.
Ηρακλίσκος
Ειδύλλια
Ἡρακλέα δεκάμηνον ἐόντα ποχ᾽ ἁ Μιδεᾶτις
Ἀλκμήνα, καὶ νυκτὶ νεώτερον Ἰφικλῆα,
ἀμφοτέρους λούσασα καὶ ἐμπλήσασα γάλακτος,
χαλκείαν κατέθηκεν ἐς ἀσπίδα, τὰν Πτερελάου
[5] Ἀμφιτρύων καλὸν ὅπλον ἀπεσκύλευσε πεσόντος.
Ἁπτομένα δὲ γυνὰ κεφαλᾶς μυθήσατο παίδων·
“Εὕδετ᾽, ἐμὰ βρέφεα, γλυκερὸν καὶ ἐγέρσιμον ὕπνον,
εὕδετ᾽, ἐμὰ ψυχά, δύ᾽ ἀδελφεώ, εὔσοα τέκνα·
ὄλβιοι εὐνάζοισθε καὶ ὄλβιοι ἀῶ ἵκοισθε.”
[10] Ὥς φαμένα, δίνασε σάκος μέγα· τοὺς δ᾽ ἔλαβ᾽ ὕπνος.
Ἆμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν Ἄρκτος
Ὡρίωνα κατ᾽ αὐτόν, ὁ δ᾽ ἀμφαίνει μέγαν ὦμον,
τᾶμος ἄρ᾽ αἰνὰ πέλωρα δύω πολυμήχανος Ἥρα
κυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκοντας
[15] ὦρσεν ἐπὶ πλατὺν οὐδόν, ὅθι σταθμὰ κοῖλα θυράων
ἴκου, ἀπειλήσασα φαγεῖν βρέφος Ἡρακλῆα.
Τὼ δ᾽ ἐξειλυσθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφω
αἱμοβόρους ἐκύλιον· ἀπ᾽ ὀφθαλμῶν δὲ κακὸν πῦρ
ἐρχομένοις λάμπεσκε, βαρὺν δ᾽ ἐξέπτυον ἰόν.
[20] Ἀλλ᾽ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον,
καὶ τότ᾽ ἄρ᾽ ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα,
Ἀλκμήνας φίλα τέκνα, φάος δ᾽ ἀνὰ οἶκον ἐτύχθη.
Ἤτοι ὅγ᾽ εὐθὺς ἄϋσεν, ὅπως κακὰ θηρί᾽ ἀνέγνω
κοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας,
[25] Ἰφικλέης, οὔλαν τε ποσὶν διελάκτισε χλαῖναν,
φευγέμεν ὁρμαίνων. Ὁ δ᾽ ἐναντίος εἴχετο χερσὶν
Ἡρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ,
δραξάμενος φάρυγος, ὅθι φάρμακα λυγρὰ τέτυκται
οὐλομένοις ὀφίεσσι, τὰ καὶ θεοὶ ἐχθαίροντι.
[30] Τὼ δ᾽ αὖτε σπείρῃσιν ἑλισσέσθην περὶ παῖδα
ὀψίγονον, γαλαθηνόν, ὑπὸ τροφῷ αἰὲν ἄδακρυν·
ἂψ δὲ πάλιν διέλυον, ἐπεὶ μογέοιεν ἀκάνθας,
δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν.
Ἀλκμήνα δ᾽ ἐσάκουσε βοᾶς, καὶ ἐπέγρετο πράτα·
[35] “Ἄνσταθ᾽, Ἀμφιτρύων· ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν.
Ἄνστα, μηδὲ πόδεσσιν ἑοῖς ὑπὸ σάνδαλα θείης.
Οὐκ ἀΐεις παίδων ὁ νεώτερος ὅσσον ἀϋτεῖ;
Ἦ οὐ νοέεις, ὅτι νυκτὸς ἀωρί που, οἱ δέ τε τοῖχοι
πάντες ἀριφραδέες, καθαρᾶς ἄτερ ἠριγενείας;
[40] Ἔστι τί μοι κατὰ δῶμα νεώτερον, ἔστι, φίλ᾽ ἀνδρῶν.”
Ὣς φάθ᾽. Ὁ δ᾽ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας·
δαιδάλεον δ᾽ ὥρμασε μετὰ ξίφος, ὅ οἱ ὕπερθεν
κλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἄωρτο.
Ἤτοι ὅγ᾽ ὠριγνᾶτο νεοκλώστω τελαμῶνος,
[45] κουφίζων ἑτέραι κολεὸν μέγα, λώτινον ἔργον.
Ἄμφιλαφὴς δ᾽ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας.
Δμῶας δὴ τότ᾽ ἄϋσεν ὕπνον βαρὺν ἐκφυσῶντας·
“Οἴσετε πῦρ ὅτι θᾶσσον ἀπ᾽ ἐσχαρεῶνος ἑλόντες,
δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατ᾽ ὀχῆας.
[50] Ἄνστατε, δμῶες ταλασίφρονες. Αὐτὸς ἀϋτεῖ.”
Οἱ δ᾽ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισιν
δμῶες· ἐνεπλήσθη δὲ δόμος, σπεύδοντος ἑκάστου.
Ἤτοι ἄρ᾽ ὡς εἴδοντ᾽ ἐπιτίτθιον Ἡρακλῆα
θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα,
[55] συμπλήγδην ἰάχησαν· ὁ δ᾽ ἐς πατέρ᾽ Ἀμφιτρύωνα
ἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δ᾽ ὑψόθι χαίρων
κωροσύνᾳ, γελάσας δὲ πάρος κατέθηκε ποδοῖϊν
πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα.
Ἀλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον λάβε κόλπον
[60] ξηρὸν ὑπαὶ δείους ἀκράχολον Ἰφικλῆα·
Ἀμφιτρύων δὲ τὸν ἄλλον ὑπ᾽ ἀμνείαν θέτο χλαῖναν
παῖδα· πάλιν δ᾽ ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτου.
Ὄρνιθες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον·
Τειρεσίαν τόκα μάντιν, ἀλαθέα πάντα λέγοντα,
[65] Ἀλκμήνα καλέσασα, τέρας κατέλεξε νεοχμόν,
καὶ νιν ὑποκρίνεσθαι, ὅπως, τελέεσθαι ἔμελλεν,
ἠνώγει· “Μηδ᾽ εἴ τι θεοὶ νοέοντι πονηρόν,
αἰδόμενός μ᾽ ἐμίκρυπτε· καί, ὡς οὐκ ἐστιν ἀλύξαι
ἀνθρώποις ὅ τι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει,
[70] μάντι Εὐηρείδα, μάλα σε φρονέοντα διδάσκω.”
Τὼς ἔλεγεν βασίλεια· ὁ δ᾽ ἀνταμείβετο τοίως·
“Θάρσει, ἀριστοτόκεια γύναι, Περσήϊον αἷμα
Θάρσει· μελλόντων δὲ τὸ λώϊον ἐν φρεσὶ θέσθαι.
Ναὶ γὰρ ἐμὸν γλυκὺ φέγγος, ἀποιχόμενον πάλαι ὄσσων,
[75] πολλαὶ Ἀχαιϊάδων μαλακὸν περὶ γούνατι νᾶμα
χειρὶ κατατρίψοντι, ἀκρέσπερον ἀείδοισαι
Ἀλκμήναν ὀνομαστί, σέβας δ᾽ ἔσῃ Ἀργείαισιν.
Τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα
ἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἥρως,
[80] οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι.
Δώδεκα οἱ τελέσαντι πεπρωμένον ἐν Διὸς οἰκεῖν
μόχθους, θνητὰ δὲ πάντα πυρὰ Τραχίνι?? ἑξεῖ
Γαμβρὸς δ᾽ ἀθανάτων κεκλήσεται, οἳ τα ?? πῶρσαν
κνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθ ???
[85] Ἔσται δὴ τοῦτ᾽ ἆμαρ, ὁπηνίκα νεβρὸν ἐν ε ???
καρχαρόδων σίνεσθαι ἰδὼν λύκος οὐκ ἐθελησεῖ.
Ἀλλά, γύναι, πῦρ μέν τοι ὑπὸ σποδῷ εὔτυκον ἔστω,
κάγκανα δ᾽ ἀσπαλάθω ξύλ᾽ ἑτοιμάσατ᾽, ἢ παλιούρω,
ἢ βάτω, ἢ ἀνέμῳ δεδονημένον αὖον ἄχερδον·
[90] καῖε δὲ τώδ᾽ ἀγρίαισιν ἐπὶ σχίζαισι δράκοντε
νυκτὶ μέσαι, ὅκα παῖδα κανεῖν τεὸν ἤθελον αὐτοί.
Ἡρι δὲ, συλλέξασα κόνιν πυρός, ἀμφιπόλων τις
ῥιψάτω εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέροισα,
ῥωγάδας ἐς πέτρας, ὑπερούριον, ἂψ δὲ νεέσθω
[95] ἄστρεπτος· καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳ
πρᾶτον, ἔπειτα δ᾽ ἅλεσσι μεμιγμένον, ὡς νενόμισται,
θαλλῷ ἐπιρραίνειν ἐστεμμένον ἀβλαβὲς ὕδωρ·
Ζηνὶ δ᾽ ἐπιρρέξαι καθυπερτέρῳ ἄρσενα χοῖρον.
Δυσμενέων αἰεὶ καθυπέρτεροι ὣς τελέθοιτε.”
[100] Φᾶ, καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρον
Τειρεσίας, πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς.