ART

.


Θεόκριτος

Κώμος


Κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγες
βόσκονται κατ᾽ ὄρος, καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει.
Τίτυρ᾽, ἐμὶν τὸ καλὸν πεφιλημένε, βόσκε τὰς αἶγας,
καὶ ποτὶ τὰν κράναν ἄγε, Τίτυρε, καὶ τὸν ἐνόρχαν,
[5] τὸν Λιβυκὸν κνάκωνα, φυλάσσεο μή τυ κορύψῃ.

Ὦ χαρίεσσ᾽ Ἀμαρυλλί, τί μ᾽ οὐκέτι τοῦτο κατ᾽ ἄντρον
παρκύπτοισα καλεῖς, τὸν ἐρωτύλον; Ἦ ῥά με μισεῖς;
Ἦ ῥά γε τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν,
νύμφα, καὶ προγένειος; Ἀπάγξασθαί με ποησεῖς.
[10] Ἠνίδε τοι δέκα μᾶλα φέρω· τηνῶθε καθεῖλον
ὦ μ᾽ ἐκέλευ καθελεῖν τυ· καὶ αὔριον ἄλλα τοι οἰσῶ.

Θᾶσαι μὰν θυμαλγὲς ἐμὸν ἄχος. Αἴθε γενοίμαν
ἁ βομβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαν,
τὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν ᾇ τυ πυκάσδῃ.
[15] Νῦν ἔγνων τὸν Ἔρωτα· βαρὺς θεός· ἦ ῥα λέαινας
μαζὸν ἐθήλαζεν, δρυμῷ τε νιν ἔτραφε μάτηρ,
ὅς με κατασμύχων καὶ ἐς ὀστέον ἄχρις ἰάπτει.

Ὦ τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίπος, ὦ κυάνοφρυ
νύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὡς τυ φιλήσω.
[20]Ἔστι καὶ ἐν κενεοῖσι φιλήμασιν ἁδέα τέρψις.

Τὸν στέφανον τῖλαί με καὶ αὐτίκα λεπτὰ ποησεῖς,
τόν τοι ἐγών, Ἀμαρυλλὶ φίλα, κισσοῖο φυλάσσω,
ἀμπλέξας καλύκεσσι καὶ εὐόδμησι σελίνοις.

Ὤμοι ἐγών, τί πάθω, τί ὁ δύσσοος; Οὐχ ὑπακούεις.
[25] Τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι,
ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις ὁ γριπεύς·
καἴ κα δὴ ᾽ποθάνω, — τό γε μὰν τεὸν ἁδὺ τέτυκται.

Ἔγνων πρᾶν, ὅκα μοι, μεμναμένῳ εἰ φιλέεις με,
οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα,
[30]ἀλλ᾽ αὔτως ἁπαλὸν ποτὶ πάχεϊ ἐξεμαράνθη.

Εἶπε καὶ ἁ γραία τἀλαθέα κοσκινόμαντις,
ἁ πρᾶν ποιολογεῦσα Παραιβάτις, οὕνεκ᾽ ἐγὼ μέν
τὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ.

Ἦ μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω,
[35] τάν με καὶ ἁ Μέρμνωνος Ἐριθακὶς ἁ μελανόχρως
αἰτεῖ· καὶ δώσω οἱ, ἐπεί τύ μοι ἐνδιαθρύπτῃ.

Ἅλλεται ὀφθαλμός μευ ὁ δεξιός· ἆρά γ᾽ ἰδησῶ
αὐτάν; ᾈσεῦμαι ποτὶ τὰν πίτυν ὧδ᾽ ἀποκλινθείς·
καί κέ μ᾽ ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν.

[40] Ἱππομένης, ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι,
μᾶλ᾽ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν· ἁ δ᾽ Ἀταλάντα
ὡς ἴδεν, ὡς ἐμάνη, ὡς ἐς βαθὺν ἅλατ᾽ ἔρωτα.

Τὰν ἀγέλαν χὡ μάντις ἀπ᾽ Ὄθρυος ἆγε Μελάμπους
ἐς Πύλον· ἃ δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθη,
[45] μάτηρ ἁ χαρίεσσα περίφρονος Ἀλφεσιβοίας.

Τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μῆλα νομεύων
οὐχ οὕτως Ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας,
ὥστ᾽ οὐδὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι;

Ζαλωτὸς μὲν ἐμὶν ὁ τὸν ἄτροπον ὕπνον ἰαύων
[50] Ἐνδυμίων· ζαλῶ δε, φίλα γύναι, Ἰασίωνα,
ὃς τόσσων ἐκύρησεν, ὅσ᾽ οὐ πευσεῖσθε, βέβαλοι.

Ἀλγέω τὰν κεφαλάν, τὶν δ᾽ οὐ μέλει. Οὐκέτ᾽ ἀείδω,
κεισεῦμαι δὲ πεσών, καὶ τοὶ λύκοι ὦδε μ᾽ ἔδονται.
Ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.

Κείμενα

Hellenica World - Scientific Library