέρ’ ἰφθίμην ἀδμῆτ’ ἔτι πορσαίνεσκον
ἄμμιγα μελπόμεναι· τότε δ’ ἄλλο μὲν οἰωνοῖσιν,
ἄλλο δὲ παρθενικῇς ἐναλίγκιαι ἔσκον ἰδέσθαι.
αἰεὶ δ’ εὐόρμου δεδοκημέναι ἐκ περιωπῆς 900
ἦ θαμὰ δὴ πολέων μελιηδέα νόστον ἕλοντο,
τηκεδόνι φθινύθουσαι· ἀπηλεγέως δ’ ἄρα καὶ τοῖς
ἵεσαν ἐκ στομάτων ὄπα λείριον. οἱ δ’ ἀπὸ νηὸς
ἤδη πείσματ’ ἔμελλον ἐπ’ ἠιόνεσσι βαλέσθαι,
εἰ μὴ ἄρ’ Οἰάγροιο πάις Θρηίκιος Ὀρφεὺς 905
Βιστονίην ἐνὶ χερσὶν ἑαῖς φόρμιγγα τανύσσας
κραιπνὸν ἐυτροχάλοιο μέλος κανάχησεν ἀοιδῆς,
ὄφρ’ ἄμυδις κλονέοντος ἐπιβρομέωνται ἀκουαὶ
κρεγμῷ· παρθενικὴν δ’ ἐνοπὴν ἐβιήσατο φόρμιγξ.
νῆα δ’ ὁμοῦ ζέφυρός τε καὶ ἠχῆεν φέρε κῦμα 910
πρυμνόθεν ὀρνύμενον· ταὶ δ’ ἄκριτον ἵεσαν αὐδήν.
ἀλλὰ καὶ ὧς Τελέοντος ἐὺς πάις, οἶος ἑταίρων
προφθάμενος, ξεστοῖο κατὰ ζυγοῦ ἔνθορε πόντῳ
Βούτης, Σειρήνων λιγυρῇ ὀπὶ θυμὸν ἰανθείς·
νῆχε δὲ πορφυρέοιο δι’ οἴδματος, ὄφρ’ ἐπιβαίη, 915
σχέτλιος. ἦ τέ οἱ αἶψα καταυτόθι νόστον ἀπηύρων,
ἀλλά μιν οἰκτείρασα θεὰ Ἔρυκος μεδέουσα

Κύπρις ἔτ’ ἐν δίναις ἀνερέψατο, καί ῥ’ ἐσάωσεν
πρόφρων ἀντομένη Λιλυβηίδα ναιέμεν ἄκρην.
οἱ δ’ ἄχεϊ σχόμενοι τὰς μὲν λίπον, ἄλλα δ’ ὄπαζον 920
κύντερα μιξοδίῃσιν ἁλὸς ῥαιστήρια νηῶν.
τῇ μὲν γὰρ Σκύλλης λισσὴ προυφαίνετο πέτρη·
τῇ δ’ ἄμοτον βοάασκεν ἀναβλύζουσα Χάρυβδις·
ἄλλοθι δὲ Πλαγκταὶ μεγάλῳ ὑπὸ κύματι πέτραι
ῥόχθεον, ᾗχι πάροιθεν ἀπέπτυεν αἰθομένη φλὸξ 925
ἄκρων ἐκ σκοπέλων, πυριθαλπέος ὑψόθι πέτρης,
καπνῷ δ’ ἀχλυόεις αἰθὴρ πέλεν, οὐδέ κεν αὐγὰς
ἔδρακες ἠελίοιο. τότ’ αὖ λήξαντος ἀπ’ ἔργων
Ἡφαίστου θερμὴν ἔτι κήκιε πόντος ἀυτμήν.
ἔνθα σφιν κοῦραι Νηρηίδες ἄλλοθεν ἄλλαι 930
ἤντεον· ἡ δ’ ὄπιθεν πτέρυγος θίγε πηδαλίοιο
δῖα Θέτις, Πλαγκτῇσιν ἐνὶ σπιλάδεσσιν ἐρύσσαι.
ὡς δ’ ὁπόταν δελφῖνες ὑπὲξ ἁλὸς εὐδιόωντες
σπερχομένην ἀγεληδὸν ἑλίσσωνται περὶ νῆα,
ἄλλοτε μἑν προπάροιθεν ὁρώμενοι, ἄλλοτ’ ὄπισθεν, 935
ἄλλοτε παρβολάδην, ναύτῃσι δὲ χάρμα τέτυκται·
ὧς αἱ ὑπεκπροθέουσαι ἐπήτριμοι εἱλίσσοντο
Ἀργῴῃ περὶ νηί, Θέτις δ’ ἴθυνε κέλευθον.
καί ῥ’ ὅτε δὴ Πλαγκτῇσιν ἐνιχρίμψεσθαι ἔμελλον,
αὐτίκ’ ἀνασχόμεναι λευκοῖς ἐπὶ γούνασι πέζας, 940
ὑψοῦ ἐπ’ αὐτάων σπιλάδων καὶ κύματος ἀγῆς
ῥώοντ’ ἔνθα καὶ ἔνθα διασταδὸν ἀλλήλῃσιν.
τὴν δὲ παρηορίην κόπτεν ῥόος· ἀμφὶ δὲ κῦμα
λάβρον ἀειρόμενον πέτραις ἐπικαχλάζεσκεν,
αἵ θ’ ὁτὲ μὲν κρημνοῖς ἐναλίγκιαι ἠέρι κῦρον, 945
ἄλλοτε δὲ βρύχιαι νεάτῳ ὑπὸ πυθμένι πόντου
ἠρήρειν, τὸ δὲ πολλὸν ὑπείρεχεν ἄγριον οἶδμα.
αἱ δ’, ὥστ’ ἠμαθόεντος ἐπισχεδὸν αἰγιαλοῖο

παρθενικαί, δίχα κόλπον ἐπ’ ἰξύας εἱλίξασαι
σφαίρῃ ἀθύρουσιν περιηγέι· αἱ μὲν ἔπειτα 950
ἄλλη ὑπ’ ἐξ ἄλλης δέχεται καὶ ἐς ἠέρα πέμπει
ὕψι μεταχρονίην· ἡ δ’ οὔποτε πίλναται οὔδει·
ὧς αἱ νῆα θέουσαν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη
πέμπε διηερίην ἐπὶ κύμασιν, αἰὲν ἄπωθεν
πετράων· περὶ δέ σφιν ἐρευγόμενον ζέεν ὕδωρ. 955
τὰς δὲ καὶ αὐτὸς ἄναξ κορυφῆς ἔπι λισσάδος ἄκρης
ὀρθὸς ἐπὶ στελεῇ τυπίδος βαρὺν ὦμον ἐρείσας
Ἥφαιστος θηεῖτο, καὶ αἰγλήεντος ὕπερθεν
οὐρανοῦ ἑστηυῖα Διὸς δάμαρ· ἀμφὶ δ’ Ἀθήνῃ
βάλλε χέρας, τοῖόν μιν ἔχεν δέος εἰσορόωσαν. 960
ὅσση δ’ εἰαρινοῦ μηκύνεται ἤματος αἶσα,
τοσσάτιον μογέεσκον ἐπὶ χρόνον, ὀχλίζουσαι
νῆα διὲκ πέτρας πολυηχέας· οἱ δ’ ἀνέμοιο
αὖτις ἐπαυρόμενοι προτέρω θέον· ὦκα δ’ ἄμειβον
Θρινακίης λειμῶνα, βοῶν τροφὸν Ἠελίοιο. 965
ἔνθ’ αἱ μὲν κατὰ βένθος ἀλίγκιαι αἰθυίῃσιν
δῦνον, ἐπεί ῥ’ ἀλόχοιο Διὸς πόρσυνον ἐφετμάς.
τοὺς δ’ ἄμυδις βληχή τε δι’ ἠέρος ἵκετο μήλων,
μυκηθμός τε βοῶν αὐτοσχεδὸν οὔατ’ ἔβαλλεν.
καὶ τὰ μὲν ἑρσήεντα κατὰ δρία ποιμαίνεσκεν 970
ὁπλοτέρη Φαέθουσα θυγατρῶν Ἠελίοιο,
ἀργύρεον χαῖον παλάμῃ ἔνι πηχύνουσα·
Λαμπετίη δ’ ἐπὶ βουσὶν ὀρειχάλκοιο φαεινοῦ
πάλλεν ὀπηδεύουσα καλαύροπα. τὰς δὲ καὶ αὐτοὶ
βοσκομένας ποταμοῖο παρ’ ὕδασιν εἰσορόωντο 975
ἂμ πεδίον καὶ ἕλος λειμώνιον· οὐδέ τις ἦεν
κυανέη μετὰ τῇσι δέμας, πᾶσαι δὲ γάλακτι
εἰδόμεναι, χρυσέοις κεράεσσιν κυδιάασκον.

καὶ μὲν τὰς παράμειβον ἐπ’ ἤματι· νυκτὶ δ’ ἰούσῃ
πεῖρον ἁλὸς μέγα λαῖτμα κεχαρμένοι, ὄφρα καὶ αὖτις 980
Ἠὼς ἠριγενὴς φέγγος βάλε νισσομένοισιν.
Ἔστι δέ τις πορθμοῖο παροιτέρη Ἰονίοιο
ἀμφιλαφὴς πίειρα Κεραυνίῃ εἰν ἁλὶ νῆσος,
ᾗ ὕπο δὴ κεῖσθαι δρέπανον φάτις—ἵλατε Μοῦσαι,
οὐκ ἐθέλων ἐνέπω προτέρων ἔπος—ᾧ ἀπὸ πατρὸς 985
μήδεα νηλειῶς ἔταμεν Κρόνος· οἱ δέ ἑ Δηοῦς
κλείουσι χθονίης καλαμητόμον ἔμμεναι ἅρπην.
Δηὼ γὰρ κείνῃ ἐνὶ δή ποτε νάσσατο γαίῃ,
Τιτῆνας δ’ ἔδαε στάχυν ὄμπνιον ἀμήσασθαι,
Μάκριδα φιλαμένη. Δρεπάνη τόθεν ἐκλήισται 990
οὔνομα, Φαιήκων ἱερὴ τροφός· ὧς δὲ καὶ αὐτοὶ
αἵματος Οὐρανίοιο γένος Φαίηκες ἔασιν.
τοὺς Ἀργὼ πολέεσσιν ἐνισχομένη καμάτοισιν
Θρινακίης αὔρῃς ἵκετ’ ἐξ ἁλός· οἱ δ’ ἀγανῇσιν
Ἀλκίνοος λαοί τε θυηπολίῃσιν ἰόντας 995
δειδέχατ’ ἀσπασίως· ἐπὶ δέ σφισι καγχαλάασκεν
πᾶσα πόλις· φαίης κεν ἑοῖς ἐπὶ παισὶ γάνυσθαι.
καὶ δ’ αὐτοὶ ἥρωες ἀνὰ πληθὺν κεχάροντο,
τῷ ἴκελοι, οἷόν τε μεσαιτάτῃ ἐμβεβαῶτες
Αἱμονίῃ· μέλλον δὲ βοῇ ἔνι θωρήξεσθαι· 1000
ὧδε μάλ’ ἀγχίμολον στρατὸς ἄσπετος ἐξεφαάνθη
Κόλχων, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας
Κυανέας μαστῆρες ἀριστήων ἐπέρησαν.
Μήδειαν δ’ ἔξαιτον ἑοῦ ἐς πατρὸς ἄγεσθαι
ἵεντ’ ἀπροφάτως, ἠὲ στονόεσσαν ἀυτὴν 1005
νωμήσειν χαλεπῇσιν ὁμόκλεον ἀτροπίῃσιν
αὖθί τε καὶ μετέπειτα σὺν Αἰήταο κελεύθῳ.
ἀλλά σφεας κατέρυκεν ἐπειγομένους πολέμοιο
κρείων Ἀλκίνοος. λελίητο γὰρ ἀμφοτέροισιν
δηιοτῆτος ἄνευθεν ὑπέρβια νείκεα λῦσαι. 1010

κούρη δ’ οὐλομένῳ ὑπὸ δείματι πολλὰ μὲν αὐτοὺς
Αἰσονίδεω ἑτάρους μειλίσσετο, πολλὰ δὲ χερσὶν
Ἀρήτης γούνων ἀλόχου θίγεν Ἀλκινόοιο·
«Γουνοῦμαι, βασίλεια· σὺ δ’ ἵλαθι, μηδέ με Κόλχοις
ἐκδώῃς ᾧ πατρὶ κομιζέμεν, εἴ νυ καὶ αὐτὴ 1015
ἀνθρώπων γενεῆς μία φέρβεαι, οἷσιν ἐς ἄτην
ὠκύτατος κούφῃσι θέει νόος ἀμπλακίῃσιν.
ὡς ἐμοὶ ἐκ πυκιναὶ ἔπεσον φρένες, οὐ μὲν ἕκητι
μαργοσύνης. ἴστω δ’ ἱερὸν φάος Ἠελίοιο,
ἴστω νυκτιπόλου Περσηίδος ὄργια κούρης, 1020
μὴ μὲν ἐγὼν ἐθέλουσα σὺν ἀνδράσιν ἀλλοδαποῖσιν
κεῖθεν ἀφωρμήθην· στυγερὸν δέ με τάρβος ἔπεισεν
τῆσγε φυγῆς μνήσασθαι, ὅτ’ ἤλιτον· οὐδέ τις ἄλλη
μῆτις ἔην. ἔτι μοι μίτρη μένει, ὡς ἐνὶ πατρὸς
δώμασιν, ἄχραντος καὶ ἀκήρατος. ἀλλ’ ἐλέαιρε, 1025
πότνα, τεόν τε πόσιν μειλίσσεο· σοὶ δ’ ὀπάσειαν
ἀθάνατοι βίοτόν τε τελεσφόρον ἀγλαΐην τε
καὶ παῖδας καὶ κῦδος ἀπορθήτοιο πόληος.»
Τοῖα μὲν Ἀρήτην γουνάζετο δάκρυ χέουσα·
τοῖα δ’ ἀριστήων ἐναμοιβαδὶς ἄνδρα ἕκαστον· 1030
«Ὑμέων, ὦ πέρι δὴ μέγα φέρτατοι, ἀμφί τ’ ἀέθλοις
οὕνεκεν ὑμετέροισιν, ἀτύζομαι· ἧς ἰότητι
ταύρους τ’ ἐζεύξασθε, καὶ ἐκ θέρος οὐλοὸν ἀνδρῶν
κείρατε γηγενέων· ἧς εἵνεκεν Αἱμονίηνδε
χρύσεον αὐτίκα κῶας ἀνάξετε νοστήσαντες. 1035
ἥδ’ ἐγώ, ἣ πάτρην τε καὶ οὓς ὤλεσσα τοκῆας,
ἣ δόμον, ἣ σύμπασαν ἐυφροσύνην βιότοιο·
ὔμμι δὲ καὶ πάτρην καὶ δώματα ναιέμεν αὖτις
ἤνυσα· καὶ γλυκεροῖσιν ἔτ’ εἰσόψεσθε τοκῆας
ὄμμασιν· αὐτὰρ ἐμοὶ ἀπὸ δὴ βαρὺς εἵλετο δαίμων 1040
ἀγλαΐας· στυγερὴ δὲ σὺν ὀθνείοις ἀλάλημαι.

δείσατε συνθεσίας τε καὶ ὅρκια, δείσατ’ Ἐρινὺν
Ἱκεσίην, νέμεσίν τε θεῶν, ἐς χεῖρας ἰοῦσαν
Αἰήτεω λώβῃ πολυπήμονι δῃωθῆναι.
οὐ νηούς, οὐ πύργον ἐπίρροθον, οὐκ ἀλεωρὴν 1045
ἄλλην, οἰόθι δὲ προτιβάλλομαι ὑμέας αὐτους.
σχέτλιοι ἀτροπίης καὶ ἀνηλέες· οὐδ’ ἐνὶ θυμῷ
αἰδεῖσθε ξείνης μ’ ἐπὶ γούνατα χεῖρας ἀνάσσης
δερκόμενοι τείνουσαν ἀμήχανον· ἀλλά κε πᾶσιν,
κῶας ἑλεῖν μεμαῶτες, ἐμίξατε δούρατα Κόλχοις 1050
αὐτῷ τ’ Αἰήτῃ ὑπερήνορι· νῦν δ’ ἐλάθεσθε
ἠνορέης, ὅτε μοῦνοι ἀποτμηγέντες ἔασιν.»
Ὧς φάτο λισσομένη· τῶν δ’ ὅντινα γουνάζοιτο,
ὅς μιν θαρσύνεσκεν ἐρητύων ἀχέουσαν.
σεῖον δ’ ἐγχείας εὐήκεας ἐν παλάμῃσιν, 1055
φάσγανά τ’ ἐκ κολεῶν. οὐδὲ σχήσεσθαι ἀρωγῆς
ἔννεπον, εἴ κε δίκης ἀλιτήμονος ἀντιάσειεν.
στρευγομένοις δ’ ἀν’ ὅμιλον ἐπήλυθεν εὐνήτειρα
Νὺξ ἔργων ἄνδρεσσι, κατευκήλησε δὲ πᾶσαν
γαῖαν ὁμῶς· τὴν δ’ οὔτι μίνυνθά περ εὔνασεν ὕπνος, 1060
ἀλλά οἱ ἐν στέρνοις ἀχέων εἱλίσσετο θυμός.
οἷον ὅτε κλωστῆρα γυνὴ ταλαεργὸς ἑλίσσει
ἐννυχίη· τῇ δ’ ἀμφὶ κινύρεται ὀρφανὰ τέκνα
χηροσύνῃ πόσιος· σταλάει δ’ ὑπὸ δάκρυ παρειὰς
μνωομένης, οἵη μιν ἐπὶ σμυγερὴ λάβεν αἶσα· 1065
ὧς τῆς ἰκμαίνοντο παρηίδες· ἐν δέ οἱ ἦτορ
ὀξείῃς εἰλεῖτο πεπαρμένον ἀμφ’ ὀδύνῃσιν.
Τὼ δ’ ἔντοσθε δόμοιο κατὰ πτόλιν, ὡς τὸ πάροιθεν,
κρείων Ἀλκίνοος πολυπότνιά τ’ Ἀλκινόοιο
Ἀρήτη ἄλοχος, κούρης πέρι μητιάασκον 1070
οἷσιν ἐνὶ λεχέεσσι διὰ κνέφας· οἷα δ’ ἀκοίτην
κουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις·

«Ναὶ φίλος, εἰ δ’ ἄγε μοι πολυκηδέα ῥύεο Κόλχων
παρθενικήν, Μινύῃσι φέρων χάριν. ἐγγύθι δ’ Ἄργος
ἡμετέρης νήσοιο καὶ ἀνέρες Αἱμονιῆες· 1075
Αἰήτης δ’ οὔτ’ ἂρ ναίει σχεδόν, οὐδέ τι ἴδμεν
Αἰήτην, ἀλλ’ οἶον ἀκούομεν· ἥδε δὲ κούρη
αἰνοπαθὴς κατά μοι νόον ἔκλασεν ἀντιόωσα.
μή μιν, ἄναξ, Κόλχοισι πόροις ἐς πατρὸς ἄγεσθαι.
ἀάσθη, ὅτε πρῶτα βοῶν θελκτήρια δῶκεν 1080
φάρμακά οἱ· σχεδόθεν δὲ κακῷ κακόν, οἷά τε πολλὰ
ῥέζομεν ἀμπλακίῃσιν, ἀκειομένη ὑπάλυξεν
πατρὸς ὑπερφιάλοιο βαρὺν χόλον. αὐτὰρ Ἰήσων,
ὡς ἀίω, μεγάλοισιν ἐνίσχεται ἐξ ἕθεν ὅρκοις,
κουριδίην θήσεσθαι ἐνὶ μεγάροισιν ἄκοιτιν, 1085
τῶ, φίλε, μήτ’ οὖν αὐτὸν ἑκὼν ἐπίορκον ὀμόσσαι
θείης Αἰσονίδην, μήτ’ ἄσχετα σεῖο ἕκητι
παῖδα πατὴρ θυμῷ κεκοτηότι δηλήσαιτο.
λίην γὰρ δύσζηλοι ἑαῖς ἐπὶ παισὶ τοκῆες·
οἷα μὲν Ἀντιόπην εὐώπιδα μήσατο Νυκτεύς· 1090
οἷα δὲ καὶ Δανάη πόντῳ ἔνι πήματ’ ἀνέτλη,
πατρὸς ἀτασθαλίῃσι· νέον γε μέν, οὐδ’ ἀποτηλοῦ,
ὑβριστὴς Ἔχετος γλήναις ἔνι χάλκεα κέντρα
πῆξε θυγατρὸς ἑῆς· στονόεντι δὲ κάρφεται οἴτῳ
ὀρφναίῃ ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ.» 1095
Ὧς ἔφατ’ ἀντομένη· τοῦ δὲ φρένες ἰαίνοντο
ἧς ἀλόχου μύθοισιν, ἔπος δ’ ἐπὶ τοῖον ἔειπεν·
«Ἀρήτη, καί κεν σὺν τεύχεσιν ἐξελάσαιμι
Κόλχους, ἡρώεσσι φέρων χάριν, εἵνεκα κούρης.
ἀλλὰ Διὸς δείδοικα δίκην ἰθεῖαν ἀτίσσαι. 1100
οὐδὲ μὲν Αἰήτην ἀθεριζέμεν, ὡς ἀγορεύεις,
λώιον· οὐ γάρ τις βασιλεύτερος Αἰήταο.
καί κ’ ἐθέλων, ἕκαθέν περ, ἐφ’ Ἑλλάδι νεῖκος ἄγοιτο.

τῶ μ’ ἐπέοικε δίκην, ἥτις μετὰ πᾶσιν ἀρίστη
ἔσσεται ἀνθρώποισι, δικαζέμεν· οὐδέ σε κεύσω. 1105
παρθενικὴν μὲν ἐοῦσαν ἑῷ ἀπὸ πατρὶ κομίσσαι
ἰθύνω· λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν
οὔ μιν ἑοῦ πόσιος νοσφίσσομαι· οὐδέ, γενέθλην
εἴ τιν’ ὑπὸ σπλάγχνοισι φέρει, δῄοισιν ὀπάσσω.»
 Ὧς ἄρ’ ἔφη· καὶ τὸν μέν ἐπισχεδὸν εὔνασεν ὕπνος. 1110
ἡ δ’ ἔπος ἐν θυμῷ πυκινὸν βάλετ’· αὐτίκα δ’ ὦρτο
ἐκ λεχέων ἀνὰ δῶμα· συνήιξαν δὲ γυναῖκες
ἀμφίπολοι, δέσποιναν ἑὴν μέτα ποιπνύουσαι.
σῖγα δ’ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν,
ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι 1115
Αἰσονίδην κούρῃ, μηδ’ Ἀλκίνοον βασιλῆα
λίσσεσθαι· τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει,
παρθενικὴν μὲν έοῦσαν ἑοῦ ποτὶ δώματα πατρὸς
ἐκδώσειν, λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν
οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος. 1120
Ὧς ἄρ’ ἔφη· τὸν δ’ αἶψα πόδες φέρον ἐκ μεγάροιο,
ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν
Ἀρήτης βουλάς τε θεουδέος Ἀλκινόοιο.
τοὺς δ’ εὗρεν παρὰ νηὶ σὺν ἔντεσιν ἐγρήσσοντας
Ὑλλικῷ ἐν λιμένι, σχεδὸν ἄστεος· ἐκ δ’ ἄρα πᾶσαν 1125
πέφραδεν ἀγγελίην· γήθησε δὲ θυμὸς ἑκάστου
ἡρώων· μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν.
Aὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν,
ἣ θέμις, εὐαγέως ἐπιβώμια μῆλ’ ἐρύσαντες,
αὐτονυχὶ κούρῃ θαλαμήιον ἔντυον εὐνὴν 1130
ἄντρῳ ἐν ἠγαθέῳ, τόθι δή ποτε Μάκρις ἔναιεν,
κούρη Ἀρισταίοιο μελίφρονος, ὅς ῥα μελισσέων
ἔργα πολυκμήτοιό τ’ ἀνεύρατο πῖαρ ἐλαίης.
κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἷα
Εὐβοίης ἔντοσθεν Ἀβαντίδος ᾧ ἐνὶ κόλπῳ 1135
δέξατο, καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν,

εὖτέ μιν Ἑρμείας φέρεν ἐκ πυρός· ἔδρακε δ’ Ἥρη,
καί ἑ χολωσαμένη πάσης ἐξήλασε νήσου.
ἡ δ’ ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳ
νάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν. 1140
ἔνθα τότ’ ἐστόρεσαν λέκτρον μέγα· τοῖο δ’ ὕπερθεν
χρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτο
τιμήεις τε γάμος καὶ ἀοίδιμος. ἄνθεα δέ σφιν
νύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλα κόλποις
ἐσφόρεον· πάσας δὲ πυρὸς ὣς ἄμφεπεν αἴγλη· 1145
τοῖον ἀπὸ χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος.
δαῖε δ’ ἐν ὀφθαλμοῖς γλυκερὸν πόθον· ἴσχε δ’ ἑκάστην
αἰδὼς ἱεμένην περ ὅμως ἐπὶ χεῖρα βαλέσθαι.
αἱ μέν τ’ Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες·
αἱ δ’ ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο· 1150
αἱ δ’ ἔσαν ἐκ πεδίων ἀλσηίδες. ὦρσε γὰρ αὐτὴ
Ἥρη Ζηνὸς ἄκοιτις, Ἰήσονα κυδαίνουσα.
κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται ἄντρον
Μηδείης, ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαν
τεινάμεναι ἑανοὺς εὐώδεας. οἱ δ’ ἐνὶ χερσὶν 1155
δούρατα νωμήσαντες ἀρήια, μὴ πρὶν ἐς ἀλκὴν
δυσμενέων ἀίδηλος ἐπιβρίσειεν ὅμιλος,
κράατα δ’ εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν,
ἐμμελέως, Ὀρφῆος ὑπαὶ λίγα φορμίζοντος
νυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἄειδον. 1160
οὐ μὲν ἐν Ἀλκινόοιο γάμον μενέαινε τελέσσαι
ἥρως Αἰσονίδης, μεγάροις δ’ ἐνὶ πατρὸς ἑοῖο,
νοστήσας ἐς Ἰωλκὸν ὑπότροπος· ὧς δὲ καὶ αὐτὴ
Μήδεια φρονέεσκε· τότ’ αὖ χρεὼ ἦγε μιγῆναι.
ἀλλὰ γὰρ οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων 1165
τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί· σὺν δέ τις αἰεὶ
πικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη.
τῶ καὶ τοὺς γλυκερῇ περ ἰαινομένους φιλότητι

δεῖμ’ ἔχεν, εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο.
 Ἠὼς δ’ ἀμβροσίοισιν ἀνερχομένη φαέεσσιν 1170
λῦε κελαινὴν νύκτα δι’ ἠέρος· αἱ δ’ ἐγέλασσαν
ἠιόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθεν
ἀτραπιτοὶ πεδίων· ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς·
κίνυντ’ ἐνναέται μὲν ἀνὰ πτόλιν, οἱ δ’ ἀποτηλοῦ
Κόλχοι Μακριδίης ἐπὶ πείρασι χερνήσοιο. 1175
αὐτίκα δ’ Ἀλκίνοος μετεβήσετο συνθεσίῃσιν
ὃν νόον ἐξερέων κούρης ὕπερ· ἐν δ’ ὅγε χειρὶ
σκῆπτρον ἔχεν χρυσοῖο δικασπόλον, ᾧ ὕπο λαοὶ
ἰθείας ἀνὰ ἄστυ διεκρίνοντο θέμιστας.
τῷ δὲ καὶ ἑξείης πολεμήια τεύχεα δύντες 1180
Φαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο.
ἥρωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργων
βαῖνον ἐποψόμεναι· σὺν δ’ ἀνέρες ἀγροιῶται
ἤντεον εἰσαΐοντες, ἐπεὶ νημερτέα βάξιν
Ἥρη ἐπιπροέηκεν. ἄγεν δ’ ὁ μὲν ἔκκριτον ἄλλων 1185
ἀρνειὸν μήλων, ὁ δ’ ἀεργηλὴν ἔτι πόρτιν·
ἄλλοι δ’ ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἴνου
κίρνασθαι· θυέων δ’ ἀποτηλόθι κήκιε λιγνύς.
αἱ δὲ πολυκμήτους ἑανοὺς φέρον, οἷα γυναῖκες,
μείλιά τε χρυσοῖο καὶ ἀλλοίην ἐπὶ τοῖσιν 1190
ἀγλαΐην, οἵην τε νεόζυγες ἐντύνονται·
θάμβευν δ’ εἰσορόωσαι ἀριπρεπέων ἡρώων
εἴδεα καὶ μορφάς, ἐν δέ σφισιν Οἰάγροιο
υἱὸν ὑπαὶ φόρμιγγος ἐυκρέκτου καὶ ἀοιδῆς
ταρφέα σιγαλόεντι πέδον κροτέοντα πεδίλῳ. 1195
νύμφαι δ’ ἄμμιγα πᾶσαι, ὅτε μνήσαιτο γάμοιο,
ἱμερόενθ’ ὑμέναιον ἀνήπυον· ἄλλοτε δ’ αὖτε
οἰόθεν οἶαι ἄειδον ἑλισσόμεναι περὶ κύκλον,
Ἥρη, σεῖο ἕκητι· σὺ γὰρ καὶ ἐπὶ φρεσὶ θῆκας

Ἀρήτῃ, πυκινὸν φάσθαι ἔπος Ἀλκινόοιο. 1200
αὐτὰρ ὅγ’ ὡς τὰ πρῶτα δίκης ἀνὰ πείρατ’ ἔειπεν
ἰθείης, ἤδη δὲ γάμου τέλος ἐκλήιστο,
ἔμπεδον ὧς ἀλέγυνε διαμπερές· οὐδέ ἑ τάρβος
οὐλοόν, οὐδὲ βαρεῖαι ἐπήλυθον Αἰήταο
μήνιες, ἀρρήκτοισι δ’ ἐνιζεύξας ἔχεν ὅρκοις. 1205
τῶ καὶ ὅτ’ ἠλεμάτως Κόλχοι μάθον ἀντιόωντες,
καί σφεας ἠὲ θέμιστας ἑὰς εἴρυσθαι ἄνωγεν,
ἢ λιμένων γαίης τ’ ἀποτηλόθι νῆας ἐέργειν,
δὴ τότε μιν βασιλῆος ἑοῦ τρομέοντας ἐνιπὰς
δέχθαι μειλίξαντο συνήμονας· αὖθι δὲ νήσῳ 1210
δὴν μάλα Φαιήκεσσι μετ’ ἀνδράσι ναιετάασκον,
εἰσότε Βακχιάδαι, γενεὴν Ἐφύρηθεν ἐόντες,
ἀνέρες ἐννάσσαντο μετὰ χρόνον· οἱ δὲ περαίην
νῆσον ἔβαν· κεῖθεν δὲ Κεραύνια μέλλον Ἀβάντων
οὔρεα, Νεσταίους τε καὶ Ὤρικον εἰσαφικέσθαι· 1215
ἀλλὰ τὰ μὲν στείχοντος ἄδην αἰῶνος ἐτύχθη.
Μοιράων δ’ ἔτι κεῖσε θύη ἐπέτεια δέχονται
καὶ Νυμφέων Νομίοιο καθ’ ἱερὸν Ἀπόλλωνος
βωμοί, τοὺς Μήδεια καθίσσατο. πολλὰ δ’ ἰοῦσιν
Ἀλκίνοος Μινύαις ξεινήια, πολλὰ δ’ ὄπασσεν 1220
Ἀρήτη· μετὰ δ’ αὖτε δυώδεκα δῶκεν ἕπεσθαι
Μηδείῃ δμωὰς Φαιηκίδας ἐκ μεγάροιο.
ἤματι δ’ ἑβδομάτῳ Δρεπάνην λίπον· ἤλυθε δ’ οὖρος
ἀκραὴς ἠῶθεν ὑπὲκ Διός· οἱ δ’ ἀνέμοιο
πνοιῇ ἐπειγόμ̣̣ἰοι προτέρω θέον. ἀλλὰ γὰρ οὔπω 1225
αἴσιμον ἦν ἐπιβῆναι Ἀχαιίδος ἡρώεσσιν,
ὄφρ’ ἔτι καὶ Λιβύης ἐπὶ πείρασιν ὀτλήσειαν.
Ἤδη μέν ποθι κόλπον ἐπώνυμον Ἀμβρακιήων,
ἤδη Κουρῆτιν ἔλιπον χθόνα πεπταμένοισιν
λαίφεσι καὶ στεινὰς αὐταῖς σὺν Ἐχινάσι νήσους 1230

ἑξείης, Πέλοπος δὲ νέον κατεφαίνετο γαῖα·
καὶ τότ’ ἀναρπάγδην ὀλοὴ βορέαο θύελλα
μεσσηγὺς πέλαγόσδε Λιβυστικὸν ἐννέα πάσας
νύκτας ὁμῶς καὶ τόσσα φέρ’ ἤματα, μέχρις ἵκοντο
προπρὸ μάλ’ ἔνδοθι Σύρτιν, ὅθ’ οὐκέτι νόστος ὀπίσσω 1235
νηυσὶ πέλει, ὅτε τόνγε βιῴατο κόλπον ἱκέσθαι.
πάντῃ γὰρ τέναγος, πάντῃ μνιόεντα βυθοῖο
τάρφεα· κωφὴ δέ σφιν ἐπιβλύει ὕδατος ἄχνη·
ἠερίη δ’ ἄμαθος παρακέκλιται· οὐδέ τι κεῖσε
ἑρπετόν, οὐδὲ ποτητὸν ἀείρεται. ἔνθ’ ἄρα τούσγε 1240
πλυμμυρίς—καὶ γάρ τ’ ἀναχάζεται ἠπείροιο
ἦ θαμὰ δὴ τόδε χεῦμα, καὶ ἂψ ἐπερεύγεται ἀκτὰς
λάβρον ἐποιχόμενον—μυχάτῃ ἐνέωσε τάχιστα
ἠιόνι, τρόπιος δὲ μάλ’ ὕδασι παῦρον ἔλειπτο.
οἱ δ’ ἀπὸ νηὸς ὄρουσαν, ἄχος δ’ ἕλεν εἰσορόωντας 1245
ἠέρα καὶ μεγάλης νῶτα χθονὸς ἠέρι ἶσα,
τηλοῦ ὑπερτείνοντα διηνεκές· οὐδέ τιν’ ἀρδμόν,
οὐ πάτον, οὐκ ἀπάνευθε κατηυγάσσαντο βοτήρων
αὔλιον, εὐκήλῳ δὲ κατείχετο πάντα γαλήνῃ.
ἄλλος δ’ αὖτ’ ἄλλον τετιημένος ἐξερέεινεν· 1250
«Τίς χθὼν εὔχεται ἥδε; πόθι ξυνέωσαν ἄελλαι
ἡμέας; αἴθ’ ἔτλημεν, ἀφειδέες οὐλομένοιο
δείματος, αὐτὰ κέλευθα διαμπερὲς ὁρμηθῆναι
πετράων. ἦ τ’ ἂν καὶ ὑπὲρ Διὸς αἶσαν ἰοῦσιν
βέλτερον ἦν μέγα δή τι μενοινώοντας ὀλέσθαι. 1255
νῦν δὲ τί κεν ῥέξαιμεν, ἐρυκόμενοι ἀνέμοισιν
αὖθι μένειν τυτθόν περ ἐπὶ χρόνον; οἷον ἐρήμη
πέζα διωλυγίης ἀναπέπταται ἠπείροιο.»
Ὧς ἄρ’ ἔφη· μετὰ δ’ αὐτὸς ἀμηχανίῃ κακότητος
ἰθυντὴρ Ἀγκαῖος ἀκηχέμενος ἀγόρευσεν· 1260

«Ὠλόμεθ’ αἰνότατον δῆθεν μόρον, οὐδ’ ὑπάλυξις
ἔστ’ ἄτης· πάρα δ’ ἄμμι τὰ κύντατα πημανθῆναι
τῇδ’ ἐπ’ ἐρημαίῃ πεπτηότας, εἰ καὶ ἀῆται
χερσόθεν ἀμπνεύσειαν· ἐπεὶ τεναγώδεα λεύσσω
τῆλε περισκοπέων ἅλα πάντοθεν· ἤλιθα δ’ ὕδωρ 1265
ξαινόμενον πολιῇσιν ἐπιτροχάει ψαμάθοισιν.
καί κεν ἐπισμυγερῶς διὰ δὴ πάλαι ἥδ’ ἐκεάσθη
νηῦς ἱερὴ χέρσου πολλὸν πρόσω· ἀλλά μιν αὐτὴ
πλημμυρὶς ἐκ πόντοιο μεταχθονίην ἐκόμισσεν.
νῦν δ’ ἡ μὲν πέλαγόσδε μετέσσυται, οἰόθι δ’ ἅλμη 1270
ἄπλοος εἰλεῖται, γαίης ὕπερ ὅσσον ἔχουσα.
τούνεκ’ ἐγὼ πᾶσαν μὲν ἀπ’ ἐλπίδα φημὶ κεκόφθαι
ναυτιλίης νόστου τε. δαημοσύνην δέ τις ἄλλος
φαίνοιεν· πάρα γάρ οἱ ἐπ’ οἰήκεσσι θαάσσειν
μαιομένῳ κομιδῆς. ἀλλ’ οὐ μάλα νόστιμον ἦμαρ 1275
Ζεὺς ἐθέλει καμάτοισιν ἐφ’ ἡμετέροισι τελέσσαι.»
Ὧς φάτο δακρυόεις· σὺν δ’ ἔννεπον ἀσχαλόωντι
ὅσσοι ἔσαν νηῶν δεδαημένοι· ἐν δ’ ἄρα πᾶσιν
παχνώθη κραδίη, χύτο δὲ χλόος ἀμφὶ παρειάς.
οἷον δ’ ἀψύχοισιν ἐοικότες εἰδώλοισιν 1280
ἀνέρες εἱλίσσονται ἀνὰ πτόλιν, ἢ πολέμοιο
ἢ λοιμοῖο τέλος ποτιδέγμενοι, ἠέ τιν’ ὄμβρον
ἄσπετον, ὅς τε βοῶν κατὰ μυρία ἔκλυσεν ἔργα,
ἢ ὅταν αὐτόματα ξόανα ῥέῃ ἱδρώοντα
αἵματι, καὶ μυκαὶ σηκοῖς ἔνι φαντάζωνται, 1285
ἠὲ καὶ ἠέλιος μέσῳ ἤματι νύκτ’ ἐπάγῃσιν
οὐρανόθεν, τὰ δὲ λαμπρὰ δι’ ἠέρος ἄστρα φαείνοι·
ὧς τότ’ ἀριστῆες δολιχοῦ πρόπαρ αἰγιαλοῖο
ἤλυον ἑρπύζοντες. ἐπήλυθε δ’ αὐτίκ’ ἐρεμνὴ

ἕσπερος· οἱ δ’ ἐλεεινὰ χεροῖν σφέας ἀμφιβαλόντες 1290
δακρυόειν ἀγάπαζον, ἵν’ ἄνδιχα δῆθεν ἕκαστος
θυμὸν ἀποφθίσειαν ἐνὶ ψαμάθοισι πεσόντες.
βὰν δ’ ἴμεν ἄλλυδις ἄλλος ἑκαστέρω αὖλιν ἑλέσθαι·
ἐν δὲ κάρη πέπλοισι καλυψάμενοι σφετέροισιν
ἄκμηνοι καὶ ἄπαστοι ἐκείατο νύκτ’ ἔπι πᾶσαν 1295
καὶ φάος, οἰκτίστῳ θανάτῳ ἔπι. νόσφι δὲ κοῦραι
ἀθρόαι Αἰήταο παρεστενάχοντο θυγατρί.
ὡς δ’ ὅτ’ ἐρημαῖοι πεπτηότες ἔκτοθι πέτρης
χηραμοῦ ἀπτῆνες λιγέα κλάζουσι νεοσσοί·
ἢ ὅτε καλὰ νάοντος ἐπ’ ὀφρύσι Πακτωλοῖο 1300
κύκνοι κινήσωσιν ἑὸν μέλος, ἀμφὶ δὲ λειμὼν
ἑρσήεις βρέμεται ποταμοῖό τε καλὰ ῥέεθρα·
ὧς αἱ ἐπὶ ξανθὰς θέμεναι κονίῃσιν ἐθείρας
παννύχιαι ἐλεεινὸν ἰήλεμον ὠδύροντο.
καί νύ κεν αὐτοῦ πάντες ἀπὸ ζωῆς ἐλίασθεν 1305
νώνυμνοι καὶ ἄφαντοι ἐπιχθονίοισι δαῆναι
ἡρώων οἱ ἄριστοι ἀνηνύστῳ ἐπ’ ἀέθλῳ·
ἀλλά σφεας ἐλέηραν ἀμηχανίῃ μινύθοντας
ἡρῷσσαι, Λιβύης τιμήοροι, αἵ ποτ’ Ἀθήνην,
ἦμος ὅτ’ ἐκ πατρὸς κεφαλῆς θόρε παμφαίνουσα, 1310
ἀντόμεναι Τρίτωνος ἐφ’ ὕδασι χυτλώσαντο.
ἔνδιον ἦμαρ ἔην, περὶ δ’ ὀξύταται θέρον αὐγαὶ
ἠελίου Λιβύην· αἱ δὲ σχεδὸν Αἰσονίδαο
ἔσταν, ἕλον δ’ ἀπὸ χερσὶ καρήατος ἠρέμα πέπλον.
αὐτὰρ ὅγ’ εἰς ἑτέρωσε παλιμπετὲς ὄμματ’ ἔνεικεν, 1315
δαίμονας αἰδεσθείς· αὐτὸν δέ μιν ἀμφαδὸν οἶον
μειλιχίοις ἐπέεσσιν ἀτυζόμενον προσέειπον·
«Κάμμορε, τίπτ’ ἐπὶ τόσσον ἀμηχανίῃ βεβόλησαι;
ἴδμεν ἐποιχομένους χρύσεον δέρος· ἴδμεν ἕκαστα
ὑμετέρων καμάτων, ὅσ’ ἐπὶ χθονός, ὅσσα τ’ ἐφ’ ὑγρὴν 1320

πλαζόμενοι κατὰ πόντον ὑπέρβια ἔργ’ ἐκάμεσθε.
οἰοπόλοι δ’ εἰμὲν χθόνιαι θεαὶ αὐδήεσσαι,
ἡρῷσσαι, Λιβύης τιμήοροι ἠδὲ θύγατρες.
ἀλλ’ ἄνα· μηδ’ ἔτι τοῖον ὀιζύων ἀκάχησο·
ἄνστησον δ’ ἑτάρους. εὖτ’ ἂν δέ τοι Ἀμφιτρίτη 1325
ἅρμα Ποσειδάωνος ἐύτροχον αὐτίκα λύσῃ,
δή ῥα τότε σφετέρῃ ἀπὸ μητέρι τίνετ’ ἀμοιβὴν
ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ὔμμε φέρουσα·
καί κεν ἔτ’ ἠγαθέην ἐς Ἀχαιίδα νοστήσαιτε.»
 Ὧς ἄρ’ ἔφαν, καὶ ἄφαντοι ἵν’ ἔσταθεν, ἔνθ’ ἄρα ταίγε 1330
φθογγῇ ὁμοῦ ἐγένοντο παρασχεδόν. αὐτὰρ Ἰήσων
παπτήνας ἀν’ ἄρ’ ἕζετ’ ἐπὶ χθονός, ὧδέ τ’ ἔειπεν·
«Ἵλατ’ ἐρημονόμοι κυδραὶ θεαί· ἀμφὶ δὲ νόστῳ
οὔτι μαλ’ ἀντικρὺ νοέω φάτιν. ἦ μὲν ἑταίρους
εἰς ἓν ἀγειράμενος μυθήσομαι, εἴ νύ τι τέκμωρ 1335
δήωμεν κομιδῆς· πολέων δέ τε μῆτις ἀρείων.»
Ἦ, καὶ ἀναΐξας ἑτάρους ἐπὶ μακρὸν ἀύτει,
αὐσταλέος κονίῃσι, λέων ὥς, ὅς ῥά τ’ ἀν’ ὕλην
σύννομον ἣν μεθέπων ὠρύεται· αἱ δὲ βαρείῃ
φθογγῇ ὑποτρομέουσιν ἀν’ οὔρεα τηλόθι βῆσσαι· 1340
δείματι δ’ ἄγραυλοί τε βόες μέγα πεφρίκασιν
βουπελάται τε βοῶν· τοῖς δ’ οὔ νύ τι γῆρυς ἐτύχθη
ῥιγεδανὴ ἑτάροιο φίλους ἐπικεκλομένοιο.
ἀγχοῦ δ’ ἠγερέθοντο κατηφέες· αὐτὰρ ὁ τούσγε
ἀχνυμένους ὅρμοιο πέλας μίγα θηλυτέρῃσιν 1345
ἱδρύσας, μυθεῖτο πιφαυσκόμενος τὰ ἕκαστα·
«Κλῦτε, φίλοι· τρεῖς γάρ μοι ἀνιάζοντι θεάων,
στέρφεσιν αἰγείοις ἐζωσμέναι ἐξ ὑπάτοιο
αὐχένος ἀμφί τε νῶτα καὶ ἰξύας, ἠύτε κοῦραι,
ἔσταν ὑπὲρ κεφαλῆς μάλ’ ἐπισχεδόν· ἂν δ’ ἐκάλυψαν 1350
πέπλον ἐρυσσάμεναι κούφῃ χερί, καὶ μ’ ἐκέλοντο

αὐτόν τ’ ἔγρεσθαι, ἀνά θ’ ὑμέας ὄρσαι ἰόντα·
μητέρι δὲ σφετέρῃ μενοεικέα τῖσαι ἀμοιβὴν
ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ἄμμε φέρουσα
ὁππότε κεν λύσῃσιν ἐύτροχον Ἀμφιτρίτη 1355
ἅρμα Ποσειδάωνος. ἐγὼ δ’ οὐ πάγχυ νοῆσαι
τῆσδε θεοπροπίης ἴσχω πέρι. φάν γε μὲν εἶναι
ἡρῷσσαι, Λιβύης τιμήοροι ᾐδὲ θύγατρες·
καὶ δ’ ὁπόσ’ αὐτοὶ πρόσθεν ἐπὶ χθονὸς ἠδ’ ὅσ’ ἐφ’ ὑγρὴν
ἔτλημεν, τὰ ἕκαστα διίδμεναι εὐχετόωντο. 1360
οὐδ’ ἔτι τάσδ’ ἀνὰ χῶρον ἐσέδρακον, ἀλλά τις ἀχλὺς
ἠὲ νέφος μεσσηγὺ φαεινομένας ἐκάλυψεν.»
Ὧς ἔφαθ’· οἱ δ’ ἄρα πάντες ἐθάμβεον εἰσαΐοντες.
ἔνθα τὸ μήκιστον τεράων Μινύῃσιν ἐτύχθη.
ἐξ ἁλὸς ἤπειρόνδε πελώριος ἔκθορεν ἵππος, 1365
ἀμφιλαφής, χρυσέῃσι μετήορος αὐχένα χαίταις·
ῥίμφα δὲ σεισάμενος γυίων ἄπο νήχυτον ἅλμην
ὦρτο θέειν, πνοιῇ ἴκελος πόδας. αἶψα δὲ Πηλεὺς
γηθήσας ἑτάροισιν ὁμηγερέεσσι μετηύδα·
 «Ἅρματα μὲν δή φημι Ποσειδάωνος ἔγωγε 1370
ἤδη νῦν ἀλόχοιο φίλης ὑπὸ χερσὶ λελύσθαι·
μητέρα δ’ οὐκ ἄλλην προτιόσσομαι, ἠέ περ αὐτὴν
νῆα πέλειν· ἦ γὰρ κατὰ νηδύος ἄμμε φέρουσα
νωλεμὲς ἀργαλέοισιν ὀιζύει καμάτοισιν.
ἀλλά μιν ἀστεμφεῖ τε βίῃ καὶ ἀτειρέσιν ὤμοις 1375
ὑψόθεν ἀνθέμενοι ψαμαθώδεος ἔνδοθι γαίης
οἴσομεν, ᾗ προτέρωσε ταχὺς πόδας ἤλασεν ἵππος.
οὐ γὰρ ὅγε ξηρὴν ὑποδύσεται· ἴχνια δ’ ἡμῖν
σημανέειν τιν’ ἔολπα μυχὸν καθύπερθε θαλάσσης.»
 Ὧς ηὔδα· πάντεσσι δ’ ἐπήβολος ἥνδανε μῆτις· 1380
Μουσάων ὅδε μῦθος· ἐγὼ δ’ ὑπακουὸς ἀείδω
Πιερίδων, καὶ τήνδε πανατρεκὲς ἔκλυον ὀμφήν,

ὑμέας, ὦ πέρι δὴ μέγα φέρτατοι υἷες ἀνάκτων,
ᾗ βίῃ ᾗ τ’ ἀρετῇ Λιβύης ἀνὰ θῖνας ἐρήμους
νῆα μεταχρονίην ὅσα τ’ ἔνδοθι νηὸς ἄγεσθε, 1385
ἀνθεμένους ὤμοισι φέρειν δυοκαίδεκα πάντα
ἤμαθ’ ὁμοῦ νύκτας τε. δύην γε μὲν ἢ καὶ ὀιζὺν
τίς κ’ ἐνέποι, τὴν κεῖνοι ἀνέπλησαν μογέοντες;
ἔμπεδον ἀθανάτων ἔσαν αἵματος, οἷον ὑπέσταν
ἔργον, ἀναγκαίῃ βεβιημένοι. αὐτὰρ ἐπιπρὸ 1390
τῆλε μάλ’ ἀσπασίως Τριτωνίδος ὕδασι λίμνης
ὡς φέρον, ὡς εἰσβάντες ἀπὸ στιβαρῶν θέσαν ὤμων.
Λυσσαλέοις δἤπειτ’ ἴκελοι κυσὶν ἀίσσοντες
πίδακα μαστεύεσκον· ἐπὶ ξηρὴ γὰρ ἔκειτο
δίψα δυηπαθίῃ τε καὶ ἄλγεσιν, οὐδ’ ἐμάτησαν 1395
πλαζόμενοι· ἷξον δ’ ἱερὸν πέδον, ᾧ ἔνι Λάδων
εἰσέτι που χθιζὸν παγχρύσεα ῥύετο μῆλα
χώρῳ ἐν Ἄτλαντος, χθόνιος ὄφις· ἀμφὶ δὲ νύμφαι
Ἑσπερίδες ποίπνυον, ἐφίμερον ἀείδουσαι.
δὴ τότε δ’ ἤδη τῆμος ὑφ’ Ἡρακλῆι δαϊχθεὶς 1400
μήλειον βέβλητο ποτὶ στύπος· οἰόθι δ’ ἄκρῃ
οὐρῇ ἔτι σκαίρεσκεν· ἀπὸ κρατὸς δὲ κελαινὴν
ἄχρις ἐπ’ ἄκνηστιν κεῖτ’ ἄπνοος· ἐκ δὲ λιπόντων
ὕδρης Λερναίης χόλον αἵματι πικρὸν ὀιστῶν
μυῖαι πυθομένοισιν ἐφ’ ἕλκεσι τερσαίνοντο. 1405
ἀγχοῦ δ’ Ἑσπερίδες κεφαλαῖς ἔπι χεῖρας ἔχουσαι
ἀργυφέας ξανθῇσι λίγ’ ἔστενον· οἱ δ’ ἐπέλασσαν
ἄφνω ὁμοῦ· ταὶ δ’ αἶψα κόνις καὶ γαῖα, κιόντων
ἐσσυμένως, ἐγένοντο καταυτόθι. νώσατο δ’ Ὀρφεὺς
θεῖα τέρα, τὰς δέ σφι παρηγορέεσκε λιτῇσιν· 1410
«Δαίμονες ὦ καλαὶ καὶ ἐύφρονες, ἵλατ’, ἄνασσαι,

εἴτ’ οὖν οὐρανίαις ἐναρίθμιοί ἐστε θεῇσιν,
εἴτε καταχθονίαις, εἴτ’ οἰοπόλοι καλέεσθε
νύμφαι· ἴτ’ ὦ νύμφαι, ἱερὸν γένος Ὠκεανοῖο,
δείξατ’ ἐελδομένοισιν ἐνωπαδὶς ἄμμι φανεῖσαι 1415
ἤ τινα πετραίην χύσιν ὕδατος, ἤ τινα γαίης
ἱερὸν ἐκβλύοντα, θεαί, ῥόον, ᾧ ἀπὸ δίψαν
αἰθομένην ἄμοτον λωφήσομεν. εἰ δέ κεν αὖτις
δή ποτ’ Ἀχαιίδα γαῖαν ἱκώμεθα ναυτιλίῃσιν,
δὴ τότε μυρία δῶρα μετὰ πρώτῃσι θεάων 1420
λοιβάς τ’ εἰλαπίνας τε παρέξομεν εὐμενέοντες.»
Ὧς φάτο λισσόμενος ἀδινῇ ὀπί· ταὶ δ’ ἐλέαιρον
ἐγγύθεν ἀχνυμένους· καὶ δὴ χθονὸς ἐξανέτειλαν
ποίην πάμπρωτον· ποίης γε μὲν ὑψόθι μακροὶ
βλάστεον ὅρπηκες· μετὰ δ’ ἔρνεα τηλεθάοντα 1425
πολλὸν ὑπὲρ γαίης ὀρθοσταδὸν ἠέξοντο.
Ἑσπέρη, αἴγειρος, πτελέη δ’ Ἐρυθηὶς ἔγεντο·
Αἴγλη δ’ ἰτείης ἱερὸν στύπος. ἐκ δέ νυ κείνων
δενδρέων, οἷαι ἔσαν, τοῖαι πάλιν ἔμπεδον αὔτως
ἐξέφανεν, θάμβος περιώσιον, ἔκφατο δ’ Αἴγλη 1430
μειλιχίοις ἐπέεσσιν ἀμειβομένη χατέοντας·
«Ἦ ἄρα δὴ μέγα πάμπαν ἐφ’ ὑμετέροισιν ὄνειαρ
δεῦρ’ ἔμολεν καμάτοισιν ὁ κύντατος, ὅστις ἀπούρας
φρουρὸν ὄφιν ζωῆς παγχρύσεα μῆλα θεάων
οἴχετ’ ἀειράμενος· στυγερὸν δ’ ἄχος ἄμμι λέλειπται. 1435
ἤλυθε γὰρ χθιζός τις ἀνὴρ ὀλοώτατος ὕβριν
καὶ δέμας· ὄσσε δέ οἱ βλοσυρῷ ὑπέλαμπε μετώπῳ·
νηλής· ἀμφὶ δὲ δέρμα πελωρίου ἕστο λέοντος
ὠμόν, ἀδέψητον· στιβαρὸν δ’ ἔχεν ὄζον ἐλαίης
τόξα τε, τοῖσι πέλωρ τόδ’ ἀπέφθισεν ἰοβολήσας. 1440
ἤλυθε δ’ οὖν κἀκεῖνος, ἅ τε χθόνα πεζὸς ὁδεύων,
δίψῃ καρχαλέος· παίφασσε δὲ τόνδ’ ἀνὰ χῶρον,
ὕδωρ ἐξερέων, τὸ μὲν οὔ ποθι μέλλεν ἰδέσθαι.
ἥδε δέ τις πέτρη Τριτωνίδος ἐγγύθι λίμνης·

τὴν ὅγ’ ἐπιφρασθείς, ἢ καὶ θεοῦ ἐννεσίῃσιν, 1445
λὰξ ποδὶ τύψεν ἔνερθε· τὸ δ’ ἀθρόον ἔβλυσεν ὕδωρ.
αὐτὰρ ὅγ’ ἄμφω χεῖρε πέδῳ καὶ στέρνον ἐρείσας
ῥωγάδος ἐκ πέτρης πίεν ἄσπετον, ὄφρα βαθεῖαν
νηδύν, φορβάδι ἶσος ἐπιπροπεσών, ἐκορέσθη.»
 Ὧς φάτο· τοὶ δ’ ἀσπαστὸν ἵνα σφίσι πέφραδεν Αἴγλη 1450
πίδακα, τῇ θέον αἶψα κεχαρμένοι, ὄφρ’ ἐπέκυρσαν.
ὡς δ’ ὁπότε στεινὴν περὶ χηραμὸν εἱλίσσονται
γειομόροι μύρμηκες ὁμιλαδόν, ἢ ὅτε μυῖαι
ἀμφ’ ὀλίγην μέλιτος γλυκεροῦ λίβα πεπτηυῖαι
ἄπλητον μεμάασιν ἐπήτριμοι· ὧς τότ’ ἀολλεῖς 1455
πετραίῃ Μινύαι περὶ πίδακι δινεύεσκον.
καί πού τις διεροῖς ἐπὶ χείλεσιν εἶπεν ἰανθείς·
«Ὦ πόποι, ἦ καὶ νόσφιν ἐὼν ἐσάωσεν ἑταίρους
Ἡρακλέης δίψῃ κεκμηότας. ἀλλά μιν εἴ πως
δήοιμεν στείχοντα δι’ ἠπείροιο κιόντες.» 1460
Ἦ, καὶ ἀμειβομένων, οἵ τ’ ἄρμενοι ἐς τόδε ἔργον,
ἔκριθεν ἄλλυδις ἄλλος ἐπαΐξας ἐρεείνειν.
ἴχνια γὰρ νυχίοισιν ἐπηλίνδητ’ ἀνέμοισιν
κινυμένης ἀμάθου. Βορέαο μὲν ὡρμήθησαν
υἷε δύω, πτερύγεσσι πεποιθότε. ποσσὶ δὲ κούφοις 1465
Εὔφημος πίσυνος, Λυγκεύς γε μὲν ὀξέα τηλοῦ
ὄσσε βαλεῖν· πέμπτος δὲ μετὰ σφίσιν ἔσσυτο Κάνθος.
τὸν μὲν ἄρ’ αἶσα θεῶν κείνην ὁδὸν ἠνορέη τε
ὦρσεν, ἵν’ Ἡρακλῆος ἀπηλεγέως πεπύθοιτο,
Εἰλατίδην Πολύφημον ὅπῃ λίπε· μέμβλετο γάρ οἱ 1470
οὗ ἕθεν ἀμφ’ ἑτάροιο μεταλλῆσαι τὰ ἕκαστα.
ἀλλ’ ὁ μὲν οὖν Μυσοῖσιν ἐπικλεὲς ἄστυ πολίσσας
νόστου κηδοσύνῃσιν ἔβη διζήμενος ̣̣Ἀργὼ
τῆλε δι’ ἠπείροιο· τέως δ’ ἐξίκετο γαῖαν
ἀγχιάλων Χαλύβων· τόθι μιν καὶ Μοῖρ’ ἐδάμασσεν. 1475

καί οἱ ὑπὸ βλωθρὴν ἀχερωίδα σῆμα τέτυκται
τυτθὸν ἁλὸς προπάροιθεν. ἀτὰρ τότε γ’ Ἡρακλῆα
μοῦνον ἀπειρεσίης τηλοῦ χθονὸς εἴσατο Λυγκεὺς
τὼς ἰδέειν, ὥς τίς τε νέῳ ἐνὶ ἤματι μήνην
ἢ ἴδεν, ἢ ἐδόκησεν ἐπαχλύουσαν ἰδέσθαι. 1480
ἐς δ’ ἑτάρους ἀνιὼν μυθήσατο, μή μιν ἔτ’ ἄλλον
μαστῆρα στείχοντα κιχησέμεν· οἱ δὲ καὶ αὐτοὶ
ἤλυθον, Εὔφημός τε πόδας ταχὺς υἷέ τε δοιὼ
Θρηικίου Βορέω, μεταμώνια μοχθήσαντε.
 Κάνθε, σὲ δ’ οὐλόμεναι Λιβύῃ ἔνι Κῆρες ἕλοντο. 1485
πώεσι φερβομένοισι συνήντεες· εἵπετο δ’ ἀνὴρ
αὐλίτης, ὅ σ’ ἑῶν μήλων πέρι, τόφρ’ ἑτάροισιν
δευομένοις κομίσειας, ἀλεξόμενος κατέπεφνεν
λᾶι βαλών· ἐπεὶ οὐ μὲν ἀφαυρότερός γ’ ἐτέτυκτο,
νἱωνὸς Φοίβοιο Λυκωρείοιο Κάφαυρος 1490
κούρης τ’ αἰδοίης Ἀκακαλλίδος, ἥν ποτε Μίνως
ἐς Αιβύην ἀπένασσε θεοῦ βαρὺ κῦμα φέρουσαν,
θυγατέρα σφετέρην· ἡ δ’ ἀγλαὸν υἱέα Φοίβῳ
τίκτεν, ὃν Ἀμφίθεμιν Γαράμαντά τε κικλήσκουσιν.
Ἀμφίθεμις δ’ ἄρ’ ἔπειτα μίγη Τριτωνίδι νύμφῃ· 1495
ἡ δ’ ἄρα οἱ Νασάμωνα τέκεν κρατερόν τε Κάφαυρον,
ὃς τότε Κάνθον ἔπεφνεν ἐπὶ ῥήνεσσιν ἑοῖσιν.
οὐδ’ ὅγ’ ἀριστήων χαλεπὰς ἠλεύατο χεῖρας,
ὡς μάθον οἷον ἔρεξε. νέκυν δ’ ἀνάειραν ὀπίσσω
πευθόμενοι Μινύαι, γαίῃ δ’ ἐνὶ ταρχύσαντο 1500
μυρόμενοι· τὰ δὲ μῆλα μετὰ σφέας οἵγ’ ἐκόμισσαν.
Ἔνθα καὶ Ἀμπυκίδην αὐτῷ ἐνὶ ἤματι Μόψον
νηλειὴς ἕλε πότμος· ἀδευκέα δ’ οὐ φύγεν αἶσαν
μαντοσύναις· οὐ γάρ τις ἀποτροπίη θανάτοιο.
κεῖτο δ’ ἐπὶ ψαμάθοισι μεσημβρινὸν ἦμαρ ἀλύσκων 1505

δεινὸς ὄφις, νωθὴς μὲν ἑκὼν ἀέκοντα χαλέψαι·
οὐδ’ ἂν ὑποτρέσσαντος ἐνωπαδὶς ἀίξειεν.
ἀλλὰ μὲν ᾧ τὰ πρῶτα μελάγχιμον ἰὸν ἐνείη
ζωόντων, ὅσα γαῖα φερέσβιος ἔμπνοα βόσκει,
οὐδ’ ὁπόσον πήχυιον ἐς Ἄιδα γίγνεται οἶμος, 1510
οὐδ’ εἰ Παιήων, εἴ μοι θέμις ἀμφαδὸν εἰπεῖν,
φαρμάσσοι, ὅτε μοῦνον ἐνιχρίμψῃσιν ὀδοῦσιν.
εὖτε γὰρ ἰσόθεος Λιβύην ὑπερέπτατο Περσεὺς
Εὐρυμέδων—καὶ γὰρ τὸ κάλεσκέ μιν οὔνομα μήτηρ—
Γοργόνος ἀρτίτομον κεφαλὴν βασιλῆι κομίζων, 1515
ὅσσαι κυανέου στάγες αἵματος οὖδας ἵκοντο,
αἱ πᾶσαι κείνων ὀφίων γένος ἐβλάστησαν.
τῷ δ’ ἄκρην ἐπ’ ἄκανθαν ἐνεστηρίξατο Μόψος
λαιὸν ἐπιπροφέρων ταρσὸν ποδός· αὐτὰρ ὁ μέσσην
κερκίδα καὶ μυῶνα, πέριξ ὀδύνῃσιν ἑλιχθείς, 1520
σάρκα δακὼν ἐχάραξεν. ἀτὰρ Μήδεια καὶ ἄλλαι
ἔτρεσαν ἀμφίπολοι· ὁ δὲ φοίνιον ἕλκος ἄφασσεν
θαρσαλέως, ἕνεκ’ οὔ μιν ὑπέρβιον ἄλγος ἔτειρεν.
σχέτλιος· ἦ τέ οἱ ἤδη ὑπὸ χροῒ δύετο κῶμα
λυσιμελές, πολλὴ δὲ κατ’ ὀφθαλμῶν χέετ’ ἀχλύς. 1525
αὐτίκα δὲ κλίνας δαπέδῳ βεβαρηότα γυῖα
ψύχετ’ ἀμηχανίῃ· ἕταροι δέ μιν ἀμφαγέροντο
ἥρως τ’ Αἰσονίδης, ἀδινῇ περιθαμβέες ἄτῃ.
οὐδὲ μὲν οὐδ’ ἐπὶ τυτθὸν ἀποφθίμενός περ ἔμελλεν
κεῖσθαι ὑπ’ ἠελίῳ. πύθεσκε γὰρ ἔνδοθι σάρκας 1530
ἰὸς ἄφαρ, μυδόωσα δ’ ἀπὸ χροὸς ἔρρεε λάχνη.
αἶψα δὲ χαλκείῃσι βαθὺν τάφον ἐξελάχαινον
ἐσσυμένως μακέλῃσιν· ἐμοιρήσαντο δὲ χαίτας
αὐτοὶ ὁμῶς κοῦραί τε, νέκυν ἐλεεινὰ παθόντα
μυρόμενοι· τρὶς δ’ ἀμφὶ σὺν ἔντεσι δινηθέντες 1535
εὖ κτερέων ἴσχοντα, χυτὴν ἐπὶ γαῖαν ἔθεντο.

Ἀλλ’ ὅτε δή ῥ’ ἐπὶ νηὸς ἔβαν, πρήσοντος ἀήτεω
ἂμ πέλαγος νοτίοιο, πόρους τ’ ἀπετεκμήραντο
λίμνης ἐκπρομολεῖν Τριτωνίδος, οὔτινα μῆτιν
δὴν ἔχον, ἀφραδέως δὲ πανημέριοι φορέοντο. 1540
ὡς δὲ δράκων σκολιὴν εἱλιγμένος ἔρχεται οἶμον,
εὖτέ μιν ὀξύτατον θάλπει σέλας ἠελίοιο·
ῥοίζῳ δ’ ἔνθα καὶ ἔνθα κάρη στρέφει, ἐν δέ οἱ ὄσσε
σπινθαρύγεσσι πυρὸς ἐναλίγκια μαιμώοντι
λάμπεται, ὄφρα μυχόνδε διὰ ῥωχμοῖο δύηται· 1545
ὧς Ἀργὼ λίμνης στόμα ναύπορον ἐξερέουσα
ἀμφεπόλει δηναιὸν ἐπὶ χρόνον. αὐτίκα δ’ Ὀρφεὺς
κέκλετ’ Ἀπόλλωνος τρίποδα μέγαν ἔκτοθι νηὸς
δαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι.
καὶ τοὶ μὲν Φοίβου κτέρας ἵδρυον ἐν χθονὶ βάντες· 1550
τοῖσιν δ’ αἰζηῷ ἐναλίγκιος ἀντεβόλησεν
τρίτων εὐρυβίης, γαίης δ’ ἀνὰ βῶλον ἀείρας
ξείνι’ ἀριστήεσσι προΐσχετο, φώνησέν τε·
«Δέχθε, φίλοι· ἐπεὶ οὐ περιώσιον ἐγγυαλίξαι
ἐνθάδε νῦν πάρ’ ἐμοὶ ξεινήιον ἀντομένοισιν. 1555
εἰ δέ τι τῆσδε πόρους μαίεσθ’ ἁλός, οἷά τε πολλὰ
ἄνθρωποι χατέουσιν ἐπ’ ἀλλοδαπῇ περόωντες,
ἐξερέω. δὴ γάρ με πατὴρ ἐπιίστορα πόντου
θῆκε Ποσειδάων τοῦδ’ ἔμμεναι. αὐτὰρ ἀνάσσω
παρραλίης, εἰ δή τιν’ ἀκούετε νόσφιν ἐόντες 1560
Εὐρύπυλον Λιβύῃ θηροτρόφῳ ἐγγεγαῶτα.»
Ὧς ηὔδα· πρόφρων δ’ ὑπερέσχεθε βώλακι χεῖρας
Εὔφημος, καὶ τοῖα παραβλήδην προσέειπεν·
«Ἀπίδα καὶ πέλαγος Μινώιον εἴ νύ που, ἥρως,
ἐξεδάης, νημερτὲς ἀνειρομένοισιν ἔνισπε. 1565
δεῦρο γὰρ οὐκ ἐθέλοντες ἱκάνομεν, ἀλλὰ βαρείαις

χρίμψαντες γαίης ἐπὶ πείρασι τῆσδε θυέλλαις
νῆα μεταχρονίην ἐκομίσσαμεν ἐς τόδε λίμνης
χεῦμα δι’ ἠπείρου βεβαρημένοι· οὐδέ τι ἴδμεν,
πῇ πλόος ἐξανέχει Πελοπηίδα γαῖαν ἱκέσθαι.» 1570
Ὧς ἄρ’ ἔφη· ὁ δὲ χεῖρα τανύσσατο, δεῖξε δ’ ἄπωθεν
φωνήσας πόντον τε καὶ ἀγχιβαθὲς στόμα λίμνης·
«Κείνη μὲν πόντοιο διήλυσις, ἔνθα μάλιστα
βένθος ἀκίνητον μελανεῖ· ἑκάτερθε δὲ λευκαὶ
ῥηγμῖνες φρίσσουσι διαυγέες· ἡ δὲ μεσηγὺ 1575
ῥηγμίνων στεινὴ τελέθει ὁδὸς ἐκτὸς ἐλάσσαι.
κεῖνο δ’ ὑπηέριον θείην Πελοπηίδα γαῖαν
εἰσανέχει πέλαγος Κρήτης ὕπερ· ἀλλ’ ἐπὶ χειρὸς
δεξιτερῆς, λίμνηθεν ὅτ’ εἰς ἁλὸς οἶδμα βάλητε,
τόφρ’ αὐτὴν παρὰ χέρσον ἐεργμένοι ἰθύνεσθε, 1580
ἔστ’ ἂν ἄνω τείνῃσι· περιρρήδην δ’ ἑτέρωσε
κλινομένης χέρσοιο, τότε πλόος ὔμμιν ἀπήμων
ἀγκῶνος τέτατ’ ἰθὺς ἀπὸ προύχοντος ἰοῦσιν.
ἀλλ’ ἴτε γηθόσυνοι, καμάτοιο δὲ μήτις ἀνίη
γιγνέσθω, νεότητι κεκασμένα γυῖα μογῆσαι.» 1585
Ἴσκεν ἐυφρονέων· οἱ δ’ αἶψ’ ἐπὶ νηὸς ἔβησαν
λίμνης ἐκπρομολεῖν λελιημένοι εἰρεσίῃσιν.
καὶ δὴ ἐπιπρονέοντο μεμαότες· αὐτὰρ ὁ τείως
τρίτων ἀνθέμενος τρίποδα μέγαν, εἴσατο λίμνην
εἰσβαίνειν· μετὰ δ’ οὔτις ἐσέδρακεν, οἷον ἄφαντος 1590
αὐτῷ σὺν τρίποδι σχεδὸν ἔπλετο. τοῖσι δ’ ἰάνθη
θυμός, ὃ δὴ μακάρων τις ἐναίσιμος ἀντεβόλησεν.
καί ῥά οἱ Αἰσονίδην μήλων ὅ τι φέρτατον ἄλλων
ἤνωγον ῥέξαι καὶ ἐπευφημῆσαι ἑλόντα.
αἶψα δ’ ὅγ’ ἐσσυμένως ἐκρίνατο, καί μιν ἀείρας 1595
σφάξε κατὰ πρύμνης, ἐπὶ δ’ ἔννεπεν εὐχωλῇσιν·
«Δαῖμον, ὅτις λίμνης ἐπὶ πείρασι τῆσδ’ ἐφαάνθης,

εἴτε σέγε Τρίτων’, ἅλιον τέρας, εἴτε σε Φόρκυν,
ἢ Νηρῆα θύγατρες ἐπικλείουσ’ ἁλοσύδναι,
ἵλαθι, καὶ νόστοιο τέλος θυμηδὲς ὄπαζε.» 1600
Ἦ ῥ’, ἅμα δ’ εὐχωλῇσιν ἐς ὕδατα λαιμοτομήσας
ἧκε κατὰ πρύμνης· ὁ δὲ βένθεος ἐξεφαάνθη
τοῖος ἐών, οἷός περ ἐτήτυμος ἦεν ἰδέσθαι.
ὡς δ’ ὅτ’ ἀνὴρ θοὸν ἵππον ἐς εὐρέα κύκλον ἀγῶνος
στέλλῃ, ὀρεξάμενος λασίης εὐπειθέα χαίτης, 1605
εἶθαρ ἐπιτροχάων, ὁ δ’ ἐπ’ αὐχένι γαῦρος ἀερθεὶς
ἕσπεται, ἀργινόεντα δ’ ἐνὶ στομάτεσσι χαλινὰ
ἀμφὶς ὀδακτάζοντι παραβλήδην κροτέονται·
ὧς ὅγ’ ἐπισχόμενος γλαφυρῆς ὁλκήιον Ἀργοῦς
ἦγ’ ἅλαδε προτέρωσε. δέμας δέ οἱ ἐξ ὑπάτοιο 1610
κράατος, ἀμφί τε νῶτα καὶ ἰξύας ἔστ’ ἐπὶ νηδὺν
ἀντικρὺ μακάρεσσι φυὴν ἔκπαγλον ἔικτο·
αὐτὰρ ὑπαὶ λαγόνων δίκραιρά οἱ ἔνθα καὶ ἔνθα
κήτεος ὁλκαίη μηκύνετο· κόπτε δ’ ἀκάνθαις
ἄκρον ὕδωρ, αἵ τε σκολιοῖς ἐπινειόθι κέντροις 1615
μήνης ὡς κεράεσσιν ἐειδόμεναι διχόωντο.
τόφρα δ’ ἄγεν, τείως μιν ἐπιπροέηκε θαλάσσῃ
νισσομένην· δῦ δ’ αἶψα μέγαν βυθόν· οἱ δ’ ὁμάδησαν
ἥρωες, τέρας αἰνὸν ἐν ὀφθαλμοῖσιν ἰδόντες.
ἔνθα μὲν Ἀργῷός τε λιμὴν καὶ σήματα νηὸς 1620
ἠδὲ Ποσειδάωνος ἰδὲ Τρίτωνος ἔασιν
βωμοί· ἐπεὶ κεῖν’ ἦμαρ ἐπέσχεθον. αὐτὰρ ἐς ἠῶ
λαίφεσι πεπταμένοις αὐτὴν ἐπὶ δεξί’ ἔχοντες
γαῖαν ἐρημαίην, πνοιῇ ζεφύροιο θέεσκον.
ἦρι δ’ ἔπειτ’ ἀγκῶνά θ’ ὁμοῦ μυχάτην τε θάλασσαν 1625
κεκλιμένην ἀγκῶνος ὕπερ προύχοντος ἴδοντο.
αὐτίκα δὲ ζέφυρος μὲν ἐλώφεεν, ἤλυθε δ’ αὔρη
ἀργέσταο νότου· κεχάροντο δὲ θυμὸν ἰωῇ.

ἦμος δ’ ἠέλιος μὲν ἔδυ, ἀνὰ δ’ ἤλυθεν ἀστὴρ
αὔλιος, ὅς τ’ ἀνέπαυσεν ὀιζυροὺς ἀροτῆρας, 1630
δὴ τότ’ ἔπειτ’ ἀνέμοιο κελαινῇ νυκτὶ λιπόντος
ἱστία λυσάμενοι περιμήκεά τε κλίναντες
ἱστόν, ἐυξέστῃσιν ἐπερρώοντ’ ἐλάτῃσιν
παννύχιοι καὶ ἐπ’ ἦμαρ, ἐπ’ ἤματι δ’ αὖτις ἰοῦσαν
νύχθ’ ἑτέρην. ὑπέδεκτο δ’ ἀπόπροθι παιπαλόεσσα 1635
Κάρπαθος· ἔνθεν δ’ οἵγε περαιώσεσθαι ἔμελλον
Κρήτην, ἥ τ’ ἄλλων ὑπερέπλετο εἰν ἁλὶ νήσων.
Τοὺς δὲ Τάλως χάλκειος, ἀπὸ στιβαροῦ σκοπέλοιο
ῥηγνύμενος πέτρας, εἶργε χθονὶ πείσματ’ ἀνάψαι,
Δικταίην ὅρμοιο κατερχομένους ἐπιωγήν· 1640
τὸν μὲν χαλκείης μελιηγενέων ἀνθρώπων
ῥίζης λοιπὸν ἐοντα μετ’ ἀνδράσιν ἡμιθέοισιν
Εὐρώπῃ Κρονίδης νήσου πόρεν ἔμμεναι οὖρον,
τρὶς περὶ χαλκείοις Κρήτην ποσὶ δινεύοντα.
ἀλλ’ ἤτοι τὸ μὲν ἄλλο δέμας καὶ γυῖα τέτυκτο 1645
χάλκεος ἠδ’ ἄρρηκτος· ὑπαὶ δέ οἱ ἔσκε τένοντος
σύριγξ αἱματόεσσα κατὰ σφυρόν· αὐτὰρ ὅ τήνγε
λεπτὸς ὑμήν, ζωῆς, ἔχε, πείρατα καὶ θανάτοιο.
οἱ δέ, δύῃ μάλα περ δεδμημένοι, αἶψ’ ἀπὸ χέρσου
νῆα περιδδείσαντες ἀνακρούεσκον ἐρετμοῖς. 1650
καί νύ κ’ ἐπισμυγερῶς Κρήτης ἑκὰς ἠέρθησαν,
ἀμφότερον δίψῃ τε καὶ ἄλγεσι μοχθίζοντες,
εἰ μή σφιν Μήδεια λιαζομένοις ἀγόρευσεν·
«Κέκλυτέ μευ. μούνη γὰρ ὀίομαι ὔμμι δαμάσσειν
ἄνδρα τόν, ὅστις ὅδ’ ἐστί, καὶ εἰ παγχάλκεον ἴσχει 1655
ὃν δέμας, ὁππότε μή οἱ ἐπ’ ἀκάματος πέλοι αἰών.
ἀλλ’ ἔχετ’ αὐτοῦ νῆα θελήμονες ἐκτὸς ἐρωῆς
πετράων, εἵως κεν ἐμοὶ εἴξειε δαμῆναι.»
Ὧς ἄρ’ ἔφη· καὶ τοὶ μὲν ὑπὲκ βελέων ἐρύσαντο

νῆ’ ἐπ’ ἐρετμοῖσιν, δεδοκημένοι ἥντινα ῥέξει 1660
μῆτιν ἀνωίστως· ἡ δὲ πτύχα πορφυρέοιο
προσχομένη πέπλοιο παρειάων ἑκάτερθεν
βήσατ’ ἐπ’ ἰκριόφιν· χειρὸς δέ ἑ χειρὶ μεμαρπὼς
Αἰσονίδης ἐκόμιζε διὰ κληῖδας ἰοῦσαν.
ἔνθα δ’ ἀοιδῇσιν μειλίσσετο, μέλπε δὲ Κῆρας 1665
θυμοβόρους, Ἀίδαο θοὰς κύνας, αἳ περὶ πᾶσαν
ἠέρα δινεύουσαι ἐπὶ ζωοῖσιν ἄγονται.
τὰς γουναζομένη τρὶς μὲν παρεκέκλετ’ ἀοιδαῖς,
τρὶς δὲ λιταῖς· θεμένη δὲ κακὸν νόον, ἐχθοδοποῖσιν
ὄμμασι χαλκείοιο Τάλω ἐμέγηρεν ὀπωπάς· 1670
λευγαλέον δ’ ἐπί οἱ πρῖεν χόλον, ἐκ δ’ ἀίδηλα
δείκηλα προΐαλλεν, ἐπιζάφελον κοτέουσα.
Ζεῦ πάτερ, ἦ μέγα δή μοι ἐνὶ φρεσὶ θάμβος ἄηται,
εἰ δὴ μὴ νούσοισι τυπῇσί τε μοῦνον ὄλεθρος
ἀντιάει, καὶ δή τις ἀπόπροθεν ἄμμε χαλέπτει. 1675
ὧς ὅγε χάλκειός περ ἐὼν ὑπόειξε δαμῆναι
Μηδείης βρίμῃ πολυφαρμάκου. ἂν δὲ βαρείας
ὀχλίζων λάιγγας, ἐρυκέμεν ὅρμον ἱκέσθαι.
πετραίῳ στόνυχι χρίμψε σφυρόν· ἐκ δέ οἱ ἰχὼρ
τηκομένῳ ἴκελος μολίβῳ ῥέεν· οὐδ’ ἔτι δηρὸν 1680
εἱστήκει προβλῆτος ἐπεμβεβαὼς σκοπέλοιο.
ἀλλ’ ὥς τίς τ’ ἐν ὄρεσσι πελωρίη ὑψόθι πεύκη,
τήν τε θοοῖς πελέκεσσιν ἔθ’ ἡμιπλῆγα λιπόντες
ὑλοτόμοι δρυμοῖο κατήλυθον· ἡ δ’ ὑπὸ νυκτὶ
ῥιπῇσιν μὲν πρῶτα τινάσσεται, ὕστερον αὖτε 1685
πρυμνόθεν ἐξαγεῖσα κατήριπεν· ὧς ὅγε ποσσὶν
ἀκαμάτοις τείως μὲν ἐπισταδὸν ᾐωρεῖτο,
ὕστερον αὖτ’ ἀμενηνὸς ἀπείρονι κάππεσε δούπῳ.
κεῖνο μὲν οὖν Κρήτῃ ἐνὶ δὴ κνέφας ηὐλίζοντο

ἥρωες· μετὰ δ’ οἵγε νέον φαέθουσαν ἐς ἠῶ 1690
ἱρὸν Ἀθηναίης Μινωίδος ἱδρύσαντο,
ὕδωρ τ’ εἰσαφύσαντο καὶ εἰσέβαν, ὥς κεν ἐρετμοῖς
παμπρώτιστα βάλοιεν ὑπὲρ Σαλμωνίδος ἄκρης.
Αὐτίκα δὲ Κρηταῖον ὑπὲρ μέγα λαῖτμα θέοντας
νὺξ ἐφόβει, τήνπερ τε κατουλάδα κικλήσκουσιν· 1695
νύκτ’ ὀλοὴν οὐκ ἄστρα διίσχανεν, οὐκ ἀμαρυγαὶ
μήνης· οὐρανόθεν δὲ μέλαν χάος, ἠέ τις ἄλλη
ὠρώρει σκοτίη μυχάτων ἀνιοῦσα βερέθρων.
αὐτοὶ δ’, εἴτ’ Ἀίδῃ, εἴθ’ ὕδασιν ἐμφορέοντο,
ἠείδειν οὐδ’ ὅσσον· ἐπέτρεψαν δὲ θαλάσσῃ 1670
νόστον, ἀμηχανέοντες, ὅπῃ φέροι. αὐτὰρ Ἰήσων
χεῖρας ἀνασχόμενος μεγάλῃ ὀπὶ Φοῖβον ἀύτει,
ῥύσασθαι καλέων· κατὰ δ’ ἔρρεεν ἀσχαλόωντι
δάκρυα· πολλὰ δὲ Πυθοῖ ὑπέσχετο, πολλὰ δ’ Ἀμύκλαις,
πολλὰ δ’ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσειν. 1705
Λητοΐδη, τύνη δὲ κατ’ οὐρανοῦ ἵκεο πέτρας
ῥίμφα Μελαντίους ἀριήκοος, αἵ τ’ ἐνὶ πόντῳ
ἧνται· δοιάων δὲ μιῆς ἐφύπερθεν ὀρούσας,
δεξιτερῇ χρύσειον ἀνέσχεθες ὑψόθι τόξον·
μαρμαρέην δ’ ἀπέλαμψε βιὸς περὶ πάντοθεν αἴγλην. 1710
τοῖσι δέ τις Σποράδων βαιὴ ἀπὸ τόφρ’ ἐφαάνθη
νῆσος ἰδεῖν, ὀλίγης Ἱππουρίδος ἀντία νήσου,
ἔνθ’ εὐνὰς ἐβάλοντο καὶ ἔσχεθον· αὐτίκα δ’ Ἠὼς
φέγγεν ἀνερχομένη· τοὶ δ’ ἀγλαὸν Ἀπόλλωνι
ἄλσει ἐνὶ σκιερῷ τέμενος σκιόεντά τε βωμὸν 1715
ποίεον, Αἰγλήτην μὲν ἐυσκόπου εἵνεκεν αἴγλης
Φοῖβον κεκλόμενοι· Ἀνάφην δέ τε λισσάδα νῆσον
ἴσκον, ὃ δὴ Φοῖβός μιν ἀτυζομένοις ἀνέφηνεν.
ῥέζον δ’ ὅσσα περ ἄνδρες ἐρημαίῃ ἐνὶ ῥέζειν
ἀκτῇ ἐφοπλίσσειαν· ὃ δή σφεας ὁππότε δαλοῖς 1720

ὕδωρ αἰθομένοισιν ἐπιλλείβοντας ἴδοντο
Μηδείης δμωαὶ Φαιηκίδες, οὐκέτ’ ἔπειτα
ἴσχειν ἐν στήθεσσι γέλω σθένον, οἷα θαμειὰς
αἰὲν ἐν Ἀλκινόοιο βοοκτασίας ὁρόωσαι.
τὰς δ’ αἰσχροῖς ἥρωες ἐπεστοβέεσκον ἔπεσσιν 1725
χλεύῃ γηθόσυνοι· γλυκερὴ δ’ ἀνεδαίετο τοῖσιν
κερτομίη καὶ νεῖκος ἐπεσβόλον. ἐκ δέ νυ κείνης
μολπῆς ἡρώων νήσῳ ἔνι τοῖα γυναῖκες
ἀνδράσι δηριόωνται, ὅτ’ Ἀπόλλωνα θυηλαῖς
Αἰγλήτην Ἀνάφης τιμήορον ἱλάσκωνται. 1730
Ἀλλ’ ὅτε δὴ κἀκεῖθεν ὑπεύδια πείσματ’ ἔλυσαν,
μνήσατ’ ἔπειτ’ Εὔφημος ὀνείρατος ἐννυχίοιο,
ἁζόμενος Μαίης υἷα κλυτόν. εἴσατο γάρ οἱ
δαιμονίη βῶλαξ ἐπιμάστιος ᾧ ἐν ἀγοστῷ
ἄρδεσθαι λευκῇσιν ὑπαὶ λιβάδεσσι γάλακτος, 1735
ἐκ δὲ γυνὴ βώλοιο πέλειν ὀλίγης περ ἐούσης
παρθενικῇ ἰκέλη· μίχθη δέ οἱ ἐν φιλότητι
ἄσχετον ἱμερθείς· ὀλοφύρετο δ’ ἠύτε κούρην
ζευξάμενος, τήν τ’ αὐτὸς ἑῷ ἀτίταλλε γάλακτι·
ἡ δέ ἑ μειλιχίοισι παρηγορέεσκ’ ἐπέεσσιν· 1740
«Τρίτωνος γένος εἰμί, τεῶν τροφός, ὦ φίλε, παίδων,
οὐ κούρη· Τρίτων γὰρ ἐμοὶ Λιβύη τε τοκῆες.
ἀλλά με Νηρῆος παρακάτθεο παρθενικῇσιν
ἂμ πέλαγος ναίειν Ἀνάφης σχεδόν· εἶμι δ’ ἐς αὐγὰς
ἠελίου μετόπισθε, τεοῖς νεπόδεσσιν ἑτοίμη.» 1745
Τῶν ἄρ’ ἐπὶ μνῆστιν κραδίη βάλεν, ἔκ τ’ ὀνόμηνεν
Αἰσονίδῃ· ὁ δ’ ἔπειτα θεοπροπίας Ἑκάτοιο
θυμῷ πεμπάζων ἀνενείκατο φώνησέν τε·
«Ὦ πέπον, ἦ μέγα δή σε καὶ ἀγλαὸν ἔμμορε κῦδος.
βώλακα γὰρ τεύξουσι θεοὶ πόντονδε βαλόντι 1750

νῆσον, ἵν’ ὁπλότεροι παίδων δέθεν ἐννάσσονται
παῖδες· ἐπεὶ Τρίτων ξεινήιον ἐγγυάλιξεν
τήνδε τοι ἠπείροιο Λιβυστίδος. οὔ νύ τις ἄλλος
ἀθανάτων, ἢ κεῖνος, ὅ μιν πόρεν ἀντιβολήσας.»
 Ὧς ἔφατ’· οὐδ’ ἁλίωσεν ὑπόκρισιν Αἰσονίδαο 1755
Εὔφημος· βῶλον δέ, θεοπροπίῃσιν ἰανθείς,
ἧκεν ὑποβρυχίην. τῆς δ’ ἔκτοθι νῆσος ἀέρθη
Καλλίστη, παίδων ἱερὴ τροφὸς Εὐφήμοιο,
οἳ πρὶν μέν ποτε δὴ Σιντηίδα Λῆμνον ἔναιον,
Λήμνου τ’ ἐξελαθέντες ὑπ’ ἀνδράσι Τυρσηνοῖσιν 1760
Σπάρτην εἰσαφίκανον ἐφέστιοι· ἐκ δὲ λιπόντας
Σπάρτην Αὐτεσίωνος ἐὺς πάις ἤγαγε Θήρας
Καλλίστην ἐπὶ νῆσον, ἀμείψατο δ’ οὔνομα Θήρης
ἐξ ἕθεν. ἀλλὰ τὰ μὲν μετόπιν γένετ’ Εὐφήμοιο.
 Κεῖθεν δ’ ἀπτερέως διὰ μυρίον οἶδμα λιπόντες 1765
Αἰγίνης ἀκτῇσιν ἐπέσχεθον· αἶψα δὲ τοίγε
ὑδρείης πέρι δῆριν ἀμεμφέα δηρίσαντο,
ὅς κεν ἀφυσσάμενος φθαίη μετὰ νῆάδ’ ἱκέσθαι.
ἄμφω γὰρ χρειώ τε καὶ ἄσπετος οὖρος ἔπειγεν.
ἔνθ’ ἔτι νῦν πλήθοντας ἐπωμαδὸν ἀμφιφορῆας 1770
ἀνθέμενοι κούφοισιν ἄφαρ κατ’ ἀγῶνα πόδεσσιν
κοῦροι Μυρμιδόνων νίκης πέρι δηριόωνται.
Ἵλατ’ ἀριστήων μακάρων γένος· αἵδε δ’ ἀοιδαὶ
εἰς ἔτος ἐξ ἔτεος γλυκερώτεραι εἶεν ἀείδειν
ἀνθρώποις. ἤδη γὰρ ἐπὶ κλυτὰ πείραθ’ ἱκάνω 1775
ὑμετέρων καμάτων· ἐπεὶ οὔ νύ τις ὔμμιν ἄεθλος
αὖτις ἀπ’ Αἰγίνηθεν ἀνερχομένοισιν ἐτύχθη,
οὔτ’ ἀνέμων ἐριωλαὶ ἐνέσταθεν· ἀλλὰ ἕκηλοι
γαῖαν Κεκροπίην παρά τ’ Αὐλίδα μετρήσαντες
Εὐβοίης ἔντοσθεν Ὀπούντιά τ’ ἄστεα Λοκρῶν 1780
ἀσπασίως ἀκτὰς Παγασηίδας εἰσαπέβητε.

 

Κόσμος

Αλφαβητικός κατάλογος

Hellenica World - Scientific Library

Από τη ελληνική Βικιπαίδεια http://el.wikipedia.org . Όλα τα κείμενα είναι διαθέσιμα υπό την GNU Free Documentation License