ART

.


Θεόκριτος

Νομείς


ΒΑΤΤΟΣ
Εἰπέ μοι, ὦ Κορύδων, τίνος αἱ βόες; Ἦ ῥα Φιλώνδα;

ΚΟΡΥΔΩΝ
Οὔκ, ἀλλ᾽ Αἴγωνος· βόσκειν δέ μοι αὐτὰς ἔδωκεν.

ΒΑ. Ἦ πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις;
ΚΟ. Ἀλλ᾽ ὁ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει.
5 ΒΑ. Αὐτὸς δ᾽ ἐς τίν᾽ ἄφαντος ὁ βουκόλος ᾤχετο χώραν;
ΚΟ. Οὐκ ἄκουσας; Ἄγων νιν ἐπ᾽ Ἀλφεὸν ᾤχετο Μίλων.
ΒΑ. Καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει;
ΚΟ. Φαντί νιν Ἡρακλῆϊ βίην καὶ κάρτος ἐρίσδειν.
ΒΑ. Κἤμ᾽ ἔφαθ᾽ ἁ μάτηρ Πολυδεύκεος ἦμεν ἀμείνω.
10 ΚΟ. Κᾤχετ᾽ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μῆλα.
ΒΑ. Πείσαι τοι Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν.
ΚΟ. Ταὶ δαμάλαι δ᾽ αὐτὸν μυκώμεναι ὧδε ποθεῦντι.
ΒΑ. Δειλαῖαί γ᾽ αὗται, τὸν βουκόλον ὡς κακὸν εὗρον.
ΚΟ. Ἦ μὰν δειλαῖαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι.
15 ΒΑ.

Τήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπται
τὠστία. Μὴ πρῶκας σιτίζεται, ὥσπερ ὁ τέττιξ;
ΚΟ.

Οὐ Δᾶν, ἀλλ᾽ ὁκὰ μέν νιν ἐπ᾽ Αἰσάροιο νομεύω
καὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι,
ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον.
20 ΒΑ.

Λεπτὸς μὰν χὡ ταῦρος ὁ πυῤῥίχος. Εἴθε λάχοιεν
τοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται ὅκκα θύωντι
τᾷ Ἥρᾳ τοιόνδε· κακοχράσμων γὰρ ὁ δᾶμος.
ΚΟ.

Καὶ μὰν ἐς Στομάλιμνον ἐλαύνειαι ἔς τε τὰ Φύσκω,
καὶ ποτὶ τὸν Νήαιθον, ὅπη καλὰ πάντα φύοντι,
25 αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια.
ΒΑ.

Φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες, ὦ τάλαν Αἴγων,
εἰς Ἀΐδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας,
χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκ᾽ ἐπάξα.
ΚΟ. Οὐ τήνα γ᾽, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων
30

δῶρον ἐμοί νιν ἔλειπεν· ἐγὼ δέ τις εἰμὶ μελικτάς,
κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύῤῥω.
Αἰνέω τάν τε Κρότωνα—“Καλὰ πόλις ἅ τε Ζάκυνθος...”—
καὶ τὸ ποταῷον τὸ Λακίνιον, ᾇπερ ὁ πύκτας
Αἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας.
35

Τηνεὶ καὶ τὸν ταῦρον ἀπ᾽ ὤρεος ἆγε πιάξας
τᾶς ὁπλᾶς κἤδωκ᾽ Ἀμαρυλλίδι, ταὶ δὲ γυναῖκες
μακρὸν ἀνάϋσαν, χὡ βουκόλος ἐξεγέλασσεν.
ΒΑ.

Ὦ χαρίεσσ᾽ Ἀμαρυλλί, μόνας σέθεν οὐδὲ θανοίσας
λασεύμεσθ᾽· ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης.
40 Αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος, ὅς με λελόγχει.
ΚΟ.

Θαρσεῖν χρή, φίλε Βάττε· τάχ᾽ αὔριον ἔσσετ᾽ ἄμεινον
ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες·
χὡ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δ᾽ ὕει.
ΒΑ. Θαρσέω. Βάλλε κάτωθε τὰ μόσχια· τᾶς γὰρ ἐλαίας
45 τὸν θαλλὸν τρώγοντι τὰ δύσσοα. Σίτθ᾽, ὁ λέπαργος.
ΚΟ.

Σίτθ᾽, ἁ Κυμαίθα, ποτὶ τὸν λόφον. Οὐκ ἐσακούεις;
Ἡξῶ, ναὶ τὸν Πᾶνα, κακὸν τέλος αὐτίκα δωσῶν,
εἰ μὴ ἄπει τουτῶθεν. Ἴδ᾽ αὖ πάλιν ἅδε ποθέρπει.
Εἴθ᾽ ἦς μοι ῥοικόν τι λαγωβόλον, ὥς τυ πάταξα.
50 ΒΑ.

Θᾶσαί μ᾽, ὦ Κορύδων, πὸτ τῶ Διός· ἁ γὰρ ἄκανθα
ἁρμοῖ μ᾽ ὧδ᾽ ἐπάταξ᾽ ὑπὸ τὸ σφυρόν. Ὡς δὲ βαθεῖαι
τἀτρακτυλλίδες ἐντί. Κακῶς ἁ πόρτις ὄλοιτο·
εἰς ταύταν ἐτύπην χασμευμένος. Ἦ ῥά γε λεύσσεις;
ΚΟ. Ναὶ ναί, τοῖς ὀνύχεσσιν ἔχω τέ νιν· ἅδε καὶ αὐτά.
55 ΒΑ. Ὅσσίχον ἐστὶ τὸ τύμμα, καὶ ἁλίκον ἄνδρα δαμάζει.
ΚΟ.

Εἰς ὄρος ὅκχ᾽ ἕρπῃς, μὴ νήλιπος ἔρχεο, Βάττε·
ἐν γὰρ ὄρει ῥάμνοί τε καὶ ἀσπάλαθοι κομόωντι.
ΒΑ.

Εἴπ᾽ ἄγε μ᾽, ὦ Κορύδων, τὸ γερόντιον ἦ ῥ᾽ ἔτι μύλλει
τήναν τὰν κυάνοφρυν ἐρωτίδα τᾶς ποκ᾽ ἐκνίσθη;
60 ΚΟ

Ἀκμάν γ᾽, ὦ δειλαῖε· πρόαν γε μὲν αὐτὸς ἐπενθών
καὶ ποτὶ τᾷ μάνδρᾳ κατελάμβανον ἆμος ἐνήργει.
ΒΑ.

Εὖ γ᾽, ὤνθρωπε φιλοῖφα. Τό τοι γένος ἢ Σατυρίσκοις
ἐγγύθεν ἢ Πάνεσσι κακοκνάμοισιν ἐρίσδει.

Κείμενα

Hellenica World - Scientific Library