.
ΠΛΟΥΤΑΡΧΟΣ
[1]
[1.1] Δημάδης ὁ ῥήτωρ, ἰσχύων μὲν ἐν ταῖς Ἀθήναις διὰ τὸ πρὸς χάριν πολιτεύεσθαι Μακεδόνων καὶ Ἀντιπάτρου, πολλὰ δὲ γράφειν καὶ λέγειν ἀναγκαζόμενος παρὰ τὸ ἀξίωμα τῆς πόλεως καὶ τὸ ἦθος, ἔλεγε συγγνώμης ἄξιος εἶναι, πολιτευόμενος τὰ ναυάγια τῆς πόλεως. [1.2] τοῦτο δ' εἰ καὶ τῷ ῥήτορι θρασύτερον εἴρηται, δόξειεν ἂν ἀληθὲς εἶναι [1.3] μετενεχθὲν ἐπὶ τὴν Φωκίωνος πολιτείαν. Δημάδης μὲν γὰρ αὐτὸς ἦν ναυάγιον τῆς πόλεως, οὕτως ἀσελγῶς βιώσας καὶ πολιτευσάμενος, ὥστ' Ἀντίπατρον εἰπεῖν ἐπ' αὐτοῦ γέροντος ἤδη γεγονότος, ὅτι καθάπερ [1.4] ἱερείου διαπεπραγμένου γλῶσσα καὶ κοιλία μόνον ἀπολείπεται. τὴν δὲ Φωκίωνος ἀρετήν, ὥσπερ ἀνταγωνιστῇ βαρεῖ καὶ βιαίῳ καιρῷ συλλαχοῦ[1.5]σαν, αἱ τύχαι τῆς Ἑλλάδος ἀμαυρὰν καὶ ἀλαμπῆ πρὸς δόξαν ἐποίησαν. οὐ γὰρ Σοφοκλεῖ γε προσεκτέον, ἀσθενῆ ποιοῦντι τὴν ἀρετὴν ἐν οἷς φησιν· ἀλλ' οὐ γὰρ ὦναξ οὐδ' ὃς ἂν βλάστῃ μένει νοῦς τοῖς κακῶς πράξασιν, ἀλλ' ἐξίσταται·
[1.6] τοσοῦτον δὲ τῇ τύχῃ δοτέον ἀντιταττομένῃ πρὸς τοὺς ἀγαθοὺς ἄνδρας ἰσχύειν, ὅσον ἀντὶ τῆς ἀξίας τιμῆς καὶ χάριτος ἐνίοις ψόγους πονηροὺς καὶ διαβολὰς ἐπιφέρουσαν, τὴν πίστιν ἀσθενεστέραν ποιεῖν τῆς ἀρετῆς.
[2]
[2.1] Καίτοι δοκοῦσιν οἱ δῆμοι μᾶλλον εἰς τοὺς ἀγαθοὺς ἐξυβρίζειν ὅταν εὐτυχῶσιν, ὑπὸ πραγμάτων μεγάλων καὶ δυνάμεως ἐπαιρόμενοι· συμβαίνει [2.2] δὲ τοὐναντίον. αἱ γὰρ συμφοραὶ πικρὰ μὲν τὰ ἤθη καὶ μικρόλυπα καὶ ἀκροσφαλῆ πρὸς ὀργὰς ποιοῦσι, δύσκολον δὲ τὴν ἀκοὴν καὶ τραχεῖαν, ὑπὸ παντὸς λόγου καὶ ῥήματος τόνον ἔχοντος ἐνοχλουμένην· ὁ δ' ἐπιτιμῶν τοῖς ἐξαμαρτανομένοις ἐξονειδίζειν τὰ δυστυχήματα δοκεῖ, καὶ κατα[2.3]φρονεῖν ὁ παρρησιαζόμενος. καὶ καθάπερ τὸ μέλι λυπεῖ τὰ τετρωμένα καὶ ἡλκωμένα μέρη τοῦ σώματος, οὕτω πολλάκις οἱ ἀληθινοὶ καὶ νοῦν ἔχοντες λόγοι δάκνουσι καὶ παροξύνουσι τοὺς κακῶς πράττοντας, ἐὰν μὴ προσηνεῖς ὦσι καὶ συνείκοντες, ὥσπερ ἀμέλει τὸ ἡδὺ μενοεικὲς ὁ ποιητὴς κέκληκεν, ὡς τῷ ἡδομένῳ τῆς ψυχῆς ὑπεῖκον καὶ μὴ [2.4] μαχόμενον μηδ' ἀντιτυποῦν. καὶ γὰρ ὄμμα φλεγμαῖνον ἥδιστα τοῖς σκιεροῖς καὶ ἀλαμπέσιν ἐνδιατρίβει χρώμασι, τὰ δ' αὐγὴν ἔχοντα καὶ φῶς ἀποστρέφεται, καὶ πόλις ἐν τύχαις ἀβουλήτοις γενομένη ψοφοδεὲς καὶ τρυφερόν ἐστι δι' ἀσθένειαν ἀνέχεσθαι παρρησίας ὅτε μάλιστα δεῖται, [2.5] τῶν πραγμάτων ἀναφορὰν ἁμαρτήματος οὐκ ἐχόντων. διὸ πάντῃ σφαλερὸν ἡ τοιαύτη πολιτεία· συναπόλλυσι γὰρ τὸν πρὸς χάριν λέγοντα, καὶ [2.6] προαπόλλυσι τὸν μὴ χαριζόμενον. ὥσπερ οὖν τὸν ἥλιον οἱ μαθηματικοὶ λέγουσι μήτε τὴν αὐτὴν τῷ οὐρανῷ φερόμενον φοράν, μήτ' ἄντικρυς ἐναντίαν καὶ ἀντιβατικήν, ἀλλὰ λοξῷ καὶ παρεγκεκλιμένῳ πορείας σχήματι χρώμενον, ὑγρὰν καὶ εὐκαμπῆ καὶ παρελιττομένην ἕλικα ποιεῖν, ᾗ [2.7] σῴζεται πάντα καὶ λαμβάνει τὴν ἀρίστην κρᾶσιν, οὕτως ἄρα τῆς πολιτείας ὁ μὲν ὄρθιος ἄγαν καὶ πρὸς ἅπαντα τοῖς δημοτικοῖς ἀντιβαίνων τόνος ἀπηνὴς καὶ σκληρός, ὥσπερ αὖ πάλιν ἐπισφαλὲς καὶ κάταντες τὸ συνεφ[2.8]ελκόμενον οἷς ἁμαρτάνουσιν οἱ πολλοὶ καὶ συνεπιρρέπον· ἡ δ' ἀνθυπείκουσα πειθομένοις καὶ διδοῦσα τὸ πρὸς χάριν, εἶτ' ἀπαιτοῦσα τὸ συμφέρον ἐπιστασία καὶ κυβέρνησις ἀνθρώπων, πολλὰ πρᾴως καὶ χρησίμως ὑπουργούντων, εἰ μὴ πάντα δεσποτικῶς καὶ βιαίως ἄγοιντο, σωτήριος, ἐργώ[2.9]δης δὲ καὶ χαλεπὴ καὶ τὸ σεμνὸν ἔχουσα τῷ ἐπιεικεῖ δύσμεικτον· ἐὰν δὲ μειχθῇ, τοῦτ' ἔστιν ἡ πάντων μὲν ῥυθμῶν, πασῶν δ' ἁρμονιῶν ἐμμελεστάτη καὶ μουσικωτάτη κρᾶσις, ᾗ καὶ τὸν κόσμον ὁ θεὸς λέγεται διοικεῖν, οὐ βιαζόμενος, ἀλλὰ πειθοῖ καὶ λόγῳ παράγων τὴν ἀνάγκην.
[3]
[3.1] Ταῦτα δὲ καὶ Κάτωνι τῷ νέῳ συνέβη. καὶ γὰρ οὗτος οὐ πιθανὸν ἔσχεν οὐδὲ προσφιλὲς ὄχλῳ τὸ ἦθος, οὐδ' ἤνθησεν ἐν τῇ πολιτείᾳ πρὸς [3.2] χάριν. ἀλλ' ὁ μὲν Κικέρων φησὶν αὐτὸν ὥσπερ ἐν τῇ Πλάτωνος πολιτείᾳ καὶ οὐκ ἐν τῇ Ῥωμύλου πολιτευόμενον ὑποστάθμῃ τῆς ὑπατείας ἐκπεσεῖν· ἐμοὶ δὲ ταὐτὸ δοκεῖ παθεῖν τοῖς μὴ καθ' ὥραν ἐκφανεῖσι καρποῖς. [3.3] ὡς γὰρ ἐκείνους ἡδέως ὁρῶντες καὶ θαυμάζοντες οὐ χρῶνται, οὕτως ἡ Κάτωνος ἀρχαιοτροπία, διὰ χρόνων πολλῶν ἐπιγενομένη βίοις διεφθορόσι καὶ πονηροῖς ἔθεσι, δόξαν μὲν εἶχε μεγάλην καὶ κλέος, οὐκ ἐνήρμοσε δὲ ταῖς χρείαις διὰ βάρος καὶ μέγεθος τῆς ἀρετῆς ἀσύμμετρον τοῖς καθεστῶσι [3.4] καιροῖς. καὶ γὰρ αὐτὸς οὐ κεκλιμένης μὲν ἤδη τῆς πατρίδος, ὥσπερ ὁ Φωκίων, πολὺν δὲ χειμῶνα καὶ σάλον ἐχούσης, ὅσον ἱστίων καὶ κάλων ἐπιλαβέσθαι καὶ παραστῆναι τοῖς πλέον δυναμένοις πολιτευσάμενος, οἰάκων δὲ καὶ κυβερνήσεως ἀπωσθείς, ὅμως μέγαν ἀγῶνα τῇ τύχῃ περιέ[3.5]στησεν. εἷλε μὲν γὰρ καὶ κατέβαλε τὴν πολιτείαν δι' ἄλλους, μόλις δὲ καὶ βραδέως καὶ χρόνῳ πολλῷ καὶ παρὰ μικρὸν ἐλθοῦσαν περιγενέσθαι [3.6] διὰ Κάτωνα καὶ τὴν Κάτωνος ἀρετήν. ᾗ παραβάλλομεν τὴν Φωκίωνος [3.7] οὐ κατὰ κοινὰς ὁμοιότητας, ὡς ἀγαθῶν καὶ πολιτικῶν ἀνδρῶν· ἔστι γὰρ ἀμέλει καὶ ἀνδρίας διαφορὰ πρὸς ἀνδρίαν, ὡς τῆς Ἀλκιβιάδου πρὸς τὴν Ἐπαμεινώνδου, καὶ φρονήσεως πρὸς φρόνησιν, ὡς τῆς Θεμιστοκλέους πρὸς τὴν Ἀριστείδου, καὶ δικαιοσύνης πρὸς δικαιοσύνην, ὡς [3.8] τῆς Νομᾶ πρὸς τὴν Ἀγησιλάου. τούτων δὲ τῶν ἀνδρῶν αἱ ἀρεταὶ μέχρι τῶν τελευταίων καὶ ἀτόμων διαφορῶν ἕνα χαρακτῆρα καὶ μορφὴν καὶ χρῶμα κοινὸν ἤθους ἐγκεκραμένον ἐκφέρουσιν, ὥσπερ ἴσῳ μέτρῳ μεμειγμένου πρὸς τὸ αὐστηρὸν τοῦ φιλανθρώπου, καὶ πρὸς τὸ ἀσφαλὲς τοῦ ἀνδρείου, καὶ τῆς ὑπὲρ ἄλλων μὲν κηδεμονίας, ὑπὲρ αὐτῶν δ' ἀφοβίας, καὶ πρὸς μὲν τὸ αἰσχρὸν εὐλαβείας, πρὸς δὲ τὸ δίκαιον εὐτονίας συνηρμο[3.9]σμένης ὁμοίως· ὥστε λεπτοῦ πάνυ λόγου δεῖσθαι καθάπερ ὀργάνου πρὸς διάκρισιν καὶ ἀνεύρεσιν τῶν διαφερόντων.
[4]
[4.1] Τὸ μὲν οὖν Κάτωνος ὡμολόγηται γένος ἐκ λαμπρῶν ὑπάρχειν, ὡς λεχθήσεται· Φωκίωνα δὲ τεκμαίρομαι μὴ παντάπασιν εἶναι γένους [4.2] ἀτίμου καὶ καταπεπτωκότος. εἰ γὰρ ἦν, ὥς φησιν Ἰδομενεύς, δοιδυκοποιοῦ πατρός, οὐκ ἂν ἐν τῷ λόγῳ Γλαύκιππος ὁ Ὑπερείδου μυρία συνειλοχὼς καὶ εἰρηκὼς κατ' αὐτοῦ κακὰ τὴν δυσγένειαν παρῆκεν, οὐδ' ἂν οὕτως ἐλευθερίου [βίου] καὶ σώφρονος [καὶ] παιδείας μετέσχεν, ὥστε τῆς Πλάτωνος ἔτι μειράκιον ὤν, ὕστερον δὲ τῆς Ξενοκράτους διατριβῆς ἐν Ἀκαδημείᾳ μετασχεῖν, καὶ τῶν ἀρίστων ἐξ ἀρχῆς ἐπιτηδευμάτων ζηλω[4.3]τὴς γενέσθαι. Φωκίωνα γὰρ οὔτε γελάσαντά τις οὔτε κλαύσαντα ῥᾳδίως Ἀθηναίων εἶδεν, οὐδ' ἐν βαλανείῳ δημοσιεύοντι λουσάμενον, ὡς ἱστόρηκε Δοῦρις, οὐδ' ἐκτὸς ἔχοντα τὴν χεῖρα τῆς περιβολῆς, ὅτε [4.4] τύχοι περιβεβλημένος. ἐπεὶ κατά γε τὴν χώραν καὶ τὰς στρατείας ἀνυπόδητος ἀεὶ καὶ γυμνὸς ἐβάδιζεν, εἰ μὴ ψῦχος ὑπερβάλλον εἴη καὶ δυσκαρτέρητον, ὥστε καὶ παίζοντας ἤδη τοὺς <συ>στρατευομένους σύμβολον μεγάλου ποιεῖσθαι χειμῶνος ἐνδεδυμένον Φωκίωνα.
[5]
[5.1] Τῷ δ' ἤθει προσηνέστατος ὢν καὶ φιλανθρωπότατος, ἀπὸ τοῦ προσώπου δυσξύμβολος ἐφαίνετο καὶ σκυθρωπός, ὥστε μὴ ῥᾳδίως ἄν τινα [5.2] μόνον ἐντυχεῖν αὐτῷ τῶν ἀσυνήθων. διὸ καὶ Χάρητί ποτε πρὸς τὰς ὀφρῦς αὐτοῦ λέγοντι τῶν Ἀθηναίων ἐπιγελώντων, "οὐδὲν" εἶπεν "αὕτη ὑμᾶς λελύπηκεν ἡ ὀφρύς· ὁ δὲ τούτων γέλως πολλὰ κλαῦσαι τὴν πόλιν πεποίη[5.3]κεν." ὁμοίως δέ πως τοῦ Φωκίωνος καὶ ὁ λόγος ἦν ἐπὶ χρηστοῖς ἐνθυμήμασι καὶ διανοήμασι σωτήριος, προστακτικήν τινα καὶ αὐστηρὰν καὶ ἀνήδυν[5.4]τον ἔχων βραχυλογίαν. ὡς γὰρ ὁ Ζήνων ἔλεγεν, ὅτι δεῖ τὸν φιλόσοφον εἰς νοῦν ἀποβάπτοντα προφέρεσθαι τὴν λέξιν, οὕτως ὁ Φωκίωνος λόγος [5.5] πλεῖστον ἐν ἐλαχίστῃ λέξει νοῦν εἶχε. καὶ πρὸς τοῦτ' ἔοικεν ἀπιδὼν ὁ Σφήττιος Πολύευκτος εἰπεῖν, ὅτι ῥήτωρ μὲν ἄριστος εἴη Δημοσθένης, [5.6] εἰπεῖν δὲ δεινότατος ὁ Φωκίων. ὡς γὰρ ἡ τοῦ νομίσματος ἀξία πλείστην ἐν ὄγκῳ βραχυτάτῳ δύναμιν ἔχει, οὕτω λόγου δεινότης [ἐ]δοκεῖ πολλὰ [5.7] σημαίνειν ἀπ' ὀλίγων. καὶ μέντοι καὶ αὐτόν ποτε τὸν Φωκίωνά φασι πληρουμένου τοῦ θεάτρου περιπατεῖν ὑπὸ σκηνήν, αὐτὸν ὄντα πρὸς ἑαυτῷ [5.8] τὴν διάνοιαν· εἰπόντος δέ τινος τῶν φίλων "σκεπτομένῳ Φωκίων ἔοικας," "ναὶ μὰ τὸν Δία" φάναι, "σκέπτομαι εἴ τι δύναμαι τοῦ λόγου περιελεῖν [5.9] ὃν μέλλω λέγειν πρὸς Ἀθηναίους." ὁ δὲ Δημοσθένης τῶν μὲν ἄλλων κατεφρόνει πολὺ ῥητόρων, ἀνισταμένου δὲ Φωκίωνος εἰώθει λέγειν ἀτρέμα [5.10] πρὸς τοὺς φίλους· "ἡ τῶν ἐμῶν λόγων κοπὶς πάρεστιν." ἀλλὰ τοῦτο μὲν ἴσως πρὸς τὸ ἦθος ἀνοιστέον· ἐπεὶ καὶ ῥῆμα καὶ νεῦμα μόνον ἀνδρὸς ἀγαθοῦ μυρίοις ἐνθυμήμασι καὶ περιόδοις ἀντίρροπον ἔχει πίστιν.
[6]
[6.1] Νέος δ' ὢν Χαβρίᾳ προσέμειξεν ἑαυτὸν τῷ στρατηγῷ καὶ παρείπετο, πολλὰ μὲν εἰς ἐμπειρίαν τῶν πολεμικῶν ὠφελούμενος, ἔστι δ' ἐν οἷς ἐπαν[6.2]ορθούμενος τὴν ἐκείνου φύσιν, ἀνώμαλον οὖσαν καὶ ἄκρατον. νωθρὸς γὰρ ὢν ὁ Χαβρίας καὶ δυσκίνητος ἄλλως, ἐν αὐτοῖς τοῖς ἀγῶσιν ὤργα καὶ διεπυροῦτο τῷ θυμῷ, καὶ συνεξέπιπτε τοῖς θρασυτάτοις παραβολώτερον, ὥσπερ ἀμέλει καὶ κατέστρεψε τὸν βίον ἐν Χίῳ, πρῶτος εἰσελάσας τῇ [6.3] τριήρει καὶ βιαζόμενος πρὸς τὴν ἀπόβασιν. ἀσφαλὴς οὖν ἅμα καὶ δραστήριος ὁ Φωκίων φαινόμενος, τήν τε μέλλησιν ἀνεθέρμαινε τοῦ Χαβρίου, [6.4] καὶ πάλιν ἀφῄρει τὴν ἄκαιρον ὀξύτητα τῆς ὁρμῆς. ὅθεν εὐμενὴς ὢν ὁ Χαβρίας καὶ χρηστός, ἠγάπα καὶ προῆγεν αὐτὸν ἐπὶ πράξεις καὶ ἡγεμονίας, γνώριμον ποιῶν τοῖς Ἕλλησι καὶ τὰ πλείστης ἄξια σπουδῆς ἐκείνῳ [6.5] χρώμενος. κἀκ τῆς περὶ Νάξον ναυμαχίας ὄνομα καὶ δόξαν οὐ μικρὰν Φωκίωνι περιεποίησε· τοῦ γὰρ εὐωνύμου κέρως ἀπέδωκεν αὐτῷ τὴν ἡγεμονίαν, καθ' ὃ καὶ τὴν μάχην ὀξεῖαν εἶχεν ὁ ἀγὼν καὶ κρίσιν ἐποίησε [6.6] ταχεῖαν. πρώτην οὖν ἐκείνην ναυμαχίαν ἡ πόλις αὐτὴ δι' αὑτῆς ἀγωνισαμένη τοῖς Ἕλλησι μετὰ τὴν ἅλωσιν καὶ κατατυχοῦσα, τόν τε Χαβρίαν ὑπερηγάπησε, καὶ τοῦ Φωκίωνος ὡς ἀνδρὸς ἡγεμονικοῦ λόγον ἔσχεν. [6.7] ἐνίκων δὲ μεγάλοις μυστηρίοις, καὶ παρεῖχεν οἰνοχόημα Χαβρίας Ἀθηναίοις καθ' ἕκαστον ἐνιαυτὸν τῇ ἕκτῃ ἐπὶ δέκα τοῦ Βοηδρομιῶνος.
[7]
[7.1] Ἐκ τούτου λέγεται πέμποντος αὐτὸν ἐπὶ τὰς νησιωτικὰς συντάξεις τοῦ Χαβρίου καὶ ναῦς εἴκοσι διδόντος εἰπεῖν, εἰ μὲν ὡς πολεμήσων πέμποιτο, μείζονος δεῖν δυνάμεως, εἰ δ' ὡς πρὸς συμμάχους, ἀρκεῖν ναῦν [7.2] μίαν· καὶ πλεύσαντα τῇ αὑτοῦ τριήρει καὶ διαλεχθέντα ταῖς πόλεσι καὶ συγγενόμενον τοῖς ἄρχουσιν ἐπιεικῶς καὶ ἀφελῶς, καταπλεῦσαι μετὰ πολλῶν νεῶν ἃς ἀπέστειλαν οἱ σύμμαχοι, τὰ χρήματα τοῖς Ἀθηναίοις [7.3] κομιζούσας. οὐ μόνον δὲ ζῶντα τὸν Χαβρίαν θεραπεύων διετέλει καὶ τιμῶν, ἀλλὰ καὶ τελευτήσαντος αὐτοῦ τῶν προσηκόντων καλῶς ἐπεμελεῖτο, καὶ τὸν παῖδα Κτήσιππον ἐβούλετο μὲν ἄνδρα ποιεῖν ἀγαθόν, ἔμπληκτον δ' ὁρῶν καὶ ἀνάγωγον, ὅμως οὐκ ἀπεῖπεν ἐπανορθούμενος καὶ ἀποκρύπ[7.4]των τὰ αἴσχη. πλὴν ἅπαξ λέγεται, παρενοχλοῦντος ἐν στρατείᾳ τινὶ τοῦ νεανίσκου καὶ κόπτοντος αὐτὸν ἐρωτήμασιν ἀκαίροις καὶ συμβουλίαις, οἷον ἐπανορθουμένου καὶ παραστρατηγοῦντος, εἰπεῖν· "ὦ Χαβρία Χαβρία, [7.5] μεγάλην γέ σοι χάριν ἐκτίνω τῆς φιλίας, ὑπομένων σου τὸν υἱόν." ὁρῶν δὲ τοὺς τὰ κοινὰ πράσσοντας τότε διῃρημένους ὥσπερ ἀπὸ κλήρου τὸ στρατήγιον καὶ τὸ βῆμα, καὶ τοὺς μὲν λέγοντας ἐν τῷ δήμῳ καὶ γράφοντας μόνον, ὧν Εὔβουλος ἦν καὶ Ἀριστοφῶν καὶ Δημοσθένης καὶ Λυκοῦργος καὶ Ὑπερείδης, Διοπείθη δὲ καὶ Μενεσθέα καὶ Λεωσθένη καὶ Χάρητα τῷ στρατηγεῖν καὶ πολεμεῖν αὔξοντας ἑαυτούς, ἐβούλετο τὴν Περικλέους καὶ Ἀριστείδου καὶ Σόλωνος πολιτείαν ὥσπερ ὁλόκληρον καὶ διηρμο6 σμένην ἐν ἀμφοῖν ἀναλαβεῖν καὶ ἀποδοῦναι. καὶ γὰρ τῶν ἀνδρῶν ἐκείνων ἕκαστος ἐφαίνετο κατὰ τὸν Ἀρχίλοχον
ἀμφότερον, θεράπων μὲν Ἐνυαλίοιο θεοῖο, καὶ Μουσέων ἐρατᾶν δῶρον ἐπιστάμενος,
καὶ τὴν θεὸν ἑώρα πολεμικήν θ' ἅμα καὶ πολιτικὴν οὖσαν καὶ προσαγορευομένην.
[8]
[8.1] Οὕτω δὲ συντάξας ἑαυτόν, ἐπολιτεύετο μὲν ἀεὶ πρὸς εἰρήνην καὶ ἡσυχίαν, ἐστρατήγησε δὲ πλείστας οὐ μόνον τῶν καθ' ἑαυτόν, ἀλλὰ καὶ τῶν πρὸ αὑτοῦ στρατηγίας, οὐ παραγγέλλων οὐδὲ μετιών, ἀλλ' οὐδὲ [8.2] φεύγων οὐδ' ἀποδιδράσκων τῆς πόλεως καλούσης. ὁμολογεῖται γὰρ ὅτι πέντε καὶ τεσσαράκοντα στρατηγίας ἔλαβεν, οὐδ' ἅπαξ ἀρχαιρεσίοις παρατυχών, ἀλλ' ἀπόντα μεταπεμπομένων αὐτὸν ἀεὶ καὶ χειροτονούν[8.3]των· ὥστε θαυμάζειν τοὺς οὐκ εὖ φρονοῦντας τὸν δῆμον ὅτι, πλεῖστα τοῦ Φωκίωνος ἀντικρούοντος αὐτῷ καὶ μηδὲν εἰπόντος πώποτε μηδὲ πράξαντος πρὸς χάριν, ὥσπερ ἀξιοῦσι τοὺς βασιλεῖς τοῖς κόλαξι χρῆσθαι μετὰ τὸ κατὰ χειρὸς ὕδωρ, ἐχρῆθ' οὗτος τοῖς μὲν κομψοτέροις καὶ ἱλαροῖς ἐν παιδιᾶς μέρει δημαγωγοῖς, ἐπὶ δὲ τὰς ἀρχὰς ἀεὶ νήφων καὶ σπουδάζων τὸν αὐστηρότατον καὶ φρονιμώτατον ἐκάλει τῶν πολιτῶν καὶ μόνον ἢ μάλιστα ταῖς βουλήσεσιν αὐτοῦ καὶ ὁρμαῖς ἀντιτασσόμενον. [8.4] χρησμοῦ μὲν γὰρ ἐκ Δελφῶν ἀναγνωσθέντος, ὅτι τῶν ἄλλων Ἀθηναίων ὁμοφρονούντων εἷς ἀνὴρ ἐναντία φρονοίη τῇ πόλει, παρελθὼν ὁ Φωκίων ἀμελεῖν ἐκέλευσεν, ὡς αὐτὸς ὢν ὁ ζητούμενος· μόνῳ γὰρ αὐτῷ μηδὲν [8.5] ἀρέσκειν τῶν πραττομένων. ἐπεὶ δὲ λέγων ποτὲ γνώμην πρὸς τὸν δῆμον εὐδοκίμει, καὶ πάντας ὁμαλῶς ἑώρα τὸν λόγον ἀποδεχομένους, ἐπιστραφεὶς πρὸς τοὺς φίλους εἶπεν· "οὐ δήπου τι κακὸν λέγων ἐμαυτὸν λέληθα;"
[9]
[9.1] Πρὸς δὲ θυσίαν τινὰ τῶν Ἀθηναίων αἰτούντων ἐπιδόσεις, καὶ τῶν ἄλλων ἐπιδιδόντων, κληθεὶς πολλάκις ἔφη· "τούτους αἰτεῖτε τοὺς πλουσίους· ἐγὼ δ' αἰσχυνοίμην ἄν, εἰ τούτῳ μὴ ἀποδιδοὺς ὑμῖν ἐπι<δι>δοίην", [9.2] δείξας Καλλικλέα τὸν δανειστήν. ὡς δ' οὐκ ἐπαύοντο κεκραγότες καὶ καταβοῶντες, λόγον εἶπεν αὐτοῖς τοῦτον· "ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει, φθεγξαμένων δὲ κοράκων, τὰ ὅπλα θεὶς ἡσύχαζεν· εἶτ' ἀναλαβὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων πάλιν ὑπέστη· καὶ τέλος εἶπεν· ὑμεῖς [9.3] κεκράξεσθε μὲν μέγιστον ὡς δυνατόν, ἐμοῦ δ' οὐ γεύσεσθε." πάλιν δέ ποτε τῶν Ἀθηναίων ἐξαγαγεῖν αὐτὸν ἐπὶ τοὺς πολεμίους κελευόντων, ὡς <δ'> οὐκ ἐβούλετο, δειλὸν καὶ ἄνανδρον ἀποκαλούντων, "οὔθ' ὑμεῖς" εἶπεν "ἐμὲ δύνασθε ποιῆσαι θαρσαλέον, οὔτ' ἐγὼ ὑμᾶς δειλούς. οὐ μὴν [9.4] ἀλλ' ἴσμεν ἀλλήλους." ἐν δὲ καιροῖς ἐπισφαλέσι τραχυνομένου τοῦ δήμου πρὸς αὐτὸν σφόδρα, καὶ τῆς στρατηγίας εὐθύνας ἀπαιτοῦντος, "σώθητε" [9.5] εἶπεν "ὦ μακάριοι πρῶτον." ἐπεὶ δὲ πολεμοῦντες μὲν ἦσαν ταπεινοὶ καὶ περιδεεῖς, γενομένης δ' εἰρήνης ἐθρασύνοντο καὶ κατεβόων τοῦ Φωκίωνος ὡς ἀφῃρημένου τὴν νίκην αὐτῶν, "εὐτυχεῖτε" εἶπεν "ἔχοντες στρατηγὸν [9.6] εἰδόθ' ὑμᾶς· ἐπεὶ πάλαι ἂν ἀπωλώλειτε." τοῖς δὲ Βοιωτοῖς οὐ βουλομένων αὐτῶν δικάζεσθαι περὶ τῆς χώρας, ἀλλὰ πολεμεῖν, συνεβούλευε διὰ τῶν λόγων ἐν οἷς εἰσι κρείττους, μὴ διὰ τῶν ὅπλων ἐν οἷς ἥττους, μάχε[9.7]σθαι. λέγοντα δ' αὐτὸν οὐ προσιεμένων οὐδ' ὑπομενόντων ἀκούειν, "ἐμέ" εἶπεν "ὑμεῖς ἃ μὴ βούλομαι ποιεῖν βιάσασθαι δύνασθε, λέγειν δ' [9.8] ἃ μὴ δεῖ παρὰ γνώμην οὐκ ἀναγκάσετε." τῶν δ' ἀντιπολιτευομένων αὐτῷ ῥητόρων, Δημοσθένους μὲν εἰπόντος "ἀποκτενοῦσί σ' Ἀθηναῖοι," [9.9] Φωκίων· "ἂν μανῶσιν", εἶπε· "σὲ δ' ἂν σωφρον<ής>ωσι·" Πολύευκτον δὲ τὸν Σφήττιον ὁρῶν ἐν καύματι συμβουλεύοντα τοῖς Ἀθηναίοις πολεμεῖν πρὸς Φίλιππον, εἶθ' ὑπ' ἄσθματος πολλοῦ καὶ ἱδρῶτος, ἅτε δὴ καὶ ὑπέρπαχυν ὄντα, πολλάκις ἐπιρροφοῦντα τοῦ ὕδατος, "ἄξιον" ἔφη "τούτῳ πιστεύσαντας ὑμᾶς ψηφίσασθαι τὸν πόλεμον, ὃν τί οἴεσθε ποιήσειν ἐν τῷ θώρακι καὶ τῇ ἀσπίδι τῶν πολεμίων ἐγγὺς ὄντων, ὅτε [9.10] λέγων πρὸς ὑμᾶς ἃ ἔσκεπται κινδυνεύει πνιγῆναι;" τοῦ δὲ Λυκούργου πολλὰ βλάσφημα πρὸς αὐτὸν εἰπόντος ἐν ἐκκλησίᾳ, καὶ πρὸς ἅπασιν ὅτι δέκα τῶν πολιτῶν ἐξαιτοῦντος Ἀλεξάνδρου συνεβούλευεν ἐκδοῦναι, εἶπε· "πόλλ' ἐγὼ συμβεβούλευκα καλὰ καὶ συμφέροντα τούτοις, ἀλλ' οὐ πείθονταί μοι."
[10]
[10.1] Ἦν δέ τις Ἀρχιβιάδης ἐπικαλούμενος Λακωνιστής, πώγωνά τε καθειμένος ὑπερφυῆ μεγέθει, καὶ τρίβωνα φορῶν ἀεὶ καὶ σκυθρωπάζων. τοῦτον ἐν βουλῇ θορυβούμενος ὁ Φωκίων ἐπεκαλεῖτο τῷ λόγῳ μάρτυν [10.2] ἅμα καὶ βοηθόν. ὡς δ' ἀναστὰς ἐκεῖνος ἃ πρὸς χάριν ἦν τοῖς Ἀθηναίοις συνεβούλευεν, ἁψάμενος αὐτοῦ τῶν γενείων· "ὦ Ἀρχιβιάδη" εἶπε, "τί [10.3] οὖν οὐκ ἀπεκείρω;" Ἀριστογείτονος δὲ τοῦ συκοφάντου πολεμικοῦ μὲν ὄντος ἐν ταῖς ἐκκλησίαις καὶ παροξύνοντος ἐπὶ τὰς πράξεις τὸν δῆμον, ἐν δὲ τῷ καταλόγῳ προσελθόντος ἐπὶ βακτηρίᾳ τὼ σκέλη καταδεδεμένου, πόρρωθεν αὐτὸν ἀπὸ τοῦ βήματος ἰδὼν ὁ Φωκίων ἀνέκραγε· "γράφε καὶ [10.4] Ἀριστογείτονα χωλὸν καὶ πονηρόν." ὥστε θαυμάζειν, ὅπως καὶ ὁπόθεν τραχὺς οὕτως ἀνὴρ καὶ σκυθρωπὸς ἐκτήσατο τὴν τοῦ χρηστοῦ προσηγο[10.5]ρίαν. ἔστι δ' οἶμαι χαλεπόν, οὐ μὴν ἀδύνατον, ὥσπερ οἶνον καὶ ἄνθρωπον τὸν αὐτὸν ἡδὺν ἅμα καὶ αὐστηρὸν εἶναι· καθάπερ ἕτεροι πάλιν, φαινόμενοι [10.6] γλυκεῖς, ἀηδέστατοι τοῖς χρωμένοις εἰσὶ καὶ βλαβερώτατοι. καίτοι φασὶν Ὑπερείδην ποτ' εἰπεῖν πρὸς τὸν δῆμον· "ἄνδρες Ἀθηναῖοι, μὴ σκοπεῖτε μόνον εἰ πικρός, ἀλλ' εἰ προῖκ' εἰμι πικρός," ὥσπερ τοὺς πλεονεξίᾳ μόνον ἐπαχθεῖς καὶ λυπηροὺς ὄντας, οὐχὶ μᾶλλον ὅσοι πρὸς ὕβριν καὶ φθόνον ἢ ὀργὴν ἢ φιλονεικίαν τινὰ χρῶνται τῷ δύνασθαι, τούτους δεδιότων καὶ [10.7] προβαλλομένων τῶν πολλῶν. Φωκίων τοίνυν ἔχθρᾳ μὲν οὐδένα τῶν πολιτῶν κακῶς ἐποίησεν οὐδ' ἐνόμιζεν ἐχθρόν, ἀλλ' ὅσον ἔδει μόνον τῶν ἐνισταμένων οἷς ἔπραττεν ὑπὲρ τῆς πατρίδος κατεξαναστῆναι, τραχὺς ὢν καὶ δυσεκβίαστος καὶ ἀπαραίτητος, εἰς τὸν ἄλλον βίον εὐμενῆ πᾶσι καὶ [10.8] κοινὸν καὶ φιλάνθρωπον ἑαυτὸν παρεῖχεν· ὥστε καὶ πταίσασι βοηθεῖν καὶ κινδυνεύουσι συνεξετάζεσθαι τοῖς διαφόροις· ἐγκαλούντων δὲ τῶν φίλων ὅτι πονηρῷ τινι κρινομένῳ συνεῖπε, τοὺς χρηστοὺς ἔφη μὴ δεῖσθαι [10.9] βοηθείας. Ἀριστογείτονος δὲ τοῦ συκοφάντου μετὰ τὴν καταδίκην πέμψαντος καὶ δεηθέντος ἐλθεῖν πρὸς αὐτόν, ὑπακούσας ἐβάδιζεν εἰς τὸ δεσμωτήριον· οὐκ ἐώντων δὲ τῶν φίλων, "ἐάσατ'" εἶπεν "ὦ μακάριοι· ποῦ γὰρ ἄν τις ἥδιον Ἀριστογείτονι συμβάλοι;"
[11]
Καὶ μὴν οἵ γε σύμμαχοι καὶ οἱ νησιῶται τοὺς Ἀθήνηθεν ἀποστόλους ἑτέρου μὲν ἐκπλέοντος στρατηγοῦ πολεμίους νομίζοντες, ἐφράγνυντο τείχη, καὶ λιμένας ἀπεχώννυσαν, καὶ κατεκόμιζον ἀπὸ τῆς χώρας εἰς τὰς πόλεις βοσκήματα καὶ ἀνδράποδα καὶ γυναῖκας καὶ παῖδας, εἰ δὲ Φωκίων ἡγοῖτο, πόρρω ναυσὶν ἰδίαις ἀπαντῶντες ἐστεφανωμένοι καὶ χαίροντες, ὡς αὑτοὺς κατῆγον.
[12]
[12.1] Παραδυομένου δ' εἰς τὴν Εὔβοιαν τοῦ Φιλίππου, καὶ δύναμιν ἐκ Μακεδονίας διαβιβάζοντος, καὶ τὰς πόλεις οἰκειουμένου διὰ τυράννων, Πλουτάρχου δὲ τοῦ Ἐρετριέως καλοῦντος τοὺς Ἀθηναίους, καὶ δεομένου τὴν νῆσον ἐξελέσθαι καταλαμβανομένην ὑπὸ τοῦ Μακεδόνος, ἀπεστάλη στρατηγὸς ὁ Φωκίων ἔχων δύναμιν οὐ πολλήν, ὡς τῶν ἐκεῖ συστησομέ[12.2]νων ἑτοίμως πρὸς αὐτόν. εὑρὼν δὲ προδοτῶν ἅπαντα μεστὰ καὶ νοσοῦντα καὶ διορωρυγμένα δωροδοκίαις, εἰς κίνδυνον μέγαν κατέστη, καί τινα λόφον χαράδρᾳ βαθείᾳ τῶν περὶ τὰς Ταμύνας ἐπιπέδων ἀποκρινόμενον καταλαβών, συνεῖχεν ἐν τούτῳ καὶ συνεκρότει τὸ μαχιμώτατον τῆς δυνάμεως. [12.3] τῶν δ' ἀτάκτων καὶ λάλων καὶ πονηρῶν διαδιδρασκόντων ἐκ τοῦ στρατοπέδου καὶ ἀποχωρούντων, ἐκέλευσεν ἀμελεῖν τοὺς ἡγεμόνας· καὶ γὰρ ἐνταῦθα δυσχρήστους ὑπ' ἀταξίας ἔσεσθαι καὶ βλαβεροὺς τοῖς μαχομένοις, κἀκεῖ τοιαῦτα συνειδότας αὑτοῖς ἧττον αὐτοῦ καταβοήσασθαι καὶ μὴ πάνυ συκοφαντήσειν.
[13]
[13.1] Ὡς δ' ἐπῄεσαν οἱ πολέμιοι, κελεύσας ἐν τοῖς ὅπλοις ἀτρεμεῖν ἄχρι ἂν αὐτὸς σφαγιάσηται, πλείω διέτριβε χρόνον, ἢ δυσιερῶν ἢ βουλόμε[13.2]νος ἐγγυτέρω τοὺς πολεμίους ἐπισπάσασθαι. διὸ πρῶτον μὲν ὁ Πλούταρχος οἰόμενος ἀποδειλιᾶν καὶ κατοκνεῖν ἐκεῖνον, ἐξέδραμε μετὰ τῶν ξένων· ἔπειτα τοῦτον ἰδόντες οἱ ἱππεῖς οὐκ ἐκαρτέρησαν, ἀλλ' ἤλαυνον εὐθὺς εἰς τοὺς πολεμίους, ἀσύντακτοι καὶ σποράδες ἐκ τοῦ στρατοπέδου προσ[13.3]φερόμενοι. νικωμένων δὲ τῶν πρώτων, ἅπαντες ἐσκεδάσθησαν, καὶ ὁ Πλούταρχος ἔφυγε, καὶ τῷ χάρακι προσμείξαντες ἔνιοι τῶν πολεμίων [13.4] ἐκκόπτειν ἐπειρῶντο καὶ διασπᾶν, ὡς ἁπάντων κεκρατηκότες. ἐν τούτῳ δὲ τῶν ἱερῶν γενομένων, τοὺς μὲν εὐθὺς ἐκ τοῦ στρατοπέδου προσπεσόντες οἱ Ἀθηναῖοι τρέπουσι, καὶ καταβάλλουσι τοὺς πλείστους περὶ τοῖς ἐρύμασι φεύγοντας, ὁ δὲ Φωκίων τὴν μὲν φάλαγγα προσέταξεν ἐφεδρεύειν, ἀναλαμβάνουσαν ἅμα καὶ προσδεχομένην τοὺς ἐν τῇ φυγῇ πρότερον διασπα[13.5]ρέντας, αὐτὸς δὲ τοὺς ἐπιλέκτους ἔχων ἐνέβαλε τοῖς πολεμίοις, καὶ μάχης καρτερᾶς γενομένης, πάντες μὲν ἐκθύμως ἠγωνίσαντο καὶ ἀφειδῶς, Θάλλος δ' ὁ Κινέου καὶ Γλαῦκος ὁ Πολυμήδους περὶ αὐτὸν τεταγ[13.6]μένοι τὸν στρατηγὸν ἠρίστευσαν. οὐ μὴν ἀλλὰ καὶ Κλεοφάνης ἄξιον πλείστου παρέσχεν ἑαυτὸν ἐν ἐκείνῃ τῇ μάχῃ· τοὺς γὰρ ἱππεῖς ἀνακαλούμενος ἐκ τῆς τροπῆς καὶ βοῶν καὶ διακελευόμενος κινδυνεύοντι τῷ στρατηγῷ βοη[13.7]θεῖν, ἐποίησεν ἀναστρέψαντας ἐπιρρῶσαι τὸ νίκημα τῶν ὁπλιτῶν. ἐκ τούτου τόν τε Πλούταρχον ἐξέβαλεν ἐκ τῆς Ἐρετρίας, καὶ Ζάρητρα φρούριον ἑλὼν ἐπικαιρότατον, ᾗ μάλιστα συνελαύνεται τὸ πλάτος εἰς βραχὺ διάζωμα τῆς νήσου, σφιγγομένης ἑκατέρωθεν ταῖς θαλάσσαις, οὓς ἔλαβεν αἰχμαλώτους Ἕλληνας ἀφῆκε, φοβηθεὶς τοὺς ῥήτορας τῶν Ἀθηναίων, μὴ πρὸς ὀργήν τι βιάσωνται τὸν δῆμον ἀγνωμονῆσαι περὶ αὐτούς.
[14]
[14.1] Ἐπεὶ δὲ ταῦτα διαπραξάμενος ἀπέπλευσεν ὁ Φωκίων, ταχὺ μὲν ἐπόθησαν οἱ σύμμαχοι τὴν χρηστότητα καὶ δικαιοσύνην αὐτοῦ, ταχὺ [14.2] δ' ἔγνωσαν οἱ Ἀθηναῖοι τὴν ἐμπειρίαν καὶ ῥώμην τοῦ ἀνδρός. ὁ γὰρ μετ' ἐκεῖνον ἐλθὼν ἐπὶ τὰ πράγματα Μολοσσὸς οὕτως ἐπολέμησεν, ὥστε καὶ ζῶν αὐτὸς ὑποχείριος γενέσθαι τοῖς πολεμίοις. [14.3] Ἐπεὶ δὲ μεγάλα ταῖς ἐλπίσι περινοῶν ὁ Φίλιππος εἰς Ἑλλήσποντον ἦλθε μετὰ πάσης τῆς δυνάμεως, ὡς Χερρόνησον ἐν ταὐτῷ καὶ Πέρινθον ἕξων καὶ Βυζάντιον, ὡρμημένων δὲ τῶν Ἀθηναίων βοηθεῖν οἱ ῥήτορες ἠγω[14.4]νίσαντο τὸν Χάρητα στρατηγὸν ἀποσταλῆναι, καὶ πλεύσας ἐκεῖνος οὐδὲν ἄξιον τῆς δυνάμεως ἔπραττεν, οὐδ' αἱ πόλεις ἐδέχοντο τὸν στόλον, ἀλλ' ὕποπτος ὢν πᾶσιν ἐπλανᾶτο, χρηματιζόμενος ἀπὸ τῶν συμμάχων καὶ καταφρονούμενος ὑπὸ τῶν πολεμίων, ὁ δὲ δῆμος ὑπὸ τῶν ῥητόρων παροξυνόμενος ἠγανάκτει καὶ μετενόει τοῖς Βυζαντίοις πέμψας τὴν βοή[14.5]θειαν, ἀναστὰς ὁ Φωκίων εἶπεν, ὅτι δεῖ μὴ τοῖς ἀπιστοῦσιν ὀργίζεσθαι τῶν συμμάχων, ἀλλὰ τοῖς ἀπιστουμένοις τῶν στρατηγῶν· "οὗτοι γὰρ ὑμᾶς ποιοῦσι φοβεροὺς καὶ τοῖς χωρὶς ὑμῶν σῴζεσθαι μὴ δυναμένοις." [14.6] κινηθεὶς οὖν ὁ δῆμος ὑπὸ τοῦ λόγου καὶ μεταπεσών, ἐκέλευεν αὐτὸν ἐκεῖνον ἑτέραν προσλαβόντα δύναμιν βοηθεῖν τοῖς συμμάχοις εἰς τὸν Ἑλλήσποντον· ὃ μεγίστην ῥοπὴν ἐποίησε πρὸς τὸ σωθῆναι τὸ Βυζάντιον. [14.7] ἦν μὲν γὰρ ἤδη μεγάλη δόξα τοῦ Φωκίωνος· ἐπεὶ δὲ καὶ Λέων, ἀνὴρ Βυζαντίων πρῶτος ἀρετῇ καὶ τῷ Φωκίωνι γεγονὼς ἐν Ἀκαδημείᾳ συνήθης, ἀνεδέξατο τὴν πίστιν ὑπὲρ αὐτοῦ πρὸς τὴν πόλιν, οὐκ εἴασαν ἔξω στρατοπεδεῦσαι βουλόμενον, ἀλλ' ἀνοίξαντες τὰς πύλας ἐδέξαντο καὶ κατέμειξαν ἑαυτοῖς τοὺς Ἀθηναίους, οὐ μόνον ἀνεγκλήτους ταῖς διαίταις καὶ σώφρονας, ἀλλὰ καὶ προθυμοτάτους ἐν τοῖς ἀγῶσι διὰ τὴν πίστιν [14.8] γενομένους. οὕτω μὲν ὁ Φίλιππος ἐξέπεσε τοῦ Ἑλλησπόντου τότε καὶ κατεφρονήθη, δοκῶν ἄμαχός τις εἶναι καὶ ἀνανταγώνιστος, ὁ δὲ Φωκίων καὶ ναῦς τινας εἷλεν αὐτοῦ, καὶ φρουρουμένας πόλεις ἀνέλαβε, καὶ πολλαχόθι τῆς χώρας ἀποβάσεις ποιούμενος ἐπόρθει καὶ κατέτρεχε, μέχρι οὗ τραύματα λαβὼν ὑπὸ τῶν προσβοηθούντων ἀπέπλευσε.
[15]
[15.1] Τῶν δὲ Μεγαρέων ἐπικαλουμένων κρύφα, φοβούμενος ὁ Φωκίων τοὺς Βοιωτοὺς μὴ προαισθόμενοι φθάσωσι τὴν βοήθειαν, ἐκκλησίαν συνήγαγεν ἕωθεν, καὶ προσαγγείλας τὰ παρὰ τῶν Μεγαρέων τοῖς Ἀθηναίοις, ὡς ἐπεψηφίσαντο, τῇ σάλπιγγι σημήνας εὐθὺς ἀπὸ τῆς ἐκκλησίας [15.2] ἦγεν αὐτοὺς τὰ ὅπλα λαβόντας. δεξαμένων δὲ τῶν Μεγαρέων προθύμως, τήν τε Νίσαιαν ἐτείχισε, καὶ διὰ μέσου σκέλη δύο πρὸς τὸ ἐπίνειον ἀπὸ τοῦ ἄστεος ἐνέβαλε, καὶ συνῆψε τῇ θαλάττῃ τὴν πόλιν, ὥστε τῶν κατὰ γῆν πολεμίων ὀλίγον ἤδη φροντίζουσαν ἐξηρτῆσθαι τῶν Ἀθηναίων.
[16]
[16.1] Ἤδη δὲ πρὸς Φίλιππον ἐκπεπολεμωμένων παντάπασι, καὶ στρατηγῶν αὐτοῦ μὴ παρόντος ἑτέρων ἐπὶ τὸν πόλεμον ᾑρημένων, ὡς κατέπλευσεν ἀπὸ τῶν νήσων, πρῶτον μὲν ἔπειθε τὸν δῆμον, εἰρηνικῶς ἔχοντος τοῦ Φιλίππου καὶ φοβουμένου τὸν κίνδυνον ἰσχυρῶς, δέχεσθαι τὰς διαλύ[16.2]σεις· καί τινος ἀντικρούσαντος αὐτῷ τῶν εἰωθότων κυλινδεῖσθαι περὶ τὴν Ἡλιαίαν καὶ συκοφαντεῖν καὶ εἰπόντος "σὺ δὲ τολμᾷς ὦ Φωκίων ἀποτρέπειν Ἀθηναίους, ἤδη τὰ ὅπλα διὰ χειρῶν ἔχοντας;" "ἔγωγ'" εἶπε, "καὶ ταῦτ' εἰδὼς ὅτι πολέμου μὲν ὄντος ἐγὼ σοῦ, εἰρήνης δὲ γενο[16.3]μένης σὺ ἐμοῦ ἄρξεις." ὡς δ' οὐκ ἔπειθεν, ἀλλ' ὁ Δημοσθένης ἐκράτει κελεύων ὡς πορρωτάτω τῆς Ἀττικῆς θέσθαι μάχην τοὺς Ἀθηναίους, "ὦ τᾶν" ἔφη, "μὴ ποῦ μαχώμεθα σκοπῶμεν, ἀλλὰ πῶς νικήσωμεν. οὕτω γὰρ ἔσται μακρὰν ὁ πόλεμος, ἡττωμένοις δὲ πᾶν ἀεὶ δεινὸν ἐγγὺς πάρ[16.4]εστι." γενομένης δὲ τῆς ἥττης, καὶ τῶν θορυβοποιῶν καὶ νεωτεριστῶν ἐν ἄστει τὸν Χαρίδημον ἑλκόντων ἐπὶ τὸ βῆμα καὶ στρατηγεῖν ἀξιούντων, ἐφοβήθησαν οἱ βέλτιστοι, καὶ τὴν ἐξ Ἀρείου πάγου βουλὴν ἔχοντες ἐν τῷ δήμῳ, δεόμενοι καὶ δακρύοντες μόλις ἔπεισαν ἐπιτρέψαι τῷ Φωκίωνι [16.5] τὴν πόλιν. ὁ δὲ τὴν μὲν ἄλλην τοῦ Φιλίππου πολιτείαν καὶ φιλανθρωπίαν ᾤετο δεῖν προσδέχεσθαι· Δημάδου δὲ γράψαντος ὅπως ἡ πόλις μετέχοι τῆς κοινῆς εἰρήνης καὶ τοῦ συνεδρίου τοῖς Ἕλλησιν, οὐκ εἴα πρὸ τοῦ γνῶναι, τίνα Φίλιππος αὑτῷ γενέσθαι παρὰ τῶν Ἑλλήνων ἀξιώσει· [16.6] κρατηθεὶς δὲ τῇ γνώμῃ διὰ τὸν καιρόν, ὡς εὐθὺς ἑώρα τοὺς Ἀθηναίους μεταμελομένους ὅτι καὶ τριήρεις ἔδει παρέχειν τῷ Φιλίππῳ καὶ ἱππεῖς, [16.7] "ταῦτ'" ἔφη "φοβούμενος ἠναντιούμην· ἐπεὶ δὲ συνέθεσθε, δεῖ μὴ βαρέως φέρειν μηδ' ἀθυμεῖν, μεμνημένους ὅτι καὶ οἱ πρόγονοί ποτε μὲν ἄρχοντες, ποτὲ δ' ἀρχόμενοι, καλῶς δ' ἀμφότερα ταῦτα ποιοῦντες, καὶ τὴν πόλιν ἔσωσαν καὶ τοὺς Ἕλληνας." [16.8] Φιλίππου δ' ἀποθανόντος εὐαγγέλια θύειν τὸν δῆμον οὐκ εἴα· καὶ γὰρ ἀγεννὲς εἶναι <τὸ> ἐπιχαίρειν, καὶ τὴν ἐν Χαιρωνείᾳ παραταξαμένην πρὸς αὐτοὺς δύναμιν ἑνὶ σώματι μόνον ἐλάττω γενέσθαι.
[17]
[17.1] Δημοσθένους δὲ λοιδοροῦντος τὸν Ἀλέξανδρον ἤδη προσάγοντα ταῖς Θήβαις, ἔφη· σχέτλιε, τίπτ' ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα
καὶ δόξης μεγάλης ὀρεγόμενον; ἢ βούλει πυρκαϊᾶς τηλικαύτης οὔσης ἐγγὺς ῥιπίσαι τὴν πόλιν; ἀλλ' ἡμεῖς οὐδὲ βουλομένοις ἀπολέσθαι τούτοις [17.2] ἐπιτρέψομεν, οἱ διὰ τοῦτο στρατηγεῖν ὑπομένοντες." ὡς δ' ἀπωλώλεισαν αἱ Θῆβαι, καὶ ὁ Ἀλέξανδρος ἐξῃτεῖτο τοὺς περὶ Δημοσθένην καὶ Λυκοῦργον καὶ Ὑπερείδην καὶ Χαρίδημον, ἡ δ' ἐκκλησία πρὸς ἐκεῖνον [17.3] ἀπέβλεπεν, ὀνομαστὶ πολλάκις καλούμενος ἀνέστη· καὶ τῶν φίλων ἕνα παραστησάμενος, ᾧ μάλιστα χρώμενος διετέλει καὶ πιστεύων καὶ ἀγαπῶν· "εἰς τὰ τοιαῦτ'" ἔφη "τὴν πόλιν οὗτοι παραγηόχασιν, ὥστ' ἔγωγε κἂν Νικοκλέα τις τοῦτον ἐξαιτῇ, διδόναι κελεύσω. τὸ μὲν γὰρ αὐτὸς [17.4] ὑπὲρ ὑμῶν ἁπάντων ἀποθανεῖν εὐτυχίαν <ἂν> ἐμαυτοῦ θείμην. ἐλεῶ δ'" εἶπεν "ἄνδρες Ἀθηναῖοι καὶ τοὺς ἐκ Θηβῶν δεῦρο πεφευγότας, ἀρκεῖ δὲ τὰς Θήβας κλαίειν τοῖς Ἕλλησι. διὸ βέλτιόν ἐστιν ὑπὲρ ἀμφοῖν πείθειν [17.5] καὶ παραιτεῖσθαι τοὺς κρατοῦντας ἢ μάχεσθαι." τὸ μὲν οὖν πρῶτον ψήφισμα λέγεται <τὸν> Ἀλέξανδρον ὡς ἔλαβε ῥῖψαι, καὶ φυγεῖν ἀποστρα[17.6]φέντα τοὺς πρέσβεις· τὸ δὲ δεύτερον ἐδέξατο κομισθὲν ὑπὸ Φωκίωνος, τῶν πρεσβυτέρων ἀκούων ὅτι καὶ Φίλιππος ἐθαύμαζε τὸν ἄνδρα τοῦτον, καὶ οὐ μόνον τὴν ἔντευξιν ὑπέμεινεν αὐτοῦ καὶ τὴν δέησιν, ἀλλὰ καὶ συμ[17.7]βουλεύοντος ἤκουσε. συνεβούλευε δ' ὁ Φωκίων, εἰ μὲν ἡσυχίας ὀρέγεται, θέσθαι τὸν πόλεμον· εἰ δὲ δόξης, μεταθέσθαι, πρὸς τοὺς βαρβάρους ἀπὸ [17.8] τῶν Ἑλλήνων τραπόμενον. καὶ πολλὰ πρὸς τὴν Ἀλεξάνδρου φύσιν καὶ βούλησιν εὐστόχως εἰπών, οὕτω μετέβαλε καὶ κατεπράϋνεν αὐτόν, ὥστ' εἰπεῖν ὅπως προσέξουσι τὸν νοῦν Ἀθηναῖοι τοῖς πράγμασιν, ὡς εἴ τι [17.9] γένοιτο περὶ αὐτόν, ἐκείνοις ἄρχειν προσῆκον. ἰδίᾳ δὲ τὸν Φωκίωνα ποιησάμενος αὑτοῦ φίλον καὶ ξένον, εἰς τοσαύτην ἔθετο τιμὴν ὅσην εἶχον [17.10] ὀλίγοι τῶν ἀεὶ συνόντων. ὁ γοῦν Δοῦρις εἴρηκεν, ὡς μέγας γενόμενος καὶ Δαρείου κρατήσας ἀφεῖλε τῶν ἐπιστολῶν τὸ χαίρειν, πλὴν ἐν ὅσαις ἔγραφε Φωκίωνι· τοῦτον δὲ μόνον ὥσπερ Ἀντίπατρον μετὰ τοῦ χαίρειν προσηγόρευε. τοῦτο δὲ καὶ Χάρης ἱστόρηκε.
[18]
[18.1] Τὸ μέντοι περὶ τῶν χρημάτων ὁμολογούμενόν ἐστιν, ὅτι δωρεὰν αὐτῷ κατέπεμψεν ἑκατὸν τάλαντα. τούτων κομισθέντων εἰς Ἀθήνας, ἠρώτησεν ὁ Φωκίων τοὺς φέροντας, τί δή ποτε πολλῶν ὄντων Ἀθηναίων [18.2] αὐτῷ μόνῳ τοσαῦτα δίδωσιν Ἀλέξανδρος. εἰπόντων δ' ἐκείνων "ὅτι σὲ κρίνει μόνον ἄνδρα καλὸν καὶ ἀγαθόν", "οὐκοῦν" εἶπεν ὁ Φωκίων [18.3] "ἐασάτω με καὶ δοκεῖν [ἀεὶ] καὶ εἶναι τοιοῦτον." ὡς δ' ἀκολουθήσαντες εἰς οἶκον αὐτῷ πολλὴν ἑώρων εὐτέλειαν, τὴν μὲν γυναῖκα μάττουσαν, ὁ δὲ Φωκίων αὐτὸς ἀνιμήσας ὕδωρ ἐκ τοῦ φρέατος ἀπενίπτετο τοὺς πόδας, ἔτι μᾶλλον ἐνέκειντο καὶ ἠγανάκτουν, δεινὸν εἶναι λέγοντες, εἰ φίλος ὢν τοῦ [18.4] βασιλέως οὕτω διαιτήσεται πονηρῶς. ἰδὼν οὖν ὁ Φωκίων πένητα πρεσβύτην ἐν τριβωνίῳ ῥυπαρῷ πορευόμενον, ἠρώτησεν εἰ τούτου χείρονα νομίζουσιν αὐτόν. εὐφημεῖν δ' ἐκείνων δεομένων, "καὶ μὴν οὗτος" εἶπεν "ἀπ' ἐλαττόνων ἐμοῦ ζῇ καὶ ἀρκεῖται." "τὸ δ' ὅλον ἢ μὴ χρώμενος" ἔφη "μάτην ἕξω τοσοῦτον χρυσίον, ἢ χρώμενος ἐμαυτὸν [18.5] ἅμα κἀκεῖνον διαβαλῶ πρὸς τὴν πόλιν." οὕτω μὲν οὖν ἐπανῆλθε πάλιν τὰ χρήματ' ἐξ Ἀθηνῶν, ἐπιδείξαντα τοῖς Ἕλλησι πλουσιώτερον τοῦ διδόντος [18.6] τοσαῦτα τὸν μὴ δεόμενον. ἐπεὶ δ' Ἀλέξανδρος ἠγανάκτησε καὶ πάλιν ἔγραψε τῷ Φωκίωνι φίλους μὴ νομίζειν τοὺς μηδὲν αὐτοῦ δεομένους, χρήματα μὲν οὐδ' ὣς ὁ Φωκίων ἔλαβεν, ἀφεθῆναι δ' ἠξίωσε τὸν σοφιστὴν Ἐχεκρατίδην καὶ τὸν Ἴμβριον Ἀθηνόδωρον καὶ Ῥοδίους δύο, Δημάρατον καὶ Σπάρτωνα, συνειλημμένους ἐπ' αἰτίαις τισὶ καὶ καθειργμένους ἐν [18.7] Σάρδεσι. τούτους μὲν οὖν εὐθὺς ἀπέλυσεν ὁ Ἀλέξανδρος, Κρατερὸν δ' ἀποστέλλων εἰς Μακεδονίαν ἐκέλευσε τεττάρων πόλεων ἐν Ἀσίᾳ, Κίου Γεργίθου Μυλάσων Ἐλαίας, μίαν ἣν ἂν αἱρῆται παραδοῦναι τῷ Φωκίωνι, [18.8] διατεινάμενος ἔτι μᾶλλον ὡς χαλεπανεῖ μὴ λαβόντος. ἀλλ' οὔτε Φωκίων ἔλαβεν, ὅ τ' Ἀλέξανδρος ταχέως ἀπέθανεν. ἡ δ' οἰκία τοῦ Φωκίωνος ἔτι νῦν ἐν Μελίτῃ δείκνυται, χαλκαῖς λεπίσι κεκοσμημένη, τὰ δ' ἄλλα λιτὴ καὶ ἀφελής.
[19]
[19.1] Τῶν δὲ γυναικῶν ἃς ἔγημε περὶ τῆς προτέρας οὐθὲν ἱστορεῖται, πλὴν ὅτι Κηφισόδοτος ἦν ὁ πλάστης ἀδελφὸς αὐτῆς· τῆς δὲ δευτέρας οὐκ ἐλάττων ἐπὶ σωφροσύνῃ καὶ ἀφελείᾳ λόγος ἦν παρὰ τοῖς Ἀθηναίοις ἢ [19.2] Φωκίωνος ἐπὶ χρηστότητι. καί ποτε θεωμένων καινοὺς τραγῳδοὺς Ἀθηναίων, ὁ μὲν τραγῳδὸς εἰσιέναι μέλλων βασιλίδος πρόσωπον, ᾔτει κεκοσμημένας πολλὰς πολυτελῶς ὀπαδοὺς τὸν χορηγόν, καὶ μὴ παρέχοντος, [19.3] ἠγανάκτει καὶ κατεῖχε τὸ θέατρον, οὐ βουλόμενος προελθεῖν. ὁ δὲ χορηγὸς Μελάνθιος ὠθῶν αὐτὸν εἰς τὸ μέσον ἐβόα· "τὴν τοῦ Φωκίωνος οὐχ ὁρᾷς γυναῖκα προϊοῦσαν ἀεὶ μετὰ μιᾶς θεραπαινίδος; ἀλλ' ἀλαζονεύῃ καὶ διαφθείρεις τὴν γυναικωνῖτιν." ἐξακούστου δὲ τῆς φωνῆς γενομένης, ἐδέ[19.4]ξατο κρότῳ πολλῷ καὶ θορύβῳ τὸ θέατρον. αὐτὴ δ' ἡ γυνή, ξένης τινὸς Ἰωνικῆς ἐπιδειξαμένης χρυσοῦν καὶ λιθοκόλλητον κόσμον <ἐν> ἐμπλοκίοις καὶ περιδεραίοις, "ἐμοὶ δ'" ἔφη "κόσμος ἐστὶ Φωκίων, εἰκοστὸν ἔτος ἤδη στρατηγῶν Ἀθηναίων."
[20]
[20.1] Φώκῳ δὲ τῷ υἱῷ βουλομένῳ <δι>αγωνίσασθαι Παναθηναίοις ἀποβάτην ἐφῆκεν, οὐχὶ τῆς νίκης ὀρεγόμενος, ἀλλ' ὅπως ἐπιμεληθεὶς καὶ ἀσκήσας τὸ σῶμα βελτίων ἔσοιτο· καὶ γὰρ ἦν ἄλλως φιλοπότης καὶ ἄτακ[20.2]τος ὁ νεανίσκος. νικήσαντος δὲ καὶ πολλῶν αἰτουμένων ἑστιᾶσαι τὰ νικητήρια, τοὺς ἄλλους Φωκίων παραιτησάμενος, ἑνὶ τὴν φιλοτιμίαν [20.3] ταύτην συνεχώρησεν. ὡς δ' ἐλθὼν ἐπὶ τὸ δεῖπνον ἄλλην τε σοβαρὰν ἑώρα παρασκευὴν καὶ ποδανιπτῆρας οἴνου δι' ἀρωμάτων προσφερομένους τοῖς εἰσιοῦσι, καλέσας τὸν υἱὸν "οὐ παύσεις" ἔφη "τὸν ἑταῖρον ὦ Φῶκε δια[20.4]φθείροντά σου τὴν νίκην;" βουλόμενος δὲ καὶ καθόλου μεταστῆσαι τὸ μειράκιον ἐκ τῆς διαίτης ἐκείνης, ἀπήγαγεν εἰς Λακεδαίμονα καὶ κατ[20.5]έμειξε τοῖς ἀγομένοις τὴν λεγομένην ἀγωγὴν νεανίσκοις. καὶ τοῦτο τοὺς Ἀθηναίους ἐλύπησεν, ὡς ὑπερορῶντος καὶ ὑπερφρονοῦντος τὰ οἰκεῖα [20.6] τοῦ Φωκίωνος. εἰπόντος δὲ τοῦ Δημάδου πρὸς αὐτόν· "τί οὐ πείθομεν ὦ Φωκίων Ἀθηναίους τὴν Λακωνικὴν προσδέξασθαι πολιτείαν; ἐὰν γὰρ σὺ κελεύῃς, ἐγὼ γράφειν καὶ λέγειν ἕτοιμός εἰμι", "πάνυ γοῦν" ἔφη "πρέψειεν ἄν σοι, μύρου τοσοῦτον ὄζοντι καὶ χλαμύδα τοιαύτην φοροῦντι, συμβουλεύειν Ἀθηναίοις περὶ φιδιτίων καὶ τὸν Λυκοῦργον ἐπαινεῖν."
[21]
[21.1] Γράψαντος δὲ τοῦ Ἀλεξάνδρου περὶ τριήρων ὅπως ἀποστείλωσιν αὐτῷ, καὶ τῶν ῥητόρων ἐνισταμένων, τῆς δὲ βουλῆς τὸν Φωκίωνα λέγειν κελευούσης, "λέγω τοίνυν ὑμῖν" εἶπεν "ἢ τοῖς ὅπλοις κρατεῖν ἢ τοῖς κρατοῦσι φίλους εἶναι." [21.2] Πρὸς δὲ Πυθέαν, ἀρχόμενον τότε πρῶτον ἐντυγχάνειν Ἀθηναίοις, ἤδη δὲ λάλον ὄντα καὶ θρασύν, "οὐ σιωπήσεις" ἔφη, "καὶ ταῦτα νεώνητος ὢν τῷ δήμῳ;" [21.3] Ἐπεὶ δ' Ἅρπαλος μετὰ χρημάτων πολλῶν ἀποδρὰς Ἀλέξανδρον ἐκ τῆς Ἀσίας τῇ Ἀττικῇ προσέβαλε, καὶ τῶν εἰωθότων ἀπὸ τοῦ βήματος χρηματίζεσθαι δρόμος ἦν καὶ ἅμιλλα φθειρομένων πρὸς αὐτόν, τούτοις μὲν ἀπὸ πολλῶν μικρὰ δελεάζων προήκατο καὶ διέρριψε, τῷ δὲ Φωκίωνι προσέπεμψε διδοὺς ἑπτακόσια τάλαντα, καὶ τἆλλα πάντα καὶ μετὰ πάντων [21.4] ἑαυτὸν [ἐπ'] ἐκείνῳ μόνῳ παρακατατιθέμενος. ἀποκριναμένου δὲ τραχέως τοῦ Φωκίωνος, οἰμώξεσθαι τὸν Ἅρπαλον εἰ μὴ παύσεται διαφθείρων τὴν πόλιν, τότε μὲν συσταλεὶς ἀπέστη, μετ' ὀλίγον δὲ βουλευομένων Ἀθηναίων ἑώρα τοὺς μὲν εἰληφότας τὰ χρήματα παρ' αὐτοῦ μεταβαλλομένους καὶ κατηγοροῦντας, ἵνα μὴ φανεροὶ γένωνται, Φωκίωνα δὲ τὸν μηδὲν λαβόντα μετὰ τοῦ κοινοῦ συμφέροντος ἅμα καὶ τὴν ἐκείνου σωτηρίαν ἔν τινι [21.5] λόγῳ τιθέμενον. πάλιν οὖν ἐνεχθεὶς ἐπὶ τὸ θεραπεύειν ἐκεῖνον, αὐτὸν μὲν ὡς ἔρυμα πανταχόθεν ἀνάλωτον ὑπὸ τοῦ χρυσίου περιοδεύων ἑώρα, Χαρικλέα δὲ τὸν γαμβρὸν αὐτοῦ ποιησάμενος συνήθη καὶ φίλον ἐνέπλησε δόξης πονηρᾶς, πάντα πιστεύων καὶ πάντα χρώμενος ἐκείνῳ.
[22]
[22.1] Καὶ δὴ καὶ Πυθονίκης τῆς ἑταίρας ἀποθανούσης, ἣν εἶχεν ὁ Ἅρπαλος ἐρῶν καὶ θυγατρίου πατὴρ ἐξ αὐτῆς γεγονώς, μνημεῖον ἀπὸ χρημάτων πολλῶν ἐπιτελέσαι θελήσας, προσέταξε τῷ Χαρικλεῖ τὴν ἐπιμέλειαν. [22.2] οὖσαν δὲ τὴν ὑπουργίαν ταύτην ἀγεννῆ, προσκατῄσχυνεν ὁ τάφος συντελεσθείς -- διαμένει γὰρ ἔτι νῦν ἐν Ἑρμείῳ, ᾗ βαδίζομεν ἐξ ἄστεος εἰς Ἐλευσῖνα -- μηδὲν ἔχων τῶν τριάκοντα ταλάντων ἄξιον, ὅσα τῷ Ἁρπάλῳ [22.3] λογισθῆναί φασιν εἰς τὸ ἔργον ὑπὸ τοῦ Χαρικλέους. καὶ μέντοι καὶ τελευτήσαντος αὐτοῦ τὸ παιδάριον ὑπὸ τοῦ Χαρικλέους καὶ τοῦ Φωκίωνος [22.4] ἀναληφθὲν ἐτύγχανε πάσης ἐπιμελείας. κρινομένου μέντοι τοῦ Χαρικλέους ἐπὶ τοῖς Ἁρπαλείοις καὶ δεομένου βοηθεῖν αὐτῷ τὸν Φωκίωνα καὶ συνεισελθεῖν εἰς τὸ δικαστήριον, οὐκ ἠθέλησεν εἰπών· "ἐγώ σ' ὦ Χαρίκλεις ἐπὶ πᾶσι τοῖς δικαίοις γαμβρὸν ἐποιησάμην."
[22.5] Πρώτου δ' Ἀθηναίοις Ἀσκληπιάδου τοῦ Ἱππάρχου τεθνάναι προσαγγείλαντος Ἀλέξανδρον, ὁ μὲν Δημάδης ἐκέλευε μὴ προσέχειν· πάλαι γὰρ ἂν ὅλην ὄζειν νεκροῦ τὴν οἰκουμένην· ὁ δὲ Φωκίων ἐπηρμένον ὁρῶν πρὸς τὸ νεωτερίζειν τὸν δῆμον, ἐπειρᾶτο παρηγορεῖν [22.6] καὶ κατέχειν. ἀναπηδώντων δὲ πολλῶν ἐπὶ τὸ βῆμα καὶ βοώντων ἀληθῆ τὸν Ἀσκληπιάδην ἀπαγγέλλειν καὶ τεθνάναι τὸν Ἀλέξανδρον, "οὐκοῦν" εἶπεν "εἰ σήμερον τέθνηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην τεθνηκώς, ὥσθ' ἡμᾶς ἐν ἡσυχίᾳ βουλεύσασθαι, μᾶλλον δὲ μετ' ἀσφαλείας."
[23]
[23.1] Ὡς δὲ φέρων ἐνέσεισεν ὁ Λεωσθένης τὴν πόλιν εἰς τὸν Ἑλληνικὸν πόλεμον, καὶ τοῦ Φωκίωνος δυσχεραίνοντος ἠρώτα καταγελῶν, τί πεποίηκεν ἀγαθὸν τὴν πόλιν ἔτη τοσαῦτα στρατηγῶν, "οὐ μικρόν" ἔφη, "τὸ [23.2] τοὺς πολίτας ἐν τοῖς ἰδίοις μνήμασι θάπτεσθαι." πολλὰ δὲ θρασυνομένου καὶ κομπάζοντος ἐν τῷ δήμῳ τοῦ Λεωσθένους, ὁ Φωκίων "οἱ λόγοι σου" εἶπεν "ὦ μειράκιον ἐοίκασι κυπαρίττοις· μεγάλοι γὰρ ὄντες καὶ ὑψηλοί, [23.3] καρποὺς οὐ φέρουσιν." ὡς δ' ἐπαναστὰς ὁ Ὑπερείδης ἠρώτησε· "πότ' οὖν ὦ Φωκίων συμβουλεύσεις πολεμεῖν Ἀθηναίοις;" "ὅταν" εἶπε "τοὺς μὲν νέους ἴδω τὴν τάξιν βουλομένους φυλάττειν, τοὺς δὲ πλουσίους εἰσφέ[23.4]ρειν, τοὺς δὲ ῥήτορας ἀπέχεσθαι τοῦ κλέπτειν τὰ δημόσια." θαυμαζόντων δὲ πολλῶν τὴν ὑπὸ τοῦ Λεωσθένους συνηγμένην δύναμιν καὶ τοῦ Φωκίωνος πυνθανομένων, πῶς τι παρεσκευάσθαι δοκοῦσιν αὐτῷ, "καλῶς" ἔφη "πρὸς τὸ στάδιον· τὸν δὲ δόλιχον τοῦ πολέμου φοβοῦμαι, μήτε χρή[23.5]ματα τῆς πόλεως ἕτερα μήτε ναῦς μήθ' ὁπλίτας ἐχούσης." ἐμαρτύρει δ' αὐτῷ καὶ τὰ ἔργα. πρῶτον μὲν γὰρ ὁ Λεωσθένης λαμπρὸς ἤρθη ταῖς πράξεσι, τῶν τε Βοιωτῶν μάχῃ κρατήσας καὶ τὸν Ἀντίπατρον εἰς Λαμίαν [23.6] συνελάσας· ὅτε καί φασι τὴν μὲν πόλιν ἐλπίδος μεγάλης γενομένην ἑορτάζειν εὐαγγέλια συνεχῶς καὶ θύειν τοῖς θεοῖς, τὸν δὲ Φωκίωνα πρὸς τοὺς ἐλέγχειν αὐτὸν οἰομένους καὶ πυνθανομένους, εἰ ταῦτ' οὐκ ἂν ἤθελεν αὑτῷ πεπρᾶχθαι, "πάνυ μὲν οὖν" φάναι, "βεβουλεῦσθαι δ' ἐκεῖνα"· [23.7] καὶ πάλιν ἄλλων ἐπ' ἄλλοις εὐαγγελίων γραφομένων καὶ φερομένων ἀπὸ τοῦ στρατοπέδου, "πότ' ἄρα" φάναι "παυσόμεθα νικῶντες;"
[24]
[24.1] Ἐπεὶ δὲ τοῦ Λεωσθένους ἀποθανόντος οἱ φοβούμενοι τὸν Φωκίωνα, μὴ στρατηγὸς ἐκπεμφθεὶς καταλύσῃ τὸν πόλεμον, ἄνθρωπόν τινα τῶν οὐκ ἐπιφανῶν ἐν ἐκκλησίᾳ παρεσκεύασαν ἀναστάντα λέγειν, ὅτι φίλος ὢν τοῦ Φωκίωνος καὶ συμπεφοιτηκὼς παραινεῖ φείδεσθαι τοῦ ἀνδρὸς καὶ φυλάσσειν, ὡς ἄλλον ὅμοιον οὐκ ἔχοντας, ἐκπέμπειν δ' Ἀντίφιλον ἐπὶ [24.2] τὸ στράτευμα, καὶ ταῦτα τοῖς Ἀθηναίοις συνεδόκει, παρελθὼν ὁ Φωκίων ἔλεγε, μήτε συμπεφοιτηκέναι ποτὲ τῷ ἀνθρώπῳ μήτ' ἄλλως γεγονέναι γνώριμος ἢ συνήθης· "ἀλλὰ νῦν" εἶπεν "ἀπὸ τῆς σήμερον ἡμέρας καὶ φίλον σε ποιοῦμαι καὶ οἰκεῖον· ἃ γὰρ ἦν ἐμοὶ συμφέροντα, συμβεβούλευ[24.3]κας." ὡρμημένων δὲ τῶν Ἀθηναίων ἐπὶ τοὺς Βοιωτοὺς στρατεύειν, πρῶτον μὲν ἀντεῖχε, καὶ τῶν φίλων λεγόντων ὡς ἀποθανεῖται προσκρούων τοῖς Ἀθηναίοις, "ἀδίκως" εἶπεν, "ἂν ποιῶ τὸ συμφέρον· ἂν δὲ παραβαίνω, [24.4] δικαίως." ἔπειθ' ὁρῶν οὐκ ἀνιέντας ἀλλὰ βοῶντας, ἐκέλευσε τὸν κήρυκ' ἀνειπεῖν Ἀθηναίων τοὺς ἄχρι ἑξήκοντ' ἐτῶν ἀφ' ἥβης πένθ' ἡμερῶν [24.5] σιτία λαβόντας εὐθὺς ἀκολουθεῖν ἀπὸ τῆς ἐκκλησίας· θορύβου δὲ πολλοῦ γενομένου, καὶ τῶν πρεσβυτέρων βοώντων καὶ ἀναπηδώντων, "οὐδέν" ἔφη "δεινόν· ἐγὼ γὰρ ὁ στρατηγὸς ὀγδοηκοστὸν ἔχων ἔτος ἔσομαι μεθ' ὑμῶν." καὶ τότε μὲν οὕτως κατέπαυσεν αὐτοὺς καὶ μετέβαλε.
[25]
[25.1] Πορθουμένης δὲ τῆς παραλίας ὑπὸ Μικίωνος, συχνοῖς Μακεδόσι καὶ μισθοφόροις ἀποβεβηκότος εἰς Ῥαμνοῦντα καὶ κατατρέχοντος τὴν [25.2] χώραν, ἐξήγαγε τοὺς Ἀθηναίους ἐπ' αὐτόν. ὡς δὲ προστρέχοντες ἀλλαχόθεν ἄλλος διεστρατήγουν καὶ συνεβούλευον, αὐτοῦ τὸν λόφον καταλαβεῖν, ἐκεῖ περιπέμψαι τοὺς ἱππέας, ἐνταῦθα παρεμβαλεῖν, "ὦ Ἡράκλεις" [25.3] εἶπεν, "ὡς πολλοὺς ὁρῶ στρατηγούς, ὀλίγους δὲ στρατιώτας." ἐπεὶ δὲ παρατάξαντος αὐτοῦ τοὺς ὁπλίτας εἷς πολὺ πρὸ τῶν ἄλλων προῆλθεν, εἶτ' ἀντιστάντος ἀνδρὸς πολεμίου δείσας πάλιν εἰς τὴν τάξιν ἀνεχώρησεν, "ὦ μειράκιον" εἶπεν, "οὐκ αἰδῇ δύο τάξεις ἀπολελοιπώς, ἣν ἐτάχθης [25.4] ὑπὸ τοῦ στρατηγοῦ, καὶ πάλιν ἐφ' ἣν σεαυτὸν ἔταξας;" ἐμβαλὼν δὲ τοῖς πολεμίοις καὶ κατὰ κράτος τρεψάμενος, αὐτόν τε τὸν Μικίωνα καὶ ἄλλους πολλοὺς ἀπέκτεινε. [25.5] Τὸ δ' Ἑλληνικὸν ἐν Θετταλίᾳ στράτευμα, συμμείξαντος Ἀντιπάτρῳ Λεοννάτου καὶ τῶν ἐξ Ἀσίας Μακεδόνων, ἐνίκα μαχόμενον, καὶ Λεοννάτος ἔπεσεν, ἡγουμένου τῆς μὲν φάλαγγος Ἀντιφίλου, τῶν δ' ἱππέων τοῦ Θεσσαλοῦ Μένωνος.
[26]
[26.1] Ὀλίγῳ δ' ὕστερον χρόνῳ Κρατεροῦ διαβάντος ἐξ Ἀσίας μετὰ πολλῆς δυνάμεως, καὶ γενομένης πάλιν ἐν Κραννῶνι παρατάξεως, ἡττήθησαν μὲν οἱ Ἕλληνες οὔτε μεγάλην ἧτταν οὔτε πολλῶν πεσόντων, ἀπειθείᾳ δὲ πρὸς τοὺς ἄρχοντας ἐπιεικεῖς καὶ νέους ὄντας, καὶ ἅμα τὰς πόλεις αὐτῶν πειρῶντος Ἀντιπάτρου, διαρρυέντες αἴσχιστα προήκαντο τὴν ἐλευθερίαν. [26.2] εὐθὺς οὖν ἐπὶ τὰς Ἀθήνας ἄγοντος τοῦ Ἀντιπάτρου τὴν δύναμιν, οἱ μὲν [26.3] περὶ Δημοσθένην καὶ Ὑπερείδην ἀπηλλάγησαν ἐκ τῆς πόλεως. Δημάδης δὲ μηθὲν μέρος ὧν ὤφειλε χρημάτων ἐπὶ ταῖς καταδίκαις ἐκτεῖσαι τῇ πόλει δυνάμενος -- ἡλώκει γὰρ ἑπτὰ γραφὰς παρανόμων, καὶ γεγονὼς ἄτιμος ἐξείργετο τοῦ λέγειν -- , ἄδειαν εὑρόμενος τότε γράφει ψήφισμα, [καὶ] πέμπειν πρὸς Ἀντίπατρον ὑπὲρ εἰρήνης πρέσβεις αὐτοκράτορας. [26.4] φοβουμένου δὲ τοῦ δήμου καὶ καλοῦντος Φωκίωνα καὶ μόνῳ πιστεύειν ἐκείνῳ λέγοντος, "ἀλλ' εἴγ' ἐπιστευόμην" εἶπεν "ἐγὼ συμβουλεύων [26.5] ὑμῖν, οὐκ ἂν νῦν ἐβουλευόμεθα περὶ πραγμάτων τοιούτων." οὕτω δὲ τοῦ ψηφίσματος ἐπικυρωθέντος, ἀπεστάλη πρὸς Ἀντίπατρον, ἐν τῇ Καδμείᾳ στρατοπεδεύοντα καὶ παρασκευαζόμενον εὐθὺς εἰς τὴν Ἀττικὴν βαδίζειν, καὶ τοῦτο πρῶτον ᾐτεῖτο, μένοντα κατὰ χώραν ποιήσασθαι τὰς διαλύσεις. [26.6] τοῦ δὲ Κρατεροῦ λέγοντος ὡς "οὐ δίκαια πείθει Φωκίων ἡμᾶς, τὴν τῶν συμμάχων καὶ φίλων καθημένους χώραν κακῶς ποιεῖν, δυναμένους ἐκ τῆς τῶν πολεμίων ὠφελεῖσθαι," λαβόμενος αὐτοῦ τῆς δεξιᾶς ὁ Ἀντίπα[26.7]τρος "δοτέον" εἶπε "Φωκίωνι ταύτην τὴν χάριν." περὶ δὲ τῶν ἄλλων ἐκέλευεν αὐτοῖς ἐπιτρέπειν τοὺς Ἀθηναίους, ὥσπερ ἐν Λαμίᾳ Λεωσθένης ἐκεῖνον.
[27]
[27.1] Ὡς οὖν ἐπανῆλθεν ὁ Φωκίων εἰς τὸ ἄστυ καὶ τοῖς Ἀθηναίοις ταῦτ' ἔδοξεν ὑπ' ἀνάγκης, αὖθις εἰς Θήβας ἐβάδιζε μετὰ τῶν ἄλλων πρέσβεων, [27.2] Ξενοκράτην τὸν φιλόσοφον τῶν Ἀθηναίων προσελομένων. τοσοῦτον γὰρ ἦν ἀξίωμα τῆς ἀρετῆς τοῦ Ξενοκράτους καὶ δόξα καὶ λόγος παρὰ πᾶσιν, ὥστ' οἴεσθαι μήθ' ὕβριν εἶναι μήτ' ὠμότητα μήτε θυμὸν ἐν ἀνθρωπίνῃ ψυχῇ φυόμενον, ᾧ Ξενοκράτους μόνον ὀφθέντος οὐκ ἂν αἰδοῦς τι καὶ τιμῆς [27.3] ἐγγένοιτο πρὸς αὐτόν. ἀπέβη δὲ τοὐναντίον ἀγνωμοσύνῃ τινὶ καὶ μισαγαθίᾳ τοῦ Ἀντιπάτρου. πρῶτον μὲν γὰρ οὐκ ἠσπάσατο τὸν Ξενοκράτην, τοὺς ἄλλους δεξιωσάμενος· ἐφ' ᾧ φασιν εἰπεῖν ἐκεῖνον, ὡς Ἀντίπατρος καλῶς ποιεῖ μόνον αὐτὸν αἰσχυνόμενος ἐφ' οἷς ἀγνωμονεῖν μέλλει πρὸς [27.4] τὴν πόλιν· ἔπειτα λέγειν ἀρξάμενον οὐχ ὑπομένων, ἀλλ' ἀντικρούων καὶ δυσκολαίνων, ἐποίησεν ἀποσιωπῆσαι.
[27.5] Τῶν δὲ περὶ τὸν Φωκίωνα διαλεχθέντων, ἀπεκρίνατο φιλίαν ἔσεσθαι τοῖς Ἀθηναίοις καὶ συμμαχίαν, ἐκδοῦσι μὲν τοὺς περὶ Δημοσθένην καὶ Ὑπερείδην, πολιτευομένοις δὲ τὴν πάτριον ἀπὸ τιμήματος πολιτείαν, δεξαμένοις δὲ φρουρὰν εἰς τὴν Μουνυχίαν, ἔτι δὲ χρήματα τοῦ πολέμου [27.6] καὶ ζημίαν προσεκτείσασιν. οἱ μὲν οὖν ἄλλοι πρέσβεις ἠγάπησαν ὡς φιλανθρώπους τὰς διαλύσεις, πλὴν τοῦ Ξενοκράτους· ἔφη γὰρ ὡς μὲν δού[27.7]λοις μετρίως κεχρῆσθαι τὸν Ἀντίπατρον, ὡς δ' ἐλευθέροις βαρέως. τοῦ δὲ Φωκίωνος παραιτουμένου τὴν φρουρὰν καὶ δεομένου, λέγεται τὸν Ἀντίπατρον εἰπεῖν· "ὦ Φωκίων, ἡμεῖς πάντα σοι χαρίζεσθαι βουλόμεθα [27.8] πλὴν τῶν καὶ σὲ ἀπολούντων καὶ ἡμᾶς." οἱ δ' οὐχ οὕτως φασίν, ἀλλ' ἐρωτῆσαι τὸν Ἀντίπατρον, εἰ τὴν φρουρὰν ἀνέντος αὐτοῦ τοῖς Ἀθηναίοις ὁ Φωκίων ἐγγυᾶται τὴν πόλιν ἐμμενεῖν τῇ εἰρήνῃ καὶ μηθὲν πολυπραγ[27.9]μονήσειν· σιωπῶντος δ' ἐκείνου καὶ διαμέλλοντος, ἀναπηδήσαντα Καλλιμέδοντα τὸν Κάραβον, ἄνδρα θρασὺν καὶ μισόδημον, εἰπεῖν· "ἐὰν δ' οὗτος ὦ Ἀντίπατρε φλυαρῇ, σὺ πιστεύσεις καὶ οὐ πράξεις ἃ διέγνωκας;"
[28]
[28.1] Οὕτω μὲν ἐδέξαντο φρουρὰν Μακεδόνων Ἀθηναῖοι καὶ Μένυλλον ἡγεμόνα, τῶν ἐπιεικῶν τινα καὶ τοῦ Φωκίωνος ἐπιτηδείων. ἐφάνη δ' ὑπερήφανον τὸ πρόσταγμα καὶ μᾶλλον ἐξουσίας ὕβρει χρωμένης ἐπίδειξις [28.2] ἢ πραγμάτων ἕνεκα γιγνομένη κατάληψις. οὐ μικρὸν δὲ τῷ πάθει προσέθηκεν ὁ καιρός. εἰκάδι γὰρ ἡ φρουρὰ Βοηδρομιῶνος εἰσήχθη μυστηρίων ὄντων, ᾗ τὸν Ἴακχον ἐξ ἄστεος Ἐλευσινάδε πέμπουσιν, ὥστε τῆς τελετῆς συγχυθείσης ἀναλογίζεσθαι τοὺς πολλοὺς καὶ τὰ πρεσβύτερα τῶν θείων [28.3] καὶ τὰ πρόσφατα. πάλαι μὲν γὰρ ἐν τοῖς ἀρίστοις εὐτυχήμασι τὰς μυστικὰς ὄψεις καὶ φωνὰς παραγενέσθαι σὺν ἐκπλήξει καὶ θάμβει τῶν πολεμίων, νῦν δὲ τοῖς αὐτοῖς ἱεροῖς τὰ δυσχερέστατα πάθη τῆς Ἑλλάδος ἐπισκοπεῖν τοὺς θεούς, καὶ καθυβρίζεσθαι τὸν ἁγιώτατον τοῦ χρόνου καὶ [28.4] ἥδιστον αὐτοῖς, ἐπώνυμον τῶν μεγίστων κακῶν γενόμενον. πρότερον μὲν οὖν ὀλίγοις ἔτεσι χρησμὸν ἐξήνεγκαν αἱ Δωδωνίδες τῇ πόλει τὰ ἀκρωτήρια [28.5] τῆς Ἀρτέμιδος φυλάσσειν, ὅπως ἄλλοι μὴ λάβωσι· τότε δὲ περὶ τὰς ἡμέρας ἐκείνας αἱ ταινίαι μὲν αἷς περιελίττουσι τὰς μυστικὰς κίστας, βαπτόμεναι θάψινον ἀντὶ φοινικοῦ χρῶμα καὶ νεκρῶδες ἀνήνεγκαν· ὃ δὲ μεῖζον ἦν, [28.6] τὰ παραβαπτόμενα τῶν ἰδιωτικῶν πάντα τὸ προσῆκον ἄνθος ἔσχε. μύστην δὲ λούοντα χοιρίδιον ἐν Κανθάρῳ λιμένι κῆτος συνέλαβε, καὶ τὰ κάτω μέρη τοῦ σώματος ἄχρι τῆς κοιλίας κατέπιε, προδεικνύντος αὐτοῖς τοῦ θεοῦ προφανῶς, ὅτι τῶν κάτω καὶ πρὸς θαλάσσῃ στερηθέντες τὴν ἄνω πόλιν διαφυλάξουσιν. [28.7] Ἡ μὲν οὖν φρουρὰ διὰ Μένυλλον οὐδὲν ἠνίασε τοὺς ἀνθρώπους· τῶν δ' ἀποψηφισθέντων τοῦ πολιτεύματος διὰ πενίαν, ὑπὲρ μυρίους καὶ δισχιλίους γενομένων, οἵ τε μένοντες ἐδόκουν σχέτλια καὶ ἄτιμα πάσχειν, οἵ τε διὰ τοῦτο τὴν πόλιν ἐκλιπόντες καὶ μεταστάντες εἰς Θρᾴκην, Ἀντιπάτρου γῆν καὶ πόλιν αὐτοῖς παρασχόντος, ἐκπεπολιορκημένοις ἐῴκεσαν.
[29]
[29.1] Ὁ δὲ Δημοσθένους ἐν Καλαυρείᾳ καὶ Ὑπερείδου πρὸς Κλεωναῖς θάνατος, περὶ ὧν ἐν ἄλλοις γέγραπται, μονονοὺκ ἔρωτα καὶ πόθον Ἀθη[29.2]ναίοις Ἀλεξάνδρου καὶ Φιλίππου παρίστη. καὶ [τοῦτο] ὅπερ ὕστερον, ἀναιρεθέντος Ἀντιγόνου καὶ τῶν ἀνελόντων ἐκεῖνον ἀρξαμένων βιάζεσθαι καὶ λυπεῖν τοὺς ἀνθρώπους, ἀνὴρ ἄγροικος ἐν Φρυγίᾳ χωρίον ὀρύττων πυθομένου τινός "τί ποιεῖς;" στενάξας "Ἀντίγονον" εἶπε "ζητῶ," [29.3] τοῦτο πολλοῖς ἐπῄει λέγειν, διαμνημονεύουσι τὸν ἐκείνων τῶν βασιλέων θυμόν, ὡς τὸ μέγα καὶ γενναῖον εὐπαραίτητον εἶχον, οὐχ ὥσπερ Ἀντίπατρος ἰδιώτου προσώπῳ καὶ φαυλότητι χλαμυδίου καὶ διαίτης εὐτελείᾳ κατειρωνευόμενος τὴν ἐξουσίαν, ἐπαχθέστερος ἦν τοῖς πάσχουσι κακῶς [29.4] δεσπότης καὶ τύραννος. ὅμως δ' οὖν ὁ Φωκίων καὶ φυγῆς ἀπήλλαξε πολλούς, δεηθεὶς τοῦ Ἀντιπάτρου, καὶ φεύγουσι διεπράξατο μὴ καθάπερ οἱ λοιποὶ τῶν μεθισταμένων ὑπὲρ τὰ Κεραύνια ὄρη καὶ τὸν Ταίναρον ἐκπεσεῖν τῆς Ἑλλάδος, ἀλλ' ἐν Πελοποννήσῳ κατοικεῖν, ὧν καὶ Ἁγνω[29.5]νίδης ἦν ὁ συκοφάντης. ἐπιμελόμενος δὲ τῶν κατὰ τὴν πόλιν πρᾴως καὶ νομίμως, τοὺς μὲν ἀστείους καὶ χαρίεντας ἐν ταῖς ἀρχαῖς ἀεὶ συνεῖχε, τοὺς δὲ πολυπράγμονας καὶ νεωτεριστάς, αὐτῷ τῷ μὴ ἄρχειν μηδὲ θορυβεῖν ἀπομαραινομένους, ἐδίδαξε φιλοχωρεῖν καὶ ἀγαπᾶν γεωργοῦντας. [29.6] ὁρῶν δὲ τὸν Ξενοκράτην τελοῦντα τὸ μετοίκιον, ἐβούλετο γράψαι πολίτην· ὁ δ' ἀπεῖπε, φήσας οὐκ ἂν μετασχεῖν ταύτης τῆς πολιτείας περὶ ἧς ἐπρέσβευεν ἵνα μὴ γένηται.
[30]
[30.1] Τοῦ δὲ Μενύλλου δωρεὰν αὐτῷ [καὶ] χρήματα διδόντος, ἀπεκρίνατο μήτ' ἐκεῖνον Ἀλεξάνδρου βελτίον' εἶναι, μήτε κρείττονα τὴν αἰτίαν ἐφ' ᾗ [30.2] λήψεται νῦν ὁ τότε μὴ δεξάμενος. ἀλλὰ Φώκῳ γε τῷ παιδὶ λαβεῖν δεομένου τοῦ Μενύλλου, "Φώκῳ δ'," εἶπεν "ἐὰν μὲν σωφρονῇ μεταβαλόμενος, [30.3] ἀρκέσει τὰ τοῦ πατρός· ὡς δ' ἔχει νῦν, οὐδὲν ἱκανόν ἐστιν." Ἀντιπάτρῳ δὲ τραχύτερον ἀπεκρίνατο, βουλομένῳ τι γενέσθαι δι' αὐτοῦ τῶν μὴ πρεπόντων· "οὐ δύναται" γὰρ εἶπεν "Ἀντίπατρος ἅμα μοι καὶ φίλῳ καὶ [30.4] κόλακι χρῆσθαι." τὸν δ' Ἀντίπατρον αὐτὸν εἰπεῖν λέγουσιν, ὡς δυοῖν αὐτῷ φίλων Ἀθήνησιν ὄντων Φωκίωνος καὶ Δημάδου, τὸν μὲν λαβεῖν [30.5] οὐ πέπεικε, τὸν δὲ διδοὺς οὐκ ἐμπέπληκε. καὶ μέντοι Φωκίων μὲν ὡς ἀρετὴν ἐπεδείκνυτο τὴν πενίαν, [ἐν] ᾗ τοσαυτάκις Ἀθηναίων στρατηγήσας καὶ βασιλεῦσι φίλοις χρησάμενος ἐγκατεγήρασε, Δημάδης δὲ τῷ πλού[30.6]τῳ καὶ παρανομῶν ἐκαλλωπίζετο. νόμου γὰρ ὄντος Ἀθήνησι τότε μὴ χορεύειν ξένον ἢ χιλίας ἀποτίνειν τὸν χορηγόν, ἅπαντας εἰσαγαγὼν ξένους τοὺς χορεύοντας ἑκατὸν ὄντας, ἅμα καὶ τὴν ζημίαν ἀνὰ χιλίας ὑπὲρ [30.7] ἑκάστου <συν>εισήνεγκεν εἰς τὸ θέατρον. Δημέᾳ δὲ τῷ υἱῷ νύμφην ἀγόμενος, "ἐμοῦ μέν" εἶπεν "ὦ παῖ τὴν σὴν μητέρα γαμοῦντος οὐδ' ὁ γείτων ᾔσθετο· τοῖς δὲ σοῖς γάμοις καὶ βασιλεῖς καὶ δυ[30.8]νάσται συγχορηγοῦσιν." ἐνοχλούντων δὲ τῷ Φωκίωνι τῶν Ἀθηναίων, ὅπως ἀπαλλάξῃ τὴν φρουρὰν πείσας τὸν Ἀντίπατρον, εἴτε μὴ προσδοκῶν πείσειν, εἴτε μᾶλλον ὁρῶν σωφρονοῦντα τὸν δῆμον καὶ πολιτευόμενον εὐτάκτως διὰ τὸν φόβον, ἐκείνην μὲν ἀεὶ διωθεῖτο τὴν πρεσβείαν, τὰ δὲ χρήματα μὴ πράττειν, ἀλλὰ μέλλειν καὶ ἀναβάλλεσθαι τὸν Ἀντίπατρον [30.9] ἔπεισε. μεταβάντες οὖν Δημάδην παρεκάλουν. ὁ δὲ προθύμως ὑπέστη, καὶ τὸν υἱὸν ἔχων ἀπῆρεν εἰς Μακεδονίαν, ὑπὸ δαίμονός τινος ὡς ἔοικεν εἰς τοῦτο καιροῦ κομισθείς, ἐν ᾧ κατείχετο μὲν Ἀντίπατρος ἤδη νόσῳ, Κάσσανδρος δὲ τῶν πραγμάτων ἐγκρατὴς γεγονώς, εὗρεν ἐπιστολὴν Δημάδου γεγραμμένην πρὸς Ἀντίγονον εἰς Ἀσίαν, παρακαλοῦντος αὐτὸν ἐπιφανῆναι τοῖς περὶ τὴν Ἑλλάδα καὶ Μακεδονίαν, ἐκ παλαιοῦ καὶ σαπροῦ κρεμαμένοις στήμονος, τὸν Ἀντίπατρον οὕτω σκώ[30.10]ψαντος. ὡς οὖν εἶδεν αὐτὸν ἀφιγμένον ὁ Κάσσανδρος, συνέλαβε, καὶ πρῶτα μὲν τὸν υἱὸν ἐγγὺς προσαγαγὼν ἔσφαξεν, ὥστε καταδέξασθαι τοῖς κόλποις τὸ αἷμα τὸν πατέρα καὶ καταπλησθῆναι τοῦ φόνου, μετὰ ταῦτα δ' εἰς ἀχαριστίαν αὐτὸν καὶ προδοσίαν πολλὰ λοιδορήσας καὶ καθυβρίσας ἀπέκτεινεν.
[31]
[31.1] Ἐπεὶ δ' Ἀντίπατρος ἀποδείξας Πολυπέρχοντα στρατηγόν, Κάσσανδρον δὲ χιλίαρχον, ἐξέλιπεν, εὐθὺς διαναστὰς ὁ Κάσσανδρος καὶ προκαταλαμβάνων τὰ πράγματα, πέμπει κατὰ τάχος Νικάνορα τῷ Μενύλλῳ διάδοχον τῆς φρουραρχίας, πρὶν ἔκδηλον τὸν Ἀντιπάτρου θάνατον γενέ[31.2]σθαι κελεύσας τὴν Μουνυχίαν παραλαβεῖν. γενομένου δὲ τούτου, καὶ μεθ' ἡμέρας ὀλίγας πυθομένων τῶν Ἀθηναίων ὅτι τέθνηκεν ὁ Ἀντίπατρος, ἐν αἰτίαις ὁ Φωκίων ἦν καὶ κακῶς ἤκουεν ὡς προαισθόμενος καὶ κατασιω[31.3]πήσας χάριτι τοῦ Νικάνορος. ὁ δὲ τούτων μὲν οὐκ ἐφρόντιζεν, ἐντυγχάνων δὲ τῷ Νικάνορι καὶ διαλεγόμενος, εἴς τε τἆλλα τοῖς Ἀθηναίοις πρᾷον αὐτὸν καὶ κεχαρισμένον παρεῖχε, καὶ φιλοτιμίας τινὰς ἔπεισε καὶ δαπάνας ὑποστῆναι γενόμενον ἀγωνοθέτην.
[32]
[32.1] Ἐν τούτῳ δὲ Πολυπέρχων, τὴν τοῦ βασιλέως ἐπιμέλειαν ἔχων ὑφ' ἑαυτῷ καὶ καταπολιτευόμενος τὸν Κάσσανδρον, ἔπεμψεν ἐπιστολὴν τοῖς ἐν ἄστει γεγραμμένην, ὡς τοῦ βασιλέως ἀποδιδόντος αὐτοῖς τὴν δημοκρατίαν καὶ πολιτεύεσθαι κατὰ τὰ πάτρια πάντας Ἀθηναίους κελεύοντος. [32.2] ἦν δὲ τοῦτο κατὰ τοῦ Φωκίωνος ἐπιβουλή. συσκευαζόμενος γὰρ εἰς ἑαυτόν, ὡς μικρὸν ὕστερον ἔδειξε τοῖς ἔργοις, ὁ Πολυπέρχων τὴν πόλιν, [32.3] οὐδὲν ἤλπιζε περαίνειν μὴ τοῦ Φωκίωνος ἐκπεσόντος· ἐκπεσεῖσθαι δ' ἐκεῖνον ἅμα τῶν ἀπεψηφισμένων ἐπιχυθέντων τῇ πολιτείᾳ καὶ πάλιν τὸ [32.4] βῆμα δημαγωγῶν κατασχόντων καὶ συκοφαντῶν. ὑποκινουμένων δὲ πρὸς ταῦτα τῶν Ἀθηναίων, βουλόμενος ἐντυχεῖν αὐτοῖς ὁ Νικάνωρ, ἐν Πειραιεῖ [32.5] βουλῆς γενομένης, παρῆλθε τῷ Φωκίωνι ἐμπιστεύσας τὸ σῶμα. Δερκύλλου δὲ τοῦ ἐπὶ τῆς χώρας στρατηγοῦ συλλαβεῖν αὐτὸν ἐπιχειρήσαντος, ἐκεῖνος μὲν προαισθόμενος ἐξεπήδησε καὶ φανερὸς ἦν εὐθὺς ἀμυνούμενος [32.6] τὴν πόλιν· ὁ δὲ Φωκίων ἐπὶ τῷ προέσθαι τὸν ἄνδρα καὶ μὴ κατασχεῖν ἐγκαλούμενος, ἔφη πιστεύειν μὲν τῷ Νικάνορι καὶ μηδὲν ἀπ' αὐτοῦ προσδοκᾶν δεινόν· εἰ δὲ μή, μᾶλλον ἐθέλειν ἀδικούμενος ἢ ἀδικῶν φανερὸς [32.7] γενέσθαι. τοῦτο δὲ <τὸ> ὑπὲρ αὑτοῦ μὲν ἄν τινι σκοποῦντι δοκοίη καλοκαγαθικῶς λελέχθαι καὶ γενναίως· ὁ δ' εἰς πατρίδος ἀποκινδυνεύων σωτηρίαν, καὶ ταῦτα στρατηγὸς καὶ ἄρχων, οὐκ οἶδα μὴ μεῖζόν τι παραβαίνει [32.8] καὶ πρεσβύτερον, τὸ πρὸς τοὺς πολίτας δίκαιον. οὐδὲ γὰρ ἐκεῖν' ἔστιν εἰπεῖν, ὅτι φοβούμενος μὲν εἰς πόλεμον ἐμβαλεῖν τὴν πόλιν ὁ Φωκίων ἀπέσχετο τοῦ Νικάνορος, ἄλλως δὲ προὐβάλετο τὴν πίστιν καὶ τὸ δίκαιον, ὅπως αἰδούμενος ἐκεῖνος ἡσυχίαν ἄγῃ καὶ μηδὲν ἀδικῇ τοὺς Ἀθηναίους· [32.9] ἀλλ' ὄντως ἔοικεν ἰσχυρά τις αὐτῷ περὶ τοῦ Νικάνορος ἐγγενέσθαι πίστις, ὅν γε πολλῶν προδιαβαλλόντων καὶ κατηγορούντων ἐπιτίθεσθαι τῷ Πειραιεῖ καὶ διαβιβάζειν εἰς Σαλαμῖνα ξένους καὶ διαφθείρειν τινὰς τῶν ἐν [32.10] Πειραιεῖ κατοικούντων, οὐ προσήκατο τὸν λόγον οὐδ' ἐπίστευσεν, ἀλλὰ καὶ Φιλομήλου τοῦ Λαμπτρέως ψήφισμα γράψαντος, Ἀθηναίους ἅπαντας ἐν τοῖς ὅπλοις εἶναι καὶ τῷ στρατηγῷ Φωκίωνι προσέχειν, ἠμέλησεν, ἄχρι οὗ προσάγων ὁ Νικάνωρ ἐκ τῆς Μουνυχίας τὰ ὅπλα τὸν Πειραιᾶ περιετάφρευσε.
[33]
[33.1] Πραττομένων δὲ τούτων, ὁ μὲν Φωκίων ἐθορυβεῖτο καὶ κατεφρονεῖτο τοὺς Ἀθηναίους ἐξάγειν βουλόμενος, Ἀλέξανδρος δ' ὁ Πολυπέρχοντος υἱὸς ἧκε μετὰ δυνάμεως, λόγῳ μὲν ἐπὶ τὸν Νικάνορα τοῖς ἐν ἄστει βοηθήσων, ἔργῳ δὲ τὴν πόλιν εἰ δύναιτο καταληψόμενος, αὐτὴν ἑαυτῇ [33.2] περιπετῆ γενομένην. οἵ τε γὰρ φυγάδες αὐτῷ συνεισβαλόντες εὐθὺς ἦσαν ἐν ἄστει, καὶ τῶν ξένων ἅμα καὶ τῶν ἀτίμων πρὸς αὐτοὺς συνδραμόντων, ἐκκλησία παμμιγὴς ἠθροίσθη καὶ ἄτακτος, ἐν ᾗ τὸν Φωκίωνα τῆς ἀρχῆς [33.3] ἀπολύσαντες ἑτέρους εἵλοντο στρατηγούς. εἰ δὲ μὴ συνιὼν εἰς λόγους ὁ Ἀλέξανδρος τῷ Νικάνορι μόνος παρὰ τὸ τεῖχος ὤφθη, καὶ τοῦτο ποιοῦντες πολλάκις ὑποψίαν τοῖς Ἀθηναίοις παρέσχον, οὐκ ἂν ἡ πόλις διέφυγε τὸν κίνδυνον. [33.4] Ἐπεὶ δ' Ἁγνωνίδης ὁ ῥήτωρ εὐθὺς ἐπεφύετο τοῖς περὶ τὸν Φωκίωνα καὶ κατηγόρει προδοσίας, οἱ μὲν περὶ Καλλιμέδοντα καὶ Χαρικλέα φοβηθέντες ἀπῆλθον ἐκ τῆς πόλεως, ὁ δὲ Φωκίων καὶ μετ' αὐτοῦ τῶν φίλων οἱ παρα[33.5]μείναντες ᾤχοντο πρὸς Πολυπέρχοντα, καὶ συνεξῆλθον αὐτοῖς χάριτι τοῦ Φωκίωνος ὁ Πλαταιεὺς Σόλων καὶ Δείναρχος ὁ Κορίνθιος, ἐπιτήδειοι τοῦ [33.6] Πολυπέρχοντος εἶναι δοκοῦντες καὶ συνήθεις. ἀρρωστίᾳ δὲ χρησαμένου τοῦ Δεινάρχου, συχνὰς ἡμέρας ἐν Ἐλατείᾳ διέτριψαν, ἐν αἷς Ἁγνωνίδου πείσαντος, Ἀρχεστράτου δὲ τὸ ψήφισμα γράψαντος, ἔπεμπε πρεσβείαν ὁ [33.7] δῆμος κατηγορήσουσαν τοῦ Φωκίωνος. ἅμα δὲ καὶ συνέμειξαν ἀμφότεροι τῷ Πολυπέρχοντι, μετὰ τοῦ βασιλέως πορευομένῳ, περὶ κώμην τινὰ τῆς Φωκίδος Φαρύγας, κειμένην ὑπὸ τὸ Ἀκρούριον ὄρος, ὃ νῦν Γαλάτην κα[33.8]λοῦσιν. ἐνταῦθα δὴ θεὶς ὁ Πολυπέρχων τὸν χρυσοῦν οὐρανίσκον, καὶ καθίσας ὑπ' αὐτῷ τὸν βασιλέα καὶ τοὺς φίλους, τὸν μὲν Δείναρχον εὐθὺς ἐκ προσόδου λαβεῖν ἐκέλευσε καὶ στρεβλώσαντας ἀποκτεῖναι, τοῖς δ' Ἀθη[33.9]ναίοις ἀπέδωκε λόγον. ὡς δὲ θόρυβον καὶ κραυγὴν ἐποίουν, ἀντικατηγοροῦντες ἀλλήλων ἐν τῷ συνεδρίῳ, καὶ προσελθὼν ὁ Ἁγνωνίδης εἶπεν "ἅπαντας ἡμᾶς εἰς μίαν ἐμβαλόντες γαλεάγραν Ἀθηναίοις ἀναπέμψατε λόγον ὑφέξοντας," ὁ μὲν βασιλεὺς ἐγέλασεν, οἱ δὲ περιεστῶτες τῷ συνεδρίῳ Μακεδόνες καὶ ξένοι σχολὴν ἄγοντες ἐπεθύμουν ἀκούειν, καὶ τοὺς πρέσβεις παρεκάλουν ἀπὸ νεύματος ἐνταῦθα ποιεῖσθαι τὴν κατηγορίαν. [33.10] ἦν δ' οὐδὲν ἴσον, ἀλλὰ τῷ μὲν Φωκίωνι πολλάκις ἀντέκρουσεν ὁ Πολυπέρχων λέγοντι, μέχρι οὗ τῇ βακτηρίᾳ πατάξας τὴν γῆν ἀπέστη καὶ [33.11] κατεσιώπησεν. Ἡγήμονος δὲ φήσαντος ὅτι μάρτυς αὐτῷ τῆς πρὸς τὸν δῆμον εὐνοίας Πολυπέρχων ἐστί, καὶ τοῦ Πολυπέρχοντος ἀποκριναμένου πρὸς ὀργὴν "παῦσαί μου πρὸς τὸν βασιλέα καταψευδόμενος," ἀναπηδήσας [33.12] ὁ βασιλεὺς ὥρμησε λόγχῃ τὸν Ἡγήμονα πατάξαι. ταχὺ δὲ τοῦ Πολυπέρχοντος περιλαβόντος αὐτόν, οὕτω διελύθη τὸ συνέδριον.
[34]
[34.1] Τὸν δὲ Φωκίωνα καὶ τοὺς μετ' αὐτοῦ φυλακῆς περισχούσης, ὅσοι τῶν ἑταίρων ἔτυχον οὐκ ἐγγὺς ἑστῶτες, ὡς τοῦτ' εἶδον ἐγκαλυψάμενοι [34.2] καὶ διαφυγόντες ἐσώθησαν. ἐκείνους δὲ Κλεῖτος εἰς Ἀθήνας ἀνῆγε, λόγῳ [34.3] μὲν κριθησομένους, ἔργῳ δ' ἀποθανεῖν κατακεκριμένους. καὶ προσῆν τὸ σχῆμα τῇ κομιδῇ λυπηρόν, ἐφ' ἁμάξαις κομιζομένων αὐτῶν διὰ τοῦ Κεραμεικοῦ πρὸς τὸ θέατρον· ἐκεῖ γὰρ αὐτοὺς προσαγαγὼν ὁ Κλεῖτος συνεῖχεν, ἄχρι οὗ τὴν ἐκκλησίαν ἐπλήρωσαν οἱ ἄρχοντες, οὐ δοῦλον, οὐ ξένον, οὐκ ἄτιμον ἀποκρίναντες, ἀλλὰ πᾶσι καὶ πάσαις ἀναπεπταμένον τὸ βῆμα καὶ [34.4] τὸ θέατρον παρασχόντες. ἐπεὶ δ' ἥ τ' ἐπιστολὴ τοῦ βασιλέως ἀνεγνώσθη, λέγοντος αὐτῷ μὲν ἐγνῶσθαι προδότας γεγονέναι τοὺς ἄνδρας, ἐκείνοις δὲ διδόναι τὴν κρίσιν, ἐλευθέροις τε δὴ καὶ αὐτονόμοις οὖσι, καὶ τοὺς [34.5] ἄνδρας ὁ Κλεῖτος εἰσήγαγεν, οἱ μὲν βέλτιστοι τῶν πολιτῶν ὀφθέντος τοῦ Φωκίωνος ἐνεκαλύψαντο καὶ κάτω κύψαντες ἐδάκρυον, εἷς δ' ἀναστὰς ἐτόλμησεν εἰπεῖν ὅτι, τηλικαύτην κρίσιν ἐγκεχειρικότος τῷ δήμῳ τοῦ βασιλέως, καλῶς ἔχει τοὺς δούλους καὶ τοὺς ξένους ἀπελθεῖν ἐκ τῆς [34.6] ἐκκλησίας. οὐκ ἀνασχομένων δὲ τῶν πολλῶν, ἀλλ' ἀνακραγόντων βάλλειν τοὺς ὀλιγαρχικοὺς καὶ μισοδήμους, ἄλλος μὲν οὐδεὶς ὑπὲρ τοῦ Φωκίωνος [34.7] ἐπεχείρησεν εἰπεῖν, αὐτὸς δὲ χαλεπῶς καὶ μόλις ἐξακουσθείς, "πότερον" εἶπεν "ἀδίκως ἢ δικαίως ἀποκτεῖναι βούλεσθ' ἡμᾶς;" ἀποκριναμένων δέ τινων ὅτι δικαίως, "καὶ τοῦτ'" ἔφη "πῶς γνώσεσθε μὴ ἀκούσαντες;" [34.8] ἐπεὶ δ' οὐθὲν μᾶλλον ἤκουον, ἐγγυτέρω προσελθών, "ἐγὼ μὲν" εἶπεν "ἀδικεῖν ὁμολογῶ, καὶ θανάτου τιμῶμαι τὰ πεπολιτευμέν' ἐμαυτῷ· [34.9] τούτους δ' ἄνδρες Ἀθηναῖοι διὰ τί ἀποκτενεῖτε μηδὲν ἀδικοῦντας;" ἀποκριναμένων δὲ πολλῶν "ὅτι σοὶ φίλοι εἰσίν," ὁ μὲν Φωκίων ἀποστὰς ἡσυχίαν ἦγεν, ὁ δ' Ἁγνωνίδης ψήφισμα γεγραμμένον ἔχων ἀνέγνω, καθ' ὃ τὸν δῆμον ἔδει χειροτονεῖν περὶ τῶν ἀνδρῶν εἰ δοκοῦσιν ἀδικεῖν, τοὺς δ' ἄνδρας ἂν καταχειροτονηθῶσιν ἀποθνῄσκειν.
[35]
[35.1] Ἀναγνωσθέντος δὲ τοῦ ψηφίσματος, ἠξίουν τινὲς προσγράφειν ὅπως καὶ στρεβλωθεὶς Φωκίων ἀποθάνοι, καὶ τὸν τροχὸν εἰσφέρειν καὶ [35.2] τοὺς ὑπηρέτας καλεῖν προσέταττον. ὁ δ' Ἁγνωνίδης καὶ τὸν Κλεῖτον ὁρῶν δυσχεραίνοντα, καὶ τὸ πρᾶγμα βαρβαρικὸν εἶναι καὶ μιαρὸν ἡγούμενος, "ὅταν" ἔφη "Καλλιμέδοντα τὸν μαστιγίαν λάβωμεν ὦ ἄνδρες Ἀθηναῖοι, [35.3] στρεβλώσομεν· περὶ δὲ Φωκίωνος οὐδὲν ἐγὼ γράφω τοιοῦτον." ἐνταῦθα τῶν ἐπιεικῶν τις ὑπεφώνησεν· "ὀρθῶς γε σὺ ποιῶν· ἂν γὰρ Φωκίωνα [35.4] βασανίσωμεν, σὲ τί ποιήσομεν;" ἐπικυρωθέντος δὲ τοῦ ψηφίσματος καὶ τῆς χειροτονίας ἀποδοθείσης, οὐδεὶς καθήμενος, ἀλλὰ πάντες ἐξαναστάντες, οἱ δὲ πλεῖστοι καὶ στεφανωσάμενοι, κατεχειροτόνησαν αὐτῶν θάνατον. [35.5] ἦσαν δὲ σὺν τῷ Φωκίωνι Νικοκλῆς Θούδιππος Ἡγήμων Πυθοκλῆς· Δημητρίου δὲ τοῦ Φαληρέως καὶ Καλλιμέδοντος καὶ Χαρικλέους καί τινων ἄλλων ἀπόντων κατεψηφίσθη θάνατος.
[36]
[36.1] Ὡς οὖν διαλύσαντες τὴν ἐκκλησίαν ἦγον εἰς τὸ δεσμωτήριον τοὺς ἄνδρας, οἱ μὲν ἄλλοι, περιπλεκομένων τῶν φίλων αὐτοῖς καὶ οἰκείων, ὀδυρόμενοι καὶ καταθρηνοῦντες ἐβάδιζον, τὸ δὲ Φωκίωνος πρόσωπον οἷον ὅτε στρατηγῶν ἀπ' ἐκκλησίας προὐπέμπετο βλέποντες, ἐθαύμαζον τὴν [36.2] ἀπάθειαν καὶ μεγαλοψυχίαν τοῦ ἀνδρός. οἱ δ' ἐχθροὶ κακῶς ἔλεγον παρατρέχοντες, εἷς δὲ καὶ προσέπτυσεν ἐξ ἐναντίας προσελθών. ὅτε καὶ τὸν Φωκίωνα λέγεται βλέψαντα πρὸς τοὺς ἄρχοντας εἰπεῖν· "οὐ παύσει τις [36.3] ἀσχημονοῦντα τοῦτον;" ἐπεὶ δὲ Θούδιππος ἐν τῷ δεσμωτηρίῳ γενόμενος, καὶ τὸ κώνειον ὁρῶν τριβόμενον, ἠγανάκτει καὶ κατέκλαιε τὴν συμφοράν, ὡς οὐ προσηκόντως τῷ Φωκίωνι συναπολλύμενος, "εἶτ' οὐκ ἀγαπᾷς" [36.4] εἶπεν "ὅτι μετὰ Φωκίωνος ἀποθνῄσκεις;" ἐρομένου δέ τινος τῶν φίλων εἴ τι πρὸς Φῶκον λέγει τὸν υἱόν, "πάνυ μὲν οὖν" ἔφη, "λέγω μὴ μνησικακεῖν [36.5] Ἀθηναίοις." τοῦ δὲ Νικοκλέους, ὃς ἦν αὐτῷ πιστότατος τῶν φίλων, παρακαλοῦντος ὅπως αὐτὸν ἐάσῃ τὸ φάρμακον πιεῖν πρότερον, "βαρὺ μὲν" εἶπεν "ὦ Νικόκλεις ἐμοὶ τὸ αἴτημα καὶ λυπηρόν, ἐπεὶ δ' οὐδ' ἄλλ' οὐδέ[36.6]ποτέ σοι παρὰ τὸν βίον οὐδὲν ἠχαρίστησα, καὶ τοῦτο συγχωρῶ." πεπωκότων δ' ἤδη πάντων, τὸ φάρμακον ἐπέλιπε, καὶ ὁ δημόσιος οὐκ ἔφη τρίψειν [36.7] ἕτερον, εἰ μὴ λάβοι δώδεκα δραχμάς, ὅσου τὴν ὁλκὴν ὠνεῖται. χρόνου δ' <ἐγ>γενομένου καὶ διατριβῆς, ὁ Φωκίων καλέσας τινὰ τῶν φίλων καὶ εἰπών, "εἰ μηδ' ἀποθανεῖν Ἀθήνησι δωρεὰν ἔστιν", ἐκέλευε τῷ ἀνθρώπῳ δοῦναι τὸ κερμάτιον.
[37]
[37.1] Ἦν δ' ἡμέρα μηνὸς Μουνυχιῶνος ἐνάτη ἐπὶ δέκα, καὶ τῷ Διῒ τὴν πομπὴν πέμποντες οἱ ἱππεῖς παρεξῄεσαν· ὧν οἱ μὲν ἀφείλοντο τοὺς στε[37.2] φάνους, οἱ δὲ πρὸς τὰς θύρας δεδακρυμένοι τῆς εἱρκτῆς ἀπέβλεψαν. ἐφάνη δὲ τοῖς μὴ παντάπασιν ὠμοῖς καὶ διεφθαρμένοις ὑπ' ὀργῆς καὶ φθόνου τὴν ψυχὴν ἀνοσιώτατον γεγονέναι τὸ μηδ' ἐπισχεῖν τὴν ἡμέραν ἐκείνην, μηδὲ καθαρεῦσαι δημοσίου φόνου τὴν πόλιν ἑορτάζουσαν. [37.3] Οὐ μὴν ἀλλ' ὥσπερ ἐνδεέστερον ἠγωνισμένοις τοῖς ἐχθροῖς ἔδοξε καὶ τὸ σῶμα τοῦ Φωκίωνος ἐξορίσαι, καὶ μηδὲ πῦρ ἐναῦσαι μηδένα πρὸς τὴν [37.4] ταφὴν Ἀθηναίων. διὸ φίλος μὲν οὐδεὶς ἐτόλμησεν ἅψασθαι τοῦ σώματος, Κωνωπίων δέ τις, ὑπουργεῖν εἰθισμένος τὰ τοιαῦτα μισθοῦ, κομισθέντα [37.5] τὸν νεκρὸν ὑπὲρ τὴν Ἐλευσῖνα πῦρ λαβὼν ἐκ τῆς Μεγαρικῆς ἔκαυσεν. ἡ δὲ [Μεγαρικὴ] γυνὴ παροῦσα μετὰ τῶν θεραπαινίδων, ἔχωσε μὲν αὐτόθι χῶμα κενὸν καὶ κατέσπεισεν, ἐνθεμένη δὲ τῷ κόλπῳ τὰ ὀστᾶ καὶ κομίσασα νύκτωρ εἰς τὴν οἰκίαν, κατώρυξε παρὰ τὴν ἑστίαν, εἰποῦσα· "σοὶ ὦ φίλη ἑστία παρακατατίθεμαι ταῦτ' ἀνδρὸς ἀγαθοῦ λείψανα· σὺ δ' αὐτὰ τοῖς πατρῴοις ἀπόδος ἠρίοις, ὅταν Ἀθηναῖοι σωφρονήσωσι."
[38]
[38.1] Καὶ μέντοι χρόνου βραχέος διαγενομένου, καὶ τῶν πραγμάτων διδασκόντων οἷον ἐπιστάτην καὶ φύλακα σωφροσύνης καὶ δικαιοσύνης ὁ δῆμος ἀπώλεσεν, ἀνδριάντα μὲν αὐτοῦ χαλκοῦν ἔστησαν, ἔθαψαν δὲ δημο[38.2]σίοις τέλεσι τὰ ὀστᾶ. τῶν δὲ κατηγόρων Ἁγνωνίδην μὲν αὐτοὶ θάνατον καταχειροτονήσαντες ἀπέκτειναν, Ἐπίκουρον δὲ καὶ Δημόφιλον ἀποδράντας ἐκ τῆς πόλεως ἀνευρὼν ὁ τοῦ Φωκίωνος υἱὸς ἐτιμωρήσατο. [38.3] Τοῦτον οὔτε τἆλλα σπουδαῖον ἄνδρα γενέσθαι φασί, καὶ παιδίσκης ἐρῶντα παρὰ πορνοβοσκῷ τρεφομένης κατὰ τύχην Θεοδώρῳ τῷ ἀθέῳ παραγενέσθαι, λόγον ἐν Λυκείῳ διαλεγομένῳ τοιοῦτον· "εἰ τὸ φίλον λύσασθαι μὴ αἰσχρόν ἐστιν, οὐδὲ τὸ φίλην· ὁμοίως <δ'> εἰ [δὲ] μὴ τὸ ἑταῖρον, [38.4] οὐδὲ τὸ ἑταίραν." θέμενον οὖν ἑαυτῷ πρὸς τὴν ἐπιθυμίαν τὸν λόγον ὡς εὖ ἔχοντα, λύσασθαι τὴν ἑταίραν. [38.5] Ἀλλὰ τὰ μὲν περὶ Φωκίωνα πραχθέντα τῶν περὶ Σωκράτην πάλιν ἀνέμνησε τοὺς Ἕλληνας, ὡς ὁμοιοτάτης ἐκείνῃ τῆς ἁμαρτίας τύτης καὶ δυστυχίας τῇ πόλει γενομένης.