.
ΕΠΙΣΤΟΛΗ ΙΕΡΕΜΙΟΥ
ΑΝΤΙΓΡΑΦΟΝ ἐπιστολῆς, ἧς ἀπέστειλεν Ἱερεμίας πρὸς τοὺς ἀχθησομένους αἰχμαλώτους εἰς Βαβυλῶνα ὑπὸ τοῦ βασιλέως τῶν Βαβυλωνίων ἀναγγεῖλαι αὐτοῖς καθότι ἐπετάγη αὐτῷ ὑπὸ τοῦ Θεοῦ. 1 Διὰ τὰς ἁμαρτίας, ἃς ἡμαρτήκατε ἐναντίον τοῦ Θεοῦ, ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονόσορ βασιλέως τῶν Βαβυλωνίων 2 εἰσελθόντες οὖν εἰς Βαβυλῶνα ἔσεσθε ἐκεῖ ἔτη πλείονα καὶ χρόνον μακρὸν ἕως γενεῶν ἑπτά· μετὰ τοῦτο δὲ ἐξάξω ὑμᾶς ἐκεῖθεν μετ' εἰρήνης. 3 νυνὶ δὲ ὄψεσθε ἐν Βαβυλῶνι θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους ἐπ' ὤμοις αἰρομένους, δεικνύντας φόβον τοῖς ἔθνεσιν. 4 εὐλαβήθητε οὖν μὴ καὶ ὑμεῖς ἀφομοιωθέντες τοῖς ἀλλοφύλοις ἀφομοιωθῆτε καὶ φόβος ὑμᾶς λάβῃ ἐπ' αὐτοῖς 5 ἰδόντας ὄχλον ἔμπροσθεν καὶ ὄπισθεν αὐτῶν προσκυνοῦντας αὐτά· εἴπατε δὲ τῇ διανοίᾳ· σοὶ δεῖ προσκυνεῖν, δέσποτα. 6 ὁ γὰρ ἄγγελός μου μεθ' ὑμῶν ἐστιν, αὐτός τε ἐκζητῶν τὰς ψυχὰς ὑμῶν. 7 γλῶσσα γὰρ αὐτῶν ἐστι κετεξυσμένη ὑπὸ τέκτονος, αὐτά τε περίχρυσα καὶ περιάργυρα, ψευδῆ δ' ἐστὶ καὶ οὐ δύνανται λαλεῖν. 8 καὶ ὥσπερ παρθένῳ φιλοκόσμῳ λαμβάνοντες χρυσίον κατασκευάζουσι στεφάνους ἐπὶ τὰς κεφαλὰς τῶν θεῶν αὐτῶν· 9 ἔστι δὲ καὶ ὅτε ὑφαιρούμενοι οἱ ἱερεῖς ἀπὸ τῶν θεῶν αὐτῶν χρυσίον καὶ ἀργύριον εἰς ἑαυτοὺς καταναλώσουσι, δώσουσι δὲ ἀπ' αὐτῶν καὶ ταῖς ἐπὶ τοῦ στέγους πόρναις. 10 κοσμοῦσί τε αὐτοὺς ὡς ἀνθρώπους τοῖς ἐνδύμασι, θεοὺς ἀργυροῦς καὶ θεοὺς χρυσοῦς καὶ ξυλίνους· οὗτοι δὲ οὐ διασῴζονται ἀπὸ ἰοῦ καὶ βρωμάτων. 11 περιβεβλημένων αὐτῶν ἱματισμὸν πορφυροῦν, ἐκμάσσονται τὸ πρόσωπον αὐτῶν διὰ τὸν ἐκ τῆς οἰκίας κονιορτόν, ὅς ἐστι πλείω ἐπ' αὐτοῖς. 12 καὶ σκῆπτρον ἔχει ὡς ἄνθρωπος κριτὴς χώρας, ὃς τὸν εἰς αὐτὸν ἁμαρτάνοντα οὐκ ἀνελεῖ. 13 ἔχει δὲ ἐγχειρίδιον ἐν δεξιᾷ καὶ πέλεκυν, ἑαυτὸν δὲ ἐκ πολέμου καὶ λῃστῶν οὐκ ἐξελεῖται. 14 ὅθεν γνώριμοί εἰσιν οὐκ ὄντες θεοί· μὴ οὖν φοβηθῆτε αὐτούς. ~ 15 ¨Ωσπερ γὰρ σκεῦος ἀνθρώπου συντριβὲν ἀχρεῖον γίνεται, τοιοῦτοι ὑπάρχουσιν οἱ θεοὶ αὐτῶν, καθιδρυμένων αὐτῶν ἐν τοῖς οἴκοις. 16 οἱ ὀφθαλμοὶ αὐτῶν πλήρεις εἰσὶ κονιορτοῦ ἀπὸ τῶν ποδῶν τῶν εἰσπορευομένων. 17 καὶ ὥσπερ τινὶ ἠδικηκότι βασιλέα περιπεφραγμέναι εἰσὶν αἱ αὐλαί, ὡς ἐπὶ θανάτῳ ἀπηγμένῳ, τοὺς οἴκους αὐτῶν ὀχυροῦσιν οἱ ἱερεῖς θυρώμασί τε καὶ κλείθροις καὶ μοχλοῖς, ὅπως ὑπὸ τῶν λῃστῶν μὴ συληθῶσι. 18 λύχνους καίουσι καὶ πλείους ἢ ἑαυτοῖς, ὧν οὐδένα δύνανται ἰδεῖν. 19 ἔστι μὲν ὥσπερ δοκὸς τῶν ἐκ τῆς οἰκίας, τὰς δὲ καρδίας αὐτῶν φασὶν ἐκλείχεσθαι, τῶν ἀπὸ τῆς γῆς ἑρπετῶν κατεσθόντων αὐτούς τε καὶ τὸν ἱματισμὸν αὐτῶν, οὐκ αἰσθάνονται. 20 μεμελανωμένοι τὸ πρόσωπον αὐτῶν ἀπὸ τοῦ καπνοῦ τοῦ ἐκ τῆς οἰκίας. 21 ἐπὶ τὸ σῶμα αὐτῶν καὶ ἐπὶ τὴν κεφαλὴν αὐτῶν ἐφίπτανται νυκτερίδες, χελιδόνες καὶ τὰ ὄρνεα, ὡσαύτως δὲ καὶ οἱ αἴλουροι. 22 ὅθεν γνώσεσθε ὅτι οὐκ εἰσὶ θεοί· μὴ οὖν φοβεῖσθε αὐτά. ~ 23 Τὸ γὰρ χρυσίον, ὃ περίκεινται εἰς κάλλος, ἐὰν μή τις ἐκμάξῃ τὸν ἰόν, οὐ μὴ στίλψωσιν· οὐδὲ γάρ, ὅτε ἐχωνεύοντο, ᾐσθάνοντο. 24 ἐκ πάσης τιμῆς ἠγορασμένα ἐστίν, ἐν οἷς οὐκ ὖστι πνεῦμα. 25 ἄνευ ποδῶν ἐπ' ὤμοις φέρονται ἐνδεικνύμενοι τὴν ἑαυτῶν ἀτιμίαν τοῖς ἀνθρώποις, αἰσχύνονταί τε καὶ οἱ θεραπεύοντες αὐτὰ 26 διὰ τὸ εἴ ποτε ἐπὶ τὴν γῆν πέσῃ, μὴ δι' αὐτῶν ἀνίστασθαι· μήτε ἐάν τις αὐτὸ ὀρθὸν στήσῃ, δι' ἑαυτοῦ κινηθήσεται, μήτε ἐὰν κλιθῇ, οὐ μὴ ὀρθωθῇ, ἀλλ' ὥσπερ νεκροῖς τὰ δῶρα αὐτοῖς παρατίθεται. 27 τὰς δὲ θυσίας αὐτῶν ἀποδόμενοι οἱ ἱερεῖς αὐτῶν καταχρῶνται· ὡσαύτως δὲ καὶ αἱ γυναῖκες αὐτῶν ἀπ' αὐτῶν ταριχεύουσαι οὔτε πτωχῷ οὔτε ἀδυνάτῳ μὴ μεταδῶσι. 28 τῶν θυσιῶν αὐτῶν ἀποκαθημένη καὶ λεχὼ ἅπτονται. γνόντες οὖν ἀπὸ τούτων ὅτι οὐκ εἰσὶ θεοί, μὴ φοβηθῆτε αὐτούς. ~ 29 Πόθεν γὰρ κληθείησαν θεοί; ὅτι γυναῖκες παραιτιθέασι θεοῖς ἀργυροῖς καὶ χρυσοῖς καὶ ξυλίνοις· 30 καὶ ἐν τοῖς οἴκοις αὐτῶν οἱ ἱερεῖς διφρεύουσιν, ἔχοντες τοὺς χιτῶνας διερρωγότας καὶ τὰς κεφαλὰς καὶ τοὺς πώγωνας ἐξυρημένους, ὧν αἱ κεφαλαὶ ἀκάλυπτοί εἰσιν, 31 ὠρύονται δὲ βοῶντες ἐναντίον τῶν θεῶν αὐτῶν ὥσπερ τινὲς ἐν περιδείπνῳ νεκροῦ. 32 ἀπὸ τοῦ ἱματισμοῦ αὐτῶν ἀφελόμενοι οἱ ἱερεῖς ἐνδύσουσι τὰς γυναῖκας αὐτῶν καὶ τὰ παιδία. 33 οὔτε ἐὰν κακὸν πάθωσιν ὑπό τινος οὔτε ἐὰν ἀγαθόν, δυνήσονται ἀνταποδοῦναι· οὔτε καταστῆσαι βασιλέα δύνανται οὔτε ἀφελέσθαι. 34 ὡσαύτως οὔτε πλοῦτον οὔτε χαλκὸν οὐ μὴ δύνωνται διδόναι· ἐάν τις εὐχὴν αὐτοῖς εὐξάμενος μὴ ἀποδῷ, οὐ μὴ ἐπιζητήσωσιν. 35 ἐκ θανάτου ἄνθρωπον οὐ μὴ ρύσωνται οὔτε ἥττονα ἀπὸ ἰσχυροῦ μὴ ἐξέλωνται. 36 ἄνθρωπον τυφλὸν εἰς ὅρασιν οὐ μὴ περιστήσωσιν, ἐν ἀνάγκῃ ἄνθρωπον ὄντα οὐ μὴ ἐξέλωνται. 37 χήραν οὐ μὴ ἐλεήσωσιν οὔτε ὀρφανὸν εὖ ποιήσωσι. 38 τοῖς ἀπὸ τοῦ ὄρους λίθοις ὡμοιωμένοι εἰσὶ τὰ ξύλινα καὶ τὰ περίχρυσα καὶ τὰ περιάργυρα, οἱ δὲ θεραπεύοντες αὐτὰ καταισχυνθήσονται. 39 πῶς οὖν νομιστέον ἢ κλητέον ὑπάρχειν αὐτοὺς θεούς; 40 ἔτι δὲ καὶ αὐτῶν τῶν Χαλδαίων ἀτιμαζόντων αὐτά, οἵ, ὅταν ἴδωσιν ἐνεὸν μὴ δυνάμενον λαλῆσαι, προσενεγκάμενοι τὸν Βῆλον ἀξιοῦσι φωνῆσαι, ὡς δυνατοῦ ὄντος αὐτοῦ αἰσθέσθαι, 41 καὶ οὐ δύνανται αὐτοὶ νοήσαντες καταλιπεῖν αὐτά, αἴσθησιν γὰρ οὐκ ἔχουσιν. 42 αἱ δὲ γυναῖκες περιθέμεναι σχοινία ἐν ταῖς ὁδοῖς ἐγκάθηνται θυμιῶσαι τὰ πίτυρα· 43 ὅταν δέ τις αὐτῶν ἐφελκυσθεῖσα ὑπό τινος τῶν παραπορευομένων κοιμηθῇ, τὴν πλησίον ὀνειδίζει, ὅτι οὐκ ἠξίωται ὥσπερ καὶ αὐτὴ οὔτε τὸ σχοινίον αὐτῆς διερράγη. 44 πάντα τὰ γενόμενα ἐν αὐτοῖς ἐστι ψευδῆ· πῶς οὖν νομιστέον ἢ κλητέον ὡς θεοὺς αὐτοὺς ὑπάρχειν; 45 ὐπὸ τεκτόνων καὶ χρυσοχόων κατεσκευασμένα εἰσίν· οὐδὲν ἄλλο μὴ γένωνται ἢ ὃ βούλονται οἱ τεχνῖται αὐτὰ γενέσθαι. 46 αὐτοί τε οἱ κατασκευάζοντες αὐτὰ οὐ μὴ γένωνται πολυχρόνιοι· 47 πῶς τε δὴ μέλλει τὰ ὑπ' αὐτῶν κατασκευασθέντα εἶναι θεοί; κατέλιπον γὰρ ψεύδη καὶ ὄνειδος τοῖς ἐπιγινομένοις. 48 ὅταν γὰρ ἐπέλθῃ ἐπ' αὐτὰ πόλεμος καὶ κακά, βουλεύονται πρὸς ἑαυτοὺς οἱ ἱερεῖς ποῦ συναποκρυβῶσι μετ' αὐτῶν. 49 πῶς οὖν οὐκ ἔστιν αἰσθέσθαι ὅτι οὐκ εἰσὶ θεοί, οἳ οὔτε σῴζουσιν ἑαυτοὺς ἐκ πολέμου οὔτε ἐκ κακῶν; 50 ὑπάρχοντα γὰρ ξύλινα καὶ περίχρυσα καὶ περιάργυρα γνωσθήσεται μετὰ ταῦτα, ὅτι ἐστὶ ψευδῆ· τοῖς ἔθνεσι πᾶσι τοῖς τε βασιλεῦσι φανερὸν ἔσται, ὅτι οὐκ εἰσὶ θεοί, ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, καὶ οὐδὲν Θεοῦ ἔργον ἐν αὐτοῖς ἐστι. 51 τίνι οὖν γνωστέον ἐστίν, ὅτι οὐκ εἰσὶ θεοί; 52 βασιλέα γὰρ χώρας οὐ μὴ ἀναστήσωσιν οὔτε ὑετὸν ἀνθρώποις οὐ μὴ δῶσι, 53 κρίσιν τε οὐ μὴ διακρίνωσιν αὐτῶν, οὐδὲ μὴ ρύσωνται ἀδικούμενον ἀδύνατοι ὄντες· ὥσπερ γὰρ κορῶναι ἀναμέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς. 54 καὶ γὰρ ὅταν ἐμπέσῃ εἰς οἰκίαν θεῶν ξυλίων ἢ περιχεύσων ἢ περιαργύρων πῦρ, οἱ μὲν ἱερεῖς αὐτῶν φεύξονται καὶ διασωθήσονται, αὐτοὶ δὲ ὥσπερ δοκοὶ μέσοι κατακαυθήσονται. 55 βασιλεῖ δὲ καὶ πολεμίοις οὐ μὴ ἀντιστῶσι. 56 πῶς οὖν ἐκδεκτέον ἢ νομιστέον ὅτι εἰσὶ θεοί; οὔτε ἀπὸ κλεπτῶν οὔτε ἀπὸ λῃστῶν οὐ μὴ διασωθῶσι θεοὶ ξύλινοι καὶ περιάργυροι καὶ περίχρυσοι, 57 ὧν οἱ ἰσχύοντες περιελοῦνται τὸ χρυσίον καὶ τὸ ἀργύριον, καὶ τὸν ἱματισμὸν τὸν περικείμενον αὐτοῖς ἀπελεύσονται ἔχοντες, οὔτε ἑαυτοῖς οὐ μὴ βοηθήσωσιν· 58 ὥστε κρεῖσσον εἶναι βασιλέα ἐπιδεικνύμενον τὴν ἑαυτοῦ ἀνδρείαν ἢ σκεῦος ἐν οἰκίᾳ χρήσιμον, ἐφ' ᾣ χρήσεται ὁ κεκτημένος, ἢ οἱ ψευδεῖς θεοί· ἢ καὶ θύρα ἐν οἰκίᾳ διασῴζουσα τὰ ἐν αὐτῇ ὄντα ἢ ψευδεῖς θεοί· καὶ ξύλινος στύλος ἐν βασιλείοις ἢ οἱ ψευδεῖς θεοί. 59 ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ ἄστρα ὄντα λαμπρὰ καὶ ἀποστελλόμενα ἐπὶ χρείας εὐήκοά εἰσιν· 60 ὡσαύτως καὶ ἀστραπή, ὅταν ἐπιφανῇ, εὔοπτός ἐστι, τὸ δ' αὐτὸ καὶ πνεῦμα ἐν πάσῃ χώρᾳ πνεῖ. 61 καὶνεφέλαις ὅταν ἐπιταγῇ ὑπὸ τοῦ Θεοῦ ἐπιπορεύεσθαι ἐφ' ὅλην τὴν οἰκουμένην, συντελοῦσι τὸ ταχθέν· τό τε πῦρ ἐξαποσταλὲν ἄνωθεν ἐξαναλῶσαι ὄρη καὶ δρυμούς, ποιεῖ τὸ συνταχθέν. 62 ταῦτα δὲ οὔτε ταῖς ἰδέαις οὔτε ταῖς δυνάμεσιν αὐτῶν ἀφωμοιωμένα ἐστίν. 63 ὅθεν οὔτε νομιστέον οὔτε κλητέον ὑπάρχειν αὐτοὺς θεούς, οὐ δυνατῶν ὄντων αὐτῶν οὔτε κρίσιν κρῖναι οὔτε εὖ ποιῆσαι ἀνθρώποις. 64 γνόντες οὖν ὅτι οὐκ εἰσὶ θεοί, μὴ φοβηθῆτε αὐτούς· 65 οὔτε γὰρ βασιλεῦσιν οὐ μὴ καταράσωνται οὔτε μὴ εὐλογήσωσι. 66 σημεῖά τε ἐν ἔθνεσιν ἐν οὐρανῷ οὐ μὴ δείξωσιν, οὐδὲ ὡς ὁ ἥλιος λάμψουσιν οὐδὲ φωτιοῦσιν ὡς ἡ σελήνη. 67 τὰ θηρία ἐστὶκρείττῳ αὐτῶν, ἃ δύνανται ἐκφυγόντα εἰς σκέπην ἑαυτὰ ὠφελῆσαι. 68 κατ' οὐδένα οὖν τρόπον ἡμῖν ἐστι φανερὸν ὅτι εἰσὶ θεοί. διὸ μὴ φοβηθῆτε αὐτούς· 69 ὥσπερ γὰρ ἐν σικυηράτῳ προβασκάνιον οὐδὲν φυλάσσον, οὕτως οἱ θεοὶ αὐτῶν εἰσὶ ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι. 70 τὸν αὐτὸν τρόπον καὶ τῇ ἐν κήπῳ ράμνῳ, ἐφ' ἧς πᾶν ὄρνεον ἐπικάθηται, ὡσαύτως δὲ καὶ νεκρῷ ἐρριμμένῳ ἐν σκότει ἀφωμοίωνται οἱ θεοὶ αὐτῶν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι. 71 ἀπό τε τῆς πορφύρας καὶ τῆς μαρμάρου τῆς ἐπ' αὐτοῖς σηπομένης γνωσθήσονται ὅτι οὐκ εἰσὶ θεοί· αὐτά τε ἐξ ὑστέρου βρωθήσονται, καὶ ἔσται ὄνειδος ἐν τῇ χώρᾳ. 72 κρεῖσσον οὖν ἄνθρωπος δίκαιος οὐκ ἔχων εἴδωλα, ἔσται γὰρ μακρὰν ἀπὸ ὀνειδισμοῦ.
Hellenica World - Scientific Library
Από τη ελληνική Βικιπαίδεια http://el.wikipedia.org . Όλα τα κείμενα είναι διαθέσιμα υπό την GNU Free Documentation License