ART

.


Θεόκριτος

Ελένης Επιθαλάμιος


Ἔν ποκ᾽ ἄρα Σπάρτᾳ ξανθότριχι πὰρ Μενελάῳ
παρθενικαὶ θάλλοντα κόμαις ὑάκινθον ἔχοισαι
πρόσθε νεογράπτω θαλάμω χορὸν ἐστάσαντο,
δώδεκα ταὶ πρᾶται πόλιος, μέγα χρῆμα Λακαινᾶν,

[5] ἁνίκα Τυνδαρίδα κατεκλάξατο, τὰν ἀγαπατὰν
μναστεύσας Ἑλέναν, ὁ νεώτερος Ἀτρέως υἱός.
Ἄειδον δ᾽ ἄρα πᾶσαι ἐς ἓν μέλος ἐγκροτέοισαι
ποσσὶ περιπλέκτοις, περὶ δ᾽ ἴαχε δῶμ᾽ ὑμεναίῳ.
“Οὕτω δὴ πρώϊζε κατέδραθες, ὦ φίλε γαμβρέ;

[10] Ἦ ῥά τις ἐσσὶ λίαν βαρυγούνατος; Ἦ ῥα φίλυπνος;
Ἦ ῥα πολύν τιν᾽ ἔπινες, ὅτ᾽ εἰς εὐνὰν κατεβάλλευ;
Εὕδειν μὰν σπεύδοντα καθ᾽ ὥραν αὐτὸν ἐχρῆν τυ,
παῖδα δ᾽ ἐᾶν σὺν παισὶ φιλοστόργῳ παρὰ ματρὶ
παίσδειν ἐς βαθὺν ὄρθρον· ἐπεὶ καὶ ἔνας, καὶ ἐς ἀῶ,

[15] κεἰς ἔτος ἐξ ἔτεος, Μενέλαε, τεὰ νυὸς ἅδε.
Ὄλβιε γάμβρ᾽, ἀγαθός τις ἐπέπταρεν ἐρχομένῳ τοι
ἐς Σπάρταν, ἅπερ ὥλλοι ἀριστέες, ὡς ἀνύσαιο.
Μοῦνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἕξεις.
Ζανός τοι θυγάτηρ ὑπὸ τὰν μίαν ἵκετο χλαῖναν,

[20] οἵα Ἀχαϊάδα γαῖαν πατεῖ οὐδεμί᾽ ἄλλα.
Ἦ μέγα κέν τι τέκοιτ᾽, εἰ ματέρι τίκτοι ὁμοῖον.
Ἄμμες δ᾽ αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὑτὸς
χρισαμέναις ἀνδριστὶ παρ᾽ Εὐρώταο λοετροῖς,
τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία,

[25]τᾶν οὐδ᾽ ἄν τις ἄμωμος, ἐπεί χ᾽ Ἑλένᾳ παρισωθῆ.
Ἀὼς ἀντέλλοισα καλὸν διέφαινε πρόσωπον
πότνι᾽ ἄνυξέ τε λευκὸν ἔαρ χειμῶνας ἀνέντος·
ὧδε καὶ ἁ χρυσέα Ἑλένα διεφαίνετ᾽ ἐν ἁμῖν.
Πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρᾳ

[30] ἢ κάπῳ κυπάρισσος, ἢ ἅρματι Θεσσαλὸς ἵππος,
ὧδε καὶ ἁ ῥοδόχρως Ἑλένα Λακεδαίμονι κόσμος.
Οὔτε τις ἐν ταλάρῳ πανίσδεται ἔργα τοιαῦτα,
οὔτ᾽ ἐνὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ
κερκίδι συμπλέξασα μακρῶν ἔταμ᾽ ἐκ κελεόντων·

[35]οὐ μὰν οὐ κιθάραν τις ἐπίσταται ὧδε κροτῆσαι
Ἄρτεμιν ἀείδοισα καὶ εὐρύστερνον Ἀθάναν,
ὡς Ἑλένα, τᾶς πάντες ἐπ᾽ ὄμμασιν ἵμεροι ἐντί.
Ὦ καλά, ὦ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη,
ἄμμες δ᾽ ἐς δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα

[40] ἑρψοῦμες, στεφάνως δρεψεύμεναι ἁδὺ πνέοντας,
πολλὰ τεοῦς, Ἑλένα, μεμναμέναι ὡς γαλαθηναὶ
ἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι.
Πράτᾳ τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο
πλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον,

[45] πράτᾳ δ᾽ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ
λαζόμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον·
γράμματα δ᾽ ἐν φλοιῷ γεγράψεται, ὡς παριών τις
ἀννείμῃ· “ΔΩΡΙΣΤΙ ΣΕΒΟΥ Μ᾽· ΕΛΕΝΑΣ ΦΥΤΟΝ ΕΙΜΙ”
Χαίροις, ὦ νύμφα, χαίροις, εὐπένθερε γαμβρέ.

[50] Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος, ὔμμιν
εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις, ἶσον ἔρασθαι
ἀλλάλων, Ζεὺς δὲ, Κρονίδας Ζεύς, ἄφθιτον ὄλβον,
ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ.
Εὕδετ᾽ ἐς ἀλλάλων στέρνον φιλότητα πνέοντες

[55]καὶ πόθον, ἔγρεσθαι δὲ πρὸς ἀῶ μὴ ᾽πιλάθησθε.
Νεύμεθα δ᾽ ἄμμες ἐς ὄρθρον, ἐπεὶ κα πρᾶτος ἀοιδὸς
ἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν.
Ὑμάν, ὦ Ὑμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης.”

Κείμενα

Hellenica World - Scientific Library