.
ΠΛΟΥΤΑΡΧΟΣ
[1] Ὁ Μαρκίων οἶκος ἐν Ῥώμῃ τῶν πατρικίων πολλοὺς παρέσχεν ἐνδόξους ἄνδρας, ὧν καὶ Μάρκιος ἦν Ἄγκος ὁ Νομᾶ θυγατριδοῦς καὶ μετὰ Τύλλον Ὁστίλιον βασιλεὺς γενόμενος. Μάρκιοι δ’ ἦσαν καὶ Πόπλιος καὶ Κόιντος οἱ πλεῖστον ὕδωρ καὶ κάλλιστον εἰς Ῥώμην καταγαγόντες, καὶ Κηνσωρῖνος, ὃν δὶς ἀπέδειξε τιμητὴν ὁ Ῥωμαίων δῆμος, εἶθ’ ὑπ’ αὐτοῦ πεισθεὶς ἐκείνου νόμον ἔθετο καὶ ἐψηφίσατο μηδενὶ τὴν ἀρχὴν ἐκείνην δὶς ἐξεῖναι μετελθεῖν. Γάιος δὲ Μάρκιος, ὑπὲρ οὗ τάδε γέγραπται, τραφεὶς ὑπὸ μητρὶ χήρᾳ πατρὸς ὀρφανός, ἀπέδειξε τὴν ὀρφανίαν ἄλλα μὲν ἔχουσαν κακά, πρὸς δὲ τὸ γενέσθαι σπουδαῖον ἄνδρα καὶ διαφέροντα τῶν πολλῶν οὐδὲν ἐμποδὼν οὖσαν, ἄλλως δὲ τοῖς φαύλοις αἰτιᾶσθαι καὶ ψέγειν παρέχουσαν αὑτὴν ὡς ἀμελείᾳ διαφθείρουσαν. Ὁ δ’ αὐτὸς ἀνὴρ ἐμαρτύρησε καὶ τοῖς τὴν φύσιν ἡγουμένοις, ἐὰν οὖσα γενναία καὶ ἀγαθὴ παιδείας ἐνδεὴς γένηται, πολλὰ τοῖς χρηστοῖς ὁμοῦ φαῦλα συναποτίκτειν, ὥσπερ εὐγενῆ χώραν ἐν γεωργίᾳ θεραπείας μὴ τυχοῦσαν. Τὸ γὰρ ἰσχυρὸν αὐτοῦ πρὸς ἅπαντα τῆς γνώμης καὶ καρτερὸν ὁρμάς τε μεγάλας καὶ τελεσιουργοὺς τῶν καλῶν ἐξέφερε, θυμοῖς τε πάλιν αὖ χρώμενον ἀκράτοις καὶ φιλονικίαις ἀτρέπτοις οὐ ῥᾴδιον οὐδ’ εὐάρμοστον ἀνθρώποις συνεῖναι παρεῖχεν, ἀλλὰ τὴν ἐν ἡδοναῖς καὶ πόνοις καὶ ὑπὸ χρημάτων ἀπάθειαν αὐτοῦ θαυμάζοντες καὶ ὀνομάζοντες ἐγκράτειαν καὶ δικαιοσύνην καὶ ἀνδρείαν, ἐν ταῖς πολιτικαῖς αὖ πάλιν ὁμιλίαις ὡς ἐπαχθῆ καὶ ἄχαριν καὶ ὀλιγαρχικὴν ἐδυσχέραινον. Οὐδὲν γὰρ ἄλλο Μουσῶν εὐμενείας ἀπολαύουσιν ἄνθρωποι τοσοῦτον, ὅσον ἐξημεροῦσθαι τὴν φύσιν ὑπὸ λόγου καὶ παιδείας, τῷ λόγῳ δεξαμένην τὸ μέτριον καὶ τὸ ἄγαν ἀποβαλοῦσαν.
Ὅλως μὲν οὖν ἐν τοῖς τότε χρόνοις ἡ Ῥώμη μάλιστα τῆς ἀρετῆς τὸ περὶ τὰς πολεμικὰς καὶ στρατιωτικὰς ἐκύδαινε πράξεις, καὶ μαρτυρεῖ τὸ τὴν ἀρετὴν ὑπ’ αὐτῶν ἑνὶ τῷ τῆς ἀνδρείας ὀνόματι προσαγορεύεσθαι, καὶ τὸ τοῦ γένους ὄνομα κοινὸν ὑπάρχειν ᾧ τὴν ἀνδρείαν ἰδίᾳ καλοῦσιν.
[2] Ὁ δὲ Μάρκιος ἑτέρων μᾶλλον ἐμπαθὴς γεγονὼς πρὸς τοὺς πολεμικοὺς ἀγῶνας, εὐθὺς ἐκ παιδὸς τὰ ὅπλα διὰ χειρὸς εἶχε, καὶ τῶν ἐπικτήτων οὐδὲν ἔργον οἰόμενος εἶναι τοῖς μὴ τὸ σύμφυτον ὅπλον καὶ συγγενὲς ἐξηρτυμένον ἔχουσι καὶ παρεσκευασμένον, οὕτως ἤσκησε τὸ σῶμα πρὸς ἅπασαν ἰδέαν μάχης, ὥστε καὶ θεῖν ἐλαφρὸν εἶναι καὶ βάρος ἔχειν ἐν λαβαῖς καὶ διαπάλαις πολεμίου δυσεκβίαστον. Οἱ γοῦν ἔριν ἔχοντες εὐψυχίας ἀεὶ καὶ ἀρετῆς πρὸς αὐτόν, ἐν οἷς ἐλείποντο τὴν τοῦ σώματος ᾐτιῶντο ῥώμην, ἄτρυτον οὖσαν καὶ πρὸς μηδένα πόνον ἀπαγορεύουσαν.
[3] Ἐστρατεύσατο δὲ πρώτην στρατείαν ἔτι μειράκιον ὤν, ὅτε Ταρκυνίῳ τῷ βασιλεύσαντι τῆς Ῥώμης, εἶτ’ ἐκπεσόντι μετὰ πολλὰς μάχας καὶ ἥττας ὥσπερ ἔσχατον κύβον ἀφιέντι πλεῖστοι μὲν Λατίνων, πολλοὶ δὲ καὶ τῶν ἄλλων Ἰταλιωτῶν συνεστράτευον καὶ συγκατῆγον ἐπὶ τὴν Ῥώμην, οὐκ ἐκείνῳ χαριζόμενοι μᾶλλον ἢ φόβῳ τὰ Ῥωμαίων αὐξανόμενα καὶ φθόνῳ καταβάλλοντες. Ἐν ταύτῃ τῇ μάχῃ πολλὰς τροπὰς ἐπ’ ἀμφότερα λαμβανούσῃ Μάρκιος ἀγωνιζόμενος εὐρώστως, ἐν ὄψει τοῦ δικτάτορος ἄνδρα Ῥωμαῖον πεσόντα πλησίον ἰδών, οὐκ ἠμέλησεν, ἀλλ’ ἔστη πρὸ αὐτοῦ καὶ τὸν ἐπιφερόμενον τῶν πολεμίων ἀμυνόμενος ἀπέκτεινεν. Ὡς οὖν ἐκράτησεν ὁ στρατηγός, ἐν πρώτοις ἐκεῖνον ἐστεφάνωσε δρυὸς στεφάνῳ. Τοῦτον γὰρ ὁ νόμος τῷ πολίτην ὑπερασπίσαντι τὸν στέφανον ἀποδέδωκεν, εἴτε δὴ μάλιστα τιμήσας δι’ Ἀρκάδας τὴν δρῦν, βαλανηφάγους ὑπὸ τοῦ θεοῦ χρησμῷ προσαγορευθέντας, εἴθ’ ὡς ταχὺ καὶ πανταχοῦ δρυὸς οὖσαν εὐπορίαν στρατευομένοις, εἴτε Διὸς Πολιέως ἱερὸν ὄντα τὸν τῆς δρυὸς στέφανον οἰόμενος ἐπὶ σωτηρίᾳ πολίτου δίδοσθαι πρεπόντως. Ἔστι δ’ ἡ δρῦς τῶν μὲν ἀγρίων καλλικαρπότατον, τῶν δὲ τιθασῶν ἰσχυρότατον. Ἦν δὲ καὶ σιτίον ἀπ’ αὐτῆς ἡ βάλανος καὶ ποτὸν τὸ μελίτειον, ὄψον δὲ παρεῖχε τὰ πλεῖστα τῶν [νεμομένων τε καὶ] πτηνῶν, θήρας ὄργανον φέρουσα τὸν ἰξόν. Ἐν ἐκείνῃ δὲ τῇ μάχῃ καὶ τοὺς Διοσκόρους ἐπιφανῆναι λέγουσι, καὶ μετὰ τὴν μάχην εὐθὺς ὀφθῆναι ῥεομένοις ἱδρῶτι τοῖς ἵπποις ἐν ἀγορᾷ τὴν νίκην ἀπαγγέλλοντας, οὗ νῦν ὁ παρὰ τὴν κρήνην νεώς ἐστιν αὐτοῖς ἱδρυμένος. Ὅθεν καὶ τὴν ἡμέραν ἐκείνην ἐπινίκιον, οὖσαν ἐν τῷ Ἰουλίῳ μηνὶ τὰς εἰδούς, Διοσκόροις ἀνιερώκασι.
[4] Νέων δ’ ὡς ἔοικεν ἀνδρῶν ἐπιφάνεια καὶ τιμὴ τὰς μὲν ἐλαφρῶς φιλοτίμους φύσεις πρωιαίτερον παραγενομένη σβέννυσι, καὶ ἀποπίμπλησι ταχὺ τὸ διψῶδες αὐτῶν καὶ ἁψίκορον· τὰ δ’ ἐμβριθῆ καὶ βέβαια φρονήματα κινοῦσιν αἱ τιμαὶ καὶ λαμπρύνουσιν, ὥσπερ ὑπὸ πνεύματος ἐγειρόμενα πρὸς τὸ φαινόμενον καλόν. Οὐ γὰρ ὡς μισθὸν ἀπολαμβάνοντες, ἀλλ’ ὡς ἐνέχυρον διδόντες, αἰσχύνονται τὴν δόξαν ἐγκαταλιπεῖν καὶ μὴ τοῖς αὖθις ἔργοις ὑπερβαλέσθαι. Τοῦτο παθὼν καὶ ὁ Μάρκιος αὐτὸς αὑτῷ ζῆλον ἀνδραγαθίας προὔθετο, καινός τ’ ἀεὶ βουλόμενος εἶναι ταῖς πράξεσιν, ἀριστείαις ἀριστείας συνῆπτε καὶ λάφυρα λαφύροις ἐπέφερε, καὶ τοῖς προτέροις ἀεὶ τοὺς ὑστέρους ἡγεμόνας εἶχε [περὶ] τιμὰς τὰς ἐκείνου καὶ μαρτυρίας ἐρίζοντας ὑπερβαλέσθαι. Πολλῶν γέ τοι τότε Ῥωμαίοις ἀγώνων καὶ πολέμων γενομένων ἐξ οὐδενὸς ἀστεφάνωτος ἐπανῆλθεν οὐδ’ ἀγέραστος. Ἦν δὲ τοῖς μὲν ἄλλοις ἡ δόξα τῆς ἀρετῆς τέλος, ἐκείνῳ δὲ τῆς δόξης ἡ τῆς μητρὸς εὐφροσύνη. Τὸ γὰρ ἐκείνην ἐπαινούμενον ἀκοῦσαι καὶ στεφανούμενον ἰδεῖν καὶ περιβαλεῖν δακρύουσαν ὑφ’ ἡδονῆς ἐντιμότατον αὑτὸν ἐνόμιζε ποιεῖν καὶ μακαριώτατον. Τοῦτο δ’ ἀμέλει καὶ τὸν Ἐπαμεινώνδαν φασὶν ἐξομολογήσασθαι τὸ πάθος, εὐτυχίαν ποιούμενον ἑαυτοῦ μεγίστην, ὅτι τὴν ἐν Λεύκτροις στρατηγίαν αὐτοῦ καὶ νίκην ὁ πατὴρ καὶ ἡ μήτηρ ἔτι ζῶντες ἐπεῖδον. Ἀλλ’ ἐκεῖνος μὲν ἀμφοτέρων ἀπέλαυσε τῶν γονέων συνηδομένων καὶ συνευημερούντων, Μάρκιος δὲ τῇ μητρὶ καὶ τὰς τοῦ πατρὸς ὀφείλειν χάριτας οἰόμενος, οὐκ ἐνεπίμπλατο τὴν Οὐολουμνίαν εὐφραίνων καὶ τιμῶν, ἀλλὰ καὶ γυναῖκα βουλομένης καὶ δεομένης ἐκείνης ἔγημε, καὶ τὴν οἰκίαν ᾤκει γενομένων παίδων ὁμοῦ μετὰ τῆς μητρός.
[5] Ἤδη δὲ καὶ δόξαν αὐτοῦ καὶ δύναμιν ἀπὸ τῆς ἀρετῆς ἐν τῇ πόλει μεγάλην ἔχοντος, ἡ βουλὴ τοῖς πλουσίοις ἀμύνουσα πρὸς τὸν δῆμον ἐστασίασε, πολλὰ καὶ δεινὰ πάσχειν ὑπὸ τῶν δανειστῶν δοκοῦντα. Τοὺς μὲν γὰρ κεκτημένους μέτρια πάντων ἀφῃροῦντο τῶν ὄντων ἐνεχυρασμοῖς καὶ πράσεσι, τοὺς δὲ παντελῶς ἀπόρους αὐτοὺς ἀπῆγον, καὶ τὰ σώματα καθείργνυσαν αὐτῶν ὠτειλὰς ἔχοντα τετρωμένων πολλάκις καὶ πεπονηκότων ἐν ταῖς ὑπὲρ τῆς πατρίδος στρατείαις, ὧν τὴν τελευταίαν ἐδέξαντο πρὸς Σαβίνους, τῶν τε πλουσίων ἐπαγγειλαμένων μετριάσειν καὶ τῆς βουλῆς τὸν ἄρχοντα Μάνιον Οὐαλέριον ἐγγυήσασθαι ψηφισαμένης. Ἐπεὶ δὲ κἀκείνην ἀγωνισαμένοις τὴν μάχην προθύμως καὶ κρατήσασι τῶν πολεμίων οὐδὲν ἐγίνετο παρὰ τῶν δανειστῶν ἐπιεικές, οὐδ’ ἡ βουλὴ προσεποιεῖτο μεμνῆσθαι τῶν ὡμολογημένων, ἀλλ’ ἀγομένους πάλιν περιεώρα καὶ ῥυσιαζομένους, θόρυβοι δὲ καὶ συστάσεις ἦσαν ἐν τῇ πόλει πονηραί, καὶ τοὺς πολεμίους οὐκ ἔλαθε ταραχωδῶς ἔχων ὁ δῆμος, ἀλλ’ ἐμβαλόντες ἐπυρπόλουν τὴν χώραν, τῶν δ’ ἀρχόντων εἰς τὰ ὅπλα τοὺς ἐν ἡλικίᾳ καλούντων οὐδεὶς ὑπήκουεν, οὕτω διέστησαν αἱ γνῶμαι πάλιν τῶν ἐν τέλει, καί τινες μὲν ᾤοντο δεῖν ὑφέσθαι τοῖς πένησι καὶ χαλάσαι τὸ σύντονον ἄγαν καὶ νόμιμον, ἔνιοι δ’ ἀντέτεινον, ὧν ἦν καὶ Μάρκιος, οὐ τὸ τῶν χρημάτων μέγιστον ἡγούμενος, ἀρχὴν δὲ καὶ πεῖραν ὕβρεως ὄχλου καὶ θρασύτητος ἐπανισταμένου τοῖς νόμοις, εἰ σωφρονοῦσι, παύειν καὶ σβεννύναι παρακελευόμενος.
[6] Συνιούσης δὲ περὶ τούτων πολλάκις ἐν ὀλίγῳ χρόνῳ τῆς βουλῆς καὶ μηδὲν τέλος ἐκφερούσης, συστάντες οἱ πένητες ἄφνω καὶ παρακαλέσαντες ἀλλήλους ἀπέλιπον τὴν πόλιν, καὶ καταλαβόντες ὄρος ὃ νῦν ἱερὸν καλεῖται παρὰ τὸν Ἀνίωνα ποταμὸν ἐκαθέζοντο, πράττοντες μὲν οὐδὲν βίαιον οὐδὲ στασιαστικόν, ἐκπεπτωκέναι δὲ τῆς πόλεως ὑπὸ τῶν πλουσίων πάλαι βοῶντες, ἀέρα δὲ καὶ ὕδωρ καὶ τόπον ἐνταφῆναι πανταχοῦ τὴν Ἰταλίαν αὐτοῖς παρέξειν, ὧν πλέον οὐδὲν οἰκοῦσι τὴν Ῥώμην ὑπάρχειν αὐτοῖς, ἀλλ’ ἢ τιτρώσκεσθαι καὶ ἀποθνῄσκειν ὑπὲρ τῶν πλουσίων στρατευομένοις. Ταῦτ’ ἔδεισεν ἡ βουλή, καὶ τοὺς ἐπιεικεῖς μάλιστα καὶ δημοτικοὺς τῶν πρεσβυτέρων ἐξαπέστειλε. Προηγόρει δὲ Μενήνιος Ἀγρίππας, καὶ πολλὰ μὲν τοῦ δήμου δεόμενος, πολλὰ δ’ ὑπὲρ τῆς βουλῆς παρρησιαζόμενος, τελευτῶντι τῷ λόγῳ περιῆλθεν εἰς σχῆμα μύθου διαμνημονευόμενον. Ἔφη γὰρ ἀνθρώπου τὰ μέλη πάντα πρὸς τὴν γαστέρα στασιάσαι καὶ κατηγορεῖν αὐτῆς, ὡς μόνης ἀργοῦ καὶ ἀσυμβόλου καθεζομένης ἐν τῷ σώματι, τῶν δ’ ἄλλων εἰς τὰς ἐκείνης ὀρέξεις πόνους τε μεγάλους καὶ λειτουργίας ὑπομενόντων· τὴν δὲ γαστέρα τῆς εὐηθείας αὐτῶν καταγελᾶν, ἀγνοούντων ὅτι τὴν τροφὴν ὑπολαμβάνει μὲν εἰς αὑτὴν ἅπασαν, ἀναπέμπει δ’ αὖθις ἐξ αὑτῆς καὶ διανέμει τοῖς ἄλλοις. "Οὗτος οὖν" ἔφη "καὶ τῆς συγκλήτου λόγος ἐστὶν ὦ πολῖται πρὸς ὑμᾶς· τὰ γὰρ ἐκεῖ τυγχάνοντα τῆς προσηκούσης οἰκονομίας βουλεύματα καὶ πράγματα πᾶσιν ὑμῖν ἐπιφέρει καὶ διανέμει τὸ χρήσιμον καὶ ὠφέλιμον."
[7] Ἐκ τούτου διηλλάγησαν, αἰτησάμενοι παρὰ τῆς βουλῆς καὶ τυχόντες ἄνδρας αἱρεῖσθαι πέντε προστάτας τῶν δεομένων βοηθείας, τοὺς νῦν δημάρχους καλουμένους. Εἵλοντο δὲ πρώτους οἷς ἐχρήσαντο καὶ τῆς ἀποστάσεως ἡγεμόσι, τοὺς περὶ Βροῦτον Ἰούνιον καὶ Σικίννιον Βελλοῦτον. Ἐπεὶ δ’ ἡ πόλις εἰς ἓν ἦλθεν, εὐθὺς ἐν τοῖς ὅπλοις ἦσαν οἱ πολλοὶ καὶ παρεῖχον αὑτοὺς τοῖς ἄρχουσι χρῆσθαι προθύμως ἐπὶ τὸν πόλεμον. Ὁ δὲ Μάρκιος, οὔτ’ αὐτὸς ἡδόμενος οἷς ὁ δῆμος ἴσχυσεν ἐνδούσης τῆς ἀριστοκρατίας, καὶ τῶν ἄλλων πατρικίων πολλοὺς ὁρῶν τὸ αὐτὸ πεπονθότας, ὅμως παρεκάλει μὴ ἀπολείπεσθαι τῶν δημοτικῶν ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν, ἀλλὰ τῇ ἀρετῇ μᾶλλον ἢ τῇ δυνάμει φαίνεσθαι διαφέροντας αὐτῶν.
[8] Ἐν δὲ τῷ Οὐολούσκων ἔθνει, πρὸς οὓς ἐπολέμουν, ἡ Κοριολανῶν πόλις ἀξίωμα μέγιστον εἶχε. Ταύτην οὖν τοῦ ὑπάτου Κομινίου περιστρατοπεδεύσαντος, οἱ λοιποὶ Οὐολοῦσκοι δείσαντες ἐπὶ τοὺς Ῥωμαίους συνεβοήθουν πανταχόθεν, ὡς πρὸς τῇ πόλει ποιησόμενοι μάχην καὶ διχόθεν ἐπιχειρήσοντες αὐτοῖς. Ἐπεὶ δ’ ὁ Κομίνιος διελὼν τὴν δύναμιν, αὐτὸς μὲν ἀπήντα τοῖς ἔξωθεν ἐπιοῦσι τῶν Οὐολούσκων, Λάρκιον δὲ Τίτον, ἄνδρα Ῥωμαίων ἐν τοῖς ἀρίστοις, ἐπὶ τῆς πολιορκίας κατέλιπε, καταφρονήσαντες οἱ Κοριολανοὶ τῶν παρόντων ἐπεξῆλθον, καὶ προσμαχόμενοι τὸ πρῶτον ἐκράτουν καὶ κατεδίωκον εἰς τὸν χάρακα τοὺς Ῥωμαίους. Ἔνθα δὴ Μάρκιος ἐκδραμὼν σὺν ὀλίγοις καὶ καταβαλὼν τοὺς προσμείξαντας αὐτῷ μάλιστα, τοὺς δ’ ἄλλους στήσας ἐπιφερομένους, ἀνεκαλεῖτο μεγάλῃ βοῇ τοὺς Ῥωμαίους. Καὶ γὰρ ἦν, ὥσπερ ἠξίου τὸν στρατιώτην ὁ Κάτων, οὐ χειρὶ καὶ πληγῇ μόνον, ἀλλὰ καὶ τόνῳ φωνῆς καὶ ὄψει προσώπου φοβερὸς ἐντυχεῖν πολεμίῳ καὶ δυσυπόστατος. Ἀθροιζομένων δὲ πολλῶν καὶ συνισταμένων περὶ αὐτόν, ἀπεχώρουν οἱ πολέμιοι δείσαντες. Ὁ δ’ οὐκ ἠγάπησεν, ἀλλ’ ἐπηκολούθει καὶ συνήλαυνεν ἤδη προτροπάδην φεύγοντας ἄχρι τῶν πυλῶν. Ἐκεῖ δ’ ὁρῶν ἀποτρεπομένους τοῦ διώκειν τοὺς Ῥωμαίους, πολλῶν μὲν ἀπὸ τοῦ τείχους βελῶν προσφερομένων, τὸ δὲ συνεισπεσεῖν τοῖς φεύγουσιν εἰς πόλιν ἀνδρῶν πολεμικῶν γέμουσαν ἐν τοῖς ὅπλοις ὄντων οὐδενὸς εἰς νοῦν ἐμβαλέσθαι τολμῶντος, ὅμως ἐπιστὰς παρεκάλει καὶ παρεθάρρυνεν, ἀνεῷχθαι βοῶν ὑπὸ τῆς τύχης τοῖς διώκουσι μᾶλλον ἢ τοῖς φεύγουσι τὴν πόλιν. Οὐ πολλῶν δὲ βουλομένων ἐπακολουθεῖν, ὠσάμενος διὰ τῶν πολεμίων ἐνήλατο ταῖς πύλαις καὶ συνεισέπεσε, μηδενὸς τὸ πρῶτον ἀντισχεῖν μηδ’ ὑποστῆναι τολμήσαντος· ἔπειτα δ’, ὡς κατεῖδον ὀλίγους παντάπασιν ἔνδον ὄντας, συμβοηθούντων καὶ προσμαχομένων, ἀναμεμειγμένος ὁμοῦ φίλοις καὶ πολεμίοις ἄπιστον ἀγῶνα λέγεται καὶ χειρὸς ἔργοις καὶ ποδῶν τάχεσι καὶ τολμήμασι ψυχῆς ἀγωνιζόμενος ἐν τῇ πόλει καὶ κρατῶν ἁπάντων πρὸς οὓς ὀρούσειε, τοὺς μὲν ἐξῶσαι πρὸς τὰ ἔσχατα μέρη, τῶν δ’ ἀπειπαμένων καὶ καταβαλόντων τὰ ὅπλα πολλὴν ἄδειαν τῷ Λαρκίῳ παρασχεῖν, ἔξωθεν ἐπάγοντι τοὺς Ῥωμαίους.
[9] Οὕτω δὲ τῆς πόλεως ἁλούσης καὶ τῶν πλείστων ἐν ἁρπαγαῖς εὐθὺς ὄντων καὶ διαφορήσεσι χρημάτων, ὁ Μάρκιος ἠγανάκτει καὶ ἐβόα, δεινὸν ἡγούμενος, τοῦ ὑπάτου καὶ τῶν σὺν ἐκείνῳ πολιτῶν τάχα που συμπεπτωκότων τοῖς πολεμίοις καὶ διαμαχομένων, αὐτοὺς χρηματίζεσθαι περιιόντας ἢ προφάσει χρηματισμοῦ τὸν κίνδυνον ἀποδιδράσκειν. Ἐπεὶ δ’ οὐ πολλοὶ προσεῖχον αὐτῷ, τοὺς βουλομένους ἀναλαβὼν ἐβάδιζε τὴν ὁδὸν ᾗ τὸ στράτευμα προκεχωρηκὸς ᾐσθάνετο, πολλάκις μὲν ἐποτρύνων τοὺς σὺν αὐτῷ καὶ παρακαλῶν μὴ ἐνδιδόναι, πολλάκις δὲ τοῖς θεοῖς εὐχόμενος μὴ ἀπολειφθῆναι τῆς μάχης, ἀλλ’ εἰς καιρὸν ἐλθεῖν ἐν ᾧ συναγωνιεῖται καὶ συγκινδυνεύσει τοῖς πολίταις. Ἦν δὲ τότε τοῖς Ῥωμαίοις ἔθος εἰς τάξιν καθισταμένοις καὶ μέλλουσι τοὺς θυρεοὺς ἀναλαμβάνειν περιζώννυσθαι τὴν τήβεννον ἅμα καὶ διαθήκας ἀγράφους τίθεσθαι, τριῶν ἢ τεσσάρων ἐπακουόντων ὀνομάζοντας τὸν κληρονόμον. Ταῦτα δὴ πράττοντας ἤδη τοὺς στρατιώτας ὁ Μάρκιος ἐν ὄψει τῶν πολεμίων ὄντων κατελάμβανε. Καὶ τὸ μὲν πρῶτον ἐνίους διετάραξεν, ὀφθεὶς μετ’ ὀλίγων αἵματος περίπλεως καὶ ἱδρῶτος· ἐπεὶ δὲ προσδραμὼν τῷ ὑπάτῳ περιχαρὴς τὴν δεξιὰν ἐνέβαλε καὶ τῆς πόλεως ἀπήγγειλε τὴν ἅλωσιν, ὁ δὲ Κομίνιος περιεπτύξατο αὐτὸν καὶ κατησπάσατο, τοῖς μὲν πυθομένοις τὸ γεγενημένον κατόρθωμα, τοῖς δ’ εἰκάσασι, θάρσος παρέστη, καὶ βοῇ παρεκάλουν ἄγειν καὶ συνάπτειν. Ὁ δὲ Μάρκιος ἠρώτησε τὸν Κομίνιον, πῶς διακεκόσμηται τὰ τῶν πολεμίων ὅπλα καὶ ποῦ τέτακται τὸ μαχιμώτατον. Ἐκείνου δὲ φήσαντος οἴεσθαι τὰς κατὰ μέσον σπείρας Ἀντιατῶν εἶναι, πολεμικωτάτων καὶ μηδενὶ φρονήματος ὑφιεμένων,
"Ἀξιῶ σε τοίνυν" ὁ Μάρκιος ἔφη "καὶ αἰτοῦμαι, κατὰ τούτους τάξον ἡμᾶς τοὺς ἄνδρας."
Ἔδωκεν οὖν ὁ ὕπατος, θαυμάσας αὐτοῦ τὸ πρόθυμον. Ὡς δ’ ἦσαν ἐμβολαὶ δοράτων καὶ τοῦ Μαρκίου προεκδραμόντος οὐκ ἀντέσχον οἱ κατὰ στόμα τῶν Οὐολούσκων, ἀλλ’ ᾧ προσέμειξε μέρει τῆς φάλαγγος, εὐθὺς διεκέκοπτο, τῶν δ’ ἑκατέρωθεν ἐπιστρεφόντων καὶ περιλαμβανόντων τοῖς ὅπλοις τὸν ἄνδρα, δείσας ὁ ὕπατος τοὺς κρατίστους τῶν περὶ αὑτὸν ἐξέπεμψεν. Ἰσχυρᾶς δὲ περὶ τὸν Μάρκιον μάχης γενομένης καὶ πολλῶν ἐν ὀλίγῳ νεκρῶν πεσόντων, ἐγκείμενοι καὶ καταβιαζόμενοι τοὺς πολεμίους ἐώσαντο, καὶ τρεπόμενοι πρὸς δίωξιν αὐτὸν τὸν Μάρκιον ἠξίουν, ὑπό τε καμάτου βαρὺν ὄντα καὶ τραυμάτων, ἀναχωρεῖν ἐπὶ τὸ στρατόπεδον. Εἰπὼν δ’ ἐκεῖνος ὅτι νικώντων οὐκ ἔστι τὸ κάμνειν, ἐφείπετο τοῖς φεύγουσιν. Ἡττήθη δὲ καὶ τὸ λοιπὸν στράτευμα, πολλῶν μὲν διαφθαρέντων, πολλῶν δ’ ἁλόντων.
[10] Τῇ δ’ ὑστεραίᾳ τοῦ Λαρκίου παραγενομένου καὶ τῶν ἄλλων ἀθροιζομένων πρὸς τὸν ὕπατον, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ τοῖς θεοῖς τὴν πρέπουσαν ἀποδοὺς ἐπὶ τηλικούτοις κατορθώμασιν εὐφημίαν, πρὸς τὸν Μάρκιον τρέπεται. Καὶ πρῶτον μὲν αὐτοῦ θαυμαστὸν ἔπαινον εἶπε, τῶν μὲν αὐτὸς ἐν τῇ μάχῃ γεγονὼς θεατής, τὰ δὲ τοῦ Λαρκίου μαρτυροῦντος. Ἔπειτα πολλῶν χρημάτων καὶ ὅπλων καὶ ἵππων καὶ ἀνθρώπων γεγονότων αἰχμαλώτων, ἐκέλευσεν αὐτὸν ἐξελέσθαι δέκα πάντα πρὸ τοῦ νέμειν τοῖς ἄλλοις. Ἄνευ δ’ ἐκείνων ἀριστεῖον αὐτῷ κεκοσμημένον ἵππον ἐδωρήσατο. Τῶν δὲ Ῥωμαίων ἐπαινεσάντων, ὁ Μάρκιος προελθών, τὸν μὲν ἵππον ἔφη δέχεσθαι καὶ χαίρειν τοῖς ἐπαίνοις τοῦ ἄρχοντος, τὰ δ’ ἄλλα μισθόν, οὐ τιμὴν ἡγούμενος ἐᾶν, καὶ ἀγαπήσειν ὡς εἷς ἕκαστος τὴν νέμησιν.
"Ἐξαίρετον δὲ μίαν αἰτοῦμαι χάριν" ἔφη "καὶ δέομαι λαβεῖν. Ἦν μοι ξένος ἐν Οὐολούσκοις καὶ φίλος, ἀνὴρ ἐπιεικὴς καὶ μέτριος· οὗτος ἑάλωκε νῦν καὶ γέγονεν ἐκ πλουσίου καὶ μακαρίου δοῦλος. Πολλῶν οὖν αὐτῷ κακῶν παρόντων ἓν ἀφελεῖν ἀρκεῖ, τὴν πρᾶσιν."
Ἐπὶ τούτοις λεχθεῖσι βοή τε μείζων ἀπήντησε τῷ Μαρκίῳ, καὶ πλέονες οἱ θαυμάζοντες ἐγένοντο τὸ μὴ κρατούμενον ὑπὸ χρημάτων τἀνδρὸς ἢ τὴν ἐν τοῖς πολέμοις ἀνδραγαθίαν. Καὶ γὰρ οἷς φθόνου τι καὶ ζήλου πρὸς αὐτὸν ὑπέκειτο τιμώμενον ἐκπρεπῶς, κἀκείνοις τότε τοῦ λαβεῖν μεγάλα τῷ μὴ λαβεῖν ἄξιος ἔδοξε, καὶ μᾶλλον αὐτοῦ τὴν ἀρετὴν ἠγάπησαν, ἀφ’ ἧς κατεφρόνει τηλικούτων, ἢ δι’ ἣν ἠξιοῦτο. Τὸ μὲν γὰρ εὖ χρῆσθαι χρήμασι κάλλιόν ἐστιν ἢ ὅπλοις, τοῦ δὲ χρῆσθαι τὸ μὴ δεῖσθαι χρημάτων σεμνότερον.
[11] Ἐπεὶ δ’ ἐπαύσατο βοῆς καὶ θορύβου τὸ πλῆθος, ὑπολαβὼν ὁ Κομίνιος "ἀλλ’ ἐκείνας μέν" εἶπεν "ὦ συστρατιῶται τὰς δωρεὰς οὐ δύνασθε βιάζεσθαι μὴ δεχόμενον τὸν ἄνδρα μηδὲ βουλόμενον λαβεῖν· ἣν δ’ οὐκ ἔστιν ἐπὶ τούτῳ διδομένην ἀπώσασθαι, δῶμεν αὐτῷ καὶ ψηφισώμεθα καλεῖσθαι Κοριολανόν, εἰ μὴ καὶ πρὸ ἡμῶν ἡ πρᾶξις αὐτὴ τοῦτο δέδωκεν." Ἐκ τούτου τρίτον ἔσχεν ὄνομα τὸν Κοριολανόν. ᾯ καὶ μάλιστα δῆλόν ἐστιν, ὅτι τῶν ὀνομάτων ἴδιον ἦν ὁ Γάιος, τὸ δὲ δεύτερον οἰκίας ἢ γένους κοινὸν ὁ Μάρκιος· τῷ τρίτῳ δ’ ὕστερον ἐχρήσαντο πράξεώς τινος ἢ τύχης ἢ ἰδέας ἢ ἀρετῆς ἐπιθέτῳ, καθάπερ Ἕλληνες ἐτίθεντο πράξεως μὲν ἐπώνυμον τὸν Σωτῆρα καὶ τὸν Καλλίνικον, ἰδέας δὲ τὸν Φύσκωνα καὶ τὸν Γρυπόν, ἀρετῆς δὲ τὸν Εὐεργέτην καὶ τὸν Φιλάδελφον, εὐτυχίας δὲ τὸν Εὐδαίμονα τῷ δευτέρῳ τῶν Βάττων. Ἐνίοις δὲ τῶν βασιλέων καὶ σκώμματα παρέσχεν ἐπικλήσεις, ὡς Ἀντιγόνῳ τὸν Δώσωνα καὶ Πτολεμαίῳ τὸν Λάθυρον. Ἐπὶ πλέον δὲ τῷ γένει τούτῳ καὶ Ῥωμαῖοι κέχρηνται, Διαδήματόν τινα τῶν Μετέλλων καλέσαντες, ὅτι πολὺν χρόνον ἕλκος ἔχων περιενόστει διαδεδεμένος τὸ μέτωπον, ἕτερον δὲ Κέλερα, σπεύσαντα μεθ’ ἡμέρας ὀλίγας τῆς τοῦ πατρὸς τελευτῆς ἐπιταφίους μονομάχων ἀγῶνας παρασχεῖν, τὸ τάχος καὶ τὴν ὀξύτητα τῆς παρασκευῆς θαυμάσαντες. Ἐνίους δ’ <ἐπὶ> συντυχίᾳ γενέσεως μέχρι νῦν καλοῦσι, Πρόκλον μέν, ἐὰν ἀποδημοῦντος πατρὸς γένηται, καὶ Πόστουμον, ἂν τεθνηκότος· ᾧ δ’ ἂν διδύμῳ γενομένῳ συμβῇ περιβιῶναι θατέρου τελευτήσαντος, Οὐοπίσκον. Τῶν δὲ σωματικῶν οὐ μόνον Σύλλας οὐδὲ Νίγρους οὐδὲ Ῥούφους, ἀλλὰ καὶ Καίκους καὶ Κλωδίους ἐπωνυμίας τίθενται, καλῶς ἐθίζοντες μήτε τυφλότητα μήτ’ ἄλλην τινὰ σωματικὴν ἀτυχίαν ὄνειδος ἡγεῖσθαι μηδὲ λοιδορίαν, ἀλλ’ ὡς οἰκείοις ὑπακούειν ὀνόμασιν. Ἀλλὰ ταῦτα μὲν ἑτέρῳ γένει γραφῆς προσήκει.
[12] Παυσαμένῳ δὲ τῷ πολέμῳ τὴν στάσιν ἐπήγειρον αὖθις οἱ δημαγωγοί, καινὴν μὲν οὐδεμίαν αἰτίαν ἔχοντες οὐδ’ ἔγκλημα δίκαιον, ἃ δὲ ταῖς προτέραις αὐτῶν διαφοραῖς καὶ ταραχαῖς ἀναγκαίως ἐπηκολούθησε κακά, ταῦτα ποιούμενοι πρόφασιν ἐπὶ τοὺς πατρικίους. Ἄσπορος γὰρ ἡ πλείστη καὶ ἀγεώργητος ἀπελείφθη τῆς χώρας, ἀγορᾶς δ’ ἐπεισάκτου παρασκευὴν διὰ τὸν πόλεμον ὁ καιρὸς οὐκ ἔδωκεν. Ἰσχυρᾶς οὖν ἀπορίας γενομένης, ὁρῶντες οἱ δημαγωγοὶ μήτ’ ἀγορὰν ἔχοντα μήτ’, εἰ παρῆν ἀγορά, χρημάτων εὐποροῦντα τὸν δῆμον, ἐνέβαλλον λόγους καὶ διαβολὰς κατὰ τῶν πλουσίων, ὡς ἐκεῖνοι τὸν λιμὸν ἐπάγοιεν αὐτοῖς ὑπὸ μνησικακίας. Ἐκ δὲ τῶν Οὐελιτρανῶν ἧκε πρεσβεία, τὴν πόλιν παραδιδόντων καὶ δεομένων ἀπ’ αὐτῶν ἀποίκους ἀποστέλλειν. Νόσος γὰρ ἐμπεσοῦσα λοιμώδης αὐτοῖς τοσοῦτον ὄλεθρον καὶ φθορὰν ἀπειργάσατο τῶν ἀνθρώπων, ὥστε μόλις τὸ δέκατον τοῦ παντὸς ἀπολειφθῆναι μέρος. Ἔδοξεν οὖν τοῖς νοῦν ἔχουσιν εἰς δέον γεγονέναι καὶ κατὰ καιρὸν ἡ χρεία τῶν Οὐελιτρανῶν, διά τε τὴν ἀπορίαν κουφισμοῦ δεομένοις, καὶ τὴν στάσιν ἅμα σκεδάσειν ἤλπιζον, εἰ τὸ θορυβοῦν μάλιστα καὶ συνεπηρμένον τοῖς δημαγωγοῖς ὥσπερ περίσσωμα τῆς πόλεως νοσερὸν καὶ ταραχῶδες ἀποκαθαρθείη. Τούτους τε δὴ καταλέγοντες εἰς τὴν ἀποικίαν ἐξέπεμπον οἱ ὕπατοι, καὶ στρατείαν ἐπήγγελλον ἑτέροις ἐπὶ τοὺς Οὐολούσκους, ἀσχολίαν τε τῶν ἐμφυλίων μηχανώμενοι θορύβων, καὶ νομίζοντες ἐν ὅπλοις καὶ στρατοπέδῳ καὶ κοινοῖς ἀγῶσιν αὖθις γενομένους πλουσίους ὁμοῦ καὶ πένητας καὶ δημοτικοὺς καὶ πατρικίους ἡμερώτερον διατεθῆναι πρὸς ἀλλήλους καὶ ἥδιον.
[13] Ἐνίσταντο δ’ οἱ περὶ Σικίννιον καὶ Βροῦτον δημαγωγοί, βοῶντες ἔργον ὠμότατον αὐτοὺς τῷ πρᾳοτάτῳ τῶν ὀνομάτων ἀποικίαν προσαγορεύσαντας ἀνθρώπους πένητας ὥσπερ εἰς βάραθρον ὠθεῖν, ἐκπέμποντας εἰς πόλιν ἀέρος τε νοσεροῦ καὶ νεκρῶν ἀτάφων γέμουσαν, ἀλλοτρίῳ δαίμονι καὶ παλαμναίῳ συνοικιζομένους, εἶθ’, ὥσπερ οὐκ ἀρκουμένους τοὺς μὲν ὑπὸ λιμοῦ διολλύναι τῶν πολιτῶν, τοὺς δὲ λοιμῷ προσβάλλειν, ἔτι καὶ πόλεμον αὐθαίρετον προσάγειν, ὅπως μηδὲν κακὸν ἀπῇ τῆς πόλεως, ὅτι δουλεύουσα τοῖς πλουσίοις ἀπεῖπε. Τοιούτων ἀναπιμπλάμενος λόγων ὁ δῆμος οὔτε τῷ καταλόγῳ προσῄει τῶν ὑπάτων, πρός τε τὴν ἀποικίαν διεβέβλητο. Τῆς δὲ βουλῆς διαπορουμένης, ὁ Μάρκιος ἤδη μεστὸς ὢν ὄγκου καὶ μέγας γεγονὼς τῷ φρονήματι καὶ θαυμαζόμενος ὑπὸ τῶν κρατίστων, φανερὸς ἦν μάλιστα τοῖς δημαγωγοῖς ἀνθιστάμενος. Καὶ τὴν μὲν ἀποικίαν ἀπέστειλαν, ἐπιτιμίοις μεγάλοις τοὺς λαχόντας ἐξελθεῖν ἀναγκάσαντες· πρὸς δὲ τὴν στρατείαν παντάπασιν ἀπαγορευόντων, αὐτὸς ὁ Μάρκιος τούς τε πελάτας ἀναλαβὼν καὶ τῶν ἄλλων ὅσους ἔπεισε, κατέδραμε τὴν Ἀντιατῶν χώραν, καὶ πολὺν μὲν σῖτον εὑρών, πολλῇ δὲ λείᾳ θρεμμάτων καὶ ἀνδραπόδων περιτυχών, αὑτῷ μὲν οὐδὲν ἐξείλετο, τοὺς δὲ συστρατευσαμένους πολλὰ μὲν ἄγοντας ἔχων, πολλὰ δὲ φέροντας, ἐπανῆλθεν εἰς τὴν Ῥώμην, ὥστε τοὺς ἄλλους μεταμελομένους καὶ φθονήσαντας τοῖς εὐπορήσασιν ἄχθεσθαι τῷ Μαρκίῳ καὶ βαρύνεσθαι τὴν δόξαν αὐτοῦ καὶ τὴν δύναμιν ὡς ἐπὶ τὸν δῆμον αὐξομένην.
[14] Ὀλίγου δὲ χρόνου μετῄει μὲν ὑπατείαν ὁ Μάρκιος, ἐκάμπτοντο δ’ οἱ πολλοί, καὶ τὸν δῆμον αἰδώς τις εἶχεν ἄνδρα καὶ γένει καὶ ἀρετῇ πρῶτον ἀτιμάσαι καὶ καταβαλεῖν ἐπὶ τοσούτοις καὶ τηλικούτοις εὐεργετήμασι. Καὶ γὰρ ἔθος ἦν τοῖς μετιοῦσι τὴν ἀρχὴν παρακαλεῖν καὶ δεξιοῦσθαι τοὺς πολίτας, ἐν ἱματίῳ κατιόντας εἰς τὴν ἀγορὰν ἄνευ χιτῶνος, εἴτε μᾶλλον ἐκταπεινοῦντας ἑαυτοὺς τῷ σχήματι πρὸς τὴν δέησιν, εἴτε δεικνύντας, οἷς ἦσαν ὠτειλαί, προφανῆ τὰ σύμβολα τῆς ἀνδρείας. Οὐ γὰρ ὑποψίᾳ δήπου διανομῆς ἀργυρίου καὶ δεκασμῶν ἄζωστον ἐβούλοντο προσιέναι καὶ ἀχίτωνα τοῖς πολίταις τὸν δεόμενον αὐτῶν· ὀψὲ γὰρ μετὰ πολὺν χρόνον ὠνὴ καὶ πρᾶσις ἐπεισῆλθε καὶ συνεμίγη ταῖς ἐκκλησιαστικαῖς ψήφοις ἀργύριον. Ἐκ δὲ τούτου καὶ δικαστῶν θιγοῦσα καὶ στρατοπέδων ἡ δωροδοκία περιέστησεν εἰς μοναρχίαν τὴν πόλιν, ἐξανδραποδισαμένη τὰ ὅπλα τοῖς χρήμασιν. Οὐ γὰρ κακῶς ἔοικεν εἰπεῖν ὁ εἰπὼν ὅτι πρῶτος κατέλυσε τὸν δῆμον ὁ πρῶτος ἑστιάσας καὶ δεκάσας. Φαίνεται δὲ κρύφα καὶ κατὰ μικρὸν ὑπορρέον οὐκ εὐθὺς ἔκδηλον ἐν Ῥώμῃ γενέσθαι τὸ κακόν. Οὐ γὰρ ἴσμεν ὅστις ἦν ὁ δεκάσας πρῶτος ἐν Ῥώμῃ δῆμον ἢ δικαστήριον· Ἀθήνησι δὲ λέγεται πρῶτος ἀργύριον δοῦναι δικασταῖς Ἄνυτος ὁ Ἀνθεμίωνος, προδοσίας περὶ Πύλου κρινόμενος ἐν τοῖς Πελοποννησιακοῖς ἤδη τελευτῶσιν, ὁπηνίκα τὸ χρυσοῦν ἔτι γένος καὶ ἀκήρατον ἐν Ῥώμῃ τὴν ἀγορὰν κατεῖχεν.
[15] Ἀλλὰ τοῦ γε Μαρκίου πολλὰς ὑποφαίνοντος ὠτειλὰς ἀπὸ πολλῶν ἀγώνων, ἐν οἷς ἐπρώτευεν ἑπτακαίδεκα ἔτη συνεχῶς στρατευόμενος, ἐδυσωποῦντο τὴν ἀρετὴν καὶ λόγον ἀλλήλοις ἐδίδοσαν ὡς ἐκεῖνον ἀποδείξοντες. Ἐπεὶ δὲ τῆς ἡμέρας ἐν ᾗ τὴν ψῆφον ἔδει φέρειν ἐνστάσης ὁ Μάρκιος εἰς ἀγορὰν ἐνέβαλε σοβαρός, ὑπὸ τῆς βουλῆς προπεμπόμενος, καὶ πάντες οἱ πατρίκιοι περὶ αὐτὸν ἐγένοντο φανεροὶ πρὸς μηδέν’ οὕτω μηδέποτε σπουδάσαντες, ἐξέπεσον αὖθις οἱ πολλοὶ τῆς πρὸς αὐτὸν εὐνοίας, εἰς τὸ νεμεσᾶν καὶ φθονεῖν ὑποφερόμενοι. Προσῆν δὲ τῷ πάθει τούτῳ καὶ δέος, εἰ γένοιτο τῆς ἀρχῆς κύριος ἀνὴρ ἀριστοκρατικὸς καὶ τοσοῦτον ἔχων ἐν τοῖς πατρικίοις ἀξίωμα, μὴ παντάπασιν ἀφέλοιτο τοῦ δήμου τὴν ἐλευθερίαν. Οὕτω δὴ φρονήσαντες ἀπεψηφίσαντο τὸν Μάρκιον. Ὡς δ’ ἀνηγορεύθησαν ἕτεροι, βαρέως μὲν ἤνεγκεν ἡ βουλή, δοκοῦσα προπεπηλακίσθαι μᾶλλον ἑαυτὴν ἢ τὸν Μάρκιον,
Αὐτὸς δ’ ἐκεῖνος οὐ μετρίως ἔσχεν οὐδ’ ἐπιεικῶς πρὸς τὸ συμβεβηκός, ἅτε δὴ πλεῖστα τῷ θυμοειδεῖ καὶ φιλονίκῳ μέρει τῆς ψυχῆς ὡς ἔχοντι μέγεθος καὶ φρόνημα κεχρημένος, τὸ δ’ ἐμβριθὲς καὶ τὸ πρᾷον, οὗ τὸ πλεῖστον ἀρετῇ πολιτικῇ μέτεστιν, ἐγκεκραμένον οὐκ ἔχων ὑπὸ λόγου καὶ παιδείας, οὐδὲ τὴν ἐρημίᾳ σύνοικον, ὡς Πλάτων ἔλεγεν, αὐθάδειαν εἰδὼς ὅτι δεῖ μάλιστα διαφεύγειν ἐπιχειροῦντα πράγμασι κοινοῖς καὶ ἀνθρώποις ὁμιλεῖν, καὶ γενέσθαι τῆς πολλὰ γελωμένης ὑπ’ ἐνίων ἀνεξικακίας ἐραστήν. Ἀλλ’ ἁπλοῦς τις ὢν ἀεὶ καὶ ἀτενής, καὶ τὸ νικᾶν καὶ κρατεῖν πάντων καὶ πάντως ἔργον ἀνδρείας ἡγούμενος, οὐκ ἀσθενείας καὶ μαλακίας, ἐκ τοῦ πονοῦντος καὶ πεπονθότος μάλιστα τῆς ψυχῆς ὥσπερ οἴδημα τὸν θυμὸν ἀναδιδούσης, ἀπῄει ταραχῆς μεστὸς ὢν καὶ πικρίας πρὸς τὸν δῆμον. Οἱ δ’ ἐν ἡλικίᾳ τῶν πατρικίων, ὅ τι περ ἦν ἐν τῇ πόλει μάλιστα γαυρούμενον εὐγενείᾳ καὶ ἀνθοῦν, ἀεί τε θαυμαστῶς ἐσπουδάκεσαν περὶ τὸν ἄνδρα, καὶ τότε προσκείμενοι καὶ παρόντες οὐκ ἐπ’ ἀγαθῷ, τὸν θυμὸν ἐξερρίπιζον αὐτοῦ τῷ συναγανακτεῖν καὶ συναλγεῖν. Ἦν γὰρ ἡγεμὼν αὐτοῖς καὶ διδάσκαλος εὐμενὴς τῶν πολεμικῶν ἐν ταῖς στρατείαις καὶ ζῆλον ἀρετῆς ἄνευ φθόνου πρὸς ἀλλήλους ... Γαυρῶσαι τοὺς κατορθοῦντας.
[16] Ἐν τούτῳ δὲ σῖτος ἧκεν εἰς Ῥώμην, πολὺς μὲν ὠνητὸς ἐξ Ἰταλίας, οὐκ ἐλάττων δὲ δωρητὸς ἐκ Συρακουσῶν Γέλωνος τοῦ τυράννου πέμψαντος, ὥστε τοὺς πλείστους ἐν ἐλπίσι γενέσθαι χρησταῖς, ἅμα τῆς ἀπορίας καὶ τῆς διαφορᾶς τὴν πόλιν ἀπαλλαγήσεσθαι προσδοκῶντας. Εὐθὺς οὖν βουλῆς ἀθροισθείσης, περιχυθεὶς ἔξωθεν ὁ δῆμος ἐκαραδόκει τὸ τέλος, ἐλπίζων ἀγορᾷ τε χρήσεσθαι φιλανθρώπῳ καὶ προῖκα τὰς δωρεὰς νεμηθήσεσθαι. Καὶ γὰρ ἔνδον ἦσαν οἱ ταῦτα τὴν βουλὴν πείθοντες. Ὁ μέντοι Μάρκιος ἀναστὰς σφόδρα καθήψατο τῶν χαριζομένων τοῖς πολλοῖς, δημαγωγοὺς καὶ προδότας ἀποκαλῶν τῆς ἀριστοκρατίας καὶ σπέρματα πονηρὰ θρασύτητος καὶ ὕβρεως εἰς ὄχλον ἀφειμένα τρέφοντας καθ’ αὑτῶν, ἃ καλῶς μὲν εἶχε μὴ περιιδεῖν ἐν ἀρχῇ φυόμενα μηδ’ ἰσχυρὸν ἀρχῇ τηλικαύτῃ ποιῆσαι τὸν δῆμον, ἤδη δὲ καὶ φοβερὸν εἶναι τῷ πάντα βουλομένοις αὐτοῖς ὑπάρχειν καὶ μηδὲν ἄκοντας βιάζεσθαι, μηδὲ πείθεσθαι τοῖς ὑπάτοις, ἀλλ’ ἀναρχίας ἔχοντας ἡγεμόνας ἰδίους ἄρχοντας προσαγορεύειν
Ἐπιδόσεις μὲν οὖν καὶ διανομάς, ὥσπερ Ἑλλήνων οἱ κράτιστα δημοκρατούμενοι, καθίζεσθαι ψηφιζομένους" ἔφη "παντελῶς ἐστιν εἰς κοινὸν ὄλεθρον τὴν ἀπείθειαν αὐτῶν ἐφοδιάζειν. Οὐ γὰρ χάριν γε δήπου φήσουσιν ἀπολαμβάνειν τῶν στρατειῶν ἃς ἐγκατέλιπον, καὶ τῶν ἀποστάσεων αἷς προήκαντο τὴν πατρίδα, καὶ τῶν διαβολῶν ἃς ἐδέξαντο κατὰ τῆς βουλῆς, ἀλλ’ ὑφιεμένους διὰ φόβον καὶ κολακεύοντας ὑμᾶς ταῦτα διδόναι καὶ συγχωρεῖν ἐλπίσαντες, οὐδὲν ἕξουσι πέρας ἀπειθείας, οὐδὲ παύσονται διαφερόμενοι καὶ στασιάζοντες. Ὥστε τοῦτο μέν ἐστι κομιδῇ μανικόν· εἰ δὲ σωφρονοῦμεν, ἀφαιρησόμεθα τὴν δημαρχίαν αὐτῶν, ἀναίρεσιν οὖσαν τῆς ὑπατείας καὶ διάστασιν τῆς πόλεως, οὐκέτι μιᾶς ὡς πρότερον οὔσης, ἀλλὰ δεδεγμένης τομήν, μηδέποτε συμφῦναι μηδ’ ὁμοφρονῆσαι μηδὲ παύσασθαι νοσοῦντας ἡμᾶς καὶ ταρασσομένους ὑπ’ ἀλλήλων ἐάσουσαν."
[17] Πολλὰ τοιαῦτα λέγων ὁ Μάρκιος ὑπερφυῶς εἶχε τοὺς νέους συνενθουσιῶντας αὐτῷ καὶ τοὺς πλουσίους ὀλίγου δεῖν ἅπαντας, μόνον ἐκεῖνον ἄνδρα τὴν πόλιν ἔχειν ἀήττητον καὶ ἀκολάκευτον βοῶντας. Ἔνιοι δὲ τῶν πρεσβυτέρων ἠναντιοῦντο, προορώμενοι τὸ ἀποβησόμενον. Ἀπέβη δὲ χρηστὸν οὐδέν. Οἱ γὰρ δήμαρχοι παρόντες ὡς ᾔσθοντο τῇ γνώμῃ κρατοῦντα τὸν Μάρκιον, ἐξέδραμον εἰς τὸν ὄχλον, μετὰ βοῆς παρακελευόμενοι συνίστασθαι καὶ βοηθεῖν αὐτοῖς τοὺς πολλούς. Ἐκκλησίας δὲ θορυβώδους γενομένης, καὶ τῶν λόγων οὓς ὁ Μάρκιος εἶπεν ἀναγορευθέντων, ὀλίγον ἐδέησεν ἐμπεσεῖν ὑπ’ ὀργῆς φερόμενος εἰς τὴν βουλὴν ὁ δῆμος· οἱ δὲ δήμαρχοι τοῦ Μαρκίου τὴν αἰτίαν ἐποιοῦντο, καὶ πέμποντες ἐκάλουν αὐτὸν ἀπολογησόμενον. Ὡς δὲ πρὸς ὕβριν τοὺς πεμφθέντας ἐξήλασεν ὑπηρέτας, αὐτοὶ μετὰ τῶν ἀγορανόμων ἧκον, ἄξοντες βίᾳ τὸν ἄνδρα, καὶ τοῦ σώματος ἐπελαμβάνοντο. Συστάντες δ’ οἱ πατρίκιοι τοὺς μὲν δημάρχους ἀπετρίψαντο, τοῖς δ’ ἀγορανόμοις καὶ πληγὰς ἐνέβαλον. Τότε μὲν οὖν ἑσπέρα καταλαβοῦσα τὴν ταραχὴν διέλυσεν· ἅμα δ’ ἡμέρᾳ τὸν δῆμον ἐξηγριωμένον ὁρῶντες οἱ ὕπατοι καὶ συντρέχοντα πανταχόθεν εἰς τὴν ἀγοράν, ἔδεισαν ὑπὲρ τῆς πόλεως, καὶ τὴν βουλὴν ἀθροίσαντες ἐκέλευον σκοπεῖν ὅπως ἐπιεικέσι λόγοις καὶ δόγμασι χρηστοῖς πραΰνωσι καὶ καταστήσωσι τοὺς πολλούς, ὡς οὐ φιλοτιμίας οὖσαν ὥραν οὐδ’ ὑπὲρ δόξης ἅμιλλαν, εἰ σωφρονοῦσιν, ἀλλὰ καιρὸν ἐπισφαλῆ καὶ ὀξὺν εὐγνώμονος πολιτείας καὶ φιλανθρώπου δεόμενον. Εἰξάντων δὲ τῶν πλείστων, προελθόντες ὡς ἐνῆν μάλιστα τῷ δήμῳ διελέγοντο καὶ κατεπράυνον, ἀπολυόμενοί τε τὰς διαβολὰς ἐπιεικῶς καὶ τῷ νουθετοῦντι καὶ δάκνοντι μετρίως χρώμενοι, περὶ δὲ τιμῆς ὠνίων καὶ ἀγορᾶς οὐδὲν διοίσεσθαι πρὸς αὐτοὺς φάσκοντες.
[18] Ὡς οὖν ἐνεδίδου τὸ πολὺ τοῦ δήμου καὶ φανερὸν ἦν τῶν κοσμίως καὶ σωφρόνως ἀκούειν ἀγόμενον καὶ κηλούμενον, ἀνέστησαν οἱ δήμαρχοι, τῇ μὲν βουλῇ σωφρονούσῃ τὸν δῆμον ἀνθυπείξειν ὅσα καλῶς ἔχει φάσκοντες, τὸν δὲ Μάρκιον ἀπολογεῖσθαι κελεύοντες, εἰ μή φησιν ἐπὶ συγχύσει τῆς πολιτείας καὶ καταλύσει τοῦ δήμου τήν τε βουλὴν παροξῦναι καὶ καλούμενος ὑπ’ αὐτῶν ἀπειθῆσαι, τέλος δὲ τοὺς ἀγορανόμους τύπτων ἐν ἀγορᾷ καὶ προπηλακίζων ἐμφύλιον, ὅσον ἐφ’ ἑαυτῷ, πόλεμον ἐξεργάσασθαι καὶ προαγαγεῖν εἰς ὅπλα τοὺς πολίτας. Ἔλεγον δὲ ταῦτα βουλόμενοι τὸν Μάρκιον ἢ ταπεινὸν ἀποδεῖξαι, παρὰ φύσιν θεραπεύοντα τοὺς πολλοὺς ὑπὸ δέους καὶ παραιτούμενον, ἢ φυλάττοντα τὸ φρόνημα καὶ τῇ φύσει χρώμενον ἀνήκεστον ἀπεργάσασθαι τὴν πρὸς αὑτὸν ὀργήν· ὃ μᾶλλον ἤλπιζον, ὀρθῶς στοχαζόμενοι τοῦ ἀνδρός. Ἔστη μὲν γὰρ ὡς ἀπολογησόμενος, καὶ παρέσχεν αὐτῷ σιωπὴν καὶ ἡσυχίαν ὁ δῆμος. Ὡς δ’ ἤρξατο πρὸς ἀνθρώπους δεητικόν τινα λόγον προσδεχομένους οὐ μόνον ἐπαχθεῖ παρρησίᾳ χρῆσθαι καὶ πλείονι κατηγορίᾳ τῆς ἀπολογίας, ἀλλὰ καὶ τόνῳ φωνῆς καὶ διαθέσει προσώπου τὴν ἐγγὺς ὑπεροψίας καὶ ὀλιγωρίας ἀφοβίαν ἐπιδεικνύμενος, ὁ μὲν δῆμος ἐξετραχύνθη καὶ φανερὸς ἦν δυσανασχετῶν καὶ βαρυνόμενος τοῖς λεγομένοις, τῶν δὲ δημάρχων ὁ θρασύτατος Σικίννιος μικρὰ τοῖς συνάρχουσι διαλεχθείς, εἶτ’ εἰς μέσον ἀναγορεύσας, ὡς θάνατος ὑπὸ τῶν δημάρχων τοῦ Μαρκίου κατέγνωσται, προσέταξε τοῖς ἀγορανόμοις ἀναγαγόντας αὐτὸν ἐπὶ τὴν ἄκραν εὐθὺς ὦσαι κατὰ τῆς ὑποκειμένης φάραγγος.
Ἁπτομένων δὲ τῶν ἀγορανόμων τοῦ σώματος, ἔδοξε μὲν καὶ τῶν δημοτῶν πολλοῖς φρικτὸν εἶναι τὸ γινόμενον καὶ ὑπερήφανον, οἱ δὲ πατρίκιοι παντάπασιν ἐκστάντες καὶ περιπαθήσαντες ὥρμησαν βοηθεῖν ἀπὸ κραυγῆς, οἱ δὲ καὶ χερσὶ τοὺς ἐπιλαμβανομένους ἀνείργοντες καὶ καταμειγνύντες ἑαυτοῖς τὸν Μάρκιον· ἔνιοι δὲ καὶ τὰς χεῖρας ὀρέγοντες ἐδέοντο τῶν πολλῶν, ἐπειδὴ λόγου τε καὶ φωνῆς οὐδὲν ἔργον ἦν ἐν ἀκοσμίᾳ τοσαύτῃ καὶ θορύβοις, ἄχρι οὗ συμφρονήσαντες οἱ φίλοι καὶ οἰκεῖοι τῶν δημάρχων, ὡς ἄνευ φόνου πολλοῦ τῶν πατρικίων οὐκ ἔστιν ἐξαγαγεῖν καὶ κολάσαι τὸν Μάρκιον, ἔπεισαν αὐτοὺς ἀφελεῖν τῆς τιμωρίας τὸ ἀλλόκοτον καὶ βαρύ, μὴ βίᾳ μηδ’ ἄκριτον ἀποκτιννύντας, ἀλλὰ τῷ δήμῳ ψῆφον ἐπενεγκεῖν ἀποδόντας. Ἐκ τούτου καταστὰς ὁ Σικίννιος ἠρώτα τοὺς πατρικίους, τί βουλόμενοι τὸν Μάρκιον ἀφαιροῦνται τοῦ δήμου βουλομένου κολάζειν. Ἐκείνων δὲ πάλιν ἀντερωτώντων·
"Τί μὲν οὖν διανοεῖσθε καὶ τί βούλεσθε ὑμεῖς, ἄνδρα Ῥωμαίων ἐν τοῖς ἀρίστοις ἄνευ κρίσεως ἐπὶ τιμωρίαν ὠμὴν καὶ παράνομον οὕτως ἄγοντες;" "Ἀλλὰ ταύτην μέν"
εἶπεν ὁ Σικίννιος, "Ὑμεῖς μὴ ποιεῖσθε πρόφασιν διαφορᾶς καὶ στάσεως πρὸς τὸν δῆμον· ὃ γὰρ ἀξιοῦτε δίδωσιν ὑμῖν, κριθῆναι τὸν ἄνδρα. Σοὶ δὲ Μάρκιε προαγορεύομεν εἰς τρίτην ἀγορὰν παρεῖναι καὶ πείθειν τοὺς πολίτας, εἰ μηδὲν ἀδικεῖς, ὡς ψήφῳ κρινοῦντας."
[19] Τότε μὲν οὖν ἠγάπησαν οἱ πατρίκιοι τὴν διάλυσιν, καὶ τὸν Μάρκιον ἔχοντες ἀσμένως ἀπῆλθον. Ἐν δὲ τῷ μεταξὺ χρόνῳ τῆς τρίτης ἀγορᾶς—ἀγορὰς δὲ ποιοῦσι Ῥωμαῖοι δι’ ἡμέρας ἐνάτης, νουνδίνας καλοῦντες—ἐλπίδας μὲν αὐτοῖς παρέσχε διακρούσεως στρατεία γενομένη πρὸς Ἀντιάτας, ὡς μῆκος ἕξουσα καὶ χρόνον ἐν ᾧ χειροήθης ὁ δῆμος ἔσται, τῆς ὀργῆς ἀπομαρανθείσης ἢ παντελῶς ἐκπεσούσης δι’ ἀσχολίαν καὶ πόλεμον· ἔπειτα δ’ ὡς ταχὺ διαλυσάμενοι πρὸς τοὺς Ἀντιάτας ἐπανῆλθον, ἐγίνοντο σύνοδοι τῶν πατρικίων πολλάκις, δεδιότων καὶ σκοπούντων ὅπως τόν τε Μάρκιον οὐ προήσονται, τόν τε δῆμον αὖθις οὐ παρέξουσιν ἐκταράττειν τοῖς δημαγωγοῖς. Ἄππιος μὲν οὖν Κλαύδιος, αἰτίαν ἔχων ἐν τοῖς μάλιστα μισόδημος εἶναι, διεμαρτύρετο λέγων τήν τε βουλὴν αὐτοὺς ἀναιρήσειν καὶ προήσεσθαι παντάπασι τὴν πολιτείαν, εἰ κύριον τῆς ψήφου κατὰ τῶν πατρικίων ἀνέξονται γενόμενον τὸν δῆμον· οἱ δὲ πρεσβύτατοι καὶ δημοτικώτατοι τοὐναντίον ἠξίουν οὐ χαλεπὸν οὐδὲ βαρύν, ἀλλὰ πρᾷον καὶ φιλάνθρωπον ὑπὸ τῆς ἐξουσίας ἔσεσθαι τὸν δῆμον· οὐ γὰρ καταφρονοῦντι τῆς βουλῆς, ἀλλ’ οἰομένῳ καταφρονεῖσθαι, τιμὴν καὶ παραμυθίαν γενήσεσθαι τὴν κρίσιν, ὥσθ’ ἅμα τὴν ψῆφον λαβόντας ἀποθήσεσθαι τὴν ὀργήν.
[20] Ὁρῶν οὖν ὁ Μάρκιος εὐνοίᾳ μὲν αὐτοῦ, φόβῳ δὲ τοῦ δήμου τὴν σύγκλητον ἀπορουμένην, ἠρώτησε τοὺς δημάρχους, τί κατηγοροῦσιν αὐτοῦ καὶ περὶ τίνος κριθησόμενον ἐπὶ τὸν δῆμον ἐξάγουσιν. Εἰπόντων δ’ ἐκείνων ὅτι τυραννίδος ἐστὶ τὸ ἔγκλημα καὶ τυραννεῖν διανοούμενον ἀποδείξουσιν αὐτόν, οὕτως ἐξαναστὰς αὐτὸς ἔφη πρὸς τὸν δῆμον ἤδη βαδίζειν ἀπολογησόμενος καὶ μηδένα τρόπον κρίσεως μηδ’ ἂν ἁλῷ κολάσεως παραιτεῖσθαι· "Μόνον ὅπως" ἔφη "τοῦτο κατηγορήσητε καὶ μὴ ψεύσησθε τὴν βουλήν." Ὡς δ’ ὡμολόγησαν, ἐπὶ τούτοις ἡ κρίσις ἐγίνετο. Συνελθόντος δὲ τοῦ δήμου, πρῶτον μὲν οὐ κατὰ λόχους, ἀλλὰ κατὰ φυλὰς ἐβιάσαντο γίνεσθαι τὴν ψηφοφορίαν, τῶν εὐπόρων καὶ γνωρίμων καὶ στρατευομένων τὸν ἄπορον καὶ πολυπράγμονα καὶ τοῦ καλοῦ φροντίζοντα μηδὲν ὄχλον ἐπίπροσθεν ταῖς ψήφοις ποιοῦντες. Ἔπειτα τὴν τυραννίδος ἀφέντες αἰτίαν ἀναπόδεικτον οὖσαν, ἐκείνων πάλιν ἐμέμνηντο τῶν λόγων οὓς ὁ Μάρκιος πρότερον εἶπεν ἐν τῇ βουλῇ, κωλύων μὲν ἐπευωνίσαι τὴν ἀγοράν, ἀφελέσθαι δὲ τὴν δημαρχίαν τοῦ δήμου κελεύων. Καινὸν δὲ κατηγόρησαν αὐτοῦ κατηγόρημα τὴν διανομὴν τῶν λαφύρων, ἃ λαβὼν ἐκ τῆς Ἀντιατῶν χώρας οὐκ ἀνήνεγκεν εἰς τὸ δημόσιον, ἀλλὰ διένειμε τοῖς μεθ’ αὑτοῦ στρατευομένοις· ὑφ’ οὗ δὴ καὶ μάλιστα λέγεται διαταραχθῆναι τὸν Μάρκιον. Οὐ γὰρ προσεδόκησεν οὐδ’ εὐπόρησε πρὸς τὸν ὄχλον ἐκ τοῦ παραυτίκα λόγων πιθανῶν, ἀλλ’ ἐπαινοῦντι τοὺς στρατευσαμένους <ἐπ>εθορύβησαν αὐτῷ πλείονες ὄντες οἱ μὴ στρατευσάμενοι. Τέλος δ’ οὖν ταῖς φυλαῖς τῆς ψήφου δοθείσης, αἱ καθαιροῦσαι τρεῖς ἐγένοντο. Ἦν δὲ τίμημα τῆς καταδίκης ἀίδιος φυγή. Μετὰ δὲ τὴν ἀναγόρευσιν ὁ μὲν δῆμος οὐδέποτε νικήσας μάχῃ πολεμίους τοσοῦτον ἐφρόνησεν, ὅσον τότε φρονῶν καὶ γεγηθὼς ἀπῄει, τὴν δὲ βουλὴν ἄχος ἔσχε καὶ κατήφεια δεινή, μεταμελομένην καὶ δυσφοροῦσαν ἐπὶ τῷ μὴ πάντα ποιῆσαι καὶ παθεῖν πρότερον ἢ περιιδεῖν ὑβρίσαντα καὶ χρησάμενον ἐξουσίᾳ τοσαύτῃ τὸν δῆμον. Οὐδὲν δ’ ἔδει τότε πρὸς διάγνωσιν ἐσθῆτος ἢ παρασήμων ἑτέρων, ἀλλ’ εὐθὺς ἦν δῆλος ὅτι δημότης ὁ χαίρων καὶ ὁ δυσφορῶν ὅτι πατρίκιος.
[21] Πλὴν αὐτὸς ὁ Μάρκιος ἀνέκπληκτος καὶ ἀταπείνωτος καὶ σχήματι καὶ βαδίσματι καὶ προσώπῳ καθεστηκὼς ἐν πᾶσι τοῖς ἄλλοις ἐφαίνετο πεπονθόσιν ἀσυμπαθὴς ἑαυτῷ μόνος, οὐχ ὑπὸ λογισμοῦ καὶ πρᾳότητος, οὐδὲ τῷ φέρειν μετρίως τὸ συμβεβηκός, ἀλλ’ ἐμπαθὴς ὢν ὑπ’ ὀργῆς καὶ βαρυφροσύνης, ὅπερ ἀγνοοῦσιν οἱ πολλοὶ λύπην οὖσαν. Ὅταν γὰρ εἰς θυμὸν μεταβάλλῃ, καθάπερ ἐκπυρωθεῖσα τὸ ταπεινὸν ἀποβάλλει καὶ ἀργόν· ᾗ καὶ δοκεῖ δραστικὸς ὁ θυμούμενος ὡς θερμὸς ὁ πυρέττων, οἷον ἐν σφυγμῷ καὶ διατάσει καὶ ὄγκῳ γενομένης τῆς ψυχῆς.
Ἐδήλωσε δὲ τοῖς ἔργοις αὐτίκα μάλα τὴν διάθεσιν ταύτην ὁ Μάρκιος. Εἰσελθὼν γὰρ οἴκαδε, καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα μετὰ κλαυθμοῦ καὶ βοῆς ὀλοφυρομένας ἀσπασάμενος καὶ κελεύσας φέρειν μετρίως τὸ συμβεβηκός, εὐθὺς ἀπιὼν ἐβάδιζεν ἐπὶ τὰς πύλας. Ἐκεῖ δὲ τῶν πατρικίων ὁμοῦ τι πάντων προπεμπόντων αὐτὸν οὔτε τι λαβὼν οὔτε τινὸς δεηθεὶς ἀπηλλάττετο, τρεῖς ἢ τέτταρας πελάτας ἔχων περὶ αὑτόν. Ἡμέρας δ’ ὀλίγας ἔν τισιν ἀγροῖς αὐτὸς καθ’ ἑαυτὸν ὑπὸ πολλῶν διενεχθεὶς διαλογισμῶν, οἵους ὁ θυμὸς ὑπέβαλλεν, ὡς οὔτε καλὸν οὔτε συμφέρον οὐδὲν ἀλλ’ ἢ τὸ Ῥωμαίους μετελθεῖν, ἐγίνωσκε πόλεμόν τινα βαρὺν καὶ ὅμορον ἀναστῆσαι ἐπ’ αὐτούς. Ὥρμησεν οὖν διαπειρᾶσθαι πρῶτον Οὐολούσκων, ἀκμάζοντας μὲν εἰδὼς ἔτι καὶ σώμασι καὶ χρήμασι, ταῖς δὲ γεγενημέναις ἔναγχος ἥτταις οὐ τοσοῦτον ἀπολωλέναι τῆς δυνάμεως ὅσον ἐγγεγονέναι φιλονικίας αὐτοῖς καὶ ὀργῆς οἰόμενος.
[22] Ἦν δέ τις ἀνὴρ ἐξ Ἀντίου πόλεως διά τε πλοῦτον καὶ ἀνδρείαν καὶ γένους ἐπιφάνειαν ἀξίωμα βασιλικὸν ἔχων ἐν πᾶσιν Οὐολούσκοις, ὄνομα Τύλλος Ἄττιος. Ὑπὸ τούτου μισούμενον ὁ Μάρκιος ἑαυτὸν ὡς οὐδένα Ῥωμαίων ἐγίνωσκε· πολλάκις γὰρ ἐν ἀπειλαῖς καὶ προκλήσεσι κατὰ τὰς μάχας γενόμενοι, καὶ κομπάσαντες διὰ τὸ ἐνάμιλλον, οἷα νεανιῶν πολεμικῶν φιλοτιμίαι καὶ ζῆλοι φέρουσιν, ἴδιον προσεκτήσαντο τῷ κοινῷ τὸ κατ’ ἀλλήλων ἔχθος. Οὐ μὴν ἀλλὰ μέγεθός τι φρονήματος ἔχοντα τὸν Τύλλον ὁρῶν, καὶ μάλιστα δὴ Οὐολούσκων ἐπιθυμοῦντα Ῥωμαίους λαβὴν παρασχόντας ἐν μέρει κολοῦσαι, μαρτυρίαν ἀπέλιπε τῷ εἰπόντι· "Θυμῷ μάχεσθαι χαλεπόν· ὃ γὰρ ἂν θέλῃ, ψυχῆς ὠνεῖται." Λαβὼν γὰρ ἐσθῆτα καὶ σκευὴν ἐν ᾗ μάλιστα μὴ δόξειν ὃς ἦν ἔμελλεν ὁρώμενος, ὥσπερ ὁ Ὀδυσσεὺς Ἀνδρῶν δυσμενέων κατέδυ πόλιν.
[23] Ἦν δ’ ἑσπέρα, καὶ πολλοὶ μὲν αὐτῷ προσετύγχανον, ἐγνώριζε δ’ οὐδείς. Ἐβάδιζεν οὖν ἐπὶ τὴν οἰκίαν τοῦ Τύλλου, καὶ παρεισελθὼν ἄφνω πρὸς τὴν ἑστίαν ἐκάθισε σιωπῇ, καὶ τὴν κεφαλὴν ἐγκαλυψάμενος ἡσυχίαν ἦγεν. Οἱ δὲ κατὰ τὴν οἰκίαν θαυμάσαντες, ἀναστῆσαι μὲν οὐκ ἐτόλμησαν—ἦν γάρ τι περὶ αὐτὸν ἀξίωμα καὶ τοῦ σχήματος καὶ τῆς σιωπῆς—, ἔφρασαν δὲ τῷ Τύλλῳ περὶ δεῖπνον ὄντι τὴν ἀτοπίαν τοῦ πράγματος. Ὁ δ’ ἐξαναστὰς ἧκε πρὸς αὐτὸν καὶ ἀνέκρινε, τίς ὢν ἀφῖκται καὶ τίνων δεόμενος. Οὕτως οὖν ὁ Μάρκιος ἀποκαλυψάμενος καὶ μικρὸν ἀνασχών,
"Εἰ μήπω με γινώσκεις ὦ Τύλλε" εἶπεν, "ἀλλ’ ὁρῶν ἀπιστεῖς, ἀνάγκη με κατήγορον ἐμαυτοῦ γενέσθαι· Γάιός εἰμι Μάρκιος, ὁ πλεῖστα σὲ καὶ Οὐολούσκους ἐργασάμενος κακά, καὶ τὴν οὐκ ἐῶσαν ἀρνεῖσθαι ταῦτα περιφέρων προσηγορίαν τὸν Κοριολανόν. Οὐδὲν γὰρ ἄλλο τῶν πολλῶν πόνων καὶ κινδύνων ἐκείνων ἐκτησάμην ἔπαθλον ἢ τὸ παράσημον ὄνομα τῆς πρὸς ὑμᾶς ἔχθρας. Καὶ τοῦτό μοι περίεστιν ἀναφαίρετον· τὰ δ’ ἄλλ’ ὁμοῦ πάντα φθόνῳ δήμου καὶ ὕβρει, μαλακίᾳ δὲ καὶ προδοσίᾳ τῶν ἐν τέλει καὶ ἰσοτίμων ἀπεστέρημαι, καὶ φυγὰς ἐλήλαμαι καὶ γέγονα τῆς σῆς ἑστίας ἱκέτης, οὐχ ὑπὲρ ἀδείας καὶ σωτηρίας—τί γὰρ ἔδει με δεῦρο ἥκειν φοβούμενον ἀποθανεῖν; —ἀλλὰ δίκας λαβεῖν χρῄζων, καὶ λαμβάνων ἤδη παρὰ τῶν ἐκβαλόντων τῷ σὲ ποιεῖν ἐμαυτοῦ κύριον. Εἰ μὲν οὖν ἐστί σοι θυμὸς ἐπιχειρεῖν τοῖς πολεμίοις, ἴθι ταῖς ἐμαῖς συμφοραῖς ὦ γενναῖε χρῆσαι, καὶ κοινὸν εὐτύχημα ποίησαι Οὐολούσκων τὴν ἐμὴν δυστυχίαν, τοσούτῳ βέλτιον ὑπὲρ ὑμῶν πολεμήσοντος ἢ πρὸς ὑμᾶς, ὅσῳ πολεμοῦσι βέλτιον οἱ γινώσκοντες τὰ παρὰ τοῖς πολεμίοις τῶν ἀγνοούντων. Εἰ δ’ ἀπείρηκας, οὔτ’ ἐγὼ βούλομαι ζῆν, οὔτε σοὶ καλῶς ἔχει σῴζειν πάλαι μὲν ἐχθρὸν ἄνδρα καὶ πολέμιον, νῦν δ’ ἀνωφελῆ καὶ ἄχρηστον."
Ὡς οὖν ταῦθ’ ὁ Τύλλος ἤκουσεν, ἥσθη τε θαυμαστῶς, καὶ τὴν δεξιὰν ἐμβαλών,
"Ἀνάστηθι" εἶπεν "ὦ Μάρκιε καὶ θάρσει. Μέγα μὲν γὰρ ἡμῖν ἀγαθὸν ἥκεις διδοὺς σεαυτόν, ἔλπιζε δὲ μείζονα παρὰ Οὐολούσκων." Καὶ τότε μὲν εἱστία φιλοφρονούμενος τὸν Μάρκιον, ἐν δὲ ταῖς ἐπιούσαις ἡμέραις ἐβουλεύοντο περὶ τοῦ πολέμου καθ’ ἑαυτούς.
[24] Τὴν δὲ Ῥώμην ἥ τε τῶν πατρικίων δυσμένεια πρὸς τὸν δῆμον, οὐχ ἥκιστα τὴν τοῦ Μαρκίου καταδίκην αἰτίαν ἐχόντων, ἐτάραττε, καὶ πολλὰ δαιμόνια μάντεις καὶ ἱερεῖς καὶ ἰδιῶται προσήγγελλον ἄξια φροντίδος. Ἓν δὲ λέγεται τοιοῦτό τι γενέσθαι. Τίτος ἦν Λατίνιος, ἀνὴρ οὐκ ἄγαν ἐπιφανής, ἀπράγμων δὲ καὶ μέτριος ἄλλως καὶ καθαρὸς δεισιδαιμονίας, ἔτι δὲ μᾶλλον ἀλαζονείας. Οὗτος ὄναρ εἶδεν ὡς τοῦ Διὸς εἰς ὄψιν ἥκοντος αὐτῷ καὶ κελεύοντος εἰπεῖν πρὸς τὴν σύγκλητον, ὅτι κάκιστον ὀρχηστὴν ἔστειλαν αὐτῷ πρὸ τῆς πομπῆς καὶ ἀτερπέστατον. Ἰδὼν δὲ τὴν ὄψιν ἔλεγε μὴ πάνυ φροντίσαι τὸ πρῶτον· ὡς δὲ καὶ δεύτερον ἰδὼν καὶ τρίτον ἠμέλησε, παιδός τε χρηστοῦ θάνατον ἐπιδεῖν καὶ τοῦ σώματος ἄφνω παραλυθέντος ἀκρατὴς γενέσθαι. Ταῦτα δ’ ἐν κλινιδίῳ φοράδην κομισθεὶς εἰς τὴν σύγκλητον ἀπήγγειλεν. Ἀπαγγείλας δ’ ὥς φασιν εὐθὺς ᾔσθετο ῥωννύμενον αὑτοῦ τὸ σῶμα, καὶ ἀναστὰς ἀπῄει δι’ αὑτοῦ βαδίζων. Θαυμάσαντες οὖν οἱ βουλευταὶ πολλὴν ἐποιήσαντο τοῦ πράγματος ζήτησιν. Ἦν δὲ τοιοῦτον· οἰκέτην τις αὑτοῦ παραδοὺς οἰκέταις ἑτέροις ἐκέλευσεν ἐξάγειν δι’ ἀγορᾶς μαστιγοῦντας, εἶτ’ ἀποκτεῖναι. Ταῦτα πράττουσιν αὐτοῖς καὶ τὸν ἄνθρωπον αἰκιζομένοις, στροφάς τε παντοδαπὰς ὑπ’ ὀδύνης στρεφόμενον καὶ κινήσεις ἄλλας ἀτερπεῖς τῷ περιπαθεῖν κινούμενον, ἡ πομπὴ κατὰ τύχην παρηκολουθήκει. Καὶ πολλοὶ μὲν ἐδυσχέραινον τῶν παρόντων, οὔτ’ ὄψιν ἱλαρὰν ὁρῶντες οὔτε κινήσεις πρεπούσας, οὐδεὶς δ’ ἐπεξῆλθεν, ἀλλὰ λοιδορίαι μόνον ἐγένοντο καὶ κατάραι τῷ πικρῶς οὕτως κολάζοντι. Καὶ γὰρ ἐχρῶντο πολλῇ πρὸς τοὺς οἰκέτας ἐπιεικείᾳ τότε, δι’ αὐτουργίαν καὶ τὸ κοινωνεῖν διαίτης ἡμερώτερον ἔχοντες πρὸς αὐτοὺς καὶ συνηθέστερον. Ἦν δὲ μεγάλη κόλασις οἰκέτου πλημμελήσαντος, εἰ ξύλον ἁμάξης, ᾧ τὸν ῥυμὸν ὑπερείδουσιν, ἀράμενος διεξέλθοι παρὰ τὴν γειτνίασιν. Ὁ γὰρ τοῦτο παθὼν καὶ ὀφθεὶς ὑπὸ τῶν συνοίκων καὶ γειτόνων οὐκέτι πίστιν εἶχεν. Ἐκαλεῖτο δὲ φούρκιφερ· ὃ γὰρ οἱ Ἕλληνες ὑποστάτην καὶ στήριγμα, τοῦτο Ῥωμαῖοι φοῦρκαν ὀνομάζουσιν.
[25] Ὡς οὖν ὁ Λατίνιος ἀπήγγειλε τὴν ὄψιν αὐτοῖς καὶ διηπόρουν, ὅστις ἦν ὁ τῆς πομπῆς τότε προηγούμενος ἀτερπὴς καὶ κακὸς ὀρχηστής, ἀνεμνήσθησαν ἔνιοι διὰ τὴν ἀτοπίαν τῆς τιμωρίας ἐκείνου τοῦ θεράποντος, ὃν μαστιγοῦντες ἐξήγαγον δι’ ἀγορᾶς, εἶτ’ ἐθανάτωσαν. Συμφωνησάντων οὖν τῶν ἱερέων ὅ τε δεσπότης δίκην ἔδωκε, καὶ τῷ θεῷ τὴν πομπὴν καὶ τὰς θέας αὖθις ἐξ ἀρχῆς ἐπετέλουν. Ἔοικεν οὖν ὁ Νομᾶς τά τ’ ἄλλα τῶν ἱερῶν σοφώτατος ἐξηγητὴς γεγονέναι, καὶ τοῦτο παγκάλως γε νομοθετῆσαι πρὸς εὐλάβειαν αὐτοῖς. Ὅταν γὰρ ἄρχοντες ἢ ἱερεῖς πράττωσί τι τῶν θείων, ὁ κῆρυξ πρόεισι μεγάλῃ φωνῇ βοῶν· ὃκ ἄγε. Σημαίνει δ’ ἡ φωνή· τοῦτο πρᾶττε, προσέχειν κελεύουσα τοῖς ἱεροῖς καὶ μηδὲν ἔργον ἐμβάλλειν μεταξὺ μηδὲ χρείαν ἀσχολίας, ὡς τὰ πλεῖστα τῶν ἀνθρωπίνων ἀναγκαίῳ τινὶ τρόπῳ καὶ διὰ βίας περαινόμενα. Θυσίας δὲ καὶ πομπὰς καὶ θέας οὐ μόνον ἐξ αἰτίας τηλικαύτης, ἀλλὰ καὶ διὰ μικρὰ Ῥωμαίοις ἔθος ἐστὶν ἀναλαμβάνειν. Ἵππου τε γὰρ ἑνὸς τῶν ἀγόντων τὰς καλουμένας θήσσας ἀτονήσαντος, καὶ πάλιν τοῦ ἡνιόχου τῇ ἀριστερᾷ χειρὶ τὰς ἡνίας συλλαβόντος, αὖθις ἐψηφίσαντο τὴν πομπὴν ἐπιτελεῖν. Ἐν δὲ τοῖς κάτω χρόνοις μίαν θυσίαν τριακοντάκις ἐποίησαν, ἀεί τινος ἐλλείμματος ἢ προσκρούσματος γίνεσθαι δοκοῦντος. Τοιαύτη μὲν ἦν εὐλάβεια Ῥωμαίων πρὸς τὸ θεῖον.
[26] Ὁ δὲ Μάρκιος καὶ Τύλλος ἐν Ἀντίῳ τοῖς δυνατωτάτοις κρύφα διελέγοντο, καὶ παρεκάλουν, ἕως στασιάζουσι πρὸς ἀλλήλους οἱ Ῥωμαῖοι, τὸν πόλεμον ἐξενεγκεῖν. Τῶν δὲ δυσωπουμένων, ὅτι σπονδαὶ διέτεις ἦσαν αὐτοῖς καὶ ἀνοχαὶ γεγενημέναι, πρόφασιν αὐτοὶ Ῥωμαῖοι παρέσχον, ἔκ τινος ὑποψίας ἢ διαβολῆς ἐν θέαις καὶ ἀγῶσι κηρύξαντες ἀπιέναι Οὐολούσκους πρὸ ἡλίου δύνοντος ἐκ τῆς πόλεως· ἔνιοι δέ φασιν ἀπάτῃ τοῦ Μαρκίου καὶ δόλῳ γενέσθαι τοῦτο, πέμψαντος εἰς Ῥώμην πρὸς τοὺς ἄρχοντας οὐκ ἀληθῆ κατήγορον τῶν Οὐολούσκων, ὡς ἐν ταῖς θέαις διανοουμένων ἐπιθέσθαι τοῖς Ῥωμαίοις καὶ τὴν πόλιν ἐμπιπράναι. Πάντας μὲν γὰρ αὐτοὺς τὸ κήρυγμα τοῦτο δυσμενεστέρους ἐποίησε τοῖς Ῥωμαίοις· ὁ δὲ Τύλλος ἐπὶ μεῖζον αἴρων τὸ πρᾶγμα καὶ παροξύνων, τέλος ἔπεισε πέμψαντας εἰς Ῥώμην τήν τε χώραν ἀπαιτεῖν καὶ τὰς πόλεις ὅσας ἀφῄρηντο πολέμῳ τῶν Οὐολούσκων. Οἱ δὲ Ῥωμαῖοι τῶν πρέσβεων ἀκούσαντες ἠγανάκτησαν, καὶ ἀπεκρίναντο προτέρους μὲν ἀναλήψεσθαι τὰ ὅπλα Οὐολούσκους, ὑστέρους δὲ καταθήσεσθαι Ῥωμαίους.
Ἐκ τούτου συναγαγὼν ἐκκλησίαν πάνδημον ὁ Τύλλος, ἐπεὶ τὸν πόλεμον ἐψηφίσαντο, συνεβούλευσε τὸν Μάρκιον καλέσαι μηδὲν αὐτῷ μνησικακοῦντας, ἀλλὰ πιστεύσαντας ὅτι συμμαχῶν ὠφελήσει τὸ ἔθνος ὅσα πολεμῶν ἔβλαψεν.
[27] Ἐπεὶ δὲ κληθεὶς ὁ Μάρκιος καὶ διαλεχθεὶς πρὸς τὸ πλῆθος οὐχ ἧττον ἀπὸ τῶν λόγων ἢ τῶν ὅπλων ἀνὴρ δεινὸς ἐφάνη [καὶ πολεμικὸς] καὶ τῷ φρονεῖν καὶ τολμᾶν περιττός, ἀποδείκνυται μετὰ Τύλλου στρατηγὸς αὐτοκράτωρ τοῦ πολέμου. Δεδιὼς δὲ τὸν χρόνον ἐν ᾧ παρασκευάσασθαι τοὺς Οὐολούσκους ἔδει, μὴ πολὺς γενόμενος τὸν καιρὸν ἀφέληται τῆς πράξεως, τὰ μὲν ἄλλα τοὺς κατὰ πόλιν δυνατοὺς καὶ ἄρχοντας ἐκέλευσε συνάγειν καὶ πορίζειν, αὐτὸς δὲ τοὺς προθυμοτάτους ἄνευ καταλόγου πείσας ἑκόντας αὐτῷ συνεξελθεῖν, ἐνέβαλεν εἰς τὴν Ῥωμαίων ἄφνω καὶ μηδενὸς προσδοκῶντος. Ὅθεν ηὐπόρησε λείας τοσαύτης, ὅσην ἄγοντας καὶ φέροντας καὶ χρωμένους ἐν τῷ στρατοπέδῳ τοὺς Οὐολούσκους ἀπειπεῖν. Ἦν δὲ μικρότατον ἔργον αὐτῷ τῆς στρατείας ἐκείνης ἡ εὐπορία καὶ τὸ πολλὰ βλάψαι καὶ κακῶσαι τὴν χώραν· οὗ δ’ ἕνεκα ταῦτ’ ἔπραττε, μέγα· τὸ τοὺς πατρικίους προσδιαβάλλειν τῷ δήμῳ. Τὰ γὰρ ἄλλα πάντα λυμαινόμενος καὶ διαφθείρων, τοὺς ἐκείνων ἀγροὺς ἰσχυρῶς ἐφύλαττε, καὶ οὐκ εἴα κακουργεῖν οὐδὲ λαμβάνειν ἐξ ἐκείνων οὐδέν. Ὅθεν ἐν διαβολαῖς ἔτι μᾶλλον ἐγένοντο καὶ ταραχαῖς πρὸς ἀλλήλους, οἱ μὲν πατρίκιοι τοῖς πολλοῖς ἐγκαλοῦντες ὡς ἄνδρα δυνατὸν ἀδίκως ἐκβαλοῦσιν, ὁ δὲ δῆμος ἐκείνους ᾐτιᾶτο διὰ μνησικακίαν ἐπαγαγεῖν τὸν Μάρκιον, εἶτα πολεμουμένων ἑτέρων θεατὰς καθῆσθαι, φύλακα τοῦ πλούτου καὶ τῶν χρημάτων ἔξω τὸν πολέμιον αὐτὸν ἔχοντας. Ταῦτα διαπραξάμενος ὁ Μάρκιος, καὶ μεγάλα πρὸς τῷ θαρρεῖν καὶ καταφρονεῖν τῶν πολεμίων τοὺς Οὐολούσκους ὠφελήσας, ἀπήγαγεν ἀσφαλῶς.
[28] Ἐπεὶ δὲ πᾶσα ταχὺ καὶ προθύμως ἡ τῶν Οὐολούσκων δύναμις ἠθροίσθη, πολλὴ φανεῖσα, μέρος μὲν ἔγνωσαν ὑπολιπεῖν ταῖς πόλεσιν ὑπὲρ ἀσφαλείας, μέρει δὲ στρατεύειν ἐπὶ τοὺς Ῥωμαίους· ἑλέσθαι δὲ τῶν ἡγεμονιῶν ὁ Μάρκιος ἔδωκε τῷ Τύλλῳ τὴν ἑτέραν. Ὁ δὲ Τύλλος εἰπὼν ὡς οὐδὲν ἀρετῇ λειπόμενον αὑτοῦ τὸν Μάρκιον ὁρᾷ, τύχῃ δὲ βελτίονι κεχρημένον ἐν ταῖς μάχαις ἁπάσαις, ἐκέλευσεν ἡγεῖσθαι τῶν ἐξιόντων, αὐτὸς δὲ τάς τε πόλεις ὑπομένων φυλάξειν, καὶ τοῖς στρατευομένοις ὑπουργήσειν τὰ πρόσφορα. Μᾶλλον οὖν ἐπιρρωσθεὶς ὁ Μάρκιος ἐχώρει πρῶτον ἐπὶ Κίρκαιον, πόλιν ἀποικίδα Ῥωμαίων, καὶ ταύτην ἐνδοῦσαν ἑκουσίως οὐδὲν ἠδίκησε. Μετὰ δὲ ταύτην ἐπόρθει τὴν Λατίνων χώραν, ἐνταῦθα προσμαχεῖσθαι προσδεχόμενος αὐτῷ τοὺς Ῥωμαίους ὑπὲρ τῶν Λατίνων, συμμάχων ὄντων καὶ πολλάκις αὐτοὺς ἐπικαλουμένων. Ἐπεὶ δὲ καὶ τὸ πλῆθος ἀπρόθυμον ἐγένετο, καὶ τοῖς ὑπάτοις ὀλίγος ἔτι περιῆν τῆς ἀρχῆς χρόνος, ἐν ᾧ κινδυνεύειν οὐκ ἐβούλοντο, καὶ διὰ ταῦτα τοὺς Λατίνους ἀπέπεμψαν, οὕτως ὁ Μάρκιος ἐπ’ αὐτὰς τὰς πόλεις ἦγε, καὶ Τολερίνους μὲν καὶ Λαουικανοὺς καὶ Πεδανούς, ἔτι δὲ Βωλανοὺς ἀντιστάντας αὐτῷ κατὰ κράτος ἑλών, τά τε σώματα λείαν ἐποιήσατο καὶ τὰ χρήματα διήρπασε. Τῶν δὲ προστιθεμένων ἐπιμέλειαν ἐποιεῖτο πολλήν, ὅπως μηδ’ ἄκοντος αὐτοῦ βλάπτοιντο, πορρωτάτω στρατοπεδεύων καὶ τῆς χώρας ἀπεχόμενος.
[29] Ἐπεὶ δὲ καὶ Βοΐλλας, πόλιν οὐ πλείους σταδίους ἑκατὸν ἀπέχουσαν τῆς Ῥωμαίων, ἑλὼν χρημάτων τε πολλῶν ἐκράτησε καὶ πάντας ὀλίγου δεῖν τοὺς ἐν ἡλικίᾳ διέφθειρε, τῶν δὲ Οὐολούσκων οὐδ’ οἱ μένειν ἐν ταῖς πόλεσι ταχθέντες ἐκαρτέρουν, ἀλλ’ ἐφέροντο σὺν τοῖς ὅπλοις πρὸς τὸν Μάρκιον, ἕνα στρατηγὸν καὶ μόνον ἄρχοντα ἑαυτῶν γινώσκειν ἐκεῖνον [εἶναι] λέγοντες, ἦν ὄνομα κατὰ πᾶσαν αὐτοῦ τὴν Ἰταλίαν μέγα καὶ δόξα θαυμαστὴ τῆς ἀρετῆς, ἑνὸς σώματος μεταθέσει τοσοῦτον ἀπεργασαμένης τὸ παράλογον ἐν τοῖς πράγμασι.
Τὰ δὲ τῶν Ῥωμαίων οὐδένα κόσμον εἶχε, μάχεσθαι μὲν ἀπεγνωκότων, ἐν δὲ συστάσεσι καὶ λόγοις στασιαστικοῖς ὁσημέραι πρὸς ἀλλήλους ὄντων, ἄχρι οὗ Λαουΐνιον ἀπηγγέλθη περιτειχιζόμενον ὑπὸ τῶν πολεμίων, ὅπου καὶ θεῶν ἱερὰ Ῥωμαίοις πατρῴων ἀπέκειτο, καὶ τοῦ γένους ἦσαν αὐτοῖς ἀρχαὶ διὰ τὸ πρώτην πόλιν ἐκείνην κτίσαι τὸν Αἰνείαν. Ἐκ δὲ τούτου θαυμαστὴ μὲν ἔσχε καὶ ἀθρόα μεταβολὴ γνώμης τὸν δῆμον, ἄτοπος δὲ κομιδῇ καὶ παράλογος τοὺς πατρικίους. Ὁ μὲν γὰρ δῆμος ὥρμησε λύειν τὴν τοῦ Μαρκίου καταδίκην καὶ καλεῖν αὐτὸν εἰς τὴν πόλιν, ἡ δὲ βουλὴ συναχθεῖσα καὶ σκοποῦσα περὶ τοῦ προβουλεύματος ἀπέγνω καὶ διεκώλυσεν, εἴτε πάντως ἐνίστασθαι φιλονικοῦσα καὶ πᾶσιν οἷς ὁ δῆμος ἐσπούδαζεν, εἴτ’ ἄλλως χάριτι τοῦ δήμου τὸν ἄνδρα μὴ βουλομένη κατελθεῖν, εἴτε κἀκεῖνον αὐτὸν ἤδη πεποιημένη δι’ ὀργῆς, ὅτι πάντας ἐποίει κακῶς οὐχ ὑπὸ πάντων ἀγνωμονηθείς, καὶ τῆς πατρίδος αὑτὸν ὅλης ἀπέδειξεν ἐχθρόν, ἐν ᾗ τὸ κυριώτατον καὶ κράτιστον μέρος ἐγίνωσκε συμπαθοῦν αὐτῷ καὶ συναδικούμενον. Ἐξενεχθείσης δὲ τῆς γνώμης εἰς τοὺς πολλούς, ὁ μὲν δῆμος ἄκυρος ἦν τοῦ ψήφῳ καὶ νόμῳ τι ποιεῖν ἄνευ προβουλεύματος.
[30] Ὁ δὲ Μάρκιος ἀκούσας ἔτι μᾶλλον ἐξετραχύνθη, καὶ τὴν πολιορκίαν ἀπολιπὼν ἐπὶ τὴν πόλιν ὑπ’ ὀργῆς ἐχώρει, καὶ περὶ τὰς λεγομένας Κλοιλίας τάφρους κατεστρατοπέδευσε, τεσσαράκοντα τῆς πόλεως σταδίους ἀφεστώς. Ὀφθεὶς δὲ φοβερὸς καὶ πολὺν θόρυβον παρασχών, ὅμως ἐν τῷ παρόντι τὴν στάσιν ἔπαυσεν· οὐδεὶς γὰρ ἔτι τοῖς πολλοῖς ἐτόλμησεν ἀντειπεῖν οὔτ’ ἄρχων οὔτε βουλευτὴς περὶ τοῦ τὸν Μάρκιον κατάγειν, ἀλλ’ ὁρῶντες ἐν τῇ πόλει διαδρομὰς γυναικῶν καὶ πρὸς ἱεροῖς ἱκεσίας καὶ δάκρυα πρεσβυτῶν καὶ δεήσεις, πάντα δ’ ἐνδεᾶ τόλμης καὶ σωτηρίων λογισμῶν, συνέγνωσαν ὀρθῶς τὸν δῆμον ἐπὶ τὰς διαλλαγὰς τοῦ Μαρκίου τραπέσθαι, τὴν δὲ βουλὴν τοῦ παντὸς ἁμαρτάνειν, ὅτε παύσασθαι καλῶς εἶχεν, ὀργῆς καὶ μνησικακίας ἀρχομένην. Ἔδοξεν οὖν πᾶσι πρέσβεις ἀποστεῖλαι πρὸς τὸν Μάρκιον, ἐκείνῳ τε κάθοδον διδόντας εἰς τὴν πατρίδα καὶ τὸν πόλεμον αὐτοῖς λῦσαι δεομένους.
Οἱ δὲ πεμφθέντες ἀπὸ βουλῆς ἦσαν μὲν ἐπιτήδειοι τῷ Μαρκίῳ, προσεδέχοντο δὲ καὶ πολλὴν περί γε τὰς πρώτας ἀπαντήσεις φιλοφροσύνην παρ’ ἀνδρὸς οἰκείου καὶ συνήθους. Ἐγίνετο δὲ τοιοῦτον οὐδέν, ἀλλὰ διὰ τοῦ στρατοπέδου τῶν πολεμίων ἀχθέντες, ἐνετύγχανον αὐτῷ μετ’ ὄγκου καθεζομένῳ καὶ βαρύτητος οὐκ ἀνεκτῆς. Ἔχων δὲ τοὺς πρώτους τῶν Οὐολούσκων περὶ αὑτόν, ἐκέλευε λέγειν ὧν δεόμενοι τυγχάνουσιν. Εἰπόντων δὲ λόγους ἐπιεικεῖς καὶ φιλανθρώπους ἐν ἤθει τῷ πρέποντι καὶ παυσαμένων, ἀπεκρίνατο τὰ μὲν πικρῶς ὑπὲρ ἑαυτοῦ καὶ πρὸς ὀργὴν ὧν ἔπαθε, τὰ δ’ ὑπὲρ τῶν Οὐολούσκων ὡς στρατηγός, ἀποδοῦναι τὰς πόλεις καὶ τὴν χώραν ὅσην ἀπετέμοντο πολέμῳ κελεύων, καὶ ψηφίσασθαι Οὐολούσκοις ἰσοπολιτείαν ἥνπερ Λατίνοις· ἄλλην γὰρ οὐκ εἶναι βέβαιον ἢ τὴν ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις ἀπαλλαγὴν τοῦ πολέμου. Χρόνον δὲ βουλῆς ἔδωκεν αὐτοῖς ἡμέρας τριάκοντα, καὶ τῶν πρέσβεων ἀπελθόντων εὐθὺς ἀνέζευξεν ἐκ τῆς χώρας.
[31] Τοῦτο δὴ πρῶτον αἰτίαμα τῶν Οὐολούσκων οἱ πάλαι βαρυνόμενοι τὴν δύναμιν αὐτοῦ καὶ φθονοῦντες ἐλάμβανον· ὧν ἦν καὶ ὁ Τύλλος, ἰδίᾳ μὲν ὑπὸ τοῦ Μαρκίου μηδὲν ἀδικούμενος, ἐν δ’ ἀνθρωπίνῳ πάθει γεγονώς. Ἤχθετο γὰρ ἠμαυρωμένος παντάπασι τῇ δόξῃ καὶ παρορώμενος ὑπὸ τῶν Οὐολούσκων, πάντα μόνον ἡγουμένων αὐτοῖς εἶναι τὸν Μάρκιον, τοὺς δ’ ἄλλους ἀξιούντων, ὅσον ἐκεῖνος αὐτοῖς μεταδώσει δυνάμεως καὶ ἀρχῆς, ἀγαπᾶν ἔχοντας. Ὅθεν αἱ πρῶται κατηγορίαι κρύφα διεσπείροντο, καὶ συνιστάμενοι πρὸς ἀλλήλους ἠγανάκτουν, καὶ προδοσίαν ἐκάλουν τὴν ἀνάζευξιν, οὐ τειχῶν οὐδ’ ὅπλων, ἀλλὰ καιρῶν, οἷς καὶ τἆλλα πάντα σῴζεσθαι καὶ πάλιν ἀπόλλυσθαι πέφυκεν, ἡμερῶν τριάκοντα τῷ πολέμῳ δεδομένων, οὗ μείζονας οὐδὲν <ἐν> ἐλάττονι χρόνῳ λαμβάνειν μεταβολάς.
Καίτοι τὸν χρόνον τοῦτον ὁ Μάρκιος οὐκ ἀργὸν διῆγεν, ἀλλὰ τοὺς συμμάχους τῶν πολεμίων ἔφθειρεν ἐπιὼν καὶ περιέκοπτε, καὶ πόλεις ἑπτὰ μεγάλας καὶ πολυανθρώπους ἔλαβεν. Οἱ δὲ Ῥωμαῖοι βοηθεῖν μὲν οὐκ ἐτόλμων, ἀλλ’ ὄκνου πλήρεις ἦσαν αὐτῶν αἱ ψυχαί, καὶ τοῖς ἐκνεναρκηκόσι κομιδῇ καὶ παραλελυμένοις σώμασιν ὁμοίως διέκειντο πρὸς τὸν πόλεμον. Ἐπεὶ δ’ ὁ χρόνος διῆλθε καὶ παρῆν αὖθις ὁ Μάρκιος μετὰ τῆς δυνάμεως ἁπάσης, ἐκπέμπουσι πρεσβείαν πάλιν τοῦ Μαρκίου δεησομένην ὑφέσθαι τῆς ὀργῆς καὶ τοὺς Οὐολούσκους ἐκ τῆς χώρας ἀπαγαγόντα πράττειν καὶ λέγειν ὅ τι ἂν ἀμφοτέροις οἴηται βέλτιον εἶναι· φόβῳ μὲν γὰρ οὐδὲν ἐνδώσειν Ῥωμαίους, ἐὰν δέ τινος τῶν ἐπιεικῶν καὶ φιλανθρώπων οἴηται δεῖν τυχεῖν τοὺς Οὐολούσκους, ἅπαν ἂν αὐτοῖς γενέσθαι τὰ ὅπλα καταθεμένοις. Πρὸς ταῦθ’ ὁ Μάρκιος ἔφη μηδὲν ὡς Οὐολούσκων ἀποκρίνεσθαι στρατηγός, ὡς δὲ Ῥωμαίων ἔτι πολίτης παραινεῖν καὶ παρακαλεῖν μετριώτερα φρονήσαντας ἐπὶ τοῖς δικαίοις ἥκειν πρὸς αὐτὸν ἐν ἡμέραις τρισίν, ἃ προκαλεῖται ψηφισαμένους· εἰ δ’ ἕτερα δόξειε, γινώσκειν οὐκ οὖσαν αὐτοῖς ἄδειαν αὖθις μετὰ λόγων κενῶν βαδίζουσιν εἰς τὸ στρατόπεδον.
[32] Ἐπανελθόντων δὲ τῶν πρέσβεων ἀκούσασα ἡ βουλή, καθάπερ ἐν χειμῶνι πολλῷ καὶ κλύδωνι τῆς πόλεως ἄρασα τὴν ἱερὰν ἀφῆκεν. Ὅσοι γὰρ ἦσαν ἱερεῖς θεῶν ἢ μυστηρίων ὀργιασταὶ καὶ φύλακες ἢ τὴν ἀπ’ οἰωνῶν πάτριον οὖσαν ἔκπαλαι μαντικὴν ἔχοντες, τούτους πάντας ἀπιέναι πρὸς τὸν Μάρκιον ἐψηφίσαντο, κεκοσμημένους ὡς ἦν ἑκάστῳ νόμος ἐν ταῖς ἱερουργίαις, λέγειν δὲ ταὐτὰ καὶ παρακαλεῖν ὅπως ἀπαλλάξας τὸν πόλεμον οὕτω διαλέγηται περὶ τῶν Οὐολούσκων τοῖς πολίταις. Ἐδέξατο μὲν οὖν εἰς τὸ στρατόπεδον τοὺς ἄνδρας, ἄλλο δ’ οὐδὲν ἔδωκεν οὐδ’ ἔπραξεν οὐδ’ εἶπε μαλακώτερον, ἀλλ’ ἐφ’ οἷς πρότερον ἐκέλευε ποιεῖσθαι τὰς διαλύσεις ἢ δέχεσθαι τὸν πόλεμον. Ἐπανελθόντων οὖν τῶν ἱερέων ἔδοξεν ἀτρεμοῦντας ἐν τῇ πόλει τὰ τείχη φυλάττειν καὶ προσβάλλοντας ἀποκρούεσθαι τοὺς πολεμίους, ἐν τῷ χρόνῳ μάλιστα καὶ τοῖς ἀπὸ τῆς τύχης παραλόγοις τιθεμένοις τὰς ἐλπίδας, ἐπεὶ δι’ αὑτῶν γε σωτήριον οὐδὲν ἠπίσταντο πράττοντες, ἀλλὰ ταραχὴ καὶ πτοία καὶ φήμη πονηρὰ τὴν πόλιν κατεῖχεν,
Ἄχρι οὗ συνέβη τι πρᾶγμα τῷ πολλάκις ὑφ’ Ὁμήρου λεγομένῳ, μὴ πάνυ δὲ πείθοντι πολλούς, ὅμοιον. Λέγοντος γὰρ αὐτοῦ καὶ ἀναφωνοῦντος ἐπὶ ταῖς μεγάλαις πράξεσι καὶ παραλόγοις Τῇ δ’ ἄρ’ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη, καὶ τὸ Ἀλλά τις ἀθανάτων τρέψεν φρένας, ὅς ῥ’ ἐνὶ θυμῷ δήμου θῆκε φάτιν, καὶ τὸ Ἤ τι ὀισσάμενος ἢ καὶ θεὸς ὣς ἐκέλευε, καταφρονοῦσιν, ὡς ἀδυνάτοις πλάσμασι καὶ μυθεύμασιν ἀπίστοις τὸν ἑκάστου λογισμὸν τῆς προαιρέσεως ἄπιστον καθιστάντος. Οὐ ποιεῖ δὲ τοῦθ’ Ὅμηρος, ἀλλὰ τὰ μὲν εἰκότα καὶ συνήθη καὶ κατὰ λόγον περαινόμενα τῷ ἐφ’ ἡμῖν ἀποδίδωσι, καὶ λέγει δήπου πολλάκις· Αὐτὰρ ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμόν, καὶ· Ὣς φάτο, Πηλείωνι δ’ ἄχος γένετ’, ἐν δέ οἱ ἦτορ στήθεσσιν λασίοισι διάνδιχα μερμήριζεν, καὶ πάλιν· Ἀλλὰ τὸν οὔ τι πεῖθ’ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην· ἐν δὲ ταῖς ἀτόποις καὶ παραβόλοις πράξεσι καὶ φορᾶς τινος ἐνθουσιώδους καὶ παραστάσεως δεομέναις οὐκ ἀναιροῦντα ποιεῖ τὸν θεόν, ἀλλὰ κινοῦντα τὴν προαίρεσιν, οὐδ’ ὁρμὰς ἐνεργαζόμενον, ἀλλὰ φαντασίας ὁρμῶν ἀγωγούς, αἷς οὐδὲ ποιεῖ τὴν πρᾶξιν ἀκούσιον, ἀλλὰ τῷ ἑκουσίῳ δίδωσιν ἀρχήν, καὶ τὸ θαρρεῖν καὶ τὸ ἐλπίζειν προστίθησιν.
Ἢ γὰρ ἀπαλλακτέον ὅλως τὰ θεῖα πάσης αἰτίας καὶ ἀρχῆς τῶν καθ’ ἡμᾶς, ἤ τις ἂν ἄλλος εἴη τρόπος ᾧ βοηθοῦσιν ἀνθρώποις καὶ συνεργοῦσιν, οὐ τὸ σῶμα δήπου πλάττοντες ἡμῶν, οὐδὲ τὰς χεῖρας ὡς δεῖ μετατιθέντες αὐτοὶ καὶ τοὺς πόδας, ἀλλὰ τῆς ψυχῆς τὸ πρακτικὸν καὶ προαιρετικὸν ἀρχαῖς τισι καὶ φαντασίαις καὶ ἐπινοίαις ἐγείροντες, ἢ τοὐναντίον ἀποστρέφοντες καὶ ἱστάντες.
[33] Ἐν δὲ τῇ Ῥώμῃ τότε τῶν γυναικῶν ἄλλαι μὲν πρὸς ἄλλοις ἱεροῖς, αἱ δὲ πλεῖσται καὶ δοκιμώταται περὶ τὸν τοῦ Καπιτωλίου Διὸς βωμὸν ἱκέτευον, ἐν δὲ ταύταις ἡ Ποπλικόλα τοῦ μεγάλα καὶ πολλὰ Ῥωμαίους ἔν τε πολέμοις καὶ πολιτείαις ὠφελήσαντος ἀδελφὴ Οὐαλερία. Ποπλικόλας μὲν οὖν ἐτεθνήκει πρότερον, ὡς ἐν τοῖς περὶ ἐκείνου γεγραμμένοις ἱστορήκαμεν, ἡ δὲ Οὐαλερία δόξαν εἶχεν ἐν τῇ πόλει καὶ τιμήν, δοκοῦσα τῷ βίῳ μὴ καταισχύνειν τὸ γένος. Ὅπερ οὖν λέγω πάθος ἐξαπίνης παθοῦσα, καὶ κατ’ ἐπίνοιαν οὐκ ἀθείαστον ἁψαμένη τοῦ συμφέροντος, αὐτή τ’ ἀνέστη καὶ τὰς ἄλλας ἀναστήσασα πάσας ἧκεν ἐπὶ τὴν οἰκίαν τῆς τοῦ Μαρκίου μητρὸς Οὐολουμνίας. Ὡς δ’ εἰσῆλθε καὶ κατέλαβε μετὰ τῆς νυοῦ καθεζομένην καὶ τὰ παιδία τοῦ Μαρκίου πρὸς τοῖς κόλποις ἔχουσαν, ἐν κύκλῳ περιστήσασα τὰς γυναῖκας αὐτῆς· "αὐταί γ’ ἡμεῖς," εἶπεν "ὦ Οὐολουμνία καὶ σὺ Οὐεργιλία, γυναῖκες ἥκομεν πρὸς γυναῖκας, οὔτε βουλῆς ψηφισαμένης οὔτ’ ἄρχοντος κελεύσαντος, ἀλλ’ ὁ θεὸς ἡμῶν ὡς ἔοικεν οἰκτίρας τὴν ἱκετείαν, ὁρμὴν παρέστησε δευρὶ τραπέσθαι πρὸς ὑμᾶς καὶ δεηθῆναι σωτήρια μὲν αὑταῖς καὶ τοῖς ἄλλοις πολίταις, ὑμῖν δὲ πεισθείσαις ἐπιφανεστέραν φέροντα δόξαν, ἧς αἱ Σαβίνων θυγατέρες ἔσχον, εἰς φιλίαν καὶ εἰρήνην ἐκ πολέμων συναγαγοῦσαι πατέρας καὶ ἄνδρας. Δεῦτε, πρὸς Μάρκιον ἰοῦσαι μεθ’ ἡμῶν συνάψασθε τῆς ἱκετηρίας, καὶ μαρτυρήσατε τῇ πατρίδι μαρτυρίαν ἀληθῆ καὶ δικαίαν, ὅτι πολλὰ πάσχουσα κακῶς οὐδὲν οὔτ’ ἔπραξε δεινὸν οὔτ’ ἐβούλευσε περὶ ὑμῶν δι’ ὀργήν, ἀλλ’ ἀποδίδωσιν ὑμᾶς ἐκείνῳ, κἂν μηδενὸς τυγχάνειν μέλλῃ τῶν ἐπιεικῶν." Ταῦτα τῆς Οὐαλερίας εἰπούσης, ἀνεβόησαν αἱ λοιπαὶ γυναῖκες, ἠμείψατο δ’ ἡ Οὐολουμνία· "Καὶ τῶν κοινῶν ἡμῖν συμφορῶν, ὦ γυναῖκες, ἴσον μέτεστι, καὶ ἰδίᾳ πράττομεν κακῶς, ἀπολέσασαι τὴν Μαρκίου δόξαν καὶ ἀρετήν, τὸ σῶμα δ’ αὐτοῦ τοῖς τῶν πολεμίων ὅπλοις φρουρούμενον μᾶλλον ἢ σῳζόμενον ἐφορῶσαι. Μέγιστον δ’ ἡμῖν τῶν ἀτυχημάτων ἐστίν, εἰ τὰ τῆς πατρίδος οὕτως ἐξησθένηκεν, ὥστ’ ἐν ἡμῖν ἔχειν τὰς ἐλπίδας. Οὐκ οἶδα γὰρ εἴ τινα ποιήσεται λόγον ἡμῶν ἐκεῖνος, εἴ γε μηδένα ποιεῖται τῆς πατρίδος, ἣν καὶ μητρὸς καὶ γυναικὸς καὶ τέκνων προετίμησεν. Οὐ μὴν ἀλλὰ χρῆσθε ἡμῖν καὶ λαβοῦσαι κομίζετε πρὸς ἐκεῖνον, εἰ μηδὲν ἄλλο, ταῖς ὑπὲρ τῆς πατρίδος ἱκεσίαις ἐναποπνεῦσαι δυναμένας."
[34] Ἐκ τούτου τά τε παιδία καὶ τὴν Οὐεργιλίαν ἀναστήσασα, μετὰ τῶν ἄλλων γυναικῶν ἐβάδιζεν εἰς τὸ στρατόπεδον τῶν Οὐολούσκων. Ἡ δ’ ὄψις αὐτῶν τό τ’ οἰκτρὸν καὶ τοῖς πολεμίοις ἐνεποίησεν αἰδῶ καὶ σιωπήν.
Ἐδίκαζε δ’ ὁ Μάρκιος, ἐπὶ βήματος καθεζόμενος μετὰ τῶν ἡγεμονικῶν. Ὡς οὖν εἶδε προσιούσας τὰς γυναῖκας, ἐθαύμασεν· ἐπιγνοὺς δὲ τὴν μητέρα πρώτην βαδίζουσαν, ἐβούλετο μὲν ἐμμένειν τοῖς ἀτρέπτοις ἐκείνοις καὶ ἀπαραιτήτοις λογισμοῖς, γενόμενος δὲ τοῦ πάθους ἐλάττων καὶ συνταραχθεὶς πρὸς τὴν ὄψιν, οὐκ ἔτλη καθεζομένῳ προσελθεῖν, ἀλλὰ καταβὰς θᾶττον ἢ βάδην καὶ ἀπαντήσας, πρώτην μὲν ἠσπάσατο τὴν μητέρα καὶ πλεῖστον χρόνον, εἶτα δὲ τὴν γυναῖκα καὶ τὰ τέκνα, μήτε δακρύων ἔτι μήτε τοῦ φιλοφρονεῖσθαι φειδόμενος, ἀλλ’ ὥσπερ ὑπὸ ῥεύματος φέρεσθαι τοῦ πάθους ἑαυτὸν ἐνδεδωκώς.
[35] Ἐπεὶ δὲ τούτων ἄδην εἶχε καὶ τὴν μητέρα βουλομένην ἤδη λόγων ἄρχειν ᾔσθετο, τοὺς τῶν Οὐολούσκων προβούλους παραστησάμενος, ἤκουσε τῆς Οὐολουμνίας τοιαῦτα λεγούσης· "Ὁρᾷς μὲν ὦ παῖ, κἂν αὐταὶ μὴ λέγωμεν, ἐσθῆτι καὶ μορφῇ τῶν ἀθλίων σωμάτων τεκμαιρόμενος, οἵαν οἰκουρίαν ἡμῖν ἡ σὴ φυγὴ περιεποίησε· λόγισαι δὲ νῦν, ὡς ἀτυχέσταται πασῶν ἀφίγμεθα γυναικῶν, αἷς τὸ ἥδιστον θέαμα φοβερώτατον ἡ τύχη πεποίηκεν, ἐμοὶ μὲν υἱόν, ταύτῃ δ’ ἄνδρα τοῖς τῆς πατρίδος τείχεσιν ἰδεῖν ἀντικαθήμενον. Ὃ δ’ ἔστι τοῖς ἄλλοις ἀτυχίας πάσης καὶ κακοπραγίας παραμύθιον, εὔχεσθαι θεοῖς, ἡμῖν ἀπορώτατον γέγονεν. Οὐ γὰρ οἷόν τε καὶ τῇ πατρίδι νίκην ἅμα καὶ σοὶ σωτηρίαν αἰτεῖσθαι παρὰ τῶν θεῶν, ἀλλ’ ἅ τις ἂν ἡμῖν καταράσαιτο τῶν ἐχθρῶν, ταῦτα ταῖς ἡμετέραις ἔνεστιν εὐχαῖς. Ἀνάγκη γὰρ ἢ τῆς πατρίδος ἢ σοῦ στέρεσθαι καὶ γυναικὶ σῇ καὶ τέκνοις. Ἐγὼ δ’ οὐ περιμενῶ ταύτην μοι διαιτῆσαι τὴν τύχην ζώσῃ τὸν πόλεμον, ἀλλ’ εἰ μή σε πείσαιμι φιλίαν καὶ ὁμόνοιαν <ἀντὶ> διαφορᾶς καὶ κακῶν θέμενον ἀμφοτέρων εὐεργέτην γενέσθαι μᾶλλον ἢ λυμεῶνα τῶν ἑτέρων, οὕτω διανοοῦ καὶ παρασκεύαζε σαυτὸν ὡς τῇ πατρίδι προσμεῖξαι μὴ δυνάμενος πρὶν ἢ νεκρὰν ὑπερβῆναι τὴν τεκοῦσαν. Οὐ γὰρ ἐκείνην με δεῖ τὴν ἡμέραν ἀναμένειν, ἐν ᾗ τὸν υἱὸν ἐπόψομαι θριαμβευόμενον ὑπὸ τῶν πολιτῶν ἢ θριαμβεύοντα κατὰ τῆς πατρίδος. Εἰ μὲν οὖν ἀξιῶ σε τὴν πατρίδα σῶσαι Οὐολούσκους ἀπολέσαντα, χαλεπή σοι καὶ δυσδιαίτητος ὦ παῖ πρόκειται σκέψις· οὔτε γὰρ διαφθεῖραι τοὺς πολίτας καλόν, οὔτε τοὺς πεπιστευκότας προδοῦναι δίκαιον· νῦν δ’ ἀπαλλαγὴν κακῶν αἰτούμεθα, σωτήριον μὲν ἀμφοτέροις ὁμοίως, ἔνδοξον δὲ καὶ καλὴν μᾶλλον Οὐολούσκοις, ὅτι τῷ κρατεῖν δόξουσι διδόναι τὰ μέγιστα τῶν ἀγαθῶν, οὐχ ἧττον λαμβάνοντες, εἰρήνην καὶ φιλίαν, ὧν μάλιστα μὲν αἴτιος ἔσῃ γενομένων, μὴ γενομένων δὲ μόνος αἰτίαν ἕξεις παρ’ ἀμφοτέροις. Ἄδηλος δ’ ὢν ὁ πόλεμος τοῦτ’ ἔχει πρόδηλον, ὅτι σοι νικῶντι μὲν ἀλάστορι τῆς πατρίδος εἶναι περίεστιν, ἡττώμενος δὲ δόξεις ὑπ’ ὀργῆς εὐεργέταις ἀνδράσι καὶ φίλοις τῶν μεγίστων αἴτιος γενέσθαι κακῶν."
[36] Ταῦτα τῆς Οὐολουμνίας λεγούσης ὁ Μάρκιος ἠκροᾶτο μηδὲν ἀποκρινόμενος. Ἐπεὶ δὲ καὶ παυσαμένης εἱστήκει σιωπῶν πολὺν χρόνον, αὖθις ἡ Οὐολουμνία· "Τί σιγᾷς" εἶπεν "ὦ παῖ; πότερον ὀργῇ καὶ μνησικακίᾳ πάντα συγχωρεῖν καλόν, οὐ καλὸν δὲ μητρὶ χαρίσασθαι δεομένῃ περὶ τηλικούτων; ἢ τὸ μεμνῆσθαι πεπονθότα κακῶς ἀνδρὶ μεγάλῳ προσήκει, τὸ δ’ εὐεργεσίας ἃς εὐεργετοῦνται παῖδες ὑπὸ τῶν τεκόντων σέβεσθαι καὶ τιμᾶν οὐκ ἀνδρὸς ἔργον ἐστὶ μεγάλου καὶ ἀγαθοῦ; καὶ μὴν οὐδενὶ μᾶλλον ἔπρεπε τηρεῖν χάριν ὡς σοί, πικρῶς οὕτως ἀχαριστίαν ἐπεξιόντι. Καίτοι παρὰ τῆς πατρίδος ἤδη μεγάλας δίκας ἀπείληφας, τῇ μητρὶ δ’ οὐδεμίαν χάριν ἀποδέδωκας. Ἦν μὲν οὖν ὁσιώτατον ἄνευ τινὸς ἀνάγκης τυχεῖν με παρὰ σοῦ δεομένην οὕτω καλῶν καὶ δικαίων· μὴ πείθουσα δὲ τί φείδομαι τῆς ἐσχάτης ἐλπίδος;" καὶ ταῦτ’ εἰποῦσα προσπίπτει τοῖς γόνασιν αὐτοῦ μετὰ τῆς γυναικὸς ἅμα καὶ τῶν παιδίων. Ὁ δὲ Μάρκιος ἀναβοήσας·
"Οἷον εἴργασαί μ’ ὦ μῆτερ",
ἐξανίστησιν αὐτὴν καὶ τὴν δεξιὰν πιέσας σφόδρα· "Νενίκηκας" εἶπεν "εὐτυχῆ μὲν τῇ πατρίδι νίκην, ἐμοὶ δ’ ὀλέθριον· ἄπειμι γὰρ ὑπὸ σοῦ μόνης ἡττημένος."
Τοσοῦτο δ’ εἰπὼν καὶ βραχέα τῇ μητρὶ καὶ τῇ γυναικὶ διαλεχθεὶς ἰδίᾳ, τὰς μὲν ἀπέπεμψεν εἰς Ῥώμην πάλιν αὐτὰς δεομένας, τῆς δὲ νυκτὸς παρελθούσης ἀπήγαγεν Οὐολούσκους, οὐ τὸν αὐτὸν τρόπον οὐδ’ ὁμοίως διακειμένους ἅπαντας. Οἱ μὲν γὰρ ἐμέμφοντο καὶ τὸν ἄνδρα καὶ τὴν πρᾶξιν, οἱ δ’ οὐδέτερα, πρὸς διάλυσιν καὶ εἰρήνην οἰκείως ἔχοντες, ἔνιοι δὲ δυσχεραίνοντες τὰ πραττόμενα, τὸν Μάρκιον ὅμως οὐ πονηρὸν ἐνόμιζον, ἀλλὰ συγγνωστόν, ἐπικλασθέντα τηλικαύταις ἀνάγκαις. Ἀντεῖπε δ’ οὐδείς, ἀλλὰ πάντες εἵποντο, τὴν ἀρετὴν αὐτοῦ μᾶλλον θαυμάζοντες ἢ τὴν ἐξουσίαν.
[37] Ὁ δὲ Ῥωμαίων δῆμος ἐν ὅσῳ φόβῳ καὶ κινδύνῳ καθειστήκει τοῦ πολέμου παρόντος, αἴσθησιν παρέσχε μᾶλλον λυθέντος. Ἅμα γὰρ ἀφεώρων τοὺς Οὐολούσκους ἀναζευγνύντας οἱ περὶ τὰ τείχη, καὶ πᾶν εὐθὺς ἱερὸν ἀνεῴγει, στεφανηφορούντων ὥσπερ ἐπὶ νίκῃ καὶ θυόντων. Μάλιστα δὲ τῇ περὶ τὰς γυναῖκας ἀγαπήσει καὶ τιμῇ τῆς τε βουλῆς τοῦ τε πλήθους ἅπαντος ἔνδηλος ἦν ἡ χαρὰ τῆς πόλεως, καὶ λεγόντων καὶ νομιζόντων αἰτίας γεγονέναι τῆς σωτηρίας περιφανῶς ἐκείνας. Ψηφισαμένης δὲ τῆς βουλῆς, ὅ τι ἂν αὑταῖς ἀξιώσωσι γενέσθαι πρὸς δόξαν ἢ χάριν, τοῦτο ποιῆσαι καὶ παρασχεῖν τοὺς ἄρχοντας, οὐδὲν ἠξίωσαν ἄλλο ἢ Τύχης γυναικείας ἱερὸν ἱδρύσασθαι, τὸ μὲν ἀνάλωμα συμβαλόμεναι παρ’ αὑτῶν, ἱερουργίας δὲ καὶ τιμὰς ὅσαι θεοῖς πρέπουσι δημοσίᾳ τῆς πόλεως ἀναλαβούσης. Ἐπεὶ δ’ ἡ βουλὴ τὴν μὲν φιλοτιμίαν ἐπῄνεσε, δημοσίαις δὲ δαπάναις ἐποιήσατο τὸν νεὼν καὶ τὸ ἕδος, οὐδὲν ἧττον αὐταὶ χρήματα συνεισενεγκοῦσαι δεύτερον ἄγαλμα κατεσκεύασαν, ὃ δὴ καί φασι Ῥωμαῖοι καθιστάμενον ἐν τῷ ἱερῷ φθέγξασθαί τι τοιοῦτο· "Θεοφιλεῖ με θεσμῷ γυναῖκες δεδώκατε."
[38] Ταύτην καὶ δὶς γενέσθαι τὴν φωνὴν μυθολογοῦσιν, ἀγενήτοις ὅμοια καὶ χαλεπὰ πεισθῆναι πείθοντες ἡμᾶς. Ἰδίοντα μὲν γὰρ ἀγάλματα φανῆναι καὶ δακρυρροοῦντα καί τινας μεθιέντα νοτίδας αἱματώδεις οὐκ ἀδύνατόν ἐστι· καὶ γὰρ ξύλα καὶ λίθοι πολλάκις μὲν εὐρῶτα συνάγουσι γόνιμον ὑγρότητος, πολλὰς δὲ καὶ χρόας ἀνιᾶσιν ἐξ αὑτῶν, καὶ δέχονται βαφὰς ἐκ τοῦ περιέχοντος, οἷς ἔνια σημαίνειν τὸ δαιμόνιον οὐδὲν ἂν δόξειε κωλύειν. Δυνατὸν δὲ καὶ μυγμῷ καὶ στεναγμῷ ψόφον ὅμοιον ἐκβαλεῖν ἄγαλμα κατὰ ῥῆξιν ἢ διάστασιν μορίων βιαιοτέραν ἐν βάθει γενομένην. Ἔναρθρον δὲ φωνὴν καὶ διάλεκτον οὕτω σαφῆ καὶ περιττὴν καὶ ἀρτίστομον ἐν ἀψύχῳ γενέσθαι παντάπασιν ἀμήχανον, εἰ μηδὲ τὴν ψυχὴν καὶ τὸν θεὸν ἄνευ σώματος ὀργανικοῦ καὶ διηρμοσμένου μέρεσι λογικοῖς γέγονεν ἠχεῖν καὶ διαλέγεσθαι. Ὅπου δ’ ἡμᾶς ἡ ἱστορία πολλοῖς ἀποβιάζεται καὶ πιθανοῖς μάρτυσιν, ἀνόμοιον αἰσθήσει πάθος ἐγγινόμενον τῷ φανταστικῷ τῆς ψυχῆς συναναπείθει τὸ δόξαν, ὥσπερ ἐν ὕπνοις ἀκούειν οὐκ ἀκούοντες καὶ βλέπειν οὐ βλέποντες δοκοῦμεν. Οὐ μὴν ἀλλὰ τοῖς ὑπ’ εὐνοίας καὶ φιλίας πρὸς τὸν θεὸν ἄγαν ἐμπαθῶς ἔχουσι καὶ μηδὲν ἀθετεῖν μηδ’ ἀναίνεσθαι τῶν τοιούτων δυναμένοις μέγα πρὸς πίστιν ἐστὶ τὸ θαυμάσιον καὶ μὴ καθ’ ἡμᾶς τῆς τοῦ θεοῦ δυνάμεως. Οὐδενὶ γὰρ οὐδαμῶς ἀνθρωπίνῳ προσέοικεν οὔτε φύσιν οὔτε κίνησιν οὔτε τέχνην οὔτ’ ἰσχύν, οὐδ’ εἴ τι ποιεῖ τῶν ἡμῖν ἀποιήτων καὶ μηχανᾶται τῶν ἀμηχάνων, παράλογόν ἐστιν, ἀλλὰ μᾶλλον ἐν πᾶσι διαφέρων πολύ, μάλιστα τοῖς ἔργοις ἀνόμοιός ἐστι καὶ παρηλλαγμένος. Ἀλλὰ τῶν μὲν θείων τὰ πολλά, καθ’ Ἡράκλειτον, ἀπιστίῃ διαφυγγάνει μὴ γινώσκεσθαι.
[39] Τὸν δὲ Μάρκιον, ὡς ἐπανῆλθεν εἰς τὸ Ἄντιον ἀπὸ τῆς στρατείας, μισῶν πάλαι καὶ βαρυνόμενος διὰ φθόνον ὁ Τύλλος ἐπεβούλευεν ἀνελεῖν εὐθύς, ὡς εἰ νῦν διαφύγοι, λαβὴν ἑτέραν οὐ παρέξοντα. Πολλοὺς δὲ συστήσας καὶ παρασκευάσας ἐπ’ αὐτόν, ἐκέλευσεν εὐθύνας ὑποσχεῖν τοῖς Οὐολούσκοις, ἀποδόντα τὴν ἀρχήν. Ὁ δὲ φοβούμενος ἰδιώτης γενέσθαι τοῦ Τύλλου στρατηγοῦντος καὶ δυναμένου μέγιστον ἐν τοῖς ἑαυτοῦ πολίταις, ἔλεγε τὴν ἀρχὴν ἀποδώσειν Οὐολούσκοις ἐὰν κελεύωσι· καὶ γὰρ λαβεῖν πάντων κελευόντων· εὔθυναν δὲ διδόναι καὶ λόγον οὐδὲ νῦν παραιτεῖσθαι τοῖς βουλομένοις Ἀντιατῶν. Γενομένης οὖν ἐκκλησίας οἱ παρεσκευασμένοι τῶν δημαγωγῶν ἀνιστάμενοι παρώξυναν τὸ πλῆθος. Ἐπεὶ δ’ ἀναστάντι τῷ Μαρκίῳ τὸ μὲν ἄγαν θορυβοῦν ὑπ’ αἰδοῦς ἐνεδίδου καὶ παρεῖχεν ἀδεῶς λέγειν, οἱ δὲ βέλτιστοι καὶ μάλιστα χαίροντες τῇ εἰρήνῃ τῶν Ἀντιατῶν ἐγένοντο φανεροὶ μετ’ εὐνοίας ἀκουσόμενοι καὶ δικαίως κρινοῦντες, ἔδεισεν ὁ Τύλλος τὴν ἀπολογίαν τοῦ ἀνδρός. Ἦν γὰρ ἐν τοῖς μάλιστα δεινὸς εἰπεῖν, καὶ τὰ πρόσθεν ἔργα μείζονα τὴν χάριν εἶχε τῆς ὕστερον αἰτίας, μᾶλλον δ’ ὅλως τὸ ἔγκλημα τοῦ μεγέθους τῆς χάριτος ἦν μαρτύριον. Οὐ γὰρ ἂν ἔδοξαν ἀδικεῖσθαι τὴν Ῥώμην ὑποχείριον μὴ λαβόντες, εἰ μὴ τοῦ λαβεῖν ἐγγὺς ἐγένοντο διὰ Μάρκιον. Οὐκέτ’ οὖν ἔδοξε διαμέλλειν οὐδὲ πειρᾶσθαι τῶν πολλῶν, ἀλλ’ ἐγκραγόντες οἱ θρασύτατοι τῶν συνεστώτων, ὡς οὐκ ἔστιν ἀκουστέον οὐδὲ περιοπτέον Οὐολούσκοις τὸν προδότην τυραννοῦντα καὶ μὴ κατατιθέμενον τὴν ἀρχήν, προσπεσόντες ἀθρόοι διέφθειραν αὐτόν, καὶ προσήμυνεν οὐδεὶς τῶν παρόντων. Ὅτι δὲ τοῖς πλείστοις οὐκ ἐπράχθη κατὰ γνώμην, ἐδήλωσαν αὐτίκα συνδραμόντες ἐκ τῶν πόλεων ἐπὶ τὸ σῶμα καὶ θάψαντες ἐντίμως καὶ τὸν τάφον ὅπλοις καὶ λαφύροις κοσμήσαντες ὡς ἀριστέως καὶ στρατηγοῦ.
Ῥωμαῖοι δὲ τὴν τελευτὴν πυθόμενοι, ἄλλο μὲν οὐδὲν ἀπεδείξαντο σημεῖον οὔτε τιμῆς οὔτ’ ὀργῆς πρὸς αὐτόν, αἰτησαμέναις δὲ ταῖς γυναιξὶν ἐπέτρεψαν ἀποπενθῆσαι δέκα μῆνας, ὥσπερ ἔθος ἦν ἑκάστῃ πατέρα καὶ παῖδα καὶ ἀδελφόν. Οὗτος γὰρ ἦν ὅρος τοῦ μακροτάτου πένθους ὃν ὥρισε Νομᾶς Πομπίλιος, ὡς ἐν τοῖς περὶ ἐκείνου γεγραμμένοις δεδήλωται.
Τὸν δὲ Μάρκιον εὐθὺς ἐπόθει τὰ Οὐολούσκων πράγματα. Πρῶτον μὲν γὰρ στασιάσαντες πρὸς Αἰκανοὺς συμμάχους καὶ φίλους ὄντας ὑπὲρ ἡγεμονίας, ἄχρι τραυμάτων καὶ φόνων προῆλθον· ἔπειτα μάχῃ κρατηθέντες ὑπὸ Ῥωμαίων, ἐν ᾗ Τύλλος ἀπέθανε καὶ τὸ ἀνθοῦν μάλιστα τῆς δυνάμεως διεφθάρη, διαλύσεις αἰσχίστας ἠγάπησαν, ὑπήκοοι γενόμενοι καὶ τὸ προσταττόμενον αὐτοῖς ποιήσειν ὁμολογήσαντες.