ART

.


Θεόκριτος

Αιπολικόν και Ποιμενικόν


ΚΟΜΑΤΑΣ
Αἶγες ἐμαί, τῆνον τὸν ποιμένα [τὸν Συβαρίταν]
φεύγετε τὸν Λάκωνα· τό μευ νάκος ἐχθὲς ἔκλεψεν.

ΛΑΚΩΝ
Οὐκ ἀπὸ τὰς κράνας; Σίττ᾽, ἀμνίδες; Οὐκ ἐσορῆτε
τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν;
5 ΚΟ. Τὰν ποίαν σύριγγα; Τὺ γάρ ποκα, δῶλε Σιβύρτα,

ἐκτάσα σύριγγα; Τί δ᾽ οὐκέτι σὺν Κορύδωνι
ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι;
ΛΑ. Τάν μοι ἔδωκε Λύκων, ὠλεύθερε. Τὶν δὲ τὸ ποῖον
Λάκων ἀγκλέψας πόκ᾽ ἔβα νάκος; Εἰπέ, Κομάτα.
10 Οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τι ἐνεύδειν.
ΚΟ Τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκ᾽ ἔθυσε

ταῖς Νύμφαις τὰν αἶγα· τὺ δ᾽, ὦ κακέ, καὶ τόκ᾽ ἐτάκευ
βασκαίνων καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας.
ΛΑ. Οὐ μὰν, οὐ τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων
15 τὰν βαίταν ἀπέδυσ᾽ ὁ Καλαιθίδος· ἢ κατὰ τήνας
τᾶς πέτρας, ὤνθρωπε, μανεὶς εἰς Κρᾶθιν ἁλοίμαν.
ΚΟ. Οὐ μὰν, οὐ ταύτας τὰς λιμνάδας, ὠγαθέ, Νύμφας,

αἵτε μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν,
οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας.
20 ΛΑ. Αἴ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγε᾽ ἀροίμαν.

Ἀλλ᾽ ὦν αἴ κα λῇς ἔριφον θέμεν, ἔστι μὲν οὐδὲν
ἱερόν, ἀλλ᾽ ἄγε τοι διαείσομαι ἔστε κ᾽ ἀπείπῃς.
ΚΟ. Ὗς ποτ᾽ Ἀθαναίαν ἔριν ἤρισεν. Ἠνίδε κεῖται
ὥριφος· ἀλλ᾽ ἄγε καὶ τύ νιν᾽ εὔβοτον ἀμνὸν ἔρειδε.
25 ΛΑ. Καὶ πῶς, ὦ κίναδεῦ, τάδε κείσεται ἐξ ἴσω ἄμμιν;

Τίς τρίχας ἀντ᾽ ἐρίων ἐποκίξατο; Τίς δὲ παρεύσας
αἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετ᾽ ἀμέλγειν;
ΚΟ. Ὅστις νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθεις,
σφὰξ βομβέων τέττιγος ἐναντίον. Ἀλλὰ γὰρ οὔτι
30 ὥριφος ἰσοπαλής τοι, ἴδ᾽ ὁ τράγος οὖτος. Ἔρισδε.
ΛΑ. Μὴ σπεῦδ᾽. Οὐ γάρ τοι πυρὶ θάλπεαι. Ἅδιον ᾀσῇ

τῆδ᾽ ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας.
Ψυχρὸν ὕδωρ τουτεὶ καταλείβεται· ὧδε πεφύκει
ποία, χἁ στιβὰς ἅδε, καὶ ἀκρίδες ὦδε λαλεῦντι.
35 ΚΟ. Ἀλλ᾽ οὔτι σπεύδω· μέγα δ᾽ ἄχθομαι, εἰ τυ με τολμῇς

ὄμμασι τοῖσδ᾽ ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκ᾽ ἐόντα
παῖδ᾽ ἔτ᾽ ἐγὼν ἐδίδασκον. Ἴδ᾽ ἁ χάρις ἐς τί ποχ᾽ ἕρπει.
Θρέψαι καὶ λυκιδεῖς, θρέψαι κύνας, ὥς τυ φάγωντι.
ΛΑ. Καὶ πόκ᾽ ἐγὼν παρὰ τεῦς τι μαθὼν καλὸν ἢ καὶ ἀκούσας
40 μέμναμ᾽, ὦ φθονερόν τυ καὶ ἀπρεπὲς ἀνδρίον αὔτως;
ΚΟ. Ἁνίκ᾽ ἐπύγιζόν τυ, τὺ δ᾽ ἄλγεες· αἱ δὲ χίμαιραι
αἵδε κατεβληχῶντο, καὶ ὁ τράγος αὐτὰς ἐτρύπη.
ΛΑ. Μὴ βάθιον τήνω πυγίσματος, ὗβε, ταφείης.
Ἀλλὰ γὰρ ἕρφ᾽, ὦδ᾽ ἕρπε, καὶ ὕστατα βουκολιαξῇ.
45 ΚΟ. Οὐχ ἑρψῶ τηνεί. Τουτεὶ δρύες, ὧδε κύπειρος,

ὧδε καλὸν βομβεῦντι ποτὶ σμάνεσσι μέλισσαι,
ἔνθ᾽ ὕδατος ψυχρῶ κρᾶναι δύο, ταὶ δ᾽ ἐπὶ δένδρει
ὄρνιχες λαλαγεῦντι, καὶ ἁ σκιὰ οὐδὲν ὁμοία
τᾷ παρὰ τίν· βάλλει δὲ καὶ ἁ πίτυς ὑψόθε κώνοις.
50 ΛΑ. Ἦ μὰν ἀρνακίδας τε καὶ εἴρια τῆδε πατησεῖς,

αἴ κ᾽ ἔνθῃς, ὕπνω μαλακώτερα· ταὶ δὲ τραγεῖαι
ταὶ παρὰ τὶν ὄσδοντι κακώτερον ἢ τύπερ ὄσδεις.
Στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος
ταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω.
55 ΚΟ. Αἰ δέ κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖς

καὶ γλάχων᾽ ἀνθεῦσαν· ὑπεσσεῖται δὲ χιμαιρᾶν
δέρματα τᾶν παρὰ τὶν μαλακώτερα πολλάκις ἀρνῶν.
Στασῶ δ᾽ ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος,
ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρί᾽ ἐχοίσας.
60 ΛΑ. Αὐτόθε μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάσδευ·

τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. Ἀλλὰ τίς ἄμμε,
τίς κρινεῖ; Αἴθ᾽ ἔνθοι ποχ᾽ ὁ βουκόλος ὧδε Λυκώπας,
ΚΟ. Οὐδὲν ἐγὼ τήνω ποτιδεύομαι· ἀλλὰ τὸν ἄνδρα,
αἰ λῇς, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρίκας
65 τήνας τὰς παρὰ τὶν ξυλοχίζεται· ἔστι δὲ Μόρσων.
ΛΑ. Βωστρέωμες.
ΚΟ.

Τὺ κάλει νιν.
ΛΑ.

Ἰώ, ξένε. μικκὸν ἄκουσον
τῆδ᾽ ἐνθών· ἄμμες γὰρ ἐρίσδομες, ὅστις ἀρείων

βουκολιαστάς ἐστι. Τὺ δ᾽, ὦ φίλε, μήτ᾽ ἐμὲ, Μόρσων,
ἐν χάριτι κρίνῃς, μήτ᾽ ὦν τύγα τοῦτον ὀνάσῃς.
70 ΚΟ. Ναί, ποτὶ τᾶν Νυμφᾶν, Μόρσων φίλε, μήτε Κομάτᾳ

τὸ πλέον ἰθύνῃς, μήτ᾽ ὦν τύγα τῷδε χαρίξῃ.
Ἅδε τοι ἁ ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα,
Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς, φίλε, τῶ Συβαρίτα.
ΛΑ. Μὴ τύ τις ἠρώτη, πὸτ τῶ Διός, αἴτε Σιβύρτα
75 αἴτ᾽ ἐμόν ἐστι, κάκιστε, τὸ ποίμνιον; Ὡς λάλος ἐσσί.
ΚΟ. Βέντισθ᾽ οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντ᾽ ἀγορεύω
κοὐδέν καυχέομαι· τὺ δ᾽ ἄγαν φιλοκέρτομος ἐσσί.
ΛΑ. Εἶα λέγ᾽, εἴ τι λέγεις, καὶ τὸν ξένον ἐς πόλιν αὖθις
ζῶντ᾽ ἄφες· ὦ Παιάν, ἦ στωμύλος ἦσθα, Κομᾶτα.
80 ΚΟ. Ταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον ἢ τὸν ἀοιδόν
Δάφνιν· ἐγὼ δ᾽ αὐταῖς χιμάρως δύο πρᾶν ποκ᾽ ἔθυσα.
ΛΑ. Καὶ γὰρ ἔμ᾽ Ὡπόλλων φιλέει μέγα, καὶ καλὸν αὐτῷ
κριὸν ἐγὼ βόσκω· τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει.
ΚΟ. Πλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω,
85 καί μ᾽ ἁ παῖς ποθορεῦσα· “Τάλαν”, λέγει, “αὐτὸς ἀμέλγεις;”
ΛΑ. Φεῦ φεῦ· Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ
τυρῶ καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει.
ΚΟ. Βάλλει καὶ μάλοισι τὸν αἰπόλον ἁ Κλεαρίστα
τὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει.
90 ΛΑ. Κἠμὲ γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν
ἐκμαίνει· λιπαρὰ δὲ παρ᾽ αὐχένα σείετ᾽ ἔθειρα.
ΚΟ. Ἀλλ᾽ οὐ σύμβλητ᾽ ἐστὶ κυνόσβατος οὐδ᾽ ἀνεμώνα
πρὸς ῥόδα, τῶν ἄνδηρα παρ᾽ αἱμασιαῖσι πεφύκει.
ΛΑ. Οὐδὲ γὰρ οὐδ᾽ ἀκύλοις ὀρομαλίδες· αἱ μὲν ἔχοντι
95 λεπρὸν ἀπὸ πρίνοιο λεπύριον, αἱ δὲ μελίχροι.
ΚΟ. Κἠγὼ μὲν δωσῶ τᾷ παρθένῳ αὐτίκα φάσσαν,
ἐκ τᾶς ἀρκεύθω καθελών· τηνεὶ γὰρ ἐφίσδει.
ΛΑ. Ἀλλ᾽ ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον, ὁππόκα πέξω
τὰν οἶν τὰν πέλλαν, Κρατίδᾳ δωρήσομαι αὐτός.
100 ΚΟ. Σίττ᾽ ἀπὸ τᾶς κοτίνω, ταὶ μηκάδες· ὧδε νέμεσθε,
ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι.
ΛΑ. Οὐκ ἀπὸ τᾶς δρυὸς, οὗτος ὁ Κώναρος ἅ τε Κιναίθα;
Τουτεὶ βοσκησεῖσθε ποτ᾽ ἀντολάς, ὡς ὁ Φάλαρος.
ΚΟ. Ἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ,
105 ἔργον Πραξιτέλευς· τᾷ παιδὶ δὲ ταῦτα φυλάσσω.
ΛΑ. Χἁμῖν ἐστι κύων φιλοποίμνιος ὃς λύκος ἄγχει,
ὃν τῷ παιδὶ δίδωμι τὰ θηρία πάντα διώκειν.
ΚΟ. Ἀκρίδες, αἳ τὸν φραγμὸν ὑπερπαδῆτε τὸν ἁμόν,
μή μευ λωβάσησθε τὰς ἀμπέλος· ἐντὶ γὰρ αὖαι.
110 ΛΑ. Τοὶ τέττιγες, ὁρῆτε τὸν αἰπόλον ὡς ἐρεθίζω·
οὕτως κὔμμες θην ἐρεθίζετε τὼς καλαμευτάς.
ΚΟ. Μισέω τὰς δασυκέρκος ἀλώπεκας, αἳ τὰ Μίκωνος
αἰεὶ φοιτῶσαι τὰ ποθέσπερα ῥαγίζοντι.
ΛΑ. Καὶ γὰρ ἐγὼν μισέω τὼς κανθάρος, οἳ τὰ Φιλώνδα
115 σῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται.
ΚΟ. Ἦ οὐ μέμνασ᾽, ὅκ᾽ ἐγώ τυ κατήλασα, καὶ τὺ σεσαρώς
εὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας;
ΛΑ. Τοῦτο μὲν οὐ μέμναμ᾽· ὅτι μάν ποκα τῆδέ τυ δήσας
Εὐμάρας ἐκάθηρε καλῶς, μάλα τοῦτό γ᾽ ἴσαμι.
120 ΚΟ. Ἤδη τις, Μόρσων, πικραίνεται· ἢ οὐχὶ παρῄσθευ;
Σκίλλας ἰὼν γραίας ἀπὸ σάματος αὐτίκα τίλλειν.
ΛΑ. Κἠγὼ μὰν κνίζω, Μόρσων, τινά· καὶ τὺ δὲ λεύσσεις.
Ἐνθὼν τὰν κυκλάμινον ὄρυσσέ νυν ἐς τὸν Ἅλεντα.
ΚΟ. Ἱμέρα ἀνθ᾽ ὕδατος ῥείτω γάλα, καὶ τὺ δὲ, Κρᾶθι,
125 οἴνῳ πορφύροις, τὰ δέ τοι σία καρπὸν ἐνείκαι.
ΛΑ. Ῥείτω χἁ Συβαρῖτις ἐμὶν μέλι, καὶ τὸ πότορθρον
ἁ παῖς ἀνθ᾽ ὕδατος τᾷ κάλπιδι κηρία βάψαι.
ΚΟ. Ταὶ μὲν ἐμαὶ κύτισόν τε καὶ αἴγιλον αἶγες ἔδοντι.
καὶ σχῖνον πατέοντι καὶ ἐν κομάροισι κέονται.
130 ΛΑ. Ταῖσι δ᾽ ἐμαῖς ὀΐεσσι πάρεστι μὲν ἁ μελίτεια
φέρβεσθαι, πολλὸς δὲ καὶ ὡς ῥόδα κίσθος ἐπανθεῖ.
ΚΟ. Οὐκ ἔραμ᾽ Ἀλκίππας, ὅτι με πρᾶν οὐκ ἐφίλησε
τῶν ὤτων καθελοῖσ᾽, ὅκα οἱ τὰν φάσσαν ἔδωκα.
ΛΑ. Ἀλλ᾽ ἐγὼ Εὐμήδευς ἔραμαι μέγα· καὶ γὰρ ὅκ᾽ αὐτῷ
135 τὰν σύριγγ᾽ ὤρεξα, καλόν τί με καρτ᾽ ἐφίλησεν.
ΚΟ. Οὐ θεμιτόν, Λάκων, ποτ᾽ ἀηδόνα κίσσας ἐρίσδειν,
οὐδ᾽ ἔποπας κύκνοισι· τὺ δ᾽, ὦ τάλαν, ἐσσὶ φιλεχθής.

ΜΟΡΣΩΝ
Παύσασθαι κέλομαι τὸν ποιμένα. Τὶν δέ, Κομᾶτα,
δωρεῖται Μόρσων τὰν ἀμνίδα. Καὶ τὺ δὲ θύσας
140 ταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον.
ΚΟ. Πεμψῶ, ναὶ τὸν Πᾶνα. Φριμάσσεο, πᾶσα τραγίσκων

νῦν ἀγέλα· κἠγὼν γὰρ ἴδ᾽ ὡς μέγα τοῦτο καχαξῶ
κὰτ τῶ Λάκωνος τῶ ποιμένος, ὅττι ποκ᾽ ἤδη
ἀνυσάμαν τὰν ἀμνόν· ἐς ὠρανὸν ὔμμιν ἁλεῦμαι.
145 Αἶγες ἐμαὶ, θαρσεῖτε, κερούτιδες· αὔριον ὔμμε

πάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας.
Οὗτος ὁ Λευκίτας ὁ κορυπτίλος, εἴ τιν᾽ ὀχευσεῖς
τᾶν αἰγῶν, φλασσῶ τυ, πρὶν ἢ γ᾽ ἔμὲ καλλιερῆσαι
ταῖς Νύμφαις τὰν ἀμνόν. Ὃ δ᾽ αὖ πάλιν. Ἀλλὰ γενοίμαν,
150 αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα.

Κείμενα

Hellenica World - Scientific Library