Επιστολαί
Αισχίνου
Αἰσχίνης Φιλοκράτει χαίρειν
Λύσαντες ἐκ Μουνιχίας ἑσπέρας λαμπρῷ σφόδρα Σκίρωνι περὶ μέσην ἡμέραν κατήχθημεν εἰς Κορησὸν τὴν Κείων. Καθίσαντες δὲ ἡμέρας ἐννέα, σκαιὸς γὰρ ἦν ὁ ἄνεμος, εἶτα ἑσπέρας πάλιν λύσαντες ἅμα τῇ ἕῳ εἰς Δῆλον ἤλθομεν.
Δήλιοι δὲ ἐνόσουν λοιμώδη τινὰ νόσον: τὰ μὲν πρόσωπα ἐπίμπλαντο λεύκης καὶ τὰς τρίχας λευκοὶ ἐγίγνοντο, ὁ δὲ τράχηλος καὶ τὰ στέρνα ἀνῴδει, πυρετοὶ δ' οὐκ ἐγίγνοντο οὐδὲ ἀλγηδόνες μεγάλαι οὐδὲ τὰ κάτω μέρη παρήλλαττεν οὐδέν τι. Ταῦτα δὲ ἐπείθοντο κατὰ μῆνιν Ἀπόλλωνος αὑτοῖς συμβεβηκέναι, ταφέντος ἐν τῇ νήσῳ τινὸς τῶν ἐπιφανῶν, οὐ πρότερον εἰωθός: ἐκ τούτου προσβαλεῖν αὑτοῖς τὸν θεὸν τὴν νόσον ταύτην ὑπελάμβανον.
Ἡμεῖς δὲ ὥσπερ εἴς τι ἔθνος ἀλλόφυλον ἢ νῆσον ἐν τῇ ἔξω θαλάττῃ ἀφιγμένοι, καὶ ἰδόντες ἐξαίφνης χρῆμα ποικίλον ἀνθρώπων, νυκτὸς ἔτι φεύγοντες ᾠχόμεθα, πυνθανόμενοι ἀλλήλων κατὰ τὸν πόρον εἰ τὸ χρῶμα ἔχοι ἕκαστος οἷον ἐκόμιζεν οἴκοθεν καὶ τὰς τρίχας. Ζάλη δὲ καὶ ἄνεμος ἐξώστης ἐμπεσὼν ἀπήνεγκεν ἡμᾶς εἰς Κρήτην, πλησίον Ψαμαθοῦντος.
Ὡς δὲ ἐν ἀπόπτῳ ἦμεν ἤδη, ἀντιπνεῖ πνεῦμα Λιβυκόν. Εἶτα πνεύσαντος ἡμῖν ἀπ' ἄρκτων πάλιν, πέντε νύκτας ἐν θαλάττῃ γενόμενοι προσέχομεν Ἀθρώνῃ, ἵνα μάθωμεν μὴ πολυπραγμονεῖν εἴ τις ἐν τῇ ἑαυτοῦ πατρίδι κατὰ τοὺς νόμους ἢ μὴ στεφανοῦται. Κἀκεῖθεν τέτταρσιν ἡμέραις ἀφικόμεθα εἰς ἐπίνειόν τι τῆς Ῥοδίας, ὅπου νοσῆσαί με συνέβη τὴν περὶ τὸ ἆσθμα νόσον.
Ὡς δὲ ἐπιμείναντός μου αὐτόθι οὐκ ἐνεδίδου ἡ νόσος, διέπλευσα εἰς Ῥόδον, καὶ ἐδέξατο ἡμᾶς εὐμενῶς ὁ τόπος: εὐθὺς γὰρ ὡς διέβην, πολὺ ῥᾴων ἐγενόμην. Καὶ ταυτὶ μὲν ἔχομέν σοι τέως ἐπιστέλλειν: τὰ δ' ἄλλα ὡς ἂν ἕκαστα συμβαίνῃ δηλώσομεν. Εὐτύχει, καὶ μὴ πολιτεύου μηδὲ πρόσκρουε μήτε τοῖς πλέον σοῦ μήτε τοῖς ἔλαττον δυναμένοις. Ἔῤῥωσο. Κτησιφῶντι Ἐπέστειλεν ἡμῖν Νικόστρατος ὁ πρὸς μητρὸς θεῖος ὡς ἐπηρεάζοις μὲν εἰς αὐτὸν οὐ μετρίως, ἐμοὶ δὲ ὀνειδίζοις τὴν διὰ σέ μοι συμβᾶσαν συμφοράν. Ἐγὼ δὲ θαυμάζω τί παθὼν ἐξιοῦσι μὲν ἡμῖν οἴκοθεν τοιαῦτα διελέχθης, ὥστε πεισθῆναί με μηδὲν ὧν διελέχθης πεπλάσθαι σε μηδ' ἄλλως φρονεῖν, βλέποντα πρῶτον μὲν εἰς τὴν ἐμὴν συμφοράν, ἣν οὐκ ἀπεικὸς εἶναι καὶ τοὺς ἐχθροὺς ἐλεεῖν ὑπελάμβανον, ἔπειτα δὲ εἰς τὸ τοῦ προσώπου σου σκυθρωπὸν καὶ ὅμοιον δεδακρυμένῳ: ὥστ' ἔγωγε καὶ ἐπέσκηψα ἐνίοις τῶν προσηκόντων ἡμῖν, εἴ του δέοιντο, προσιέναι σοι, καὶ μηδενὸς ὑστερήσειν ὑπεσχόμην αὐτοῖς, καὶ αὐτὸς δὲ ἐπέστειλα περὶ ὧν ἔχρῃζον Ἀθήνησί μοι γενέσθαι πολλάκις: νῦν δ' οὐδ' ἐμποδὼν ἔτι οὖσιν ἡμῖν, οὔτε διενοχλοῦσι σοὶ οὔτε ἄλλῳ τινὶ Ἀθηναίων ἐπηρεάζεις, καὶ οὔτε εἰς τὴν τύχην ἀποβλέπεις οὔτε εἰς ἄλλο τι τῶν ἀνθρωπίνων, ἀλλ' ἐπαγωνίζῃ ἔτι καὶ ἐκπεπτωκόσι τῆς πατρίδος καὶ ἀπεστερημένοις ἐπιτιμίας καὶ πόλεως καὶ πολιτῶν καὶ φίλων.
Καὶ ὅσα μὲν εἰς ἐμὲ ἀπόντα ἐβλασφήμεις, σοὶ μὲν ἴσως φέροι ἄν τινα εἰκότως καὶ φθόνον καὶ μῖσος, ὥσπερ ἂν εἴ τινα τῶν τεθνεώτων ἐπιβάλλοιο βλασφημεῖν, ἐν οὕτω χρηστῇ τε καὶ φιλανθρώπῳ πόλει: ἐγὼ δὲ οὐκ ἂν διὰ ταῦτα φαυλότερος νομισθείην, ὑπὸ σοῦ λοιδορούμενος ἀπών, ἀτυχέστερος μέντοι καὶ ἐλεεινότερος ἴσως, ὅς ποτε μὲν οὐδενὸς ἥττων, νυνὶ δὲ οὐδεμίαν ὑπὲρ αὑτοῦ φωνὴν ἐκπέμπειν, ἀλλ' οὐδὲ ἀκούειν λοιδορούμενος δύναμαι.
Τὸ δὲ γέροντα ἐπιεικῆ ὑβρίζεσθαι, μηδεμίαν ἔτι ἐλπίδα ἔχοντα τοῦ δυνήσεσθαί ποτε ἀμύνασθαι, ὅς γε τὴν σύμπασαν ἐλπίδα ἐφ' ἡμῖν αὐτοῖς ἀκμὴν ἔχει τοῖς μηδ' αὑτοὺς σῴζειν ἔτι δυναμένοις, πῶς οὐκ αἰσχρόν ἐστιν; ἀλλὰ μὴ πρὸς τοῦ Διός, μὴ σύ γε, ὦ Κτησιφῶν, μηδὲ εἰ τὰ μάλιστα ἡμᾶς ἀνιᾶν ἔτι βούλει, καὶ εἰ μὴ πεπλήρωκέ σε μηδὲν τῶν ἡμετέρων κακῶν, μίασμα τοῦτο προσθῇς σαυτῷ τε καὶ τοῖς παισίν, οὓς τρέφεις βοηθοὺς ἔσεσθαι δηλονότι τῷ γήρᾳ σου προσδοκῶν. Καὶ μέμνησο ὅτι οὐδὲ Αἰσχίνης εἰς τοῦτό ποτε ἀφίξεσθαι ἤλπισεν, οὐδ' ἄλλοι πολλοὶ καὶ ἔτι μᾶλλον ἀκμάσαντες ἐν τῇ ἑαυτῶν πόλει καὶ πολὺ λαμπρότεροι ἐμοῦ τε καὶ σοῦ γενόμενοι.
Αἰσχίνης τῇ Βουλῇ καὶ τῷ Δήμῳ
Οἱ μὲν ἄλλοι πάντες ὅσοι φεύγουσιν ἀδίκως, ἢ δέονται τῶν πολιτῶν ὅπως ἐπανέλθωσιν, ἢ διαμαρτόντες τούτου λοιδοροῦσι τὰς ἑαυτῶν πατρίδας, ὡς φαύλως αὐτοῖς προσφερομένας: ἐγὼ δὲ ἐπείπερ ἅπαξ ἀναξίως ὧν ἐπολιτευσάμην ἠτύχησα, καὶ κατηγορῶν ἄλλων αὐτὸς ἑάλων, ἄχθομαι μέν, ὥσπερ εἰκός ἐστιν, ἀγανακτῶ δὲ οὐδέν. Οὐ γὰρ οὕτως ἔγωγε ἠλίθιός εἰμι ὥστε, ἐξ ἧς πόλεως Θεμιστοκλῆς ὁ τὴν Ἑλλάδα ἐλευθερώσας ἐξηλάθη, καὶ ὅπου Μιλτιάδης, ὅτι μικρὸν ὤφειλε τῷ δημοσίῳ, γέρων ὢν ἐν τῷ δεσμωτηρίῳ ἀπέθανε, ταύτῃ τῇ πόλει Αἰσχίνην τὸν Ἀτρομήτου φεύγοντα ἀγανακτεῖν οἴεσθαι δεῖν, εἴ τι τῶν εἰωθότων Ἀθήνησιν ἔπαθεν.
Ἀλλ' ἔγωγε καὶ λαμπρὸν εἰκότως μοι νομίσαιμ' ἂν αὐτὸ γενέσθαι, τὸ μετ' ἐκείνων ἐν ἀδοξίᾳ παρὰ τοῖς ἔπειτα ἀνθρώποις καὶ ἄξιος τοῦ ὅμοια παθεῖν ἐκείνοις γεγονέναι.
Ἐπεὶ δοκεῖ σοι πυνθάνεσθαι περὶ Κλεοκράτους, ὅστις ἐστὶν ὁ Κλεοκράτης ἄκουε: παύσῃ γὰρ οὐ προῖκα πολυπραγμονῶν, οὐδ' ἄπει πρὶν μακρᾶς ἀκοῦσαι διηγήσεως. Τὸ μὲν γὰρ γένος ἐστὶν ἁπάντων ἀνδρῶν Ἑλλήνων οὐκ ἐν ἀφανεστάτοις, Ἀρίφρονα τὸν ἐκ Δαμαγήτου εἴ που πυνθάνοιο, ὅν που καὶ ὁ μέγας αἴρει Πίνδαρος. Ἀλλ' ὅπως μὴ γέλωτα ὀφλισκάνῃς ζητῶν ὅστις ἐστὶν ὁ Πίνδαρος. Τουτὶ μὲν γὰρ οἶμαι ὅτι καὶ παρὰ Μαντίᾳ τῷ γραμματιστῇ ἅμα ἐμοί ποτε ἔμαθες τὸ γράμμα: καὶ εἰ μηδενὸς ἔτι τῶν παρὰ Μαντίᾳ μνημονεύεις, ἐν γοῦν ταῖς ἐκκλησίαις Μελανώπου ἑκάστοτε ἀκούεις λέγοντος ὦ ταὶ λιπαραὶ καὶ ἀοίδιμοι Ἑλλάδος ἔρεισμ' Ἀθᾶναι, καὶ ὅτι Πινδάρου τοῦ Θηβαίου τὸ ἔπος τοῦτό ἐστι καὶ ὅτι ἐζημίωσαν αὐτὸν Θηβαῖοι τοῦτο ποιήσαντα τὸ ἔπος, οἱ δὲ ἡμέτεροι πρόγονοι διπλῆν αὐτῷ τὴν ζημίαν ἀπέδοσαν μετὰ τοῦ καὶ εἰκόνι χαλκῇ τιμῆσαι: καὶ ἦν αὕτη καὶ εἰς ἡμᾶς ἔτι, πρὸ τῆς βασιλείου στοᾶς καθήμενος ἐνδύματι καὶ λύρᾳ ὁ Πίνδαρος, διάδημα ἔχων καὶ ἐπὶ τῶν γονάτων ἀνειλιγμένον βιβλίον.
Οὗτος δὴ ὁ Πίνδαρος Δαμάγητον ᾄδει ἐκεῖνον, εἰς ὃν ἀνατείνει τὸ Κλεοκράτους γένος. Λέγει δέ που ὁ αὐτὸς Πίνδαρος καὶ τὰ περὶ τοὺς Διαγορείους καὶ τὰ περὶ τὴν πρεσβῦτιν, ἧς τὸ μητρῷον γένος αὐτοῦ ἅπτεται. Καὶ εἰ μὴ σφόδρα ᾔδειν ποιητῶν ὑπέρφρονα ὄντα σε, καὶ τὰ ἀγοραῖα ταῦτα καὶ τὰ ἀπολέσαντα ἡμᾶς ἐπιτηδεύματα μᾶλλον περιέποντα, κἂν ἀποχρῆν ὑπελάμβανόν σε ὑπομνῆσαι μόνον τὰ περὶ τοὺς Διαγορείους εἰπὼν ἔπη Πινδάρου: νυνὶ δὲ οἶδα ὅτι μάτην σοι αὐτὰ λέξομεν.
Δοκεῖ οὖν μοι ἀνάγκη εἶναι διηγήσασθαί σοι τὸ διήγημα τοῦτο: ἄξιον γὰρ ἀκοῦσαι, εἰ καὶ μὴ προσήκοι Κλεοκράτει. Λέγεται γὰρ γυνή ποτε πρεσβῦτις Ὀλυμπίασι παρελθοῦσα εἰς τὸ στάδιον ἑστάναι τε ἅμα τοῖς ἀνδράσι καὶ θεάσασθαι τοὺς ἀγωνιζομένους, ἐπιστάντων δὲ αὐτῇ τῶν ἑλλανοδικῶν ὅτι ἐτόλμησε παρελθεῖν εἰς τὸ στάδιον, ἀποκρίνασθαι "τίνι γὰρ ἄλλῃ τοῦτο γυναικὶ δέδωκε καυχήσασθαι οὗτος ὁ θεός, ὅτι καὶ πατέρα καὶ τρεῖς ἀδελφοὺς ὀλυμπιονίκας ἔχοι καὶ υἱὸν ἐπ' Ὀλύμπια ἄγοι;" Ταύτης οὖν τῆς πρεσβύτιδος καὶ τούτου τοῦ γένους ἀποῤῥώξ ἐστιν ὁ Κλεοκράτης, ὡς ἔστι μᾶλλον πάντων ἢ αὐτοῦ πυθέσθαι. Καὶ πλείω μὲν οὐ βούλομαι λέγειν, μὴ οὐ μηνῦσαί σοι, ὅπερ ἠξίωσας, ὅστις ἐστὶν ὁ Κλεοκράτης, βούλεσθαι μόνον, ἀλλὰ καὶ ἐγκεκωμιακέναι αὐτόν, ὥσπερ καὶ Θρασύμαχος τὸν ξένον, συντετάχθαι καὶ ἀποτίνειν ταύτην τὴν χάριν τοῦ λαμπρῶς ἑστιᾶσθαι δοκῶ. Τοσοῦτον μέντοι εἴποιμ' ἂν ὅτι ἡ πρεσβῦτις ἐκείνη, εἰ τοῦτον ἐγνώκει τὸν Κλεοκράτη, πολὺ ἂν μᾶλλον ἐπὶ τούτῳ ἢ ἐπὶ τοῖς πέντε ὀλυμπιονίκαις ἐσεμνύνετο.
Ὁ μὲν Ἰουλιάδης, ᾧ μάλιστ' ἐπεποίθεις, οὔτε ὅτε ἀφίγμεθα εἰς Ῥόδον παρὼν ἔτυχεν, ἀλλὰ περὶ Λίνδον ἦν, οὔτ' ἐπανελθὼν εἰς Ῥόδον περιττῶς ἠσμένισεν ἡμᾶς, ἔξω δὴ τοῦ τὰ κοινὰ ταῦτα προστάξαι, λέγειν εἴ τινων χρῄζομεν. Ὁ δὲ Κλεοκράτης, οὐδὲ μὰ τοὺς θεοὺς ἐπιστεῖλαί σοι δυναίμην ἂν αὐτάρκως τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας ὅσῃ κέχρηται περὶ ἐμέ.
Καὶ γὰρ οἰκίαν παρεσκεύασέ μοι δημοσίᾳ δοθῆναι καὶ χωρίον ἐν Καμίρῳ, καὶ αὐτὸς δὲ ἔπεμψεν ἡμῖν τὰ ἐπιτήδεια καὶ εἰς ἐνιαυτὸν ἄφθονα, οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ Τεύθραντι καὶ Πλειστίᾳ, τὰ μὲν ἄλλα καὶ εἰ φαυλότερα τῶν Ἀθήνησιν, ὥσπερ ἔλαιον καὶ μέλι, ἀλλ' οἵων παρόντων οὐδὲν ἂν τῶν ἐκεῖθεν δεηθείημεν, οἶνόν γε μὴν καὶ πολὺ ἀμείνω τοῦ παρ' ὑμῖν, καὶ ἐκ στροβίλου ἅμα καὶ ἀλεύρων καὶ ἀρωμάτων πεποιημένα ἐν τύποις τραγήματα, ὧν καὶ πέπομφά σοι.
Ταῦτα δὴ ἡμῖν ἔπεμψε, καὶ πυρῶν μεδίμνους, ὅσοις ἐγὼ μεδίμνοις οὐχ ὅπως ἐμαυτόν, ἀλλὰ καὶ πάντας Κοθωκίδας διαρκεῖν ἂν ἐδυνάμην: καὶ πολλὰ δὲ ἄλλα πρὸς τούτοις, ἃ γράφειν αἰσχύνομαι, ἵνα μή τινα δηλοῦν ἐμὴν μικρολογίαν δόξω. Τὸ μὲν γὰρ τὰ μικρὰ πάνυ ὑπερασπάζεσθαι μικρολογίας τινὸς εἶναί φημι καὶ ἀπειροκαλίας, φιλοφρονημάτων δὲ καὶ μικρῶν πάνυ ἔγωγε ἡττᾶσθαι ὁμολογῶ.
Παρέχει δὲ ἡμῖν καὶ ἄλλα καλλίω, συῶν τε ἀγρίων καὶ δορκάδων τῶν πέραθεν ἀπολαύσματα. Ἔτι δὲ καὶ αὐτὸς ἡμῖν σύνεστιν ὁσημέραι, καὶ μεταδίδωσι τῆς αὑτοῦ σοφίας, ἣ σοφωτέρα ἢ καθ' ἡμᾶς ἐστιν. Ἃ γὰρ ἐγὼ παθὼν ἐδιδάχθην, ταῦτα πρὶν παθεῖν φυλάττεται, σοφίᾳ καὶ οὐχ ὥσπερ οἱ ἄφρονες πείρᾳ διδασκόμενος: οὐ γὰρ πολιτεύεται.
Καὶ ὅσον γ' ἐπὶ Κλεοκράτει, οὐδεμιᾶς πόλεως ἄλλης οὐδὲ ἀνθρώπων ἐπιθυμῶ, ἀλλὰ καὶ σφόδρα ἀσμενίζω τῇ συμφορᾷ, καὶ ἀρχὴ δοκεῖ μοι τοῦ βίου ἡ ἀπαλλαγὴ τῆς αὐτόθι πολιτείας. Καὶ ὁτὲ μὲν ὑπεραγαπῶ τὰ παρόντα, καὶ ὅπερ φασὶ Σοφοκλέα ἤδη γέροντα ὑπὲρ ἄλλης ἡδονῆς εἰπεῖν, ὥσπερ κυνὸς λυττώσης ἀπηλλάχθαι ποτὲ τῆς τοῦ πολιτεύεσθαι ἡδονῆς δοκῶ, καὶ ὅταν ὁ νοῦς ἐπικρατῇ, τρισευδαίμων ἔγωγε ἐμαυτῷ τῆς φυγῆς ἣν φεύγω φαίνομαι: ὅταν δ' αὖ πάλιν ὑπέλθῃ με λογισμός τε καὶ μνήμη τῶν αὐτόθι, οὐχ ἑταίρων μόνον, ἀλλὰ καὶ συγγενῶν καὶ ἐκκλησίας καὶ Κολλυτοῦ, ἐν ᾧ πέντε καὶ τετταράκοντα ἔτη ᾤκησα, καὶ τοῦ Ἁλῆσι χωρίου καὶ τῶν ἐκεῖ μοι μετὰ σοῦ καὶ Φιλίνου διατριβῶν γενομένων, μεταῤῥεῖ ἅπαν τὸ αἷμα ἄλλοσέ ποι τῶν σπλάγχνων πάλιν, καί μοι δήποτε καὶ λοιδορίαι αἷς ἐλοιδορούμην ὑπὸ Δημο σθένους ἥδισται δοκοῦσι, καὶ σκώμματα, ἐφ' οἷς οὐδεὶς ἔξω Κτησιφῶντος ἐγέλασε πώποτε.
Ἀλλὰ γὰρ ἅλις μὲν ἤδη δακρύων, σὺ δ' εὐτυχοίης, καὶ μὴ μόνον πολιτείαν ἅπασαν, ἀλλὰ καὶ Λεπτίνην φεῦγε, ὅτι πρὸς ἡμᾶς ἔχει φιλαπεχθημόνως, καὶ ὅτι τἆλλα τοιοῦτός ἐστιν ὅτου περιεῖναι μὲν μηδενὸς λαμπρότερον, ἡττᾶσθαι δὲ ἀδοξότατον. Καὶ μάλιστα μὲν παραινῶ, φεῦγε τὰς μετ' αὐτοῦ διατριβάς: εἰ δ' αὖ συνέλθοις ἐκ τύχης καὶ καθ' ἡμῶν λέγοι τι, πειρῶ σιωπᾶν, ἂν ἰσχύῃς, καὶ γελᾶν.
Ἀλλ' ὁ μὲν δίδωσιν ἀποχρῶσαν δίκην τὸ πᾶσιν ἀνθρώποις καὶ γέλωτος εἶναι δοκεῖν ἅμα καὶ μίσους ἄξιος: σὺ δέ, εἰ μὴ πάνυ φοβῇ τὴν θάλατταν, ἀφίκοιο παρ' ἡμᾶς ποτε, καὶ παρασχὼν σαυτὸν ἰδεῖν ἡμῖν ἐπανίοις πάλιν. Αἰσχίνης Φιλοκράτει Ἀρίστων οὗτος, ὁ κομίζων σοι τὴν ἐπιστολήν, ὁ πρῶτός ἐστιν ἡμᾶς ὑποδεξάμενος ἐν Ῥόδῳ. Πέπλευκε δὲ Ἀθήναζε κατὰ χρείαν κηδεστοῦ γέροντος, ἀργύριον εἰσπράξων παρὰ τοῦ τραπεζίτου Χαρμόλα. Σκόπει οὖν ὅπως αὐτὸν ὑποδέξῃ φιλοφρόνως: ἔστι δὲ κομιδῇ εὐτελὴς τὴν δίαιταν καὶ πρέπων ἡμῖν: καὶ τὰ ἄλλα συμπράξεις, ὡς μάθῃ ὅτι οὐ παντελῶς ἔρημον φίλων ὑπέλαβεν ἀλλ' ἔστι τις Ἀθήνησιν Αἰσχίνου μνήμη καὶ λόγος.
Αἰσχίνης τῇ Βουλῇ καὶ τῷ Δήμῳ
Ἐπυθόμην τὰ ῥηθέντα Μελανώπῳ πρὸς ὑμᾶς, καὶ τὴν μὲν ὑμετέραν ἀπεδεξάμην φιλανθρωπίαν, Μελανώπῳ δὲ οὐκ ἐπανελθὼν μόνον πρὸς ὑμᾶς νομίζω τοῖς βεβιωμένοις αὐτῷ πρέπουσαν ἀποδώσειν χάριν, ἀλλ' ἀτυχῶν ἔτι καὶ τῆς πατρίδος ἐστερημένος ὅμως ἀρκέσαι πειράσομαι. Ἐγὼ γάρ, ὦ Μελάνωπε, κατὰ μὲν τοὺς νόμους ὁμολογῶ ταύτῃ κεχρῆσθαι τῇ συμφορᾷ, φημὶ μέντοι βοηθῶν ταῦτα τοῖς νόμοις πεπονθέναι, καὶ ὑπὲρ τοῦ μηδένα στεφανοῦσθαι παρ' αὐτοὺς ἀγωνιζόμενος. Ἐμοὶ μὲν οὖν τὸ δεδυστυχηκέναι πολιτευομένῳ κοινόν ἐστι πρὸς Θεμιστοκλέα καὶ Ἀριστείδην καὶ ἄλλους πολλοὺς τῶν λαμπροτάτων ποτὲ ἐν τῇ πόλει γενομένων: σοὶ δὲ τὸ μέχρι μὲν χθὲς καὶ πρώην θεσμοθετοῦντος ἤδη σοῦ προεστάναι τὴν μητέρα, τρὶς δὲ ἐμπεσεῖν εἰς τὸ δεσμωτήριον τὸν πατέρα σου, σὲ δὲ πραθέντα τρισχιλίων δραχμῶν τὴν ἀκμὴν ἡταιρηκέναι, τοῖς περὶ Τίμαρχον νέοις κοινὰ ταῦτ' εἶναι, οὐ τοῖς περὶ Θεμιστοκλέα ἢ Ἀριστείδην τὸν δίκαιον ὑπολαμβάνω.
Ἀλλὰ Μελανώπῳ μὲν αὖθις, ἐὰν ὑμῖν δόξῃ, διαλέξομαι παρών: νυνὶ δὲ τῆς μὲν εὐνοίας, ἣν ἀπόντι μοι παρέχεσθε, θορυβοῦντες ἀεὶ καὶ μὴ θέλοντες ἀκροᾶσθαι τῶν λοιδορούντων ἡμᾶς, πολλὴν χάριν ἔχω, δικαιότερον μέντοι καὶ ἄμεινον ἦν ἐμὲ αὐτὸν ἐᾶσαι πρὸς τοὺς λοιδοροῦντας λέγειν, ψηφισαμένους ἃ πολλάκις πολλοῖς ἤδη ἐψηφίσασθε τὰ μέγιστα ἁμαρτοῦσιν εἰς ὑμᾶς.
Εἰ δὲ μή, τό γε δεύτερον ἂν δεηθείην, ἀνέχεσθαι πολὺ μᾶλλον τῶν λοιδορουμένων ἡμᾶς, ἢ χαρίζεσθαι δοκοῦντας, ὅτι τῶν βλασφημιῶν οὐκ ἀκροᾶσθε, μείζω τὴν ὑποψίαν τῶν δυναμένων λέγεσθαι ποιεῖν.
Σὺ μὲν οὐδέπω καὶ νῦν ἀφῖξαι πρὸς ἡμᾶς, ἀλλὰ καὶ νόσους καὶ δίκας καὶ πάντα μᾶλλον τοῦ μὴ βούλεσθαι ἐλθεῖν πρὸς ἡμᾶς αἰτιᾷ: Νικίας δὲ ἀφῖκται πάλαι καὶ Ἀνδρωνίδας. Εἰ μὲν οὖν νῦν γε σὺν Φιλίνῳ_πυνθάνομαι γὰρ αὐτὸν ἐξιέναι_διέγνωκας ἀφικνεῖσθαι πρὸς ἡμᾶς, τάχ' ἂν εἴη σοι ἔτι ἀπολογία καὶ λυθείη ὁ πόλεμος: εἰ δὲ οὐδὲ σὺν ἐκείνῳ διέγνωκας ἐξιέναι, σὺ μὲν ἐπιστελεῖς διὰ παντὸς ἡμῖν ἀφίξεσθαι πρὸς ἡμᾶς, ἐγὼ δὲ ἅπαξ ἀνιάσομαι.
Περαιωθεὶς ἐπὶ Φύσκον, ἡσυχάσας ἐκείνην τὴν ἡμέραν, οὐχ ὑπ' ἀργίας, ἀλλὰ μηκυνεῖν ἔδοξεν ἡ περὶ τὸ ἆσθμα νόσος, ὡς τὴν νύκτα ἐνέδωκε καὶ ῥᾴων ἐγενόμην, βαδίσας εἰς τὴν Ἄμμον ἐπεῖδον τὰ χωρία. Καί μοι ἔδοξε καλὰ μὲν ἄλλως καὶ ποικίλα εἶναι τὰ χωρία_καὶ γὰρ ἐλαιῶν φυτὰ ἦν πολλὰ καὶ ἄμπελοι συχναὶ καὶ σπόριμα πλείονα καὶ νομαὶ καλαί, _ἐπαύλιον δὲ οὐδὲ μέτριον, ἀλλὰ πάντα ἐρείπια.
Ἐδέξατο δ' ἡμᾶς ὁ Μυρωνίδης φιλανθρώπως σφόδρα. Τὰ μέντοι χωρία δυοῖν ταλάντων ἐπριάμην, καὶ νῦν ἐπαύλιόν τι μηχανῶμαι τοιοῦτον οἷον ἂν μηχανῴμην ἐγὼ κεκτημένος βραχέα καὶ μέλλων ὅμως οἰκεῖν ἐνθάδε, μὰ τοὺς θεοὺς οὐχ ἡδέως στερόμενος τῆς ἐμαυτοῦ πόλεως, καὶ μάλιστα τοιαύτης, ἐν ᾖ δύναιτο ἄν τις ἧττον ἀλγεῖν ὑπολαμβάνειν οἰκῶν. Ἔῤῥωσο.
Ὁ δὴ Κίμων οἷα κατὰ πόλιν ἑκάστην καὶ αἰγιαλὸν ἡμᾶς δέδρακεν, οὐκ ἔθους, οὐ νόμου φειδόμενος οὐδενός. Κατὰ θέαν εἰς Ἴλιον ἀφικόμην τῆς τε γῆς καὶ θαλάττης. Καὶ ἃ μὲν αὐτόθι, γράφειν ἐπεὶ δοκεῖ ὕλην ἄφθονον ἔχειν, σιωπήσω: δέδοικα γάρ, μὴ ποιητικῆς λαβόμενος φλυαρίας ἀπειροκαλεύεσθαι δόξω. Τὰ δὲ Κίμωνος ἔργα καὶ τὴν ἀκρασίαν, "οὐδ' εἴ μοι δέκα μὲν γλῶσσαι", δυναίμην ἂν ἀρκέσαι λέγων.
Διατριβόντων γὰρ ἡμῶν πολλὰς ἡμέρας ἐν Ἰλίῳ καὶ μὴ πληρουμένων τῆς θέας τῶν τάφων, ἦν δέ μοι γνώμη μένειν ἕως ἅπαντα ἐπεξέλθω τὰ ἐν τῇ Ἰλιάδι ἔπη πρὸς αὐτοῖς ἑκάστοις, ὑπὲρ ὧν τὰ ἔπη ἐστὶ γιγνόμενα, ἐμπίπτει ἡμέρα ἐν ᾗ πειρῶνται τοὺς γάμους οἱ πλεῖστοι τῶν θυγατέρων, ὅσων ἐπιτρέπει ποιεῖν ἡ ὥρα.
Ἐγένοντο δὲ συχναὶ αἱ γαμούμεναι. Νενόμισται δὲ ἐν τῇ Τρῳάδι γῇ τὰς γαμουμένας παρθένους ἐπὶ τὸν Σκάμανδρον ἔρχεσθαι, καὶ λουσαμένας ἀπ' αὐτοῦ τὸ ἔπος τοῦτο ὥσπερ ἱερόν τι ἐπιλέγειν, "λαβέ μου, Σκάμανδρε, τὴν παρθενίαν". Ἐν δὴ ταῖς ἄλλαις Καλλιῤῥόη ὄνομα παρθένος μεγάλη, πατρὸς δὲ οὐ τῶν ἐπιφανῶν, ἐπὶ τὸν ποταμὸν ἧκε λουσομένη.
Καὶ ἡμεῖς ἅμα τοῖς τε οἰκείοις τῶν γαμουμένων καὶ τοῖς ἄλλοις ὄχλοις πόῤῥωθεν τὴν ἑορτὴν καὶ τὰ λουτρὰ τῶν παρθένων, ᾗ θέμις αὐτὰ ἐξωτέρω ὁρᾶν, ἐθεώμεθα. Ὁ δὲ καλὸς κἀγαθὸς Κίμων ἐγκρύπτεται εἰς θάμνον τοῦ Σκαμάνδρου, καὶ στέφει ἑαυτὸν δόναξιν: ἦν δὲ αὐτῷ δηλαδὴ τὸ στρατήγημα τοῦτο καὶ ὁ λόχος ἐξ ἡμέρας ἐπὶ τὴν Καλλιῤῥόην εὐτρεπής.
Λουομένης δὲ καὶ τὸ εἰωθὸς ἔπος, ὡς μετὰ ταῦτα ἐπυθόμην, λεγούσης, "λαβέ μου, Σκάμανδρε, τὴν παρθενίαν", ἐκθορὼν ἐκ τῶν θάμνων ὁ Σκάμανδρος Κίμων "ἡδέως" ἔφη "δέχομαι καὶ λαμβάνω Καλλιῤῥόην Σκάμανδρος ὤν, καὶ πόλλ' ἀγαθὰ ποιήσω σοι". Ταῦτα ἅμα λέγων καὶ ἁρπάσας τὴν παῖδα ἀφανὴς γίγνεται.
Οὐ μὴν καὶ τὸ πρᾶγμα ἀφανὲς γίγνεται, ἀλλὰ τέτταρσιν ὕστερον ἡμέραις πομπὴ μὲν ἦν Ἀφροδίτης, ἐπόμπευον δὲ αἱ νεωστὶ γεγαμημέναι καὶ ἡμεῖς τὴν πομπὴν ἐθεώμεθα. Ἡ δὲ νύμφη ἰδοῦσα τὸν Κίμωνα ὡς μηδὲν αὑτῷ κακὸν συνειδότα ἅμα ἐμοὶ θεώμενον, προσεκύνησε, καὶ ἀποβλέψασα εἰς τὴν τροφόν, "ὁρᾷς" εἶπε "τίτθη, τὸν Σκάμανδρον, ᾧ τὴν παρθενίαν ἔδωκα;" καὶ ἡ τίτθη ἀκούσασα ἀνέκραγε, καὶ τὸ πρᾶγμα ἔκπυστον γίγνεται. Ὡς δὲ οἴκαδε εἰσέρχομαι, καταλαμβάνω τὸν Κίμωνα, καὶ οἷα ἦν εἰκὸς ἐργάζομαι, καλῶν ἀνόσιον καὶ δι' αὐτὸν ἀπολωλέναι λέγων ἡμᾶς. Ὁ δὲ οὐδὲν δι' αὐτὸ ἔδεισεν, οὐδὲ ᾐσχύνθη τοῖς πεπραγμένοις, ἀλλὰ μύθους ἐπεβάλλετο λέγειν μακρούς, τοὺς ἁπανταχόθι τροχῶν ἄξια εἰργασμένους καταριθμούμενος.
Καὶ γὰρ ἐν Μαγνησίᾳ ταὐτὸ τοῦτο περὶ Μαίανδρον τὸν ποταμὸν ἔφη γεγονέναι ὑπό τινος τῶν ἐκεῖ νέων, ἀφ' οὗ καὶ ἔτι σήμερον Ἄτταλον τὸν ἀθλητὴν ὁ πατήρ, ἔφη, αὐτοῦ οὐχ ἑαυτοῦ υἱόν, ἀλλὰ τοῦ Μαιάνδρου εἶναι πείθεται, καὶ διὰ τοῦτο αὐτὸν οὕτω πάνυ νομίζει σαρκῶν τε καὶ ῥώμης εὖ ἔχειν: ἐπειδὰν δὲ πολλὰς λαβὼν πληγὰς καὶ ἀπειπάμενος ἐξίῃ, τὸν ποταμὸν αὐτῷ νεμεσῆσαι λέγει, ὅτι νικήσας οὐ πατέρα ἀνηγόρευεν αὐτόν. Οὐκ ἄρ' ἀπορεῖ γε ἡττώμενος προφάσεως.
Καὶ περὶ Ἐπίδαμνον δ' ὁμοίως πάλιν Καρίωνα ἔφη τὸν μουσικὸν ὑπ' εὐηθείας πεπεῖσθαι ὅτι Ἡρακλέους εἴη τὸ ἐκ μοιχοῦ γεγονὸς αὐτῷ παιδίον. Ἐγὼ δὲ οὐκ ἐπαιδοποιησάμην, ἔφη, ἅπαξ δὲ διελέχθην παιδὶ ὑπερώρῳ τε ἤδη, καὶ λουομένην αὐτὴν μετὰ μιᾶς γραὸς ἰδών. Καὶ ἄλλως δ' ἐδόκει μοι, ἔφη, ὡς μὴ παντάπασι τὰ ἐν Ἰλίῳ τραγικά τε καὶ φοβερὰ ᾖ, παίζειν δεῖν τι καὶ ἡμᾶς καὶ οἷον ἐν κωμῳδίαις περὶ τὸν Σκάμανδρον ἐργάσασθαι.
Κἀγὼ μὲν ἄλλο οὐδὲν ἢ ποῖ λήξει ἡ τοσαύτη ἀναισχυντία προσμένων, λίθινος ὑπ' ἀπιστίας ἐγεγόνειν: ὁ δὲ ἐῴκει καὶ τρίτην Ἀπόλλωνός μοι δοκῶ καὶ Διονύσου μοιχείαν ἐπάξειν, ἕως ἰδὼν ἐγὼ ὄχλον προσιόντα τῇ θύρᾳ, "τοῦτ' ἐκεῖνο" ἔφην, "καταπρήσοντες ἡμᾶς πάρεισι", καὶ δι' ὀπισθοδόμου τινὸς εὐθέως πρὸς Μελανιππίδην φεύγων ᾠχόμην, ἐκεῖθεν δὲ ἑσπέρας ἐπὶ θάλατταν, εἶτα εἰς τἄμπροσθεν. Εἶτα ἀξένῳ καὶ ὤστῃ ἀνέμῳ κατήχθημεν, ὃν μηδεὶς ἂν ἄλλως ἢ φεύγων τὸ Κιμώνειον ἄγος ὑπομείναι πλέων. Τοιαῦτα μὲν παθὼν δεῖν σοι ῎´γράφειν, ὡς σχετλιάσοντι καὶ ἐμοῦ μᾶλλον, ᾤμην: σὺ δὲ ἂν ἱκανῶς οἶμαι γελάσειας.
Τῇ βουλῇ καὶ τῷ δήμῳ τῷ Ἀθηναίων
Τὰ μὲν ἄλλα δεῖν ὑμῖν ἐπιστέλλειν, περὶ ὧν ἐβουλόμην, καὶ πρότερον ᾠόμην: οὐ γὰρ ἀφῃρῆσθαί γε τοῦτο τῶν ἀτυχησάντων παρ' ὑμῖν ὑπελάμβανον: συμβουλεύειν δὲ καὶ πολυπραγμονεῖν οὐ μικρᾶς ἔμοιγε ἀκρασίας ἐφαίνετο ἔργον εἶναι, δεδωκότι τηλικαύτην δίκην τοῦ πολιτεύεσθαι, πλὴν εἴ τι δέοι καλούντων ὑμῶν: ἄλλως δὲ μηδ' ἰδίᾳ τισὶ τῶν ἐπιτηδείων, οὐχ ὅτι πόλει, συμβουλεύειν προσήκειν ᾠόμην. Ὑμῖν δὲ ἑώρων ἄλλους καὶ λέγειν καὶ πράττειν δυναμένους τὰ κοινά: κατέλιπον γὰρ οὐκ ὀλίγους. Ἐπεὶ δὲ οἱ μὲν τεθνᾶσι, πολλοὶ δὲ ἠτυχήκασιν ὥσπερ ἐγώ, περιέστηκε δὲ ἡ πόλις εἰς ἐρημίαν τῶν πολιτευομένων, ἀκούω δὲ τοὺς μὲν αὐτοῦ παρόντας, τοὺς δὲ καὶ δι' ἐπιστολῶν κινεῖν τι τῶν τῆς πόλεως πραγμάτων, ἕτοιμος ἤδη τὰ δοκοῦντα τῇ πόλει συμφέρειν, ὡς μόνον ἔξεστίν μοι, δι' ἐπιστολῶν λέγειν.
Εἰ δὲ καὶ νῦν τὰ Μακεδόνων φρονεῖν ἐροῦσί με, καὶ παραπρεσβείας πάλιν γράψονταί τινες ἀπόντα με δίκην ἢ προδοσίας τῆς Ἑλλάδος, ἕτοιμος ἤδη καὶ Ῥόδου καὶ γῆς ἁπάσης Ἑλληνίδος πρόσω φεύγειν, ἐὰν βούλωνται, καὶ πρὸς τὸν ἐν Πέρσαις ἄπειμι καὶ Μήδοις βασιλέα. Καίτοι τὰ Περσῶν με καὶ Μήδων οὐδεὶς ἔφη ποτὲ φρονεῖν, καὶ πάντων ἥκιστα Δημοσθένης. Ἀλλ' οὐδ' ἐκεῖ παύσομαι γράφων ἃ τῇ πόλει δόξω συμφέρειν, οὐ χαριζό μενος ὑμῖν μετὰ τοῦ δοκεῖν ἐπιπλήττειν, ὥσπερ ἄλλοι τινές, ἀλλ' ἐλευθέρως νουθετῶν.
Εὖ γὰρ εἰδέναι χρὴ ὅτι τῶν πολιτευομένων οἱ μᾶλλον ἐπιπλήττειν ἢ χαρίζεσθαι θέλοντες ὑμῖν δοκεῖν, οὗτοι καὶ μάλιστα πρὸς ἡδονὴν λέγουσι, τὴν ὑπὸ προσχήματι παῤῥησίας ὁδὸν τοῦ κολακεύειν ἑλόμενοι_καὶ γὰρ αὕτη τίς ἐστιν τοῦ χαρίζεσθαι πολίταις καὶ ἡγεμόσι πολὺ κακουργοτέρα προαίρεσις: _ ἣν βαδίζοντές τινες Ἀθήνησι καὶ περιόντος ἐμοῦ παρ' ὑμῖν_οὕτω γάρ με χρὴ λέγειν, _καὶ νῦν, ὅσον ἐφ' ὑμῖν, τεθνεῶτος, αἰτιῶνται μὲν ὑμῶν τὴν ὀλιγωρίαν ὡς οὐκ ἐθελόντων ἄρχειν τῆς Ἑλλάδος, προτρέπονται δὲ ἐπὶ τὴν ἡγεμονίαν ὡς δυναμένους.
Ἐμοὶ δὲ μετὰ τοῦ δοκεῖν ἀργοὶ γεγονέναι δύνασθαι τῶν Ἑλλήνων ἄρχειν νομίζεσθαι θέλετε μᾶλλον ἢ μετὰ τοῦ μένειν ὑμῶν τὰς προθυμίας ἐνδεῖσθαι τῆς δυνάμεως. Πυνθάνομαι γὰρ τελευτήσαντος Ἀλεξάνδρου προτρέπειν τινὰς ὑμᾶς καινοτέρων ἅπτεσθαι πραγμάτων: ἐγὼ δ' ἐβουλόμην ἂν ταὐτὰ συμβουλεύειν ὑμῖν μετὰ τοῦ ταῦτα συμφέρειν.
Οὐ γὰρ ἠγνόουν μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεοὺς ὅτι λαμπρόν ἐστιν τὸ τοῖς μὲν βαρβάροις πολεμεῖν, τοὺς δὲ Ἕλληνας ἐλευθεροῦν, καὶ ταῦτά γε καὶ τοὺς πατέρας ἡμῶν προελομένους: ἀλλ' εἰς μὲν τὸ βούλεσθαι τὰ κράτιστα τὴν γνώμην οὖσαν ἱκανήν, εἰς δὲ τὸ δύνασθαι καὶ τύχης ἀγαθῆς ὑμᾶς δεομένους. Προσήκειν οὖν μεμνῆσθαι καὶ ὑμᾶς ὑπελάμβανον ὅτι Ἀθηναίοις μὲν ἐπιστέλλομεν, Ἀθηναίοις δὲ οὐκ ἐν οἷς Θεμιστοκλῆς ἐπολιτεύσατο, ἀλλ' οἳ τὰς μὲν γνώμας οὐκ ἐλάττους ἐκείνων εἰσί, τὰς μέντοι πρὸς τοὺς πολέμους ἀφορμὰς οὐχ ὁμοίας ἔχουσιν. Ἐπεὶ δότωσαν μὲν ὑμῖν τριακοσίας τριήρεις οἱ τὰ τῆς Ἑλλάδος ἄξια γράφοντες ὑμῖν, δότωσαν δὲ τρισμύρια τάλαντα ἀργυρίου καὶ χρυσίου ἀπέφθου δισχίλια, δότωσαν δὲ ἀνδρῶν ἐν ἥβῃ τοσοῦτο πλῆθος, ἤδη γεγυμνασμένων ἐν ὅπλοις: καὶ μηκέτι συμβουλευέτωσαν: αὐτοὶ γὰρ εἰδήσομεν ἃ χρὴ πράττειν, δυνάμενοι τὰ δόξαντα πράττειν. Μηδὲ ῥαψῳδείτωσαν μάτην ἐπαινοῦντες ἡμῶν τοὺς προγόνους τε καὶ τὴν χώραν, ὅτι ἐγένοντο ἐν αὐτῇ καὶ ὑπὲρ αὐτῆς ἠγωνίζοντο οἱ θεοί: ἐπεὶ πύθεσθε αὐτῶν τί ἐν τῇ περὶ Χαιρώνειαν μάχῃ τὴν πόλιν ὤνησε τὴν Ἀθηναίων, ὅτι Ἄρης πρὸς Ποσειδῶνα ὑπὲρ Ἁλιῤῥοθίου ἐν Ἀρείῳ πάγῳ ἐκρίθη. Ἀλλ' εἰ πρὸς Ἀντίπατρον, ἢ ὅστις ἄλλος Μακεδόνων βασιλεύς, ἱκανοί ἐσμεν ἀγωνίσασθαι, τοῦτο χρὴ σκοπεῖν: κἂν ἱκανοὶ ὦμεν, ἀγαθῇ τύχῃ ἀναλαβόντες τὰ ὅπλα εὐθέως ἐλευθερῶμεν τοὺς Ἕλληνας. Εἰ δὲ τούτου μὲν ὀλιγωρήσομεν, κολακευόμενοι δὲ ἡσθησόμεθα, πῶς οὐ μετὰ τοῦ δοκεῖν ἑαυτοῖς αἴτιοι γεγονέναι τῶν συμφορῶν, ὃ μόνον οὐδὲ παραμυθίαν ἔχει τοῖς κακῶς πράττουσιν, ἀτυχήσομεν; ἔστιν δὲ καὶ πόλεως καὶ ἀνδρὸς εὖ φρονοῦντος ἔργον, ἀεὶ πρὸς τὰς παρούσας ἀφορμὰς ὑπὲρ τῶν παρόντων βουλεύσασθαι: τὸ δὲ τὴν μὲν τόλμαν εἰς τὰ πράγματα, οἷς ἐπιχειρεῖ τις, ἐκ τῆς πρόσθεν ἰσχύος ἔχειν, τὴν δὲ ἰσχὺν πάλαι ποτ' ἐσχηκέναι μεγάλην, ὅμοιά γε φαίνεται, ὥσπερ ἂν εἴ τις Ὀλυμπίασι νικήσας πολλάκις ὕστερον γέρων ὢν ἀπογράφοιτο ἔτι καὶ προκαλοῖτο τοὺς ἀντιπάλους ἀναμιμνῃσκόμενος ἧς ἔσχηκεν, οὐχὶ τῆς παρούσης, δυνάμεως.
Ἄξιον δὲ καὶ ἃ λέγειν αὐτοὺς πυνθάνομαι λογίσασθαι μεθ' ὑμῶν, ὡς καινὰ καὶ θαυμαστὸν ὅσον εἰς ἃ βούλονται πρᾶξαι συλλαβεῖν δυνάμενα, φάσκοντας δεῖν ὑμᾶς ὁμονοεῖν, ὥσπερ ὑμᾶς οὐκ ἐπισταμένους ὅτι τοῦτο μὲν πάσῃ πόλει, καὶ πολεμεῖν καὶ εἰρήνην ἄγειν βουλομένῃ, κράτιστόν ἐστιν.
Δεῖ δὲ οὐ τοῦτο σκοπεῖν εἰ ὁμονοητέον ὑμῖν πολεμοῦσιν ὑπὲρ τῶν Ἑλλήνων: ὁμονοητέον γὰρ καὶ πολεμοῦσι καὶ μὴ παντὸς εἵνεκα: ἀλλ' εἰ βουλομένοις πολεμεῖν καὶ ὁμονοεῖν, ὡς ἴσμεν ἅπαντες, αὐτάρκης ἐστὶν ἡ δύναμις. Ἕως δ' ἂν μήτε στρατιάς, ἃς πολεμοῦντες ἕξομεν, μήτε χρημάτων πόρους δεικνύωσιν, ἀλλὰ τὴν Ἀθηνᾶν ἔγγυον διδῶσι τοῦ πολέμου, μηδὲν Δημοσθένους διαφέρειν αὐτοὺς αὐτίκα νομίζετε.
Ἀλλ' ἐκεῖνον μέν, ὥσπερ ἦν ἄξιος παραπλὴξ τὴν διάνοιαν ὤν, κατελύσατε εἰκότως: τούτοις δὲ ἀποχρησάτω μηδὲν παθεῖν κακὸν παραδόξους λόγους μελετῶσι, καὶ μηδὲ λείψανον ἐῶσιν ἡμῖν τι τῶν πραγμάτων, ἀλλὰ καὶ τούτων φθονοῦσι, πράττειν δ' ἀεὶ βουλομένοις, ἕως ἂν τὸ Θηβαίων πολιτεύσωνται πολίτευμα, μηλόβοτον ἡμῶν γενέσθαι τὴν χώραν καὶ κατασκαφῆναι τὴν πόλιν ἀναγκάσαντες: οὐ γάρ, εἰ κακῶς ἔχει τὰ πράγματα, διὰ τοῦτο μηδέν, ὅπως μὴ χεῖρον ἕξει, φροντιστέον. Αἰσχίνης Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ Ἐγὼ προσῆλθον τῷ πολιτεύεσθαι γεγονὼς ἔτη τρία καὶ τριάκοντα, μὰ Δί' οὐ τριταγωνιστεῖν μαθών, ὡς Δημο σθένης ἔλεγεν, ἀλλὰ καὶ τραφεὶς ἐλευθερίως, καὶ παιδείας φροντίσας τὰ μέτρια, καὶ λόγων οἵους λέγειν ἐν Ἀθήναις ἔπρεπε.
Καὶ τούτους οὐκ εἰς συκοφαντίαν γυμνάσας, οὐδέ τινι τῶν πολιτῶν δίκην δικασάμενος εὑρεθήσομαι λαβὼν ἀργύριον, οὐδὲ ὕβρεις ἀποδόμενος, ἀλλ' οὐδὲ ὑβρισθεὶς ὅλως οὐδὲ ἀφορμὴν προπηλακισμοῦ παρασχών, οὐδὲ εἰς δίκην τινὰ τῶν πολιτῶν καταστήσας, ἔξω Τιμάρχου μόνου. Καὶ οὐκ ἀλαζονεύομαι πρὸς ὑμᾶς, ὡς πολλὰ πάνυ λαβεῖν ἐξόν μοι χρήματα μὴ λαβών, ἀλλ' ὡς ἦν προσῆκον, δίκην κατὰ τοὺς νόμους λαβών. Καὶ μετὰ ταῦτα πάλιν Κτησιφῶντα, πολλὰ μὲν ὑπ' αὐτοῦ παθών, πολλὰ δὲ ὑπὸ Δημοσθένους, παρανόμων ἐγραψάμην, δικαιοτάτην, ὦ θεοὶ, γραφήν.
Καὶ οὐδὲν θαυμαστόν, εἰ καὶ τῶν νόμων τῶν ὑμετέρων καὶ τῶν ἐμῶν λόγων ἡ Δημοσθένους δεινότης κρείττων ἐγένετο. Ἐφάνη δὲ ἴσως ἐφ' οἷς κατηγορήθην πρότερον ὑπὸ Δημοσθένους, πολὺ μείζοσι δηλονότι τούτων οὖσι δι' ἃ νῦν ἐξέπεσον, οὐ μικρὸν ὑμᾶς δεῖγμα τοῦτο τοῦ καλῶς πολιτεύεσθαι νομίζειν, ὅτι οὐδὲ Δημοσθένους κατηγοροῦντος ἑάλων.
Μετὰ δὲ ταύτην τὴν συμφορὰν καὶ τελέως καταφανῆ πᾶσι τοῖς Ἕλλησιν, οὐχ ὅπως μόνοις ὑμῖν, ἐμαυτὸν οἴομαι γεγονέναι. Τίς γὰρ οὐκ οἶδεν ὅτι ἀποθανόντες οἱ ἄνθρωποι καὶ φεύγοντες ἐκ τῶν πατρίδων, τότε δὴ καὶ μάλιστα ὁποῖοί τινες ἐγένοντο τοὺς τρόπους διαδείκνυνται; καὶ γὰρ ἃ συνέκρυπτον αὐτοὶ πρότερον, ἐκ μέσου γενομένων ἐκείνων ἀναφαίνεται καθαρῶς: αἰτιᾶται γὰρ πολὺ μᾶλλον αὑτοὺς τῶν ἐχθρῶν ἕκαστος οὐδὲν ἀντειπεῖν δυναμένους. Οἱ δὲ δὴ φεύγοντες ἐπὶ τοιαύταις αἰτίαις, ὡς τὰ τῶν πολεμίων ἀεὶ προαιρούμενοι, καὶ παντελῶς δεικνύουσι καὶ τοὺς τρόπους καὶ τὰς ἐν τῷ πολι τεύεσθαι γενομένας αὑτοῖς γνώμας καταφανεῖς: καὶ γὰρ καὶ ὅπως φέρουσι τὰς συμφοράς, καὶ ὡς διάκεινται πρὸς τὰς ἑαυτῶν πατρίδας, ἐξετάζονται σαφῶς.
Ἆρ' οὖν καὶ Φιλίππῳ προδοὺς τὴν ἐμαυτοῦ πατρίδα, καὶ παραπρεσβεύσας τοιαῦτα κατὰ τῆς πόλεως, καὶ ἀεὶ θεραπεύσας Μακεδόνας, ἐπειδὴ τάχιστα φεύγων παρ' ὑμῶν ᾠχόμην, πρὸς Ἀλέξανδρον ἀπηλλάγην, χάριν τε ὧν παρεσχόμην αὐτῷ κομιούμενος καὶ προμηθείας δηλονότι τευξόμενος παρ' αὐτοῦ; Καὶ οὐκ ἔσθ' ὅπως οὐχ ἑώρων τὰ μὲν ἐν Βοιωτίᾳ πανδοκεῖα Δημάδην ἔχοντα καὶ χωρία ζευγῶν εἴκοσιν ἀροῦντα καὶ χρυσᾶς ἔχοντα φιάλας, Ἡγήμονα δὲ καὶ Καλλιμέδοντα, τὸν μὲν ἐν Πέλλῃ, τὸν δὲ ἐν Βεροίᾳ, καὶ δωρεὰς ἅμα εἰληφότας καὶ γυναῖκας εὐπρεπεστάτας γεγαμηκότας.
Καὶ μὴν οὐδὲ πρὸς Θηβαίους οὐδ' εἰς Θετταλίαν ᾠχόμην παρ' ὑμῶν, οὐδὲ πρὸς ἄλλους τινάς, παρ' οἷς ἢ λοιδορεῖν ἔδει με τὴν πατρίδα τὴν ἐμήν, ἢ λοιδορουμένης αὐτῆς ἀκούειν, ἀλλ' εἰς Ῥόδον ἀφικόμην, οὔτε μὰ τὸν Δία δυσμενῶν ὑμῖν οὔτ' ἄλλως φιλαπεχθημόνων ἀνθρώπων πόλιν.
Τὸ μὲν γὰρ ὡς ἄγχιστα τῆς ἑαυτῶν πατρίδος ἑστάναι κατειρωνευομένων ἔμοιγε τῆς συμφορᾶς εἶναι μᾶλλον ἢ στεργόντων ἐδόκει τὴν πόλιν: τὸν δὲ ὄντως στέργοντα τὴν ἑαυτοῦ πόλιν ὡς ποῤῥωτάτω μᾶλλον αὐτῆς ἐχρῆν ἀπιέναι, καὶ μηδὲν ἐν τοῖς ὄμμασιν ὑπόμνημα ἔχειν, ὃ τὴν γνώμην ἀμύξει.
Καὶ γὰρ οὐδ' ἐνταῦθα μείνας, ἐν Ῥόδῳ, φανείην ἄν, ἀλλὰ τῆς περαίας ἑλόμενός τι φρούριον μικρόν, Ἄμμον: κἀνταῦθα πριάμενος χωρία τοσούτων ταλάντων ὅσων εἰκὸς ἦν τὸν Φιλίππου μὲν πρότερον, εἶτ' Ἀλεξάνδρου μισθωτὸν ὕστερον γενόμενον, καὶ Φωκεῖς προδόντα καὶ τὴν τῶν Ἑλλήνων ἐλευ θερίαν Μακεδόσι, κάθημαι μεθ' ἑπτὰ θεραπόντων ἐνταῦθα καὶ δυοῖν μόνων γνωρίμων καὶ τῆς μητρός, ἣ τρίτον ἔχουσα καὶ ἐβδομηκοστὸν ἔτος ἔπλευσε σὺν ἐμοὶ μεθέξουσα τῆς δι' ὑμᾶς μοι συμφορᾶς γενομένης, καὶ μετὰ γυναικός, ἣ συνεξέπεσέ μοι κωλύοντος αὐτὴν τοῦ πατρὸς καὶ μένειν ἴσως ἀναγκαζόντων τῶν νόμων, τὸν τρόπον τῆς πόλεως μᾶλλον ἢ τοὺς νόμους ἐπισταμένη, καὶ μετὰ τριῶν παίδων οὐδέπω καὶ νῦν τῆς ἑαυτῶν συμφορᾶς ἐπαισθομένων, οὐδὲ ὁποίαν αὐτοῖς ὁ θεὸς δέδωκε γιγνομένοις πατρίδα τὴν Ἀθηναίων πόλιν, ὁποίαν δ' εὐθέως γενομένων ἀφῄρηται πάλιν.
Καὶ ἕτεροι μέν, ὡς ἔοικε, τοὺς ἑαυτῶν παῖδας, τοὺς ἢ ἐν Βοιωτίᾳ γενηθέντας ἢ ἐν Αἰτωλίᾳ, πρὸς ὑμᾶς πέμπουσι τῆς αὐτόθι παιδείας μεθέξοντας: οἷς δὲ ταῦτα παρὰ τῆς φύσεως ὑπῆρξεν, οὐ δημοποιήτου πατρὸς οὖσιν οὐδ' ἐπ' αἰτίαις αἰσχραῖς ἑαλωκότος, φεύγουσιν ἔτι νήπιοι, καὶ τρέφονται πένητες ἐν ἐρημίᾳ τε καὶ φυγῇ πατρῴᾳ. Καὶ περὶ μὲν τῶν Λυκούργου παίδων Δημοσθένης ὑμῖν ἐπιστέλλει, καὶ δεῖται καλῶς ποιῶν χαρίσασθαι τὸ πατρῷον αὐτοῖς ὄφλημα, καὶ ὑμεῖς οὐδὲν ἄλλ' ἢ Ἀθηναίων ἔργον, ἐλεήσαντες αὐτοὺς καὶ χαρισάμενοι, ἐποιήσατε: καὶ γὰρ ὀργίζεσθαι ῥᾳδίως ὑμῖν ἔθος ἐστὶν καὶ χαρίζεσθαι πάλιν: ἐγὼ δὲ ὑπὲρ τῶν ἐμαυτοῦ παίδων οὐκ ἂν ὑμᾶς πείσαιμι δεόμενος ὡς μή μοι μὴ μόνον ἐν ὀρφανίᾳ τραφῶσιν, ἀλλ' ὀρφανοί θ' ἅμα καὶ φυγάδες ὄντες, οὔτε ἀδικήσαντες παῖδες ὄντες, ἀλλ' οὐδὲ ἄλλως ἑαλωκότες, τὰ μέντοι τῶν ἑαλωκότων πάντα πεπονθότες; εἶτα τελευτήσαντος ἂν ἀναμνησθεῖτέ μου, καὶ χαρίσαισθε τὰς δεήσεις, νῦν οὐ προσέχοντες ἡμῖν; ἀλλὰ καὶ πράξατε, ἄνδρες Ἀθηναῖοι, καὶ πείσθητε, τὰ συνήθη τε αὑτοῖς καὶ μέτρια ποιοῦντες.
Οὐ γὰρ ἂν δὴ τῶν τρόπων ἀποσταίητε καὶ καταλύσαιτε τὴν τῆς πόλεως δόξαν, ἣν ἐπὶ χρηστότητι μείζω καὶ φιλανθρωπίᾳ διὰ παντὸς ἔσχεν ἢ ταῖς ἄλλαις ἀρεταῖς πάσαις ἡ πόλις. Οὐδ' ἂν Μελάνωπος ἰσχύσειε πλέον κωλύων ὑμᾶς μιμεῖσθαι τὴν ἑαυτῶν χρηστότητα καὶ φιλανθρωπίαν, ἢ παρακαλῶν_οὐκ Αἰσχίνης, οὐδαμῶς μὰ τοὺς θεούς: οὐ γὰρ αὐτάρκης οὐδ' εὐτυχὴς πείθειν ἔγωγε τὴν πατρίδα τὴν ἐμήν, καὶ μάλιστα νῦν, ἐμαυτοῦ χάριν πείθειν δοκῶν: ἀλλ' ὁ τῆς πόλεως τρόπος καὶ τὸ παλαιὸν ὑμῶν ὄνομα καὶ τὸ τῶν προγόνων ἦθος, οἷς ἀναγκαιότερον δήπουθεν ἢ Μελανώπῳ καθ' ἡμῶν δεομένῳ προσέχειν.
Hellenica World - Scientific Library
Από τη ελληνική Βικιπαίδεια http://el.wikipedia.org . Όλα τα κείμενα είναι διαθέσιμα υπό την GNU Free Documentation License