ART

.

Ἀργοναυτικά
Συγγραφέας:
Ἀργοναυτικῶν Α
Ἀργοναυτικῶν Β


Ἀρχόμενος σέο, Φοῖβε, παλαιγενέων κλέα φωτῶν
μνήσομαι, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας
Κυανέας βασιλῆος ἐφημοσύνῃ Πελίαο
χρύσειον μετὰ κῶας ἐύζυγον ἤλασαν Ἀργώ.
 Τοίην γὰρ Πελίης φάτιν ἔκλυεν, ὥς μιν ὀπίσσω 5
μοῖρα μένει στυγερή, τοῦδ’ ἀνέρος ὅντιν’ ἴδοιτο
δημόθεν οἰοπέδιλον, ὑπ’ ἐννεσίῃσι δαμῆναι.
δηρὸν δ’ οὐ μετέπειτα τεὴν κατὰ βάξιν Ἰήσων
χειμερίοιο ῥέεθρα κιὼν διὰ ποσσὶν Ἀναύρου
ἄλλο μὲν ἐξεσάωσεν ὑπ’ ἰλύος, ἄλλο δ’ ἔνερθεν 10
κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν.
ἵκετο δ’ ἐς Πελίην αὐτοσχεδὸν ἀντιβολήσων
εἰλαπίνης, ἣν πατρὶ Ποσειδάωνι καὶ ἄλλοις
ῥέζε θεοῖς, Ἥρης δὲ Πελασγίδος οὐκ ἀλέγιζεν.
αἶψα δὲ τόνγ’ ἐσιδὼν ἐφράσσατο, καί οἱ ἄεθλον 15
ἔντυε ναυτιλίης πολυκηδέος, ὄφρ’ ἐνὶ πόντῳ
ἠὲ καὶ ἀλλοδαποῖσι μετ’ ἀνδράσι νόστον ὀλέσσῃ.

Νῆα μὲν οὖν οἱ πρόσθεν ἐπικλείουσιν ἀοιδοὶ
Ἄργον Ἀθηναίης καμέειν ὑποθημοσύνῃσιν.
νῦν δ’ ἂν ἐγὼ γενεήν τε καὶ οὔνομα μυθησαίμην 20
ἡρώων, δολιχῆς τε πόρους ἁλός, ὅσσα τ’ ἔρεξαν
πλαζόμενοι· Μοῦσαι δ’ ὑποφήτορες εἶεν ἀοιδῆς.
Πρῶτά νυν Ὀρφῆος μνησώμεθα, τόν ῥά ποτ’ αὐτὴ
Καλλιόπη Θρήικι φατίζεται εὐνηθεῖσα
Οἰάγρῳ σκοπιῆς Πιμπληίδος ἄγχι τεκέσθαι. 25
αὐτὰρ τόνγ’ ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτρας
θέλξαι ἀοιδάων ἐνοπῇ ποταμῶν τε ῥέεθρα.
φηγοὶ δ’ ἀγριάδες, κείνης ἔτι σήματα μολπῆς,
ἀκτῇς Θρηικίῃς Ζώνης ἔπι τηλεθόωσαι
ἑξείης στιχόωσιν ἐπήτριμοι, ἃς ὅγ’ ἐπιπρὸ 30
θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν.
Ὀρφέα μὲν δὴ τοῖον ἑῶν ἐπαρωγὸν ἀέθλων
Αἰσονίδης Χείρωνος ἐφημοσύνῃσι πιθήσας
δέξατο, Πιερίῃ Βιστωνίδι κοιρανέοντα.
 Ἤλυθε δ’ Ἀστερίων αὐτοσχεδόν, ὅν ῥα Κομήτης 35
γείνατο, δινήεντος ἐφ’ ὕδασιν Ἀπιδανοῖο,
Πειρεσιὰς ὄρεος Φυλληίου ἀγχόθι ναίων,
ἔνθα μὲν Ἀπιδανός τε μέγας καὶ δῖος Ἐνιπεύς
ἄμφω συμφορέονται, ἀπόπροθεν εἰς ἓν ἰόντες.
 Λάρισαν δ’ ἐπὶ τοῖσι λιπὼν Πολύφημος ἵκανεν 40
Εἰλατίδης, ὃς πρὶν μὲν ἐρισθενέων Λαπιθάων,
ὁππότε Κενταύροις Λαπίθαι ἐπὶ θωρήσσοντο,
ὁπλότερος προμάχιζε· τότ’ αὖ βαρύθεσκέ οἱ ἤδη
γυῖα, μένεν δ’ ἔτι θυμὸς ἀρήιος ὡς τὸ πάρος περ.
 Οὐδὲ μὲν Ἴφικλος Φυλάκῃ ἔνι δηρὸν ἔλειπτο, 45
μήτρως Αἰσονίδαο· κασιγνήτην γὰρ ὄπυιεν
Αἴσων Ἀλκιμέδην Φυλακηίδα· τῆς μιν ἀνώγει
πηοσύνη καὶ κῆδος ἐνικρινθῆναι ὁμίλῳ.

Οὐδὲ Φεραῖς Ἄδμητος ἐυρρήνεσσιν ἀνάσσων
μίμνεν ὑπὸ σκοπιὴν ὄρεος Χαλκωδονίοιο. 50
Οὐδ’ Ἀλόπῃ μίμνον πολυλήιοι Ἑρμείαο
υἱέες εὖ δεδαῶτε δόλους, Ἔρυτος καὶ Ἐχίων,
τοῖσι δ’ ἐπὶ τρίτατος γνωτὸς κίε νισσομένοισιν
Αἰθαλίδης· καὶ τὸν μὲν ἐπ’ Ἀμφρυσσοῖο ῥοῇσιν
Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια· 55
τὼ δ’ αὖτ’ ἐκγεγάτην Μενετηίδος Ἀντιανείρης.
Ἤλυθε δ’ ἀφνειὴν προλιπὼν Γυρτῶνα Κόρωνος
Καινεΐδης, ἐσθλὸς μέν, ἑοῦ δ’ οὐ πατρὸς ἀμείνων.
Καινέα γὰρ ζῶόν περ ἔτι κλείουσιν ἀοιδοὶ
Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπ’ ἄλλων 60
ἤλασ’ ἀριστήων· οἱ δ’ ἔμπαλιν ὁρμηθέντες
οὔτε μιν ἀγκλῖναι προτέρω σθένον, οὔτε δαΐξαι·
ἀλλ’ ἄρρηκτος ἄκαμπτος ἐδύσετο νειόθι γαίης,
θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν.
 Ἤλυθε δ’ αὖ Μόψος Τιταρήσιος, ὃν περὶ πάντων 65
Λητοΐδης ἐδίδαξε θεοπροπίας οἰωνῶν·
ἠδὲ καὶ Εὐρυδάμας Κτιμένου πάις· ἄγχι δὲ λίμνης
Ξυνιάδος Κτιμένην Δολοπηίδα ναιετάασκεν.
Καὶ μὴν Ἄκτωρ υἷα Μενοίτιον ἐξ Ὀπόεντος
ὦρσεν, ἀριστήεσσι σὺν ἀνδράσιν ὄφρα νέοιτο. 70
Εἵπετο δ’ Εὐρυτίων τε καὶ ἀλκήεις Ἐρυβώτης,
υἷες ὁ μὲν Τελέοντος, ὁ δ’ Ἴρου Ἀκτορίδαο·
ἤτοι ὁ μὲν Τελέοντος ἐυκλειὴς Ἐριβώτης,
Ἴρου δ’ Εὐρυτίων. σὺν καὶ τρίτος ᾖεν Ὀιλεύς,
ἔξοχος ἠνορέην καὶ ἐπαΐξαι μετόπισθεν 75
εὖ δεδαὼς δῄοισιν, ὅτε κλίνωσι φάλαγγας.
Αὐτὰρ ἀπ’ Εὐβοίης Κάνθος κίε, τόν ῥα Κάνηθος
πέμπεν Ἀβαντιάδης λελιημένον· οὐ μὲν ἔμελλεν

νοστήσειν Κήρινθον ὑπότροπος. αἶσα γὰρ ἦεν
αὐτὸν ὁμῶς Μόψον τε δαήμονα μαντοσυνάων 80
πλαγχθέντας Λιβύης ἐνὶ πείρασι δῃωθῆναι.
ὣς οὐκ ἀνθρώποισι κακὸν μὴ πιστὸν ἐπαυρεῖν,
ὁππότε κἀκείνους Λιβύῃ ἔνι ταρχύσαντο,
τόσσον ἑκὰς Κόλχων, ὅσσον τέ περ ἠελίοιο
μεσσηγὺς δύσιές τε καὶ ἀντολαὶ εἰσορόωνται. 85
Τῷ δ’ ἄρ’ ἐπὶ Κλυτίος τε καὶ Ἴφιτος ἠγερέθοντο,
Οἰχαλίης ἐπίουροι, ἀπηνέος Εὐρύτου υἷες,
Εὐρύτου ᾧ πόρε τόξον Ἑκηβόλος· οὐδ’ ἀπόνητο
δωτίνης· αὐτῷ γὰρ ἑκὼν ἐρίδηνε δοτῆρι.
 Τοῖσι δ’ ἐπ’ Αἰακίδαι μετεκίαθον· οὐ μὲν ἅμ’ ἄμφω, 90
οὐδ’ ὁμόθεν· νόσφιν γὰρ ἀλευάμενοι κατένασθεν
Αἰγίνης, ὅτε Φῶκον ἀδελφεὸν ἐξενάριξαν
ἀφραδίῃ. Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ·
Πηλεὺς δὲ Φθίῃ ἐνὶ δώματα ναῖε λιασθείς.
 Τοῖς δ’ ἐπὶ Κεκροπίηθεν ἀρήιος ἤλυθε Βούτης, 95
παῖς ἀγαθοῦ Τελέοντος, ἐυμμελίης τε Φάληρος.
Ἄλκων μιν προέηκε πατὴρ ἑός· οὐ μὲν ἔτ’ ἄλλους
γήραος υἷας ἔχεν βιότοιό τε κηδεμονῆας.
ἀλλά ἑ τηλύγετόν περ ὁμῶς καὶ μοῦνον ἐόντα
πέμπεν, ἵνα θρασέεσσι μεταπρέποι ἡρώεσσιν. 100
Θησέα δ’, ὃς περὶ πάντας Ἐρεχθεΐδας ἐκέκαστο,
Ταιναρίην ἀίδηλος ὑπὸ χθόνα δεσμὸς ἔρυκεν,
Πειρίθῳ ἑσπόμενον κοινὴν ὁδόν· ἦ τέ κεν ἄμφω
ῥηίτερον καμάτοιο τέλος πάντεσσιν ἔθεντο.
 Τῖφυς δ’ Ἁγνιάδης Σιφαέα κάλλιπε δῆμον 105
Θεσπιέων, ἐσθλὸς μὲν ὀρινόμενον προδαῆναι
κῦμ’ ἁλὸς εὐρείης, ἐσθλὸς δ’ ἀνέμοιο θυέλλας
καὶ πλόον ἠελίῳ τε καὶ ἀστέρι τεκμήρασθαι.

αὐτή μιν Τριτωνὶς ἀριστήων ἐς ὅμιλον
ὦρσεν Ἀθηναίη, μετὰ δ’ ἤλυθεν ἐλδομένοισιν. 110
αὐτὴ γὰρ καὶ νῆα θοὴν κάμε· σὺν δέ οἱ Ἄργος
τεῦξεν Ἀρεστορίδης κείνης ὑποθημοσύνῃσιν.
τῶ καὶ πασάων προφερεστάτη ἔπλετο νηῶν,
ὅσσαι ὑπ’ εἰρεσίῃσιν ἐπειρήσαντο θαλάσσης.
 Φλείας δ’ αὖτ’ ἐπὶ τοῖσιν Ἀραιθυρέηθεν ἵκανεν, 115
ἔνθ’ ἀφνειὸς ἔναιε Διωνύσοιο ἕκητι,
πατρὸς ἑοῦ, πηγῇσιν ἐφέστιος Ἀσωποῖο.
Ἀργόθεν αὖ Ταλαὸς καὶ Ἀρήιος, υἷε Βίαντος,
ἤλυθον ἴφθιμός τε Λεώδοκος, οὓς τέκε Πηρὼ
Νηληίς· τῆς δ’ ἀμφὶ δύην ἐμόγησε βαρεῖαν 120
Αἰολίδης σταθμοῖσιν ἐν Ἰφίκλοιο Μελάμπους.
Οὐδὲ μὲν οὐδὲ βίην κρατερόφρονος Ἡρακλῆος
πευθόμεθ’ Αἰσονίδαο λιλαιομένου ἀθερίξαι.
ἀλλ’ ἐπεὶ ἄιε βάξιν ἀγειρομένων ἡρώων,
νεῖον ἀπ’ Ἀρκαδίης Λυρκήιον Ἄργος ἀμείψας 125
τὴν ὁδόν, ᾗ ζωὸν φέρε κάπριον ὅς ῥ’ ἐνὶ βήσσῃς
φέρβετο Λαμπείης, Ἐρυμάνθιον ἂμ μέγα τῖφος,
τὸν μὲν ἐνὶ πρώτῃσι Μυκηναίων ἀγορῇσιν
δεσμοῖς ἰλλόμενον μεγάλων ἀπεθήκατο νώτων·
αὐτὸς δ’ ᾗ ἰότητι παρὲκ νόον Εὐρυσθῆος 130
ὡρμήθη· σὺν καί οἱ Ὕλας κίεν, ἐσθλὸς ὀπάων,
πρωθήβης, ἰῶν τε φορεὺς φύλακός τε βιοῖο.
Τῷ δ’ ἐπὶ δὴ θείοιο κίεν Δαναοῖο γενέθλη,
Ναύπλιος. ἦ γὰρ ἔην Κλυτονήου Ναυβολίδαο·
Ναύβολος αὖ Λέρνου· Λέρνον γε μὲν ἴδμεν ἐόντα 135
Προίτου Ναυπλιάδαο· Ποσειδάωνι δὲ κούρη
πρίν ποτ’ Ἀμυμώνη Δαναῒς τέκεν εὐνηθεῖσα
Ναύπλιον, ὃς περὶ πάντας ἐκαίνυτο ναυτιλίῃσιν.

Ἴδμων δ’ ὑστάτιος μετεκίαθεν, ὅσσοι ἔναιον
Ἄργος, ἐπεὶ δεδαὼς τὸν ἑὸν μόρον οἰωνοῖσιν 140
ἤιε, μή οἱ δῆμος ἐυκλείης ἀγάσαιτο.
οὐ μὲν ὅγ’ ἦεν Ἄβαντος ἐτήτυμον, ἀλλά μιν αὐτὸς
γείνατο κυδαλίμοις ἐναρίθμιον Αἰολίδῃσιν
Λητοΐδης· αὐτὸς δὲ θεοπροπίας ἐδίδαξεν
οἰωνούς τ’ ἀλέγειν ἠδ’ ἔμπυρα σήματ’ ἰδέσθαι. 145
Καὶ μὴν Αἰτωλὶς κρατερὸν Πολυδεύκεα Λήδη
Κάστορά τ’ ὠκυπόδων ὦρσεν δεδαημένον ἵππων
Σπάρτηθεν· τοὺς ἥγε δόμοις ἔνι Τυνδαρέοιο
τηλυγέτους ὠδῖνι μιῇ τέκεν· οὐδ’ ἀπίθησεν
νισσομένοις· Ζηνὸς γὰρ ἐπάξια μήδετο λέκτρων. 150
Οἱ τ’ Ἀφαρητιάδαι Λυγκεὺς καὶ ὑπέρβιος Ἴδας
Ἀρήνηθεν ἔβαν, μεγάλῃ περιθαρσέες ἀλκῇ
ἀμφότεροι· Λυγκεὺς δὲ καὶ ὀξυτάτοις ἐκέκαστο
ὄμμασιν, εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον
ῥηιδίως καὶ νέρθε κατὰ χθονὸς αὐγάζεσθαι. 155
Σὺν δὲ Περικλύμενος Νηλήιος ὦρτο νέεσθαι,
πρεσβύτατος παίδων, ὅσσοι Πύλῳ ἐξεγένοντο
Νηλῆος θείοιο· Ποσειδάων δέ οἱ ἀλκήν
δῶκεν ἀπειρεσίην ἠδ’ ὅττι κεν ἀρήσαιτο
μαρνάμενος, τὸ πέλεσθαι ἐνὶ ξυνοχῇ πολέμοιο. 160
Καὶ μὴν Ἀμφιδάμας Κηφεύς τ’ ἴσαν Ἀρκαδίηθεν,
οἳ Τεγέην καὶ κλῆρον Ἀφειδάντειον ἔναιον,
υἷε δύω Ἀλεοῦ· τρίτατός γε μὲν ἕσπετ’ ἰοῦσιν
Ἀγκαῖος, τὸν μέν ῥα πατὴρ Λυκόοργος ἔπεμπεν,
τῶν ἄμφω γνωτὸς προγενέστερος. ἀλλ’ ὁ μὲν ἤδη 165
γηράσκοντ’ Ἀλεὸν λίπετ’ ἂμ πόλιν ὄφρα κομίζοι,
παῖδα δ’ ἑὸν σφετέροισι κασιγνήτοισιν ὄπασσεν.
βῆ δ’ ὅγε Μαιναλίης ἄρκτου δέρος, ἀμφίτομόν τε
δεξιτερῇ πάλλων πέλεκυν μέγαν. ἔντεα γάρ οἱ

πατροπάτωρ Ἀλεὸς μυχάτῃ ἐνέκρυψε καλιῇ, 170
αἴ κέν πως ἔτι καὶ τὸν ἐρητύσειε νέεσθαι.
Βῆ δὲ καὶ Αὐγείης, ὃν δὴ φάτις Ἠελίοιο
ἔμμεναι· Ἠλείοισι δ’ ὅγ’ ἀνδράσιν ἐμβασίλευεν,
ὄλβῳ κυδιόων· μέγα δ’ ἵετο Κολχίδα γαῖαν
αὐτόν τ’ Αἰήτην ἰδέειν σημάντορα Κόλχων. 175
Ἀστέριος δὲ καὶ Ἀμφίων Ὑπερασίου υἷες
Πελλήνης ἀφίκανον Ἀχαιίδος, ἥν ποτε Πέλλης
πατροπάτωρ ἐπόλισσεν ἐπ’ ὀφρύσιν Αἰγιαλοῖο.
 Ταίναρον αὖτ’ ἐπὶ τοῖσι λιπὼν Εὔφημος ἵκανεν,
τόν ῥα Ποσειδάωνι ποδωκηέστατον ἄλλων 180
Εὐρώπη Τιτυοῖο μεγασθενέος τέκε κούρη.
κεῖνος ἀνὴρ καὶ πόντου ἐπὶ γλαυκοῖο θέεσκεν
οἴδματος, οὐδὲ θοοὺς βάπτεν πόδας, ἀλλ’ ὅσον ἄκροις
ἴχνεσι τεγγόμενος διερῇ πεφόρητο κελεύθῳ·
 Καὶ δ’ ἄλλω δύο παῖδε Ποσειδάωνος ἵκοντο· 185
ἤτοι ὁ μὲν πτολίεθρον ἀγαυοῦ Μιλήτοιο
νοσφισθεὶς Ἐργῖνος, ὁ δ’ Ἰμβρασίης ἕδος Ἥρης,
Παρθενίην, Ἀγκαῖος ὑπέρβιος· ἴστορε δ’ ἄμφω
ἠμὲν ναυτιλίης, ἠδ’ ἄρεος εὐχετόωντο.
 Οἰνεΐδης δ’ ἐπὶ τοῖσιν ἀφορμηθεὶς Καλυδῶνος 190
ἀλκήεις Μελέαγρος ἀνήλυθε, Λαοκόων τε,
Λαοκόων Οἰνῆος ἀδελφεός, οὐ μὲν ἰῆς γε
μητέρος· ἀλλά ἑ θῆσσα γυνὴ τέκε· τὸν μὲν ἄρ’ Οἰνεὺς
ἤδη γηραλέον κοσμήτορα παιδὸς ἴαλλεν·
ὧδ’ ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον 195
ἡρώων. τοῦ δ’ οὔτιν’ ὑπέρτερον ἄλλον ὀίω,
νόσφιν γ’ Ἡρακλῆος, ἐπελθέμεν, εἴ κ’ ἔτι μοῦνον
αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσιν.
καὶ μήν οἱ μήτρως αὐτὴν ὁδόν, εὖ μὲν ἄκοντι,
εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι, 200

Θεστιάδης Ἴφικλος ἐφωμάρτησε κιόντι.
Σὺν δὲ Παλαιμόνιος Λέρνου πάις Ὠλενίοιο,
Λέρνου ἐπίκλησιν, γενεήν γε μὲν Ἡφαίστοιο·
τούνεκ’ ἔην πόδα σιφλός· ἀτὰρ δέμας οὔ κέ τις ἔτλη
ἠνορέην τ’ ὀνόσασθαι, ὃ καὶ μεταρίθμιος ἦεν 205
πᾶσιν ἀριστήεσσιν, Ἰήσονι κῦδος ἀέξων.
Ἐκ δ’ ἄρα Φωκήων κίεν Ἴφιτος Ὀρνυτίδαο
Ναυβόλου ἐκγεγαώς· ξεῖνος δέ οἱ ἔσκε πάροιθεν,
ἦμος ἔβη Πυθώδε θεοπροπίας ἐρεείνων
ναυτιλίης· τόθι γάρ μιν ἑοῖς ὑπέδεκτο δόμοισιν. 210
Ζήτης αὖ Κάλαΐς τε Βορήιοι υἷες ἵκοντο,
οὕς ποτ’ Ἐρεχθηὶς Βορέῃ τέκεν Ὠρείθυια
ἐσχατιῇ Θρῄκης δυσχειμέρου· ἔνθ’ ἄρα τήνγε
Θρηίκιος Βορέης ἀνερέψατο Κεκροπίηθεν
Ἰλισσοῦ προπάροιθε χορῷ ἔνι δινεύουσαν. 215
καί μιν ἄγων ἕκαθεν, Σαρπηδονίην ὅθι πέτρην
κλείουσιν, ποταμοῖο παρὰ ῥόον Ἐργίνοιο,
λυγαίοις ἐδάμασσε περὶ νεφέεσσι καλύψας.
τὼ μὲν ἐπ’ ἀκροτάτοισι ποδῶν ἑκάτερθεν ἐρεμνὰς
σεῖον ἀειρομένω πτέρυγας, μέγα θάμβος ἰδέσθαι, 220
χρυσείαις φολίδεσσι διαυγέας· ἀμφὶ δὲ νώτοις
κράατος ἐξ ὑπάτοιο καὶ αὐχένος ἔνθα καὶ ἔνθα
κυάνεαι δονέοντο μετὰ πνοιῇσιν ἔθειραι.
Οὐδὲ μὲν οὐδ’ αὐτοῖο πάις μενέαινεν Ἄκαστος
ἰφθίμου Πελίαο δόμοις ἔνι πατρὸς ἑῆος 225
μιμνάζειν, Ἄργος τε θεᾶς ὑποεργὸς Ἀθήνης·
ἀλλ’ ἄρα καὶ τὼ μέλλον ἐνικρινθῆναι ὁμίλῳ.
Τόσσοι ἄρ’ Αἰσονίδῃ συμμήστορες ἠγερέθοντο.
τοὺς μὲν ἀριστῆας Μινύας περιναιετάοντες
κίκλησκον μάλα πάντας, ἐπεὶ Μινύαο θυγατρῶν 230
οἱ πλεῖστοι καὶ ἄριστοι ἀφ’ αἵματος εὐχετόωντο

ἔμμεναι· ὧς δὲ καὶ αὐτὸν Ἰήσονα γείνατο μήτηρ
Ἀλκιμέδη, Κλυμένης Μινυηίδος ἐκγεγαυῖα.
Αὐτὰρ ἐπεὶ δμώεσσιν ἐπαρτέα πάντ’ ἐτέτυκτο,
ὅσσα περ ἐντύνονται ἐπαρτέες ἔνδοθι νῆες, 235
εὖτ’ ἂν ἄγῃ χρέος ἄνδρας ὑπεὶρ ἅλα ναυτίλλεσθαι,
δὴ τότ’ ἴσαν μετὰ νῆα δι’ ἄστεος, ἔνθα περ ἀκταὶ
κλείονται Παγασαὶ Μαγνήτιδες· ἀμφὶ δὲ λαῶν
πληθὺς σπερχομένων ἄμυδις θέεν· οἱ δὲ φαεινοὶ
ἀστέρες ὣς νεφέεσσι μετέπρεπον· ὧδε δ’ ἕκαστος 240
ἔννεπεν εἰσορόων σὺν τεύχεσιν ἀίσσοντας·
«Ζεῦ ἄνα, τίς Πελίαο νόος; πόθι τόσσον ὅμιλον
ἡρώων γαίης Παναχαιίδος ἔκτοθι βάλλει;
αὐτῆμάρ κε δόμους ὀλοῷ πυρὶ δῃώσειαν
Αἰήτεω, ὅτε μή σφιν ἑκὼν δέρος ἐγγυαλίξῃ. 245
ἀλλ’ οὐ φυκτὰ κέλευθα, πόνος δ’ ἄπρηκτος ἰοῦσιν.»
Ὧς φάσαν ἔνθα καὶ ἔνθα κατὰ πτόλιν· αἱ δὲ γυναῖκες
πολλὰ μάλ’ ἀθανάτοισιν ἐς αἰθέρα χεῖρας ἄειρον,
εὐχόμεναι νόστοιο τέλος θυμηδὲς ὀπάσσαι.
ἄλλη δ’ εἰς ἑτέρην ὀλοφύρετο δακρυχέουσα· 250
«Δειλὴ Ἀλκιμέδη, καὶ σοὶ κακὸν ὀψέ περ ἔμπης
ἤλυθεν, οὐδ’ ἐτέλεσσας ἐπ’ ἀγλαΐῃ βιότοιο.
Αἴσων αὖ μέγα δή τι δυσάμμορος. ἦ τέ οἱ ἦεν
βέλτερον, εἰ τὸ πάροιθεν ἐνὶ κτερέεσσιν ἐλυσθεὶς
νειόθι γαίης κεῖτο, κακῶν ἔτι νῆις ἀέθλων. 255
ὣς ὄφελεν καὶ Φρίξον, ὅτ’ ὤλετο παρθένος Ἕλλη,
κῦμα μέλαν κριῷ ἅμ’ ἐπικλύσαι· ἀλλὰ καὶ αὐδὴν
ἀνδρομέην προέηκε κακὸν τέρας, ὥς κεν ἀνίας
Ἀλκιμέδῃ μετόπισθε καὶ ἄλγεα μυρία θείη.»
 Αἱ μὲν ἄρ’ ὧς ἀγόρευον ἐπὶ προμολῇσι κιόντων. 260
ἤδη δὲ δμῶές τε πολεῖς δμωαί τ’ ἀγέροντο·
μήτηρ δ’ ἀμφ’ αὐτὸν βεβολημένη. ὀξὺ δ’ ἑκάστην

δῦνεν ἄχος· σὺν δέ σφι πατὴρ ὀλοῷ ὑπὸ γήραι
ἐντυπὰς ἐν λεχέεσσι καλυψάμενος γοάασκεν.
αὐτὰρ ὁ τῶν μὲν ἔπειτα κατεπρήυνεν ἀνίας 265
θαρσύνων, δμώεσσι δ’ ἀρήια τεύχε’ ἀείρειν
πέφραδεν· οἱ δέ τε σῖγα κατηφέες ἠείροντο.
μήτηρ δ’ ὡς τὰ πρῶτ’ ἐπεχεύατο πήχεε παιδί,
ὧς ἔχετο κλαίουσ’ ἀδινώτερον, ἠύτε κούρη
οἰόθεν ἀσπασίως πολιὴν τροφὸν ἀμφιπεσοῦσα 270
μύρεται, ᾗ οὔκ εἰσιν ἔτ’ ἄλλοι κηδεμονῆες,
ἀλλ’ ὑπὸ μητρυιῇ βίοτον βαρὺν ἡγηλάζει·
καί ἑ νέον πολέεσσιν ὀνείδεσιν ἐστυφέλιξεν,
τῇ δέ τ’ ὀδυρομένῃ δέδεται κέαρ ἔνδοθεν ἄτῃ,
οὐδ’ ἔχει ἐκφλύξαι τόσσον γόον, ὅσσον ὀρεχθεῖ· 275
ὧς ἀδινὸν κλαίεσκεν ἑὸν παῖδ’ ἀγκὰς ἔχουσα
Ἀλκιμέδη, καὶ τοῖον ἔπος φάτο κηδοσύνῃσιν·
«Αἴθ’ ὄφελον κεῖν’ ἦμαρ, ὅτ’ ἐξειπόντος ἄκουσα
δειλὴ ἐγὼ Πελίαο κακὴν βασιλῆος ἐφετμήν,
αὐτίκ’ ἀπὸ ψυχὴν μεθέμεν, κηδέων τε λαθέσθαι, 280
ὄφρ’ αὐτός με τεῇσι φίλαις ταρχύσαο χερσίν,
τέκνον ἐμόν· τὸ γὰρ οἶον ἔην ἔτι λοιπὸν ἐέλδωρ
ἐκ σέθεν, ἄλλα δὲ πάντα πάλαι θρεπτήρια πέσσω.
νῦν γε μὲν ἡ τὸ πάροιθεν Ἀχαιιάδεσσιν ἀγητὴ
δμωὶς ὅπως κενεοῖσι λελείψομαι ἐν μεγάροισιν, 285
σεῖο πόθῳ μινύθουσα δυσάμμορος, ᾧ ἔπι πολλὴν
ἀγλαΐην καὶ κῦδος ἔχον πάρος, ᾧ ἔπι μούνῳ
μίτρην πρῶτον ἔλυσα καὶ ὕστατον. ἔξοχα γάρ μοι
Εἰλείθυια θεὰ πολέος ἐμέγηρε τόκοιο.
ᾤ μοι ἐμῆς ἄτης· τὸ μὲν οὐδ’ ὅσον, οὐδ’ ἐν ὀνείρῳ 290
ὠισάμην, εἰ Φρίξος ἐμοὶ κακὸν ἔσσετ’ ἀλύξας.»
Ὧς ἥγε στενάχουσα κινύρετο· ταὶ δὲ γυναῖκες

ἀμφίπολοι γοάασκον ἐπισταδόν· αὐτὰρ ὁ τήνγε
μειλιχίοις ἐπέεσσι παρηγορέων προσέειπεν·
 «Μή μοι λευγαλέας ἐνιβάλλεο, μῆτερ ἀνίας 295
ὧδε λίην, ἐπεὶ οὐ μὲν ἐρητύσεις κακότητος
δάκρυσιν, ἀλλ’ ἔτι κεν καὶ ἐπ’ ἄλγεσιν ἄλγος ἄροιο.
πήματα γάρ τ’ ἀίδηλα θεοὶ θνητοῖσι νέμουσιν,
τῶν μοῖραν κατὰ θυμὸν ἀνιάζουσά περ ἔμπης
τλῆθι φέρειν· θάρσει δὲ συνημοσύνῃσιν Ἀθήνης, 300
ἠδὲ θεοπροπίοισιν, ἐπεὶ μάλα δεξιὰ Φοῖβος
ἔχρη, ἀτὰρ μετέπειτά γ’ ἀριστήων ἐπαρωγῇ.
ἀλλὰ σὺ μὲν νῦν αὖθι μετ’ ἀμφιπόλοισιν ἕκηλος
μίμνε δόμοις, μηδ’ ὄρνις ἀεικελίη πέλε νηί·
κεῖσε δ’ ὁμαρτήσουσιν ἔται δμῶές τε κιόντι.» 305
Ἦ, καὶ ὁ μὲν προτέρωσε δόμων ἐξῶρτο νέεσθαι.
οἷος δ’ ἐκ νηοῖο θυώδεος εἶσιν Ἀπόλλων
Δῆλον ἀν’ ἠγαθέην, ἠὲ Κλάρον, ἢ ὅγε Πυθώ,
ἢ Λυκίην εὐρεῖαν ἐπὶ Ξάνθοιο ῥοῇσιν,
τοῖος ἀνὰ πληθὺν δήμου κίεν· ὦρτο δ’ ἀυτὴ 310
κεκλομένων ἄμυδις. τῷ δὲ ξύμβλητο γεραιὴ
Ἰφιὰς Ἀρτέμιδος πολιηόχου ἀρήτειρα,
καί μιν δεξιτερῆς χειρὸς κύσεν, οὐδέ τι φάσθαι
ἔμπης ἱεμένη δύνατο προθέοντος ὁμίλου·
ἀλλ’ ἡ μὲν λίπετ’ αὖθι παρακλιδόν, οἷα γεραιὴ 315
ὁπλοτέρων, ὁ δὲ πολλὸν ἀποπλαγχθεὶς ἐλιάσθη.
Αὐτὰρ ἐπεί ῥα πόληος ἐυδμήτους λίπ’ ἀγυιάς,
ἀκτήν δ’ ἵκανεν Παγασηίδα, τῇ μιν ἑταῖροι
δειδέχατ’, Ἀργῴῃ ἄμυδις παρὰ νηὶ μένοντες.
στῆ δ’ ἄρ’ ἐπὶ προμολῇς· οἱ δ’ ἀντίοι ἠγερέθοντο. 320
ἐς δ’ ἐνόησαν Ἄκαστον ὁμῶς Ἄργον τε πόληος
νόσφι καταβλώσκοντας, ἐθάμβησαν δ’ ἐσιδόντες
πασσυδίῃ Πελίαο παρὲκ νόον ἰθύοντας.
δέρμα δ’ ὁ μὲν ταύροιο ποδηνεκὲς ἀμφέχετ’ ὤμους

Ἄργος Ἀρεστορίδης λάχνῃ μέλαν· αὐτὰρ ὁ καλὴν 325
δίπλακα, τήν οἱ ὄπασσε κασιγνήτη Πελόπεια·
ἀλλ’ ἔμπης τὼ μέν τε διεξερέεσθαι ἕκαστα
ἔσχετο· τοὺς δ’ ἀγορήνδε συνεδριάασθαι ἄνωγεν.
αὐτοῦ δ’ ἰλλομένοις ἐπὶ λαίφεσιν, ἠδὲ καὶ ἱστῷ
κεκλιμένῳ μάλα πάντες ἐπισχερὼ ἑδριόωντο. 330
τοῖσιν δ’ Αἴσονος υἱὸς ἐυφρονέων μετέειπεν·
«Ἄλλα μὲν ὅσσα τε νηὶ ἐφοπλίσσασθαι ἔοικεν
—πάντα γὰρ εὖ κατὰ κόσμον—ἐπαρτέα κεῖται ἰοῦσιν.
τῶ οὐκ ἂν δηναιὸν ἐχοίμεθα τοῖο ἕκητι
ναυτιλίης, ὅτε μοῦνον ἐπιπνεύσουσιν ἀῆται. 335
ἀλλά, φίλοι,—ξυνὸς γὰρ ἐς Ἑλλάδα νόστος ὀπίσσω,
ξυναὶ δ’ ἄμμι πέλονται ἐς Αἰήταο κέλευθοι—
τούνεκα νῦν τὸν ἄριστον ἀφειδήσαντες ἕλεσθε
ὄρχαμον ἡμείων, ᾧ κεν τὰ ἕκαστα μέλοιτο,
νείκεα συνθεσίας τε μετὰ ξείνοισι βαλέσθαι.» 340
Ὧς φάτο· πάπτηναν δὲ νέοι θρασὺν Ἡρακλῆα
ἥμενον ἐν μέσσοισι· μιῇ δέ ἑ πάντες ἀυτῇ
σημαίνειν ἐπέτελλον· ὁ δ’ αὐτόθεν, ἔνθα περ ἧστο,
δεξιτερὴν ἀνὰ χεῖρα τανύσσατο φώνησέν τε·
 «Μήτις ἐμοὶ τόδε κῦδος ὀπαζέτω. οὐ γὰρ ἔγωγε 345
πείσομαι· ὥστε καὶ ἄλλον ἀναστήσεσθαι ἐρύξω.
αὐτὸς, ὅτις ξυνάγειρε, καὶ ἀρχεύοι ὁμάδοιο.»
Ἦ ῥα μέγα φρονέων, ἐπὶ δ’ ᾔνεον, ὡς ἐκέλευεν
Ἡρακλέης· ἀνὰ δ’ αὐτὸς ἀρήιος ὤρνυτ’ Ἰήσων
γηθόσυνος, καὶ τοῖα λιλαιομένοις ἀγόρευεν· 350
«Εἰ μὲν δή μοι κῦδος ἐπιτρωπᾶτε μέλεσθαι,
μηκέτ’ ἔπειθ’, ὡς καὶ πρίν, ἐρητύοιτο κέλευθα.
νῦν γε μὲν ἤδη Φοῖβον ἀρεσσάμενοι θυέεσσιν
δαῖτ’ ἐντυνώμεσθα παρασχεδόν. ὄφρα δ’ ἴωσιν
δμῶες ἐμοὶ σταθμῶν σημάντορες, οἷσι μέμηλεν 355

δεῦρο βόας ἀγέληθεν ἐὺ κρίναντας ἐλάσσαι,
τόφρα κε νῆ’ ἐρύσαιμεν ἔσω ἁλός, ὅπλα δὲ πάντα
ἐνθέμενοι πεπάλαχθε κατὰ κληῖδας ἐρετμά·
τείως δ’ αὖ καὶ βωμὸν ἐπάκτιον Ἐμβασίοιο
θείομεν Ἀπόλλωνος, ὅ μοι χρείων ὑπέδεκτο 360
σημανέειν δείξειν τε πόρους ἁλός, εἴ κε θυηλαῖς
οὗ ἕθεν ἐξάρχωμαι ἀεθλεύων βασιλῆι.»
Ἦ ῥα, καὶ εἰς ἔργον πρῶτος τράπεθ’· οἱ δ’ ἐπανέσταν
πειθόμενοι· ἀπὸ δ’ εἵματ’ ἐπήτριμα νηήσαντο
λείῳ ἐπὶ πλαταμῶνι, τὸν οὐκ ἐπέβαλλε θάλασσα 365
κύμασι, χειμερίη δὲ πάλαι ἀποέκλυσεν ἅλμη.
νῆα δ’ ἐπικρατέως Ἄργου ὑποθημοσύνῃσιν
ἔζωσαν πάμπρωτον ἐυστρεφεῖ ἔνδοθεν ὅπλῳ
τεινάμενοι ἑκάτερθεν, ἵν’ εὖ ἀραροίατο γόμφοις
δούρατα καὶ ῥοθίοιο βίην ἔχοι ἀντιόωσαν. 370
σκάπτον δ’ αἶψα κατ’ εὖρος ὅσον περιβάλλετο χῶρον,
ἠδὲ κατὰ πρῴραν εἴσω ἁλὸς ὁσσάτιόν περ
ἑλκομένη χείρεσσιν ἐπιδραμέεσθαι ἔμελλεν.
αἰεὶ δὲ προτέρω χθαμαλώτερον ἐξελάχαινον
στείρης, ἐν δ’ ὁλκῷ ξεστὰς στορέσαντο φάλαγγας· 375
τὴν δὲ κατάντη κλῖναν ἐπὶ πρώτῃσι φάλαγξιν,
ὥς κεν ὀλισθαίνουσα δι’ αὐτάων φορέοιτο.
ὕψι δ’ ἄρ’ ἔνθα καὶ ἔνθα μεταστρέψαντες ἐρετμὰ
πήχυιον προύχοντα περὶ σκαλμοῖσιν ἔδησαν.
τῶν δ’ ἐναμοιβαδὶς αὐτοὶ ἐνέσταθεν ἀμφοτέρωθεν, 380
στέρνα θ’ ὁμοῦ καὶ χεῖρας ἐπήλασαν. ἐν δ’ ἄρα Τῖφυς
βήσαθ’, ἵν’ ὀτρύνειε νέους κατὰ καιρὸν ἐρύσσαι·
κεκλόμενος δ’ ἤυσε μάλα μέγα· τοὶ δὲ παρᾶσσον
ᾧ κράτεϊ βρίσαντες ἰῇ στυφέλιξαν ἐρωῇ
νειόθεν ἐξ ἕδρης, ἐπὶ δ’ ἐρρώσαντο πόδεσσιν 385

προπροβιαζόμενοι· ἡ δ’ ἕσπετο Πηλιὰς Ἀργὼ
ῥίμφα μάλ’· οἱ δ’ ἑκάτερθεν ἐπίαχον ἀίσσοντες·
αἱ δ’ ἄρ’ ὑπὸ τρόπιδι στιβαρῇ στενάχοντο φάλαγγες
τριβόμεναι· περὶ δέ σφιν ἀιδνὴ κήκιε λιγνὺς
βριθοσύνῃ, κατόλισθε δ’ ἔσω ἁλός. οἱ δέ μιν αὖθι 390
ἂψ ἀνασειράζοντες ἔχον προτέρωσε κιοῦσαν.
σκαλμοῖς δ’ ἀμφὶς ἐρετμὰ κατήρτυον· ἐν δέ οἱ ἱστὸν
λαίφεά τ’ εὐποίητα καὶ ἁρμαλίην ἐβάλοντο.
Αὐτὰρ ἐπεὶ τὰ ἕκαστα περιφραδέως ἀλέγυναν,
κληῖδας μὲν πρῶτα πάλῳ διεμοιρήσαντο, 395
ἄνδρ’ ἐντυναμένω δοιὼ μίαν· ἐκ δ’ ἄρα μέσσην
ᾕρεον Ἡρακλῆι καὶ ἡρώων ἄτερ ἄλλων
Ἀγκαίῳ, Τεγέης ὅς ῥα πτολίεθρον ἔναιεν.
τοῖς μέσσην οἴοισιν ἀπὸ κληῖδα λίποντο
αὔτως, οὔτι πάλῳ· ἐπὶ δ’ ἔτρεπον αἰνήσαντες 400
Τῖφυν ἐυστείρης οἰήια νηὸς ἔρυσθαι.
Ἔνθεν δ’ αὖ λάιγγας ἁλὸς σχεδὸν ὀχλίζοντες
νήεον αὐτόθι βωμὸν ἐπάκτιον Ἀπόλλωνος,
Ἀκτίου Ἐμβασίοιό τ’ ἐπώνυμον· ὦκα δὲ τοίγε
φιτροὺς ἀζαλέης στόρεσαν καθύπερθεν ἐλαίης. 405
τείως δ’ αὖτ’ ἀγέληθεν ἐπιπροέηκαν ἄγοντες
βουκόλοι Αἰσονίδαο δύω βόε. τοὺς δ’ ἐρύσαντο
κουρότεροι ἑτάρων βωμοῦ σχεδόν. οἱ δ’ ἄρ’ ἔπειτα
χέρνιβά τ’ οὐλοχύτας τε παρέσχεθον. αὐτὰρ Ἰήσων
εὔχετο κεκλόμενος πατρώιον Ἀπόλλωνα· 410
«Κλῦθι ἄναξ, Παγασάς τε πόλιν τ’ Αἰσωνίδα ναίων,
ἡμετέροιο τοκῆος ἐπώνυμον, ὅς μοι ὑπέστης
Πυθοῖ χρειομένῳ ἄνυσιν καὶ πείραθ’ ὁδοῖο
σημανέειν, αὐτὸς γὰρ ἐπαίτιος ἔπλευ ἀέθλων·
αὐτὸς νῦν ἄγε νῆα σὺν ἀρτεμέεσσιν ἑταίροις 415
κεῖσέ τε καὶ παλίνορσον ἐς Ἑλλάδα. σοὶ δ’ ἂν ὀπίσσω
τόσσων, ὅσσοι κεν νοστήσομεν, ἀγλαὰ ταύρων

ἱρὰ πάλιν βωμῷ ἐπιθήσομεν· ἄλλα δὲ Πυθοῖ,
ἄλλα δ’ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσω.
νῦν δ’ ἴθι, καὶ τήνδ’ ἧμιν, Ἑκηβόλε, δέξο θυηλήν, 420
ἥν τοι τῆσδ’ ἐπίβαθρα χάριν προτιθείμεθα νηὸς
πρωτίστην· λύσαιμι δ’, ἄναξ, ἐπ’ ἀπήμονι μοίρῃ
πείσματα σὴν διὰ μῆτιν· ἐπιπνεύσειε δ’ ἀήτης
μείλιχος, ᾧ κ’ ἐπὶ πόντον ἐλευσόμεθ’ εὐδιόωντες.»
 Ἦ, καὶ ἅμ’ εὐχωλῇ προχύτας βάλε. τὼ δ’ ἐπὶ βουσὶν 425
ζωσάσθην, Ἀγκαῖος ὑπέρβιος, Ἡρακλέης τε.
ἤτοι ὁ μὲν ῥοπάλῳ μέσσον κάρη ἀμφὶ μέτωπα
πλῆξεν, ὁ δ’ ἀθρόος αὖθι πεσὼν ἐνερείσατο γαίῃ·
Ἀγκαῖος δ’ ἑτέροιο κατὰ πλατὺν αὐχένα κόψας
χαλκείῳ πελέκει κρατεροὺς διέκερσε τένοντας· 430
ἤριπε δ’ ἀμφοτέροισι περιρρηδὴς κεράεσσιν.
τοὺς δ’ ἕταροι σφάξαν τε θοῶς, δεῖράν τε βοείας,
κόπτον, δαίτρευόν τε, καὶ ἱερὰ μῆρ’ ἐτάμοντο,
κὰδ δ’ ἄμυδις τάγε πάντα καλύψαντες πύκα δημῷ
καῖον ἐπὶ σχίζῃσιν· ὁ δ’ ἀκρήτους χέε λοιβὰς 435
Αἰσονίδης, γήθει δὲ σέλας θηεύμενος Ἴδμων
πάντοσε λαμπόμενον θυέων ἄπο τοῖό τε λιγνὺν
πορφυρέαις ἑλίκεσσιν ἐναίσιμον ἀίσσουσαν·
αἶψα δ’ ἀπηλεγέως νόον ἔκφατο Λητοΐδαο·
 «Ὑμῖν μὲν δὴ μοῖρα θεῶν χρειώ τε περῆσαι 440
ἐνθάδε κῶας ἄγοντας· ἀπειρέσιοι δ’ ἐνὶ μέσσῳ
κεῖσέ τε δεῦρό τ’ ἔασιν ἀνερχομένοισιν ἄεθλοι.
αὐτὰρ ἐμοὶ θανέειν στυγερῇ ὑπὸ δαίμονος αἴσῃ
τηλόθι που πέπρωται ἐπ’ Ἀσίδος ἠπείροιο.
ὧδε κακοῖς δεδαὼς ἔτι καὶ πάρος οἰωνοῖσιν 445
πότμον ἐμὸν πάτρης ἐξήιον, ὄφρ’ ἐπιβαίην
νηός, ἐυκλείη δὲ δόμοις ἐπιβάντι λίπηται.»
Ὧς ἄρ’ ἔφη· κοῦροι δὲ θεοπροπίης ἀίοντες
νόστῳ μὲν γήθησαν, ἄχος δ’ ἕλεν Ἴδμονος αἴσῃ.

ἦμος δ’ ἠέλιος σταθερὸν παραμείβεται ἦμαρ, 450
αἱ δὲ νέον σκοπέλοισιν ὑποσκιόωνται ἄρουραι,
δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο,
τῆμος ἄρ’ ἤδη πάντες ἐπὶ ψαμάθοισι βαθεῖαν
φυλλάδα χευάμενοι πολιοῦ πρόπαρ αἰγιαλοῖο
κέκλινθ’ ἑξείης· παρὰ δέ σφισι μυρί’ ἔκειτο 455
εἴδατα, καὶ μέθυ λαρόν, ἀφυσσαμένων προχόῃσιν
οἰνοχόων· μετέπειτα δ’ ἀμοιβαδὶς ἀλλήλοισιν
μυθεῦνθ’ οἷά τε πολλὰ νέοι παρὰ δαιτὶ καὶ οἴνῳ
τερπνῶς ἑψιόωνται, ὅτ’ ἄατος ὕβρις ἀπείη.
ἔνθ’ αὖτ’ Αἰσονίδης μὲν ἀμήχανος εἰν ἑοῖ αὐτῷ 460
πορφύρεσκεν ἕκαστα κατηφιόωντι ἐοικώς.
τὸν δ’ ἄρ’ ὑποφρασθεὶς μεγάλῃ ὀπὶ νείκεσεν Ἴδας·
«Αἰσονίδη, τίνα τήνδε μετὰ φρεσὶ μῆτιν ἑλίσσεις;
αὔδα ἐνὶ μέσσοισι τεὸν νόον. ἦέ σε δαμνᾷ
τάρβος ἐπιπλόμενον, τό τ’ ἀνάλκιδας ἄνδρας ἀτύζει; 465
ἴστω νῦν δόρυ θοῦρον, ὅτῳ περιώσιον ἄλλων
κῦδος ἐνὶ πτολέμοισιν ἀείρομαι, οὐδέ μ’ ὀφέλλει
Ζεὺς τόσον, ὁσσάτιόν περ ἐμὸν δόρυ, μή νύ τι πῆμα
λοίγιον ἔσσεσθαι, μηδ’ ἀκράαντον ἄεθλον
Ἴδεω ἑσπομένοιο, καὶ εἰ θεὸς ἀντιόῳτο· 470
τοῖόν μ’ Ἀρήνηθεν ἀοσσητῆρα κομίζεις.»
Ἦ, καὶ ἐπισχόμενος πλεῖον δέπας ἀμφοτέρῃσιν
πῖνε χαλίκρητον λαρὸν μέθυ· δεύετο δ’ οἴνῳ
χείλεα, κυάνεαί τε γενειάδες· οἱ δ’ ὁμάδησαν
πάντες ὁμῶς, Ἴδμων δὲ καὶ ἀμφαδίην ἀγόρευσεν· 475
«Δαιμόνιε, φρονέεις ὀλοφώια καὶ πάρος αὐτῷ.
ἦέ τοι εἰς ἄτην ζωρὸν μέθυ θαρσαλέον κῆρ
οἰδάνει ἐν στήθεσσι, θεοὺς δ’ ἀνέηκεν ἀτίζειν;
ἄλλοι μῦθοι ἔασι παρήγοροι, οἷσί περ ἀνήρ
θαρσύνοι ἕταρον· σὺ δ’ ἀτάσθαλα πάμπαν ἔειπας, 480
τοῖα φάτις καὶ τοὺς πρὶν ἐπιφλύειν μακάρεσσιν
υἷας Ἀλωιάδας, οἷς οὐδ’ ὅσον ἰσοφαρίζεις

ἠνορέην· ἔμπης δὲ θοοῖς ἐδάμησαν ὀιστοῖς
ἄμφω Λητοΐδαο, καὶ ἴφθιμοί περ ἐόντες.»
 Ὧς ἔφατ’· ἐκ δ’ ἐγέλασσεν ἄδην Ἀφαρήιος Ἴδας 485
καί μιν ἐπιλλίζων ἠμείβετο κερτομίοισιν·
«Ἄγρει νυν τόδε σῇσι θεοπροπίῃσιν ἐνίσπες,
εἰ καὶ ἐμοὶ τοιόνδε θεοὶ τελέουσιν ὄλεθρον,
οἷον Ἀλωιάδῃσι πατὴρ τεὸς ἐγγυάλιξεν.
φράζεο δ’ ὅππως χεῖρας ἐμὰς σόος ἐξαλέαιο, 490
χρειὼ θεσπίζων μεταμώνιον εἴ κεν ἁλῴης.»
Χώετ’ ἐνιπτάζων· προτέρω δέ κε νεῖκος ἐτύχθη,
εἰ μὴ δηριόωντας ὁμοκλήσαντες ἑταῖροι
αὐτός τ’ Αἰσονίδης κατερήτυεν· ἂν δὲ καὶ Ὀρφεὺς
λαιῇ ἀνασχόμενος κίθαριν, πείραζεν ἀοιδῆς. 495
Ἤειδεν δ’ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα,
τὸ πρὶν ἔτ’ ἀλλήλοισι μιῇ συναρηρότα μορφῇ,
νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα·
ἠδ’ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν
ἄστρα, σεληναίη τε καὶ ἠελίοιο κέλευθοι· 500
οὔρεά θ’ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες
αὐτῇσιν νύμφῃσι καὶ ἑρπετὰ πάντ’ ἐγένοντο.
ἤειδεν δ’ ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τε
Ὠκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο·
ὥς τε βίῃ καὶ χερσὶν ὁ μὲν Κρόνῳ εἴκαθε τιμῆς, 505
ἡ δὲ Ῥέῃ, ἔπεσον δ’ ἐνὶ κύμασιν Ὠκεανοῖο·
οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον,
ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδώς,
Δικταῖον ναίεσκεν ὑπὸ σπέος· οἱ δέ μιν οὔπω
γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῷ, 510
βροντῇ τε στεροπῇ τε· τὰ γὰρ Διὶ κῦδος ὀπάζει.
Ἦ, καὶ ὁ μὲν φόρμιγγα σὺν ἀμβροσίῃ σχέθεν αὐδῇ·
τοὶ δ’ ἄμοτον λήξαντος ἔτι προύχοντο κάρηνα
πάντες ὁμῶς ὀρθοῖσιν ἐπ’ οὔασιν ἠρεμέοντες

κηληθμῷ· τοῖόν σφιν ἐνέλλιπε θέλκτρον ἀοιδῆς. 515
οὐδ’ ἐπὶ δὴν μετέπειτα κερασσάμενοι Διὶ λοιβάς,
ἣ θέμις ἐστί, τέως ἐπὶ γλώσσῃσι χέοντο
αἰθομέναις, ὕπνου δὲ διὰ κνέφας ἐμνώοντο.
Αὐτὰρ ὅτ’ αἰγλήεσσα φαεινοῖς ὄμμασιν Ἠὼς
Πηλίου αἰπεινὰς ἴδεν ἄκριας, ἐκ δ’ ἀνέμοιο 520
εὔδιοι ἐκλύζοντο τινασσομένης ἁλὸς ἄκραι,
δὴ τότ’ ἀνέγρετο Τῖφυς· ἄφαρ δ’ ὀρόθυνεν ἑταίρους
βαινέμεναί τ’ ἐπὶ νῆα καὶ ἀρτύνασθαι ἐρετμά.
σμερδαλέον δὲ λιμὴν Παγασήιος ἠδὲ καὶ αὐτὴ
Πηλιὰς ἴαχεν Ἀργὼ ἐπισπέρχουσα νέεσθαι. 525
ἐν γάρ οἱ δόρυ θεῖον ἐλήλατο, τό ῥ’ ἀνὰ μέσσην
στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ.
οἱ δ’ ἀνὰ σέλματα βάντες ἐπισχερὼ ἀλλήλοισιν,
ὡς ἐδάσαντο πάροιθεν ἐρεσσέμεν, ᾧ ἐνὶ χώρῳ,
εὐκόσμως σφετέροισι παρ’ ἔντεσιν ἑδριόωντο· 530
μέσσῳ δ’ Ἀγκαῖος μέγα τε σθένος Ἡρακλῆος
ἵζανον· ἄγχι δέ οἱ ῥόπαλον θέτο, καί οἱ ἔνερθεν
ποσσὶν ὑπεκλύσθη νηὸς τρόπις. εἵλκετο δ’ ἤδη
πείσματα, καὶ μέθυ λεῖβον ὕπερθ’ ἁλός. αὐτὰρ Ἰήσων
δακρυόεις γαίης ἀπὸ πατρίδος ὄμματ’ ἔνεικεν. 535
οἱ δ’, ὥστ’ ἠίθεοι Φοίβῳ χορὸν ἢ ἐνὶ Πυθοῖ
ἤ που ἐν Ὀρτυγίῃ ἢ ἐφ’ ὕδασιν Ἰσμηνοῖο
στησάμενοι, φόρμιγγος ὑπαὶ περὶ βωμὸν ὁμαρτῇ
ἐμμελέως κραιπνοῖσι πέδον ῥήσσωσι πόδεσσιν·
ὧς οἱ ὑπ’ Ὀρφῆος κιθάρῃ πέπληγον ἐρετμοῖς 540
πόντου λάβρον ὕδωρ, ἐπὶ δὲ ῥόθια κλύζοντο·
ἀφρῷ δ’ ἔνθα καὶ ἔνθα κελαινὴ κήκιεν ἅλμη
δεινὸν μορμύρουσα ἐρισθενέων μένει ἀνδρῶν.
στράπτε δ’ ὑπ’ ἠελίῳ φλογὶ εἴκελα νηὸς ἰούσης

τεύχεα· μακραὶ δ’ αἰὲν ἐλευκαίνοντο κέλευθοι, 545
ἀτραπὸς ὣς χλοεροῖο διειδομένη πεδίοιο.
πάντες δ’ οὐρανόθεν λεῦσσον θεοὶ ἤματι κείνῳ
νῆα καὶ ἡμιθέων ἀνδρῶν μένος, οἳ τότ’ ἄριστοι
πόντον ἐπιπλώεσκον· ἐπ’ ἀκροτάτῃσι δὲ νύμφαι
Πηλιάδες κορυφῇσιν ἐθάμβεον εἰσορόωσαι 550
ἔργον Ἀθηναίης Ἰτωνίδος, ἠδὲ καὶ αὐτοὺς
ἥρωας χείρεσσιν ἐπικραδάοντας ἐρετμά.
αὐτὰρ ὅγ’ ἐξ ὑπάτου ὄρεος κίεν ἄγχι θαλάσσης
Χείρων Φιλλυρίδης, πολιῇ δ’ ἐπὶ κύματος ἀγῇ
τέγγε πόδας, καὶ πολλὰ βαρείῃ χειρὶ κελεύων, 555
νόστον ἐπευφήμησεν ἀκηδέα νισσομένοισιν.
σὺν καί οἱ παράκοιτις ἐπωλένιον φορέουσα
Πηλεΐδην Ἀχιλῆα, φίλῳ δειδίσκετο πατρί.
Οἱ δ’ ὅτε δὴ λιμένος περιηγέα κάλλιπον ἀκτὴν
φραδμοσύνῃ μήτι τε δαΐφρονος Ἁγνιάδαο 560
Τίφυος, ὅς ῥ’ ἐνὶ χερσὶν ἐύξοα τεχνηέντως
πηδάλι’ ἀμφιέπεσκ’, ὄφρ’ ἔμπεδον ἐξιθύνοι,
δή ῥα τότε μέγαν ἱστὸν ἐνεστήσαντο μεσόδμῃ,
δῆσαν δὲ προτόνοισι, τανυσσάμενοι ἑκάτερθεν,
κὰδ δ’ αὐτοῦ λίνα χεῦαν, ἐπ’ ἠλακάτην ἐρύσαντες. 565
ἐν δὲ λιγὺς πέσεν οὖρος· ἐπ’ ἰκριόφιν δὲ κάλωας
ξεστῇσιν περόνῃσι διακριδὸν ἀμφιβαλόντες
Τισαίην εὔκηλοι ὑπὲρ δολιχὴν θέον ἄκρην.
τοῖσι δὲ φορμίζων εὐθήμονι μέλπεν ἀοιδῇ
Οἰάγροιο πάις νηοσσόον εὐπατέρειαν 570
Ἄρτεμιν, ἣ κείνας σκοπιὰς ἁλὸς ἀμφιέπεσκεν
ῥυομένη καὶ γαῖαν Ἰωλκίδα· τοὶ δὲ βαθείης
ἰχθύες ἀίσσοντες ὕπερθ’ ἁλός, ἄμμιγα παύροις
ἄπλετοι, ὑγρὰ κέλευθα διασκαίροντες ἕποντο.

ὡς δ’ ὁπότ’ ἀγραύλοιο κατ’ ἴχνια σημαντῆρος 575
μυρία μῆλ’ ἐφέπονται ἄδην κεκορημένα ποίης
εἰς αὖλιν, ὁ δέ τ’ εἶσι πάρος σύριγγι λιγείῃ
καλὰ μελιζόμενος νόμιον μέλος· ὧς ἄρα τοίγε
ὡμάρτευν· τὴν δ’ αἰὲν ἐπασσύτερος φέρεν οὖρος.
 Αὐτίκα δ’ ἠερίη πολυλήιος αἶα Πελασγῶν 580
δύετο, Πηλιάδας δὲ παρεξήμειβον ἐρίπνας
αἰὲν ἐπιπροθέοντες· ἔδυνε δὲ Σηπιὰς ἄκρη,
φαίνετο δ’ εἰναλίη Σκίαθος, φαίνοντο δ’ ἄπωθεν
Πειρεσιαὶ Μάγνησά θ’ ὑπεύδιος ἠπείροιο
ἀκτὴ καὶ τύμβος Δολοπήιος· ἔνθ’ ἄρα τοίγε 585
ἑσπέριοι ἀνέμοιο παλιμπνοίῃσιν ἔκελσαν,
καί μιν κυδαίνοντες ὑπὸ κνέφας ἔντομα μήλων
κεῖαν, ὀρινομένης ἁλὸς οἴδματι· διπλόα δ’ ἀκταῖς
ἤματ’ ἐλινύεσκον· ἀτὰρ τριτάτῳ προέηκαν
νῆα, τανυσσάμενοι περιώσιον ὑψόθι λαῖφος. 590
τὴν δ’ ἀκτὴν Ἀφέτας Ἀργοῦς ἔτι κικλήσκουσιν.
Ἔνθεν δὲ προτέρωσε παρεξέθεον Μελίβοιαν,
ἀκτήν τ’ αἰγιαλόν τε δυσήνεμον εἰσορόωντες.
ἠῶθεν δ’ Ὁμόλην αὐτοσχεδὸν εἰσορόωντες
πόντῳ κεκλιμένην παρεμέτρεον· οὐδ’ ἔτι δηρὸν 595
μέλλον ὑπὲκ ποταμοῖο βαλεῖν Ἀμύροιο ῥέεθρα.
κεῖθεν δ’ Εὐρυμένας τε πολυκλύστους τε φάραγγας
Ὄσσης Οὐλύμποιό τ’ ἐσέδρακον· αὐτὰρ ἔπειτα
κλίτεα Παλλήναια, Καναστραίην ὑπὲρ ἄκρην,
ἤνυσαν ἐννύχιοι πνοιῇ ἀνέμοιο θέοντες. 600
ἦρι δὲ νισσομένοισιν Ἄθω ἀνέτελλε κολώνη
Θρηικίη, ἣ τόσσον ἀπόπροθι Λῆμνον ἐοῦσαν,
ὅσσον ἐς ἔνδιόν κεν ἐύστολος ὁλκὰς ἀνύσσαι,
ἀκροτάτῃ κορυφῇ σκιάει, καὶ ἐσάχρι Μυρίνης.
τοῖσιν δ’ αὐτῆμαρ μὲν ἄεν καὶ ἐπὶ κνέφας οὖρος 605

πάγχυ μάλ’ ἀκραής, τετάνυστο δὲ λαίφεα νηός.
αὐτὰρ ἅμ’ ἠελίοιο βολαῖς ἀνέμοιο λιπόντος
εἰρεσίῃ κραναὴν Σιντηίδα Λῆμνον ἵκοντο.
Ἔνθ’ ἄμυδις πᾶς δῆμος ὑπερβασίῃσι γυναικῶν
νηλειῶς δέδμητο παροιχομένῳ λυκάβαντι. 610
δὴ γὰρ κουριδίας μὲν ἀπηνήναντο γυναῖκας
ἀνέρες ἐχθήραντες, ἔχον δ’ ἐπὶ ληιάδεσσιν
τρηχὺν ἔρον, ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθεν
Θρηικίην δῃοῦντες· ἐπεὶ χόλος αἰνὸς ὄπαζεν
Κύπριδος, οὕνεκά μιν γεράων ἐπὶ δηρὸν ἄτισσαν. 615
ὦ μέλεαι, ζήλοιό τ’ ἐπισμυγερῶς ἀκόρητοι.
οὐκ οἶον σὺν τῇσιν ἑοὺς ἔρραισαν ἀκοίτας
ἀμφ’ εὐνῇ, πᾶν δ’ ἄρσεν ὁμοῦ γένος, ὥς κεν ὀπίσσω
μήτινα λευγαλέοιο φόνου τίσειαν ἀμοιβήν.
οἴη δ’ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς 620
Ὑψιπύλεια Θόαντος, ὃ δὴ κατὰ δῆμον ἄνασσεν·
λάρνακι δ’ ἐν κοίλῃ μιν ὕπερθ’ ἁλὸς ἧκε φέρεσθαι,
αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο
πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν
νῆσον, ἐπακτῆρες, Σικίνου ἄπο, τόν ῥα Θόαντι 625
νηιὰς Οἰνοίη νύμφη τέκεν εὐνηθεῖσα.
τῇσι δὲ βουκόλιαί τε βοῶν χάλκειά τε δύνειν
τεύχεα, πυροφόρους τε διατμήξασθαι ἀρούρας
ῥηίτερον πάσῃσιν Ἀθηναίης πέλεν ἔργων,
οἷς αἰεὶ τὸ πάροιθεν ὁμίλεον. ἀλλὰ γὰρ ἔμπης 630
ἦ θαμὰ δὴ πάπταινον ἐπὶ πλατὺν ὄμμασι πόντον
δείματι λευγαλέῳ, ὁπότε Θρήικες ἴασιν.
τῶ καὶ ὅτ’ ἐγγύθι νήσου ἐρεσσομένην ἴδον Ἀργώ,
αὐτίκα πασσυδίῃ πυλέων ἔκτοσθε Μυρίνης
δήια τεύχεα δῦσαι ἐς αἰγιαλὸν προχέοντο, 635
Θυιάσιν ὠμοβόροις ἴκελαι· φὰν γάρ που ἱκάνειν
Θρήικας· ἡ δ’ ἅμα τῇσι Θοαντιὰς Ὑψιπύλεια

δῦν’ ἐνὶ τεύχεσι πατρός. ἀμηχανίῃ δ’ ἐχέοντο
ἄφθογγοι· τοῖόν σφιν ἐπὶ δέος ᾐωρεῖτο.
 Τείως δ’ αὖτ’ ἐκ νηὸς ἀριστῆες προέηκαν 640
Αἰθαλίδην κήρυκα θοόν, τῷπέρ τε μέλεσθαι
ἀγγελίας καὶ σκῆπτρον ἐπέτρεπον Ἑρμείαο,
σφωιτέροιο τοκῆος, ὅ οἱ μνῆστιν πόρε πάντων
ἄφθιτον· οὐδ’ ἔτι νῦν περ ἀποιχομένου Ἀχέροντος
δίνας ἀπροφάτους ψυχὴν ἐπιδέδρομε λήθη· 645
ἀλλ’ ἥγ’ ἔμπεδον αἰὲν ἀμειβομένη μεμόρηται,
ἄλλοθ’ ὑποχθονίοις ἐναρίθμιος, ἄλλοτ’ ἐς αὐγὰς
ἠελίου ζωοῖσι μετ’ ἀνδράσιν. ἀλλὰ τί μύθους
Αἰθαλίδεω χρειώ με διηνεκέως ἀγορεύειν;
ὅς ῥα τόθ’ Ὑψιπύλην μειλίξατο δέχθαι ἰόντας 650
ἤματος ἀνομένοιο διὰ κνέφας· οὐδὲ μὲν ἠοῖ
πείσματα νηὸς ἔλυσαν ἐπὶ πνοιῇ βορέαο.
Λημνιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἷζον ἰοῦσαι
εἰς ἀγορήν· αὐτὴ γὰρ ἐπέφραδεν Ὑψιπύλεια.
καί ῥ’ ὅτε δὴ μάλα πᾶσαι ὁμιλαδὸν ἠγερέθοντο, 655
αὐτίκ’ ἄρ’ ἥγ’ ἐνὶ τῇσιν ἐποτρύνουσ’ ἀγόρευεν·
«Ὦ φίλαι, εἰ δ’ ἄγε δὴ μενοεικέα δῶρα πόρωμεν
ἀνδράσιν, οἷά τ’ ἔοικεν ἄγειν ἐπὶ νηὸς ἔχοντας,
ἤια, καὶ μέθυ λαρόν, ἵν’ ἔμπεδον ἔκτοθι πύργων
μίμνοιεν, μηδ’ ἄμμε κατὰ χρειὼ μεθέποντες 660
ἀτρεκέως γνώωσι, κακὴ δ’ ἐπὶ πολλὸν ἵκηται
βάξις· ἐπεὶ μέγα ἔργον ἐρέξαμεν, οὐδέ τι πάμπαν
θυμηδὲς καὶ τοῖσι τόγ’ ἔσσεται, εἴ κε δαεῖεν.
ἡμετέρη μὲν νῦν τοίη παρενήνοθε μῆτις·
ὑμέων δ’ εἴ τις ἄρειον ἔπος μητίσεται ἄλλη, 665
ἐγρέσθω· τοῦ γάρ τε καὶ εἵνεκα δεῦρ’ ἐκάλεσσα.»
Ὧς ἄρ’ ἔφη, καὶ θῶκον ἐφίζανε πατρὸς ἑοῖο
λάινον· αὐτὰρ ἔπειτα φίλη τροφὸς ὦρτο Πολυξώ,

γήραϊ δὴ ῥικνοῖσιν ἐπισκάζουσα πόδεσσιν,
βάκτρῳ ἐρειδομένη, περὶ δὲ μενέαιν’ ἀγορεῦσαι. 670
τῇ καὶ παρθενικαὶ πίσυρες σχεδὸν ἑδριόωντο
ἀδμῆτες λευκῇσιν ἐπιχνοαούσῃ ἐθείραις.
στῆ δ’ ἄρ’ ἐνὶ μέσσῃ ἀγορῇ, ἀνὰ δ’ ἔσχεθε δειρὴν
ἦκα μόλις κυφοῖο μεταφρένου, ὧδέ τ’ ἔειπεν·
 «Δῶρα μέν, ὡς αὐτῇ περ ἐφανδάνει Ὑψιπυλείῃ, 675
πέμπωμεν ξείνοισιν, ἐπεὶ καὶ ἄρειον ὀπάσσαι.
ὔμμι γε μὴν τίς μῆτις ἐπαύρεσθαι βιότοιο,
αἴ κεν ἐπιβρίσῃ Θρήιξ στρατός, ἠέ τις ἄλλος
δυσμενέων, ἅ τε πολλὰ μετ’ ἀνθρώποισι πέλονται;
ὡς καὶ νῦν ὅδ’ ὅμιλος ἀνωίστως ἐφικάνει. 680
εἰ δὲ τὸ μὲν μακάρων τις ἀποτρέποι, ἄλλα δ’ ὀπίσσω
μυρία δηιοτῆτος ὑπέρτερα πήματα μίμνει,
εὖτ’ ἂν δὴ γεραραὶ μὲν ἀποφθινύθωσι γυναῖκες,
κουρότεραι δ’ ἄγονοι στυγερὸν ποτὶ γῆρας ἵκησθε.
πῶς τῆμος βώσεσθε δυσάμμοροι; ἦε βαθείαις 685
αὐτόματοι βόες ὔμμιν ἐνιζευχθέντες ἀρούραις
γειοτόμον νειοῖο διειρύσσουσιν ἄροτρον,
καὶ πρόκα τελλομένου ἔτεος στάχυν ἀμήσονται;
ἦ μὲν ἐγών, εἰ καί με τὰ νῦν ἔτι πεφρίκασιν
Kῆρες, ἐπερχόμενόν που ὀίομαι εἰς ἔτος ἤδη 690
γαῖαν ἐφέσσεσθαι, κτερέων ἀπὸ μοῖραν ἑλοῦσαν
αὔτως, ἣ θέμις ἐστί, πάρος κακότητα πελάσσαι.
ὁπλοτέρῃσι δὲ πάγχυ τάδε φράζεσθαι ἄνωγα.
νῦν γὰρ δὴ παρὰ ποσσὶν ἐπήβολός ἐστ’ ἀλεωρή,
εἴ κεν ἐπιτρέψητε δόμους καὶ ληίδα πᾶσαν 695
ὑμετέρην ξείνοισι καὶ ἀγλαὸν ἄστυ μέλεσθαι.»
Ὧς ἔφατ’· ἐν δ’ ἀγορὴ πλῆτο θρόου. εὔαδε γάρ σφιν
μῦθος. ἀτὰρ μετὰ τήνγε παρασχεδὸν αὖτις ἀνῶρτο
Ὑψιπύλη, καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα·

 «Εἰ μὲν δὴ πάσῃσιν ἐφανδάνει ἥδε μενοινή, 700
ἤδη κεν μετὰ νῆα καὶ ἄγγελον ὀτρύναιμι.»
ἦ ῥα, καὶ Ἰφινόην μετεφώνεεν ἆσσον ἐοῦσαν·
«Ὅρσο μοι, Ἰφινόη, τοῦδ’ ἀνέρος ἀντιόωσα,
ἡμέτερόνδε μολεῖν, ὅστις στόλου ἡγεμονεύει,
ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπω· 705
καὶ δ’ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κ’ ἐθέλωσιν,
κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας.»
Ἦ, καὶ ἔλυσ’ ἀγορήν, μετὰ δ’ εἰς ἑὸν ὦρτο νέεσθαι.
ὧς δὲ καὶ Ἰφινόη Μινύας ἵκεθ’· οἱ δ’ ἐρέεινον,
χρεῖος ὅ τι φρονέουσα μετήλυθεν. ὦκα δὲ τούσγε 710
πασσυδίῃ μύθοισι προσέννεπεν ἐξερέοντας·
«Κούρη τοί μ’ ἐφέηκε Θοαντιὰς ἐνθάδ’ ἰοῦσαν,
Ὑψιπύλη, καλέειν νηὸς πρόμον, ὅστις ὄρωρεν,
ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπῃ·
καὶ δ’ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κ’ ἐθέλητε, 715
κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας.»
Ὧς ἄρ’ ἔφη· πάντεσσι δ’ ἐναίσιμος ἥνδανε μῦθος.
Ὑψιπύλην δ’ εἴσαντο καταφθιμένοιο Θόαντος
τηλυγέτην γεγαυῖαν ἀνασσέμεν· ὦκα δὲ τόνγε
πέμπον ἴμεν, καὶ δ’ αὐτοὶ ἐπεντύνοντο νέεσθαι. 720
Αὐτὰρ ὅγ’ ἀμφ’ ὤμοισι θεᾶς Τριτωνίδος ἔργον,
δίπλακα πορφυρέην περονήσατο, τήν οἱ ὄπασσεν
Παλλάς, ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηὸς
Ἀργοῦς, καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι.
τῆς μὲν ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόντα 725
ὄσσε βάλοις, ἢ κεῖνο μεταβλέψειας ἔρευθος.
δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσσα τέτυκτο,
ἄκρα δὲ πορφυρέη πάντῃ πέλεν· ἐν δ’ ἄρ’ ἑκάστῳ
τέρματι δαίδαλα πολλὰ διακριδὸν εὖ ἐπέπαστο.
 Ἐν μὲν ἔσαν Κύκλωπες ἐπ’ ἀφθίτῳ ἥμενοι ἔργῳ, 730

Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι· ὃς τόσον ἤδη
παμφαίνων ἐτέτυκτο, μιῆς δ’ ἔτι δεύετο μοῦνον
ἀκτῖνος, τὴν οἵγε σιδηρείῃς ἐλάασκον
σφύρῃσιν, μαλεροῖο πυρὸς ζείουσαν ἀυτμήν.
 Ἐν δ’ ἔσαν Ἀντιόπης Ἀσωπίδος υἱέε δοιώ, 735
Ἀμφίων καὶ Ζῆθος· ἀπύργωτος δ’ ἔτι Θήβη
κεῖτο πέλας, τῆς οἵγε νέον βάλλοντο δομαίους
ἱέμενοι. Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταζεν
οὔρεος ἠλιβάτοιο κάρη, μογέοντι ἐοικώς·
Ἀμφίων δ’ ἐπὶ οἷ χρυσέῃ φόρμιγγι λιγαίνων 740
ἤιε, δὶς τόσση δὲ μετ’ ἴχνια νίσσετο πέτρη.
Ἑξείης δ’ ἤσκητο βαθυπλόκαμος Κυθέρεια
Ἄρεος ὀχμάζουσα θοὸν σάκος· ἐκ δέ οἱ ὤμου
πῆχυν ἔπι σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνος
νέρθεν ὑπὲκ μαζοῖο· τὸ δ’ ἀντίον ἀτρεκὲς αὔτως 745
χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετ’ ἰδέσθαι.
Ἐν δὲ βοῶν ἔσκεν λάσιος νομός· ἀμφὶ δὲ βουσὶν
Τηλεβόαι μάρναντο καὶ υἱέες Ἠλεκτρύωνος·
οἱ μὲν ἀμυνόμενοι, ἀτὰρ οἵγ’ ἐθέλοντες ἀμέρσαι,
ληισταὶ Τάφιοι· τῶν δ’ αἵματι δεύετο λειμὼν 750
ἑρσήεις, πολέες δ’ ὀλίγους βιόωντο νομῆας.
Ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντες.
καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε, τινάσσων
ἡνία, σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια·
τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους, 755
σὺν τῷ δ’ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπὼς
ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο
πῖπτεν, ἐπεσσύμενος Πελοπήια νῶτα δαΐξαι.
Ἐν καὶ Ἀπόλλων Φοῖβος ὀιστεύων ἐτέτυκτο,
βούπαις οὔπω πολλός, ἑὴν ἐρύοντα καλύπτρης 760
μητέρα θαρσαλέως Τιτυὸν μέγαν, ὅν ῥ’ ἔτεκέν γε

δῖ’ Ἐλάρη, θρέψεν δὲ καὶ ἂψ ἐλοχεύσατο Γαῖα.
Ἐν καὶ Φρίξος ἔην Μινυήιος ὡς ἐτεόν περ
εἰσαΐων κριοῦ, ὁ δ’ ἄρ’ ἐξενέποντι ἐοικώς.
κείνους κ’ εἰσορόων ἀκέοις, ψεύδοιό τε θυμόν, 765
ἐλπόμενος πυκινήν τιν’ ἀπὸ σφείων ἐσακοῦσαι
βάξιν, ὃ καὶ δηρόν περ ἐπ’ ἐλπίδι θηήσαιο.
Τοῖ’ ἄρα δῶρα θεᾶς Τριτωνίδος ἦεν Ἀθήνης.
δεξιτερῇ δ’ ἕλεν ἔγχος ἑκηβόλον, ὅ ῥ’ Ἀταλάντη
Μαινάλῳ ἔν ποτέ οἱ ξεινήιον ἐγγυάλιξεν, 770
πρόφρων ἀντομένη· περὶ γὰρ μενέαινεν ἕπεσθαι
τὴν ὁδόν· ἀλλὰ γὰρ αὐτὸς ἑκὼν ἀπερήτυε κούρην,
δεῖσεν δ’ ἀργαλέας ἔριδας φιλότητος ἕκητι.
Βῆ δ’ ἴμεναι προτὶ ἄστυ, φαεινῷ ἀστέρι ἶσος,
ὅν ῥά τε νηγατέῃσιν ἐεργόμεναι καλύβῃσιν 775
νύμφαι θηήσαντο δόμων ὕπερ ἀντέλλοντα,
καί σφισι κυανέοιο δι’ ἠέρος ὄμματα θέλγει
καλὸν ἐρευθόμενος, γάνυται δέ τε ἠιθέοιο
παρθένος ἱμείρουσα μετ’ ἀλλοδαποῖσιν ἐόντος
ἀνδράσιν, ᾧ καί μιν μνηστὴν κομέουσι τοκῆες· 780
τῷ ἴκελος πρὸ πόληος ἀνὰ στίβον ἤιεν ἥρως.
καί ῥ’ ὅτε δὴ πυλέων τε καὶ ἄστεος ἐντὸς ἔβησαν,
δημότεραι μὲν ὄπισθεν ἐπεκλονέοντο γυναῖκες,
γηθόσυναι ξείνῳ· ὁ δ’ ἐπὶ χθονὸς ὄμματ’ ἐρείσας
νίσσετ’ ἀπηλεγέως, ὄφρ’ ἀγλαὰ δώμαθ’ ἵκανεν 785
Ὑψιπύλης· ἄνεσαν δὲ πύλας προφανέντι θεράπναι
δικλίδας, εὐτύκτοισιν ἀρηρεμένας σανίδεσσιν.
ἔνθα μιν Ἰφινόη κλισμῷ ἔνι παμφανόωντι
ἐσσυμένως καλῆς διὰ παστάδος εἷσεν ἄγουσα
ἀντία δεσποίνης· ἡ δ’ ἐγκλιδὸν ὄσσε βαλοῦσα 790
παρθενικὰς ἐρύθηνε παρηίδας· ἔμπα δὲ τόνγε
αἰδομένη μύθοισι προσέννεπεν αἱμυλίοισιν·

«Ξεῖνε, τίη μίμνοντες ἐπὶ χρόνον ἔκτοθι πύργων
ἧσθ’ αὔτως; ἐπεὶ οὐ μὲν ὑπ’ ἀνδράσι ναίεται ἄστυ,
ἀλλὰ Θρηικίης ἐπινάστιοι ἠπείροιο 795
πυροφόρους ἀρόωσι γύας. κακότητα δὲ πᾶσαν
ἐξερέω νημερτές, ἵν’ εὖ γνοίητε καὶ αὐτοί.
εὖτε Θόας ἀστοῖσι πατὴρ ἐμὸς ἐμβασίλευεν,
τηνίκα Θρηικίην, οἵ τ’ ἀντία ναιετάουσιν,
δήμου ἀπορνύμενοι λαοὶ πέρθεσκον ἐπαύλους 800
ἐκ νηῶν, αὐτῇσι δ’ ἀπείρονα ληίδα κούραις
δεῦρ’ ἄγον· οὐλομένης δὲ θεᾶς πορσύνετο μῆτις
Κύπριδος, ἥ τέ σφιν θυμοφθόρον ἔμβαλεν ἄτην.
δὴ γὰρ κουριδίας μὲν ἀπέστυγον, ἐκ δὲ μελάθρων,
ᾗ ματίῃ εἴξαντες, ἀπεσσεύοντο γυναῖκας· 805
αὐτὰρ ληιάδεσσι δορικτήταις παρίαυον,
σχέτλιοι. ἦ μὲν δηρὸν ἐτέτλαμεν, εἴ κέ ποτ’ αὖτις
ὀψὲ μεταστρέψωσι νόον· τὸ δὲ διπλόον αἰεὶ
πῆμα κακὸν προύβαινεν. ἀτιμάζοντο δὲ τέκνα
γνήσι’ ἐνὶ μεγάροις, σκοτίη δ’ ἀνέτελλε γενέθλη. 810
αὔτως δ’ ἀδμῆτές τε κόραι, χῆραί τ’ ἐπὶ τῇσιν
μητέρες ἂμ πτολίεθρον ἀτημελέες ἀλάληντο.
οὐδὲ πατὴρ ὀλίγον περ ἑῆς ἀλέγιζε θυγατρός,
εἰ καὶ ἐν ὀφθαλμοῖσι δαϊζομένην ὁρόῳτο
μητρυιῆς ὑπὸ χερσὶν ἀτασθάλου· οὐδ’ ἀπὸ μητρὸς 815
λώβην, ὡς τὸ πάροιθεν, ἀεικέα παῖδες ἄμυνον·
οὐδὲ κασιγνήτοισι κασιγνήτη μέλε θυμῷ.
ἀλλ’ οἶαι κοῦραι ληίτιδες ἔν τε δόμοισιν
ἔν τε χοροῖς ἀγορῇ τε καὶ εἰλαπίνῃσι μέλοντο·
εἰσόκε τις θεὸς ἄμμιν ὑπέρβιον ἔμβαλε θάρσος, 820
ἂψ ἀναερχομένους Θρῃκῶν ἄπο μηκέτι πύργοις
δέχθαι, ἵν’ ἢ φρονέοιεν ἅπερ θέμις, ἠέ πῃ ἄλλῃ

αὐταῖς ληιάδεσσιν ἀφορμηθέντες ἵκοιντο.
οἱ δ’ ἄρα θεσσάμενοι παίδων γένος, ὅσσον ἔλειπτο
ἄρσεν ἀνὰ πτολίεθρον, ἔβαν πάλιν, ἔνθ’ ἔτι νῦν περ 825
Θρηικίης ἄροσιν χιονώδεα ναιετάουσιν.
τῶ ὑμεῖς στρωφᾶσθ’ ἐπιδήμιοι· εἰ δέ κεν αὖθι
ναιετάειν ἐθέλοις, καί τοι ἅδοι, ἦ τ’ ἂν ἔπειτα
πατρὸς ἐμεῖο Θόαντος ἔχοις γέρας· οὐδέ τί σ’ οἴω
γαῖαν ὀνόσσεσθαι· περὶ γὰρ βαθυλήιος ἄλλων 830
νήσων, Αἰγαίῃ ὅσαι εἰν ἁλὶ ναιετάουσιν.
ἀλλ’ ἄγε νῦν ἐπὶ νῆα κιὼν ἑτάροισιν ἐνίσπες
μύθους ἡμετέρους, μηδ’ ἔκτοθι μίμνε πόληος.»
Ἴσκεν, ἀμαλδύνουσα φόνου τέλος, οἷον ἐτύχθη
ἀνδράσιν· αὐτὰρ ὁ τήνγε παραβλήδην προσέειπεν· 835
«Ὑψιπύλη, μάλα κεν θυμηδέος ἀντιάσαιμεν
χρησμοσύνης, ἣν ἄμμι σέθεν χατέουσιν ὀπάζεις.
εἶμι δ’ ὑπότροπος αὖτις ἀνὰ πτόλιν, εὖτ’ ἂν ἕκαστα
ἐξείπω κατὰ κόσμον. ἀνακτορίη δὲ μελέσθω
σοίγ’ αὐτῇ καὶ νῆσος· ἔγωγε μὲν οὐκ ἀθερίζων 840
χάζομαι, ἀλλά με λυγροὶ ἐπισπέρχουσιν ἄεθλοι.»
Ἦ, καὶ δεξιτερῆς χειρὸς θίγεν· αἶψα δ’ ὀπίσσω
βῆ ῥ’ ἴμεν, ἀμφὶ δὲ τόνγε νεήνιδες ἄλλοθεν ἄλλαι
μυρίαι εἱλίσσοντο κεχαρμέναι, ὄφρα πυλάων
ἐξέμολεν. μετέπειτα δ’ ἐυτροχάλοισιν ἀμάξαις 845
ἀκτὴν εἰσαπέβαν, ξεινήια πολλὰ φέρουσαι,
μῦθον ὅτ’ ἤδη πάντα διηνεκέως ἀγόρευσεν,
τόν ῥα καλεσσαμένη διεπέφραδεν Ὑψιπύλεια·
καὶ δ’ αὐτοὺς ξεινοῦσθαι ἐπὶ σφέα δώματ’ ἄγεσκον
ῥηιδίως. Κύπρις γὰρ ἐπὶ γλυκὺν ἵμερον ὦρσεν 850
Ἡφαίστοιο χάριν πολυμήτιος, ὄφρα κεν αὖτις
ναίηται μετόπισθεν ἀκήρατος ἀνδράσι Λῆμνος.
Ἔνθ’ ὁ μὲν Ὑψιπύλης βασιλήιον ἐς δόμον ὦρτο

Αἰσονίδης· οἱ δ’ ἄλλοι ὅπῃ καὶ ἔκυρσαν ἕκαστος,
Ἡρακλῆος ἄνευθεν, ὁ γὰρ παρὰ νηὶ λέλειπτο 855
αὐτὸς ἑκὼν παῦροί τε διακρινθέντες ἑταῖροι.
αὐτίκα δ’ ἄστυ χοροῖσι καὶ εἰλαπίνῃσι γεγήθει
καπνῷ κνισήεντι περίπλεον· ἔξοχα δ’ ἄλλων
ἀθανάτων Ἥρης υἷα κλυτὸν ἠδὲ καὶ αὐτὴν
Κύπριν ἀοιδῇσιν θυέεσσί τε μειλίσσοντο. 860
ἀμβολίη δ’ εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἦεν
ναυτιλίης· δηρὸν δ’ ἂν ἐλίνυον αὖθι μένοντες,
εἰ μὴ ἀολλίσσας ἑτάρους ἀπάνευθε γυναικῶν
Ἡρακλέης τοίοισιν ἐνιπτάζων μετέειπεν·
 «Δαιμόνιοι, πάτρης ἐμφύλιον αἷμ’ ἀποέργει 865
ἡμέας; ἦε γάμων ἐπιδευέες ἐνθάδ’ ἔβημεν
κεῖθεν, ὀνοσσάμενοι πολιήτιδας; αὖθι δ’ ἕαδεν
ναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι;
οὐ μὰν εὐκλειεῖς γε σὺν ὀθνείῃσι γυναιξὶν
ἐσσόμεθ’ ὧδ’ ἐπὶ δηρὸν ἐελμένοι· οὐδέ τι κῶας 870
αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν.
ἴομεν αὖτις ἕκαστοι ἐπὶ σφέα· τὸν δ’ ἐνὶ λέκτροις
Ὑψιπύλης εἰᾶτε πανήμερον, εἰσόκε Λῆμνον
παισὶν ἐσανδρώσῃ, μεγάλη τέ ἑ βάξις ἵκηται.»
 Ὧς νείκεσσεν ὅμιλον· ἐναντία δ’ οὔ νύ τις ἔτλη 875
ὄμματ’ ἀνασχεθέειν, οὐδὲ προτιμυθήσασθαι·
ἀλλ’ αὔτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαι
σπερχόμενοι. ταὶ δέ σφιν ἐπέδραμον, εὖτ’ ἐδάησαν.
ὡς δ’ ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαι
πέτρης ἐκχύμεναι σιμβληίδος, ἀμφὶ δὲ λειμὼν 880
ἑρσήεις γάνυται, ταὶ δὲ γλυκὺν ἄλλοτε ἄλλον
καρπὸν ἀμέργουσιν πεποτημέναι· ὧς ἄρα ταίγε
ἐνδυκὲς ἀνέρας ἀμφὶ κινυρόμεναι προχέοντο,

χερσί τε καὶ μύθοισιν ἐδεικανόωντο ἕκαστον,
εὐχόμεναι μακάρεσσιν ἀπήμονα νόστον ὀπάσσαι. 885
ὧς δὲ καὶ Ὑψιπύλη ἠρήσατο χεῖρας ἑλοῦσα
Αἰσονίδεω, τὰ δέ οἱ ῥέε δάκρυα χήτει ἰόντος·
«Νίσσεο, καὶ σὲ θεοὶ σὺν ἀπηρέσιν αὖτις ἑταίροις
χρύσειον βασιλῆι δέρος κομίσειαν ἄγοντα
αὔτως, ὡς ἐθέλεις καί τοι φίλον. ἥδε δὲ νῆσος 890
σκῆπτρά τε πατρὸς ἐμεῖο παρέσσεται, ἢν καὶ ὀπίσσω
δή ποτε νοστήσας ἐθέλῃς ἄψορρον ἱκέσθαι.
ῥηιδίως δ’ ἂν ἑοῖ καὶ ἀπείρονα λαὸν ἀγείραις
ἄλλων ἐκ πολίων· ἀλλ’ οὐ σύγε τήνδε μενοινὴν
σχήσεις, οὔτ’ αὐτὴ προτιόσσομαι ὧδε τελεῖσθαι. 895
μνώεο μὴν ἀπεών περ ὁμῶς καὶ νόστιμος ἤδη
Ὑψιπύλης· λίπε δ’ ἧμιν ἔπος, τό κεν ἐξανύσαιμι
πρόφρων, ἢν ἄρα δή με θεοὶ δώωσι τεκέσθαι.»
Τὴν δ’ αὖτ’ Αἴσονος υἱὸς ἀγαιόμενος προσέειπεν·
«Ὑψιπύλη, τὰ μὲν οὕτω ἐναίσιμα πάντα γένοιτο 900
ἐκ μακάρων· τύνη δ’ ἐμέθεν πέρι θυμὸν ἀρείω
ἴσχαν’, ἐπεὶ πάτρην μοι ἅλις Πελίαο ἕκητι
ναιετάειν· μοῦνόν με θεοὶ λύσειαν ἀέθλων.
εἰ δ’ οὔ μοι πέπρωται ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι
τηλοῦ ἀναπλώοντι, σὺ δ’ ἄρσενα παῖδα τέκηαι, 905
πέμπε μιν ἡβήσαντα Πελασγίδος ἔνδον Ἰωλκοῦ
πατρί τ’ ἐμῷ καὶ μητρὶ δύης ἄκος, ἢν ἄρα τούσγε
τέτμῃ ἔτι ζώοντας, ἵν’ ἄνδιχα τοῖο ἄνακτος
σφοῖσιν πορσύνωνται ἐφέστιοι ἐν μεγάροισιν.»
 Ἦ, καὶ ἔβαιν’ ἐπὶ νῆα παροίτατος· ὧς δὲ καὶ ἄλλοι 910
βαῖνον ἀριστῆες· λάζοντο δὲ χερσὶν έρετμὰ
ἐνσχερὼ ἑζόμενοι· πρυμνήσια δέ σφισιν Ἄργος
λῦσεν ὑπὲκ πέτρης ἁλιμυρέος. ἔνθ’ ἄρα τοίγε
κόπτον ὕδωρ δολιχῇσιν ἐπικρατέως ἐλάτῃσιν.
ἑσπέριοι δ’ Ὀρφῆος ἐφημοσύνῃσιν ἔκελσαν 915

νῆσον ἐς Ἠλέκτρης Ἀτλαντίδος, ὄφρα δαέντες
ἀρρήτους ἀγανῇσι τελεσφορίῃσι θέμιστας
σωότεροι κρυόεσσαν ὑπεὶρ ἅλα ναυτίλλοιντο.
τῶν μὲν ἔτ’ οὐ προτέρω μυθήσομαι· ἀλλὰ καὶ αὐτὴ
νῆσος ὁμῶς κεχάροιτο καὶ οἳ λάχον ὄργια κεῖνα 920
δαίμονες ἐνναέται, τὰ μὲν οὐ θέμις ἄμμιν ἀείδειν.
Kεῖθεν δ’ εἰρεσίῃ Μέλανος διὰ βένθεα πόντου
ἱέμενοι τῇ μὲν Θρῃκῶν χθόνα, τῇ δὲ περαίην
Ἴμβρον ἔχον καθύπερθε· νέον γε μὲν ἠελίοιο
δυομένου Χερόνησον ἐπὶ προύχουσαν ἵκοντο. 925
ἔνθα σφιν λαιψηρὸς ἄη νότος, ἱστία δ’ οὔρῳ
στησάμενοι κούρης Ἀθαμαντίδος αἰπὰ ῥέεθρα
εἰσέβαλον· πέλαγος δὲ τὸ μὲν καθύπερθε λέλειπτο
ἦρι, τὸ δ’ ἐννύχιοι Ῥοιτειάδος ἔνδοθεν ἀκτῆς
μέτρεον, Ἰδαίην ἐπὶ δεξιὰ γαῖαν ἔχοντες. 930
Δαρδανίην δὲ λιπόντες ἐπιποοσέβαλλον Ἀβύδῳ,
Περκώτην δ’ ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσαν
ἠιόνα ζαθέην τε παρήμειβον Πιτύειαν.
καὶ δὴ τοίγ’ ἐπὶ νυκτὶ διάνδιχα νηὸς ἰούσης
δίνῃ πορφύροντα διήνυσαν Ἑλλήσποντον. 935
 Ἔστι δέ τις αἰπεῖα Προποντίδος ἔνδοθι νῆσος
τυτθὸν ἀπὸ Φρυγίης πολυληίου ἠπείροιο
εἰς ἅλα κεκλιμένη, ὅσσον τ’ ἐπιμύρεται ἰσθμὸς
χέρσῳ ἐπιπρηνὴς καταειμένος· ἐν δέ οἱ ἀκταὶ
ἀμφίδυμοι, κεῖνται δ’ ὑπὲρ ὕδατος Αἰσήποιο. 940
Ἄρκτων μιν καλέουσιν ὄρος περιναιετάοντες·
καὶ τὸ μὲν ὑβρισταί τε καὶ ἄγριοι ἐνναίουσιν
Γηγενέες, μέγα θαῦμα περικτιόνεσσιν ἰδέσθαι.
ἓξ γὰρ ἑκάστῳ χεῖρες ὑπέρβιοι ἠερέθονται,
αἱ μὲν ἀπὸ στιβαρῶν ὤμων δύο, ταὶ δ’ ὑπένερθεν 945
τέσσαρες αἰνοτάτῃσιν ἐπὶ πλευρῇς ἀραρυῖαι.

ἰσθμὸν δ’ αὖ πεδίον τε Δολίονες ἀμφενέμοντο
ἀνέρες· ἐν δ’ ἥρως Αἰνήιος υἱὸς ἄνασσεν
Κύζικος, ὃν κούρη δίου τέκεν Εὐσώροιο
Αἰνήτη. τοὺς δ’ οὔτι καὶ ἔκπαγλοί περ ἐόντες 950
Γηγενέες σίνοντο, Ποσειδάωνος ἀρωγῇ·
τοῦ γὰρ ἔσαν τὰ πρῶτα Δολίονες ἐκγεγαῶτες.
ἔνθ’ Ἀργὼ προύτυψεν ἐπειγομένη ἀνέμοισιν
Θρηικίοις, Καλὸς δὲ λιμὴν ὑπέδεκτο θέουσαν.
κεῖσε καὶ εὐναίης ὀλίγον λίθον ἐκλύσαντες 955
Τίφυος ἐννεσίῃσιν ὑπὸ κρήνῃ ἐλίποντο,
κρήνῃ ὑπ’ Ἀρτακίῃ· ἕτερον δ’ ἔλον, ὅστις ἀρήρει,
βριθύν· ἀτὰρ κεῖνόν γε θεοπροπίαις Ἑκάτοιο
Νηλεΐδαι μετόπισθεν Ἰάονες ἱδρύσαντο
ἱερόν, ἣ θέμις ἦεν, Ἰησονίης ἐν Ἀθήνης. 960
Tοὺς δ’ ἄμυδις φιλότητι Δολίονες ἠδὲ καὶ αὐτὸς
Κύζικος ἀντήσαντες ὅτε στόλον ἠδὲ γενέθλην
ἔκλυον, οἵτινες εἶεν, ἐυξείνως ἀρέσαντο,
καί σφεας εἰρεσίῃ πέπιθον προτέρωσε κιόντας
ἄστεος ἐν λιμένι πρυμνήσια νηὸς ἀνάψαι. 965
ἔνθ’ οἵγ’ Ἐκβασίῳ βωμὸν θέσαν Ἀπόλλωνι
εἱσάμενοι παρὰ θῖνα, θυηπολίης τ’ ἐμελοντο.
δῶκεν δ’ αὐτὸς ἄναξ λαρὸν μέθυ δευουένοισιν
μῆλά θ’ ὁμοῦ· δὴ γάρ οἱ ἔην φάτις, εὖτ’ ἂν ἵκωνται
ἀνδρῶν ἡρώων θεῖος στόλος, αὐτίκα τόνγε 970
μείλιχον ἀντιάαν, μηδὲ πτολέμοιο μέλεσθαι.
ἶσόν που κἀκείνῳ ἐπισταχύεσκον ἴουλοι,
οὐδέ νύ πω παίδεσσιν ἀγαλλόμενος μεμόρητο·
ἀλλ’ ἔτι οἱ κατὰ δώματ’ ἀκήρατος ἦεν ἄκοιτις
ὠδίνων, Μέροπος Περκωσίου ἐκγεγαυῖα, 975
Κλείτη ἐυπλόκαμος, τὴν μὲν νέον ἐξέτι πατρὸς
θεσπεσίοις ἕδνοισιν ἀνήγαγεν ἀντιπέρηθεν.

ἀλλὰ καὶ ὧς θάλαμόν τε λιπὼν καὶ δέμνια νύμφης
τοῖς μέτα δαῖτ’ ἀλέγυνε, βάλεν δ’ ἀπὸ δείματα θυμοῦ.
ἀλλήλους δ’ ἐρέεινον ἀμοιβαδίς. ἤτοι ὁ μέν σφεων 980
πεύθετο ναυτιλίης ἄνυσιν, Πελίαό τ’ ἐφετμάς·
οἱ δὲ περικτιόνων πόλιας καὶ κόλπον ἅπαντα
εὐρείης πεύθοντο Προποντίδος· οὐ μὲν ἐπιπρὸ
ἠείδει καταλέξαι ἐελδομένοισι δαῆναι.
ἠοῖ δ’ εἰσανέβαν μέγα Δίνδυμον, ὄφρα καὶ αὐτοὶ 985
θηήσαιντο πόρους κείνης ἁλός· ἐκ δ’ ἄρα τοίγε
νῆα Χυτὸν λιμένα προτέρου ἐξήλασαν ὅρμου·
ἥδε δ’ Ἰησονίη πέφαται ὁδός, ἥνπερ ἔβησαν.
Γηγενέες δ’ ἑτέρωθεν ἀπ’ οὔρεος ἀίξαντες
φράξαν ἀπειρεσίοιο Χυτοῦ στόμα νειόθι πέτρῃς 990
πόντιον, οἷά τε θῆρα λοχώμενοι ἔνδον ἐόντα.
ἀλλὰ γὰρ αὖθι λέλειπτο σὺν ἀνδράσιν ὁπλοτέροισιν
Ἡρακλέης, ὃς δή σφι παλίντονον αἶψα τανύσσας
τόξον, ἐπασσυτέρους πέλασε χθονί· τοὶ δὲ καὶ αὐτοὶ
πέτρας ἀμφιρρῶγας ἀερτάζοντες ἔβαλλον. 995
δὴ γάρ που κἀκεῖνα θεὰ τρέφεν αἰνὰ πέλωρα
Ἥρη, Ζηνὸς ἄκοιτις, ἀέθλιον Ἡρακλῆι.
σὺν δὲ καὶ ὧλλοι δῆθεν ὑπότροποι ἀντιόωντες,
πρίν περ ἀνελθέμεναι σκοπιήν, ἥπτοντο φόνοιο
Γηγενέων ἥρωες ἀρήιοι, ἠμὲν ὀιστοῖς 1000
ἠδὲ καὶ ἐγχείῃσι δεδεγμένοι, εἰσόκε πάντας
ἀντιβίην ἀσπερχὲς ὀρινομένους ἐδάιξαν.
ὡς δ’ ὅτε δούρατα μακρὰ νέον πελέκεσσι τυπέντα
ὑλοτόμοι στοιχηδὸν ἐπὶ ῥηγμῖνι βάλωσιν,
ὄφρα νοτισθέντα κρατεροὺς ἀνεχοίατο γόμφους· 1005
ὧς οἱ ἐνὶ ξυνοχῇ λιμένος πολιοῖο τέταντο
ἑξείης, ἄλλοι μὲν ἐς ἁλμυρὸν ἀθρόοι ὕδωρ
δύπτοντες κεφαλὰς καὶ στήθεα, γυῖα δ’ ὕπερθεν

χέρσῳ τεινάμενοι· τοὶ δ’ ἔμπαλιν, αἰγιαλοῖο
κράατα μὲν ψαμάθοισι, πόδας δ’ εἰς βένθος ἔρειδον, 1010
ἄμφω ἅμ’ οἰωνοῖσι καὶ ἰχθύσι κύρμα γενέσθαι.
Ἥρωες δ’, ὅτε δή σφιν ἀταρβὴς ἔπλετ’ ἄεθλος,
δὴ τότε πείσματα νηὸς ἐπὶ πνοιῇς ἀνέμοιο
λυσάμενοι προτέρωσε διὲξ ἁλὸς οἶδμα νέοντο.
ἡ δ’ ἔθεεν λαίφεσσι πανήμερος· οὐ μὲν ἰούσης 1015
νυκτὸς ἔτι ῥιπὴ μένεν ἔμπεδον, ἀλλὰ θύελλαι
ἀντίαι ἁρπάγδην ὀπίσω φέρον, ὄφρ’ ἐπέλασσαν
αὖτις ἐυξείνοισι Δολίοσιν. ἐκ δ’ ἄρ’ ἔβησαν
αὐτονυχί· ἱερὴ δὲ φατίζεται ἥδ’ ἔτι πέτρη,
ᾗ πέρι πείσματα νηὸς ἐπεσσύμενοι ἐβάλοντο. 1020
οὐδέ τις αὐτὴν νῆσον ἐπιφραδέως ἐνόησεν
ἔμμεναι· οὐδ’ ὑπὸ νυκτὶ Δολίονες ἂψ ἀνιόντας
ἥρωας νημερτὲς ἐπήισαν· ἀλλά που ἀνδρῶν
Μακριέων εἴσαντο Πελασγικὸν ἄρεα κέλσαι.
τῶ καὶ τεύχεα δύντες ἐπὶ σφίσι χεῖρας ἄειραν. 1025
σὺν δ’ ἔλασαν μελίας τε καὶ ἀσπίδας ἀλλήλοισιν
ὀξείῃ ἴκελοι ῥιπῇ πυρός, ἥ τ’ ἐνὶ θάμνοις
αὐαλέοισι πεσοῦσα κορύσσεται· ἐν δὲ κυδοιμὸς
δεινός τε ζαμενής τε Δολιονίῳ πέσε δήμῳ.
οὐδ’ ὅγε δηιοτῆτος ὑπὲρ μόρον αὖτις ἔμελλεν 1030
οἴκαδε νυμφιδίους θαλάμους καὶ λέκτρον ἱκέσθαι.
ἀλλά μιν Αἰσονίδης τετραμμένον ἰθὺς ἑοῖο
πλῆξεν ἐπαΐξας στῆθος μέσον, ἀμφὶ δὲ δουρὶ
ὀστέον ἐρραίσθη· ὁ δ’ ἐνὶ ψαμάθοισιν έλυσθεὶς
μοῖραν ἀνέπλησεν. τὴν γὰρ θέμις οὔποτ’ ἀλύξαι 1035
θνητοῖσιν· πάντῃ δὲ περὶ μέγα πέπταται ἕρκος.
ὧς τὸν ὀιόμενόν που ἀδευκέος ἔκτοθεν ἄτης
εἶναι ἀριστήων αὐτῇ ὑπὸ νυκτὶ πέδησεν
μαρνάμενον κείνοισι· πολεῖς δ’ ἐπαρηγόνες ἄλλοι

ἔκταθεν· Ἡρακλέης μὲν ἐνήρατο Τηλεκλῆα 1040
ἠδὲ Μεγαβρόντην· Σφόδριν δ’ ἐνάριξεν Ἄκαστος·
Πηλεὺς δὲ Ζέλυν εἷλεν ἀρηίθοόν τε Γέφυρον.
αὐτὰρ ἐυμμελίης Τελαμὼν Βασιλῆα κατέκτα.
Ἴδας δ’ αὖ Προμέα, Κλυτίος δ’ Ὑάκινθον ἔπεφνεν,
Τυνδαρίδαι δ’ ἄμφω Μεγαλοσσάκεα Φλογίον τε. 1045
Οἰνεΐδης δ’ ἐπὶ τοῖσιν ἕλεν θρασὺν Ἰτυμονῆα
ἠδὲ καὶ Ἀρτακέα, πρόμον ἀνδρῶν· οὓς ἔτι πάντας
ἐνναέται τιμαῖς ἡρωίσι κυδαίνουσιν.
οἱ δ’ ἄλλοι εἴξαντες ὑπέτρεσαν, ἠύτε κίρκους
ὠκυπέτας ἀγεληδὸν ὑποτρέσσωσι πέλειαι. 1050
ἐς δὲ πύλας ὁμάδῳ πέσον ἀθρόοι· αἶψα δ’ ἀυτῆς
πλῆτο πόλις στονόεντος ὑποτροπίῃ πολέμοιο.
ἠῶθεν δ’ ὀλοὴν καὶ ἀμήχανον εἰσενόησαν
ἀμπλακίην ἄμφω· στυγερὸν δ’ ἄχος εἷλεν ἰδόντας
ἥρωας Μινύας Αἰνήιον υἷα πάροιθεν 1055
Κύζικον ἐν κονίῃσι καὶ αἵματι πεπτηῶτα.
ἤματα δὲ τρία πάντα γόων, τίλλοντό τε χαίτας
αὐτοὶ ὁμῶς λαοί τε Δολίονες. αὐτὰρ ἔπειτα
τρὶς περὶ χαλκείοις σὺν τεύχεσι δινηθέντες
τύμβῳ ἐνεκτερέιξαν, ἐπειρήσαντό τ’ ἀέθλων, 1060
ἣ θέμις, ἂμ πεδίον λειμώνιον, ἔνθ’ ἔτι νῦν περ
ἀγκέχυται τόδε σῆμα καὶ ὀψιγόνοισιν ἰδέσθαι.
οὐδὲ μὲν οὐδ’ ἄλοχος Κλείτη φθιμένοιο λέλειπτο
οὗ πόσιος μετόπισθε· κακῷ δ’ ἐπὶ κύντερον ἄλλο
ἤνυσεν, ἁψαμένη βρόχον αὐχένι. τὴν δὲ καὶ αὐταὶ 1065
νύμφαι ἀποφθιμένην ἀλσηίδες ὠδύραντο·
καί οἱ ἀπὸ βλεφάρων ὅσα δάκρυα χεῦαν ἔραζε,
πάντα τάγε κρήνην τεῦξαν θεαί, ἣν καλέουσιν
Κλείτην, δυστήνοιο περικλεὲς οὔνομα νύμφης.
αἰνότατον δὴ κεῖνο Δολιονίῃσι γυναιξὶν 1070

ἀνδράσι τ’ ἐκ Διὸς ἦμαρ ἐπήλυθεν· οὐδὲ γὰρ αὐτῶν
ἔτλη τις πάσσασθαι ἐδητύος, οὐδ’ ἐπὶ δηρὸν
ἐξ ἀχέων ἔργοιο μυληφάτου ἐμνώοντο·
ἀλλ’ αὔτως ἄφλεκτα διαζώεσκον ἔδοντες.
ἔνθ’ ἔτι νῦν, εὖτ’ ἄν σφιν ἐτήσια χύτλα χέωνται 1075
Κύζικον ἐνναίοντες Ἰάονες, ἔμπεδον αἰεὶ
πανδήμοιο μύλης πελάνους ἐπαλετρεύουσιν.
Ἐκ δὲ τόθεν τρηχεῖαι ἀνηέρθησαν ἄελλαι
ἤμαθ’ ὁμοῦ νύκτας τε δυώδεκα, τοὺς δὲ καταῦθι
ναυτίλλεσθαι ἔρυκον. ἐπιπλομένῃ δ’ ἐνὶ νυκτὶ 1080
ὧλλοι μέν ῥα πάρος δεδμημένοι εὐνάζοντο
ὕπνῳ ἀριστῆες πύματον λάχος· αὐτὰρ Ἄκαστος
Μόψος τ’ Ἀμπυκίδης ἀδινὰ κνώσσοντας ἔρυντο.
ἡ δ’ ἄρ’ ὑπὲρ ξανθοῖο καρήατος Αἰσονίδαο
πωτᾶτ’ ἀλκυονὶς λιγυρῇ ὀπὶ θεσπίζουσα 1085
λῆξιν ὀρινομένων ἀνέμων· συνέηκε δὲ Μόψος
ἀκταίης ὄρνιθος ἐναίσιμον ὄσσαν ἀκούσας.
καὶ τὴν μὲν θεὸς αὖτις ἀπέτραπεν, ἷζε δ’ ὕπερθεν
νηίου ἀφλάστοιο μετήορος ἀίξασα.
τὸν δ’ ὅγε κεκλιμένον μαλακοῖς ἐνὶ κώεσιν οἰῶν 1090
κινήσας ἀνέγειρε παρασχεδόν, ὧδέ τ’ ἔειπεν·
«Αἰσονίδη, χρειώ σε τόδ’ ἱερὸν εἰσανιόντα
Δινδύμου ὀκριόεντος ἐύθρονον ἱλάξασθαι
μητέρα συμπάντων μακάρων· λήξουσι δ’ ἄελλαι
ζαχρηεῖς· τοίην γὰρ ἐγὼ νέον ὄσσαν ἄκουσα 1095
ἀλκυόνος ἁλίης, ἥ τε κνώσσοντος ὕπερθεν
σεῖο πέριξ τὰ ἕκαστα πιφαυσκομένη πεπότηται.
ἐκ γὰρ τῆς ἄνεμοί τε θάλασσά τε νειόθι τε χθὼν
πᾶσα πεπείρηται νιφόεν θ’ ἕδος Οὐλύμποιο·
καί οἱ, ὅτ’ ἐξ ὀρέων μέγαν οὐρανὸν εἰσαναβαίνῃ, 1100
Ζεὺς αὐτὸς Κρονίδης ὑποχάζεται. ὧς δὲ καὶ ὧλλοι

ἀθάνατοι μάκαρες δεινὴν θεὸν ἀμφιέπουσιν.»
Ὧς φάτο· τῷ δ’ ἀσπαστὸν ἔπος γένετ’ εἰσαΐοντι.
ὤρνυτο δ’ ἐξ εὐνῆς κεχαρημένος· ὦρσε δ’ ἑταίρους
πάντας ἐπισπέρχων, καί τέ σφισιν ἐγρομένοισιν 1105
Ἀμπυκίδεω Μόψοιο θεοπροπίας ἀγόρευεν.
αἶψα δὲ κουρότεροι μὲν ἀπὸ σταθμῶν ἐλάσαντες
ἔνθεν ἐς αἰπεινὴν ἄναγον βόας οὔρεος ἄκρην.
οἱ δ’ ἄρα λυσάμενοι Ἱερῆς ἐκ πείσματα πέτρης
ἤρεσαν ἐς λιμένα Θρηίκιον· ἂν δὲ καὶ αὐτοὶ 1110
βαῖνον, παυροτέρους ἑτάρων ἐν νηὶ λιπόντες.
τοῖσι δὲ Μακριάδες σκοπιαὶ καὶ πᾶσα περαίη
Θρηικίης ἐνὶ χερσὶν ἑαῖς προυφαίνετ’ ἰδέσθαι·
φαίνετο δ’ ἠερόεν στόμα Βοσπόρου ἠδὲ κολῶναι
Μυσίαι· ἐκ δ’ ἑτέρης ποταμοῦ ῥόος Αἰσήποιο 1115
ἄστυ τε καὶ πεδίον Νηπήιον Ἀδρηστείης.
ἔσκε δέ τι στιβαρὸν στύπος ἀμπέλου ἔντροφον ὕλῃ,
πρόχνυ γεράνδρυον· τὸ μὲν ἔκταμον, ὄφρα πέλοιτο
δαίμονος οὐρείης ἱερὸν βρέτας· ἔξεσε δ’ Ἄργος
εὐκόσμως, καὶ δή μιν ἐπ’ ὀκριόεντι κολωνῷ 1120
ἵδρυσαν φηγοῖσιν ἐπηρεφὲς ἀκροτάτῃσιν,
αἵ ῥά τε πασάων πανυπέρταται ἐρρίζωνται.
βωμὸν δ’ αὖ χέραδος παρενήνεον· ἀμφὶ δὲ φύλλοις
στεψάμενοι δρυΐνοισι θυηπολίης ἐμέλοντο
Μητέρα Δινδυμίην πολυπότνιαν ἀγκαλέοντες, 1125
ἐνναέτιν Φρυγίης, Τιτίην θ’ ἅμα Κύλληνόν τε,
οἳ μοῦνοι πολέων μοιρηγέται ἠδὲ πάρεδροι
Μητέρος Ἰδαίης κεκλήαται, ὅσσοι ἔασιν
Δάκτυλοι Ἰδαῖοι Κρηταιέες, οὕς ποτε νύμφη
Ἀγχιάλη Δικταῖον ἀνὰ σπέος ἀμφοτέρῃσιν 1130
δραξαμένη γαίης Οἰαξίδος ἐβλάστησεν.
πολλὰ δὲ τήνγε λιτῇσιν ἀποστρέψαι ἐριώλας

Αἰσονίδης γουνάζετ’ ἐπιλλείβων ἱεροῖσιν
αἰθομένοις· ἄμυδις δὲ νέοι Ὀρφῆος ἀνωγῇ
σκαίροντες βηταρμὸν ἐνόπλιον ὠρχήσαντο, 1135
καὶ σάκεα ξιφέεσσιν ἐπέκτυπον, ὥς κεν ἰωὴ
δύσφημος πλάζοιτο δι’ ἠέρος, ἣν ἔτι λαοὶ
κηδείῃ βασιλῆος ἀνέστενον. ἔνθεν ἐσαιεὶ
ῥόμβῳ καὶ τυπάνῳ Ῥείην Φρύγες ἱλάσκονται.
ἡ δέ που εὐαγέεσσιν ἐπὶ φρένα θῆκε θυηλαῖς 1140
ἀνταίη δαίμων· τὰ δ’ ἐοικότα σήματ’ ἔγεντο.
δένδρεα μὲν καρπὸν χέον ἄσπετον, ἀμφὶ δὲ ποσσὶν
αὐτομάτη φύε γαῖα τερείνης ἄνθεα ποίης.
θῆρες δ’ εἰλυούς τε κατὰ ξυλόχους τε λιπόντες
οὐρῇσιν σαίνοντες ἐπήλυθον. ἡ δὲ καὶ ἄλλο 1145
θῆκε τέρας· ἐπεὶ οὔτι παροίτερον ὕδατι νᾶεν
Δίνδυμον· ἀλλά σφιν τότ’ ἀνέβραχε διψάδος αὔτως
ἐκ κορυφῆς ἄλληκτον· Ἰησονίην δ’ ἐνέπουσιν
κεῖνο ποτὸν κρήνην περιναιέται ἄνδρες ὀπίσσω.
καὶ τότε μὲν δαῖτ’ ἀμφὶ θεᾶς θέσαν οὔρεσιν Ἄρκτων, 1150
μέλποντες Ῥείην πολυπότνιαν· αὐτὰρ ἐς ἠὼ
ληξάντων ἀνέμων νῆσον λίπον εἰρεσίῃσιν.
Ἔνθ’ ἔρις ἄνδρα ἕκαστον ἀριστήων ὀρόθυνεν,
ὅστις ἀπολλήξειε πανύστατος. ἀμφὶ γὰρ αἰθὴρ
νήνεμος ἐστόρεσεν δίνας, κατὰ δ’ εὔνασε πόντον. 1155
οἱ δὲ γαληναίῃ πίσυνοι ἐλάασκον ἐπιπρὸ
νῆα βίῃ· τὴν ̣̣δ’ οὔ κε διὲξ ἁλὸς ἀίσσουσαν
οὐδὲ Ποσειδάωνος ἀελλόποδες κίχον ἵπποι.
ἔμπης δ’ ἐγρομένοιο σάλου ζαχρηέσιν αὔραις,
αἳ νέον ἐκ ποταμῶν ὑπὸ δείελον ἠερέθονται, 1160
τειρόμενοι καὶ δὴ μετελώφεον· αὐτὰρ ὁ τούσγε
πασσυδίῃ μογέοντας ἐφέλκετο κάρτεϊ χειρῶν
Ἡρακλέης, ἐτίνασσε δ’ ἀρηρότα δούρατα νηός.

ἀλλ’ ὅτε δὴ Μυσῶν λελιημένοι ἠπείροιο
Ῥυνδακίδας προχοὰς μέγα τ’ ἠρίον Αἰγαίωνος 1165
τυτθὸν ὑπὲκ Φρυγίης παρεμέτρεον εἰσορόωντες,
δὴ τότ’ ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκοὺς
μεσσόθεν ἆξεν ἐρετμόν. ἀτὰρ τρύφος ἄλλο μὲν αὐτὸς
ἄμφω χερσὶν ἔχων πέσε δόχμιος, ἄλλο δὲ πόντος
κλύζε παλιρροθίοισι φέρων. ἀνὰ δ’ ἕζετο σιγῇ 1170
παπταίνων· χεῖρες γὰρ ἀήθεον ἠρεμέουσαι.
Ἦμος δ’ ἀγρόθεν εἶσι φυτοσκάφος ἤ τις ἀροτρεὺς
ἀσπασίως εἰς αὖλιν ἑήν, δόρποιο χατίζων,
αὐτοῦ δ’ ἐν προμολῇ τετρυμένα γούνατ’ ἔκαμψεν
αὐσταλέος κονίῃσι, περιτριβέας δέ τε χεῖρας 1175
εἰσορόων κακὰ πολλὰ ἑῇ ἠρήσατο γαστρί·
τῆμος ἄρ’ οἵγ’ ἀφίκοντο Κιανίδος ἤθεα γαίης
ἀμφ’ Ἀργανθώνειον ὄρος προχοάς τε Κίοιο.
τοὺς μὲν ἐυξείνως Μυσοὶ φιλότητι κιόντας
δειδέχατ’, ἐνναέται κείνης χθονός, ἤιά τέ σφιν 1180
μῆλά τε δευομένοις μέθυ τ’ ἄσπετον ἐγγυάλιξαν.
ἔνθα δ’ ἔπειθ’ οἱ μὲν ξύλα κάγκανα, τοὶ δὲ λεχαίην
φυλλάδα λειμώνων φέρον ἄσπετον ἀμήσαντες,
στόρνυσθαι· τοὶ δ’ ἀμφὶ πυρήια δινεύεσκον·
οἱ δ’ οἶνον κρητῆρσι κέρων, πονέοντο τε δαῖτα, 1185
Ἐκβασίῳ ῥέξαντες ὑπὸ κνέφας Ἀπόλλωνι.
Αὐτὰρ ὁ δαίνυσθαι ἑτάροις οἷς εὖ ἐπιτείλας
βῆ ῥ’ ἴμεν εἰς ὕλην υἱὸς Διός, ὥς κεν ἐρετμὸν
οἷ αὐτῷ φθαίη καταχείριον ἐντύνασθαι.
εὗρεν ἔπειτ’ ἐλάτην ἀλαλήμενος, οὔτε τι πολλοῖς 1190
ἀχθομένην ὄζοις, οὐδὲ μέγα τηλεθόωσαν,
ἀλλ’ οἷον ταναῆς ἔρνος πέλει αἰγείροιο·
τόσση ὁμῶς μῆκός τε καὶ ἐς πάχος ἦεν ἰδέσθαι.

ῥίμφα δ’ ὀιστοδόκην μὲν ἐπὶ χθονὶ θῆκε φαρέτρην
αὐτοῖσιν τόξοισιν, ἔδυ δ’ ἀπὸ δέρμα λέοντος. 1195
τὴν δ’ ὅγε χαλκοβαρεῖ ῥοπάλῳ δαπέδοιο τινάξας
νειόθεν ἀμφοτέρῃσι περὶ στύπος ἔλλαβε χερσίν,
ἠνορέῃ πίσυνος· ἐν δὲ πλατὺν ὦμον ἔρεισεν
εὖ διαβάς· πεδόθεν δὲ βαθύρριζόν περ ἐοῦσαν
προσφὺς ἐξήειρε σὺν αὐτοῖς ἔχμασι γαίης. 1200
ὡς δ’ ὅταν ἀπροφάτως ἱστόν νεός, εὖτε μάλιστα
χειμερίη ὀλοοῖο δύσις πέλει Ὠρίωνος,
ὑψόθεν ἐμπλήξασα θοὴ ἀνέμοιο κατάιξ
αὐτοῖσι σφήνεσσιν ὑπὲκ προτόνων ἐρύσηται·
ὧς ὅγε τὴν ἤειρεν. ὁμοῦ δ’ ἀνὰ τόξα καὶ ἰοὺς 1205
δέρμα θ’ ἑλὼν ῥόπαλόν τε παλίσσυτος ὦρτο νέεσθαι.
Τόφρα δ’ Ὕλας χαλκέῃ σὺν κάλπιδι νόσφιν ὁμίλου
δίζητο κρήνης ἱερὸν ῥόον, ὥς κέ οἱ ὕδωρ
φθαίη ἀφυσσάμενος ποτιδόρπιον, ἄλλα τε πάντα
ὀτραλέως κατὰ κόσμον ἐπαρτίσσειεν ἰόντι. 1210
δὴ γάρ μιν τοίοισιν ἐν ἤθεσιν αὐτὸς ἔφερβεν,
νηπίαχον τὰ πρῶτα δόμων ἐκ πατρὸς ἀπούρας,
δίου Θειοδάμαντος, ὃν ἐν Δρυόπεσσιν ἔπεφνεν
νηλειῶς, βοὸς ἀμφὶ γεωμόρου ἀντιόωντα.
ἤτοι ὁ μὲν νειοῖο γύας τέμνεσκεν ἀρότρῳ 1215
Θειοδάμας ἀνίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε
βοῦν ἀρότην ἤνωγε παρασχέμεν οὐκ ἐθέλοντα.
ἵετο γὰρ πρόφασιν πολέμου Δρυόπεσσι βαλέσθαι
λευγαλέην, ἐπεὶ οὔτι δίκης ἀλέγοντες ἔναιον.
ἀλλὰ τὰ μὲν τηλοῦ κεν ἀποπλάγξειεν ἀοιδῆς. 1220
αἶψα δ’ ὅγε κρήνην μετεκίαθεν, ἣν καλέουσιν
Πηγὰς ἀγχίγυοι περιναιέται. οἱ δέ που ἄρτι
νυμφάων ἵσταντο χοροί· μέλε γάρ σφισι πάσαις,
ὅσσαι κεῖσ’ ἐρατὸν νύμφαι ῥίον ἀμφενέμοντο,
Ἄρτεμιν ἐννυχίῃσιν ἀεὶ μέλπεσθαι ἀοιδαῖς. 1225

αἱ μέν, ὅσαι σκοπιὰς ὀρέων λάχον ἢ καὶ ἐναύλους,
αἵγε μὲν ὑλήωροι ἀπόπροθεν ἐστιχόωντο,
ἡ δὲ νέον κρήνης ἀνεδύετο καλλινάοιο
νύμφη ἐφυδατίη· τὸν δὲ σχεδὸν εἰσενόησεν
κάλλεϊ καὶ γλυκερῇσιν ἐρευθόμενον χαρίτεσσιν. 1230
πρὸς γάρ οἱ διχόμηνις ἀπ’ αἰθέρος αὐγάζουσα
βάλλε σεληναίη. τὴν δὲ φρένας ἐπτοίησεν
Κύπρις, ἀμηχανίῃ δὲ μόλις συναγείρατο θυμόν.
αὐτὰρ ὅγ’ ὡς τὰ πρῶτα ῥόῳ ἔνι κάλπιν ἔρεισεν
λέχρις ἐπιχριμφθείς, περὶ δ’ ἄσπετον ἔβραχεν ὕδωρ 1235
χαλκὸν ἐς ἠχήεντα φορεύμενον, αὐτίκα δ’ ἥγε
λαιὸν μὲν καθύπερθεν ἐπ’ αὐχένος ἄνθετο πῆχυν
κύσσαι ἐπιθύουσα τέρεν στόμα· δεξιτερῇ δὲ
ἀγκῶν’ ἔσπασε χειρί, μέσῃ δ’ ἐνικάββαλε δίνῃ.
 Τοῦ δ’ ἥρως ἰάχοντος ἐπέκλυεν οἶος ἑταίρων 1240
Εἰλατίδης Πολύφημος, ἰὼν προτέρωσε κελεύθου,
δέκτο γὰρ Ἡρακλῆα πελώριον, ὁππόθ’ ἵκοιτο.
βῆ δὲ μεταΐξας Πηγέων σχεδόν, ἠύτε τις θὴρ
ἄγριος, ὅν ῥά τε γῆρυς ἀπόπροθεν ἵκετο μήλων,
λιμῷ δ’ αἰθόμενος μετανίσσεται, οὐδ’ ἐπέκυρσεν 1245
ποίμνῃσιν· πρὸ γὰρ αὐτοὶ ἐνὶ σταθμοῖσι νομῆες
ἔλσαν· ὁ δὲ στενάχων βρέμει ἄσπετον, ὄφρα κάμῃσιν·
ὧς τότ’ ἄρ’ Εἰλατίδης μεγάλ’ ἔστενεν, ἀμφὶ δὲ χῶρον
φοίτα κεκληγώς· μελέη δέ οἱ ἔπλετο φωνή.
αἶψα δ’ ἐρυσσάμενος μέγα φάσγανον ὦρτο δίεσθαι, 1250
μήπως ἢ θήρεσσιν ἕλωρ πέλοι, ἠέ μιν ἄνδρες
μοῦνον ἐόντ’ ἐλόχησαν, ἄγουσι δὲ ληίδ’ ἑτοίμην.
ἔνθ’ αὐτῷ ξύμβλητο κατὰ στίβον Ἡρακλῆι
γυμνὸν ἐπαΐσσων παλάμῃ ξίφος· εὖ δέ μιν ἔγνω
σπερχόμενον μετὰ νῆα διὰ κνέφας. αὐτίκα δ’ ἄτην 1255
ἔκφατο λευγαλέην, βεβαρημένος ἄσθματι θυμόν·

«Δαιμόνιε, στυγερόν τοι ἄχος πάμπρωτος ἐνίψω.
οὐ γὰρ Ὕλας κρήνηνδε κιὼν σόος αὖτις ἱκάνει.
ἀλλά ἑ ληιστῆρες ἐνιχρίμψαντες ἄγουσιν,
ἢ θῆρες σίνονται· ἐγὼ δ’ ἰάχοντος ἄκουσα.» 1260
Ὧς φάτο· τῷ δ’ ἀίοντι κατὰ κροτάφων ἅλις ἱδρὼς
κήκιεν, ἐν δὲ κελαινὸν ὑπὸ σπλάγχνοις ζέεν αἷμα.
χωόμενος δ’ ἐλάτην χαμάδις βάλεν, ἐς δὲ κέλευθον
τὴν θέεν, ᾗ πόδες αὐτὸν ὑπέκφερον ἀίσσοντα.
ὡς δ’ ὅτε τίς τε μύωπι τετυμμένος ἔσσυτο ταῦρος 1265
πίσεά τε προλιπὼν καὶ ἑλεσπίδας, οὐδὲ νομήων,
οὐδ’ ἀγέλης ὄθεται, πρήσσει δ’ ὁδόν, ἄλλοτ’ ἄπαυστος,
ἄλλοτε δ’ ἱστάμενος, καὶ ἀνὰ πλατὺν αὐχέν’ ἀείρων
ἵησιν μύκημα, κακῷ βεβολημένος οἴστρῳ·
ὧς ὅγε μαιμώων ὁτὲ μὲν θοὰ γούνατ’ ἔπαλλεν 1270
συνεχέως, ὁτὲ δ’ αὖτε μεταλλήγων καμάτοιο
τῆλε διαπρύσιον μεγάλῃ βοάασκεν ἀυτῇ.
Αὐτίκα δ’ ἀκροτάτας ὑπερέσχεθεν ἄκριας ἀστὴρ
ἠῷος, πνοιαὶ δὲ κατήλυθον· ὦκα δὲ Τῖφυς
ἐσβαίνειν ὀρόθυνεν, ἐπαύρεσθαί τ’ ἀνέμοιο. 1275
οἱ δ’ εἴσβαινον ἄφαρ λελιημένοι· ὕψι δὲ νηὸς
εὐναίας ἐρύσαντες ἀνεκρούσαντο κάλωας.
κυρτώθη δ’ ἀνέμῳ λίνα μεσσόθι, τῆλε δ’ ἀπ’ ἀκτῆς
γηθόσυνοι φορέοντο παραὶ Ποσιδήιον ἄκρην.
ἦμος δ’ οὐρανόθεν χαροπὴ ὑπολάμπεται ἠὼς 1280
ἐκ περάτης ἀνιοῦσα, διαγλαύσσουσι δ’ ἀταρποί,
καὶ πεδία δροσόεντα φαεινῇ λάμπεται αἴγλῃ,
τῆμος τούσγ’ ἐνόησαν ἀιδρείῃσι λιπόντες.
ἐν δέ σφιν κρατερὸν νεῖκος πέσεν, ἐν δὲ κολῳὸς
ἄσπετος, εἰ τὸν ἄριστον ἀποπρολιπόντες ἔβησαν 1285
σφωιτέρων ἑτάρων. ὁ δ’ ἀμηχανίῃσιν ἀτυχθεὶς
οὔτε τι τοῖον ἔπος μετεφώνεεν, οὔτε τι τοῖον
Αἰσονίδης· ἀλλ’ ἧστο βαρείῃ νειόθεν ἄτῃ

θυμὸν ἔδων· Τελαμῶνα δ’ ἕλεν χόλος, ὧδέ τ’ ἔειπεν·
 «Ἧσ’ αὔτως εὔκηλος, ἐπεί νύ τοι ἄρμενον ἦεν 1290
Ἡρακλῆα λιπεῖν· σέο δ’ ἔκτοθι μῆτις ὄρωρεν,
ὄφρα τὸ κείνου κῦδος ἀν’ Ἑλλάδα μή σε καλύψῃ,
αἴ κε θεοὶ δώωσιν ὑπότροπον οἴκαδε νόστον.
ἀλλὰ τί μύθων ἦδος; ἐπεὶ καὶ νόσφιν ἑταίρων
εἶμι τεῶν, οἳ τόνγε δόλον συνετεκτήναντο.» 1295
Ἦ, καὶ ἐς Ἁγνιάδην Τῖφυν θόρε· τὼ δέ οἱ ὄσσε
ὄστλιγγες μαλεροῖο πυρὸς ὣς ἰνδάλλοντο.
καί νύ κεν ἂψ ὀπίσω Μυσῶν ἐπὶ γαῖαν ἵκοντο
λαῖτμα βιησάμενοι ἀνέμου τ’ ἄλληκτον ἰωήν,
εἰ μὴ Θρηικίοιο δύω υἷες Βορέαο 1300
Αἰακίδην χαλεποῖσιν ἐρητύεσκον ἔπεσσιν,
σχέτλιοι· ἦ τέ σφιν στυγερὴ τίσις ἔπλετ’ ὀπίσσω
χερσὶν ὑφ’ Ἡρακλῆος, ὅ μιν δίζεσθαι ἔρυκον.
ἄθλων γὰρ Πελίαο δεδουπότος ἂψ ἀνιόντας
Τήνῳ ἐν ἀμφιρύτῃ πέφνεν, καὶ ἀμήσατο γαῖαν 1305
ἀμφ’ αὐτοῖς, στήλας τε δύω καθύπερθεν ἔτευξεν,
ὧν ἑτέρη, θάμβος περιώσιον ἀνδράσι λεύσσειν,
κίνυται ἠχήεντος ὑπὸ πνοιῇ βορέαο.
καὶ τὰ μὲν ὧς ἤμελλε μετὰ χρόνον ἐκτελέεσθαι.
τοῖσιν δὲ Γλαῦκος βρυχίης ἁλὸς ἐξεφαάνθη, 1310
Νηρῆος θείοιο πολυφράδμων ὑποφήτης·
ὕψι δὲ λαχνῆέν τε κάρη καὶ στήθε’ ἀείρας
νειόθεν ἐκ λαγόνων στιβαρῇ ἐπορέξατο χειρὶ
νηίου ὁλκαίοιο, καὶ ἴαχεν ἐσσυμένοισιν·
 «Tίπτε παρὲκ μεγάλοιο Διὸς μενεαίνετε βουλὴν 1315
Αἰήτεω πτολίεθρον ἄγειν θρασὺν Ἡρακλῆα;
Ἄργεΐ οἱ μοῖρ’ ἐστὶν ἀτασθάλῳ Εὐρυσθῆι
ἐκπλῆσαι μογέοντα δυώδεκα πάντας ἀέθλους,
ναίειν δ’ ἀθανάτοισι συνέστιον, εἴ κ’ ἔτι παύρους
ἐξανύσῃ· τῶ μή τι ποθὴ κείνοιο πελέσθω. 1320
αὔτως δ’ αὖ Πολύφημον ἐπὶ προχοῇσι Κίοιο

πέπρωται Μυσοῖσι περικλεὲς ἄστυ καμόντα
μοῖραν ἀναπλήσειν Χαλύβων ἐν ἀπείρονι γαίῃ.
αὐτὰρ Ὕλαν φιλότητι θεὰ ποιήσατο νύμφη
ὃν πόσιν, οἷό περ οὕνεκ’ ἀποπλαγχθέντες ἔλειφθεν.» 1325
Ἦ, καὶ κῦμ’ ἀλίαστον ἐφέσσατο νειόθι δύψας·
ἀμφὶ δέ οἱ δίνῃσι κυκώμενον ἄφρεεν ὕδωρ
πορφύρεον, κοίλην δὲ διὲξ ἁλὸς ἔκλυσε νῆα.
γήθησαν δ’ ἥρωες· ὁ δ’ ἐσσυμένως ἐβεβήκει
Αἰακίδης Τελαμὼν ἐς Ἰήσονα, χεῖρα δὲ χειρὶ 1330
ἄκρην ἀμφιβαλὼν προσπτύξατο, φώνησέν τε·
«Αἰσονίδη, μή μοί τι χολώσεαι, ἀφραδίῃσιν
εἴ τί περ ἀασάμην· πέρι γάρ μ’ ἄχος εἷλεν ἐνισπεῖν
μῦθον ὑπερφίαλόν τε καὶ ἄσχετον, ἀλλ’ ἀνέμοισιν
δώομεν ἀμπλακίην, ὡς καὶ πάρος εὐμενέοντες.» 1335
Tὸν δ’ αὖτ’ Αἴσονος υἱὸς ἐπιφραδέως προσέειπεν·
«Ὦ πέπον, ἦ μάλα δή με κακῷ ἐκυδάσσαο μύθῳ,
φὰς ἐνὶ τοῖσιν ἅπασιν ἐνηέος ἀνδρὸς ἀλείτην
ἔμμεναι. ἀλλ’ οὐ θήν τοι ἀδευκέα μῆνιν ἀέξω,
πρίν περ ἀνιηθείς· ἐπεὶ οὐ περὶ πώεσι μήλων, 1340
οὐδὲ περὶ κτεάτεσσι χαλεψάμενος μενέηνας,
ἀλλ’ ἑτάρου περὶ φωτός. ἔολπα δέ τοι σὲ καὶ ἄλλῳ
ἀμφ’ ἐμεῦ, εἰ τοιόνδε πέλοι ποτέ, δηρίσασθαι.»
Ἦ ῥα, καὶ ἀρθμηθέντες, ὅπῃ πάρος, ἑδριόωντο.
τὼ δὲ Διὸς βουλῇσιν, ὁ μὲν Μυσοῖσι βαλέσθαι 1345
μέλλεν ἐπώνυμον ἄστυ πολισσάμενος ποταμοῖο
Εἰλατίδης Πολύφημος· ὁ δ’ Εὐρυσθῆος ἀέθλους
αὖτις ἰὼν πονέεσθαι. ἐπηπείλησε δὲ γαῖαν
Μυσίδ’ ἀναστήσειν αὐτοσχεδόν, ὁππότε μή οἱ
ἢ ζωοῦ εὕροιεν Ὕλα μόρον, ἠὲ θανόντος. 1350
τοῖο δὲ ῥύσι’ ὄπασσαν ἀποκρίναντες ἀρίστους
υἱέας ἐκ δήμοιο, καὶ ὅρκια ποιήσαντο,
μήποτε μαστεύοντες ἀπολλήξειν καμάτοιο.

τούνεκεν εἰσέτι νῦν περ Ὕλαν ἐρέουσι Κιανοί,
κοῦρον Θειοδάμαντος, ἐυκτιμένης τε μέλονται 1355
Τρηχῖνος. δὴ γάρ ῥα κατ’ αὐτόθι νάσσατο παῖδας,
οὕς οἱ ῥύσια κεῖθεν ἐπιπροέηκαν ἄγεσθαι.
Νηῦν δὲ πανημερίην ἄνεμος φέρε νυκτί τε πάσῃ
λάβρος ἐπιπνείων· ἀτὰρ οὐδ’ ἐπὶ τυτθὸν ἄητο
ἠοῦς τελλομένης, οἱ δὲ χθονὸς εἰσανέχουσαν 1360
ἀκτὴν ἐκ κόλποιο μάλ’ εὐρεῖαν ἐσιδέσθαι
φρασσάμενοι, κώπῃσιν ἅμ’ ἠελίῳ ἐπέκελσαν.

Κόσμος

Αλφαβητικός κατάλογος

Hellenica World - Scientific Library

Από τη ελληνική Βικιπαίδεια http://el.wikipedia.org . Όλα τα κείμενα είναι διαθέσιμα υπό την GNU Free Documentation License