ART

.

ΠΛΟΥΤΑΡΧΟΣ

[1] Οἱ πρῶτοι τὰς τέχνας ἐοικέναι ταῖς αἰσθήσεσιν ὑπολαβόντες οὐχ ἥκιστά μοι δοκοῦσι τὴν περὶ τὰς κρίσεις αὐτῶν κατανοῆσαι δύναμιν, ᾗ τῶν ἐναντίων ὁμοίως ἑκατέρῳ γένει πεφύκαμεν ἀντιλαμβάνεσθαι. τοῦτο γὰρ αὐταῖς κοινόν ἐστι· τῇ δὲ πρὸς τὰ τέλη τῶν κρινομένων ἀναφορᾷ διαλλάττουσιν. ἡ μὲν γὰρ αἴσθησις οὐδέν τι μᾶλλον ἐπὶ λευκῶν ἢ μελάνων διαγνώσει γέγονεν, οὐδὲ γλυκέων ἢ πικρῶν, οὐδὲ μαλακῶν καὶ εἰκόντων ἢ σκληρῶν καὶ ἀντιτύπων, ἀλλ' ἔργον αὐτῆς, ἑκάστοις ἐντυγχάνουσαν ὑπὸ πάντων τε κινεῖσθαι καὶ κινουμένην πρὸς τὸ φρονοῦν ἀναφέρειν ὡς πέπονθεν. αἱ δὲ τέχναι μετὰ λόγου συνεστῶσαι πρὸς αἵρεσιν καὶ λῆψιν οἰκείου τινός, φυγὴν δὲ καὶ διάκρουσιν ἀλλοτρίου, τὰ μὲν ἀφ' αὑτῶν καὶ προηγουμένως, τὰ δ' ὑπὲρ τοῦ φυλάξασθαι κατὰ συμβεβηκὸς ἐπιθεωροῦσι· καὶ γὰρ ἰατρικῇ τὸ νοσερὸν καὶ ἁρμονικῇ τὸ ἐκμελές, ὅπως ἔχει, σκοπεῖν συμβέβηκε πρὸς τὴν τῶν ἐναντίων ἀπεργασίαν· αἵ τε πασῶν τελεώταται τεχνῶν, σωφροσύνη καὶ δικαιοσύνη καὶ φρόνησις, οὐ καλῶν μόνον καὶ δικαίων καὶ ὠφελίμων, ἀλλὰ καὶ βλαβερῶν καὶ αἰσχρῶν καὶ ἀδίκων κρίσεις οὖσαι, τὴν ἀπειρίᾳ τῶν κακῶν καλλωπιζομένην ἀκακίαν οὐκ ἐπαινοῦσιν, ἀλλ' ἀβελτερίαν ἡγοῦνται καὶ ἄγνοιαν ὧν μάλιστα γινώσκειν προσήκει τοὺς ὀρθῶς βιωσομένους. οἱ μὲν οὖν παλαιοὶ Σπαρτιᾶται τοὺς εἵλωτας ἐν ταῖς ἑορταῖς πολὺν ἀναγκάζοντες πίνειν ἄκρατον εἰσῆγον εἰς τὰ συμπόσια, τοῖς νέοις οἷόν ἐστι τὸ μεθύειν ἐπιδεικνύντες· ἡμεῖς δὲ τὴν μὲν ἐκ διαστροφῆς ἑτέρων ἐπανόρθωσιν οὐ πάνυ φιλάνθρωπον οὐδὲ πολιτικὴν ἡγούμεθα, τῶν δὲ κεχρημένων ἀσκεπτότερον αὑτοῖς καὶ γεγονότων ἐν ἐξουσίαις καὶ πράγμασι μεγάλοις ἐπιφανῶν εἰς κακίαν οὐ χεῖρον ἴσως ἐστὶ συζυγίαν μίαν ἢ δύο παρεμβαλεῖν εἰς τὰ παραδείγματα τῶν βίων, οὐκ ἐφ' ἡδονῇ μὰ Δία καὶ διαγωγῇ τῶν ἐντυγχανόντων ποικίλλοντας τὴν γραφήν, ἀλλ' ὥσπερ Ἰσμηνίας ὁ Θηβαῖος ἐπιδεικνύμενος τοῖς μαθηταῖς καὶ τοὺς εὖ καὶ τοὺς κακῶς αὐλοῦντας εἰώθει λέγειν "οὕτως αὐλεῖν δεῖ" καὶ πάλιν "οὕτως αὐλεῖν οὐ δεῖ", ὁ δ' Ἀντιγενείδας καὶ ἥδιον ᾤετο τῶν ἀγαθῶν ἀκροᾶσθαι τοὺς νέους αὐλητῶν, <ἤν τ>ινα καὶ τῶν φαύλων πεῖραν λαμβάνωσιν, οὕτως μοι δοκοῦμεν ἡμεῖς προθυμότεροι τῶν βελτιόνων ἔσεσθαι καὶ θεαταὶ καὶ μιμηταὶ βίων, εἰ μηδὲ τῶν φαύλων καὶ ψεγομένων ἀνιστορήτως ἔχοιμεν.

Περιέξει δὴ τοῦτο τὸ βιβλίον τὸν Δημητρίου τοῦ Πολιορκητοῦ βίον καὶ τὸν Ἀντωνίου τοῦ αὐτοκράτορος, ἀνδρῶν μάλιστα δὴ τῷ Πλάτωνι μαρτυρησάντων, ὅτι καὶ κακίας μεγάλας ὥσπερ ἀρετὰς αἱ μεγάλαι φύσεις ἐκφέρουσι. γενόμενοι δ' ὁμοίως ἐρωτικοὶ ποτικοὶ στρατιωτικοὶ μεγαλόδωροι πολυτελεῖς ὑβρισταί, καὶ τὰς κατὰ τύχην ὁμοιότητας ἀκολούθους ἔσχον. οὐ γὰρ μόνον ἐν τῷ λοιπῷ βίῳ μεγάλα μὲν κατορθοῦντες, μεγάλα δὲ σφαλλόμενοι, πλείστων δ' ἐπικρατοῦντες, πλεῖστα δ' ἀποβάλλοντες, ἀπροσήτως δὲ πταίοντες, ἀνελπίστως δὲ πάλιν ἀναφέροντες διετέλεσαν, ἀλλὰ καὶ κατέστρεψεν ὁ μὲν ἁλοὺς ὑπὸ τῶν πολεμίων, ὁ δ' ἔγγιστα τοῦ παθεῖν τοῦτο γενόμενος.


[2] Ἀντιγόνῳ τοίνυν δυοῖν υἱῶν ἐκ Στρατονίκης τῆς Κορράγου γενομένων, τὸν μὲν ἐπὶ τἀδελφῷ Δημήτριον, τὸν δ' ἐπὶ τῷ πατρὶ Φίλιππον ὠνόμασεν. οὗτός ἐστιν ὁ τῶν πλείστων λόγος. ἔνιοι δὲ τὸν Δημήτριον οὐχ υἱόν, ἀλλ' ἀδελφιδοῦν γενέσθαι τοῦ Ἀντιγόνου λέγουσιν· ἐπὶ νηπίῳ γὰρ αὐτῷ παντάπασι τοῦ πατρὸς τελευτήσαντος, εἶτα τῆς μητρὸς εὐθὺς τῷ Ἀντιγόνῳ γαμηθείσης, υἱὸν ἐκείνου νομισθῆναι. τὸν μὲν οὖν Φίλιππον οὐ πολλοῖς ἔτεσι τοῦ Δημητρίου νεώτερον ὄντα συνέβη τελευτῆσαι. Δημήτριος δὲ μεγέθει μὲν ἦν τοῦ πατρὸς ἐλάττων, καίπερ ὢν μέγας, ἰδέᾳ δὲ καὶ κάλλει προσώπου θαυμαστὸς καὶ περιττός, ὥστε τῶν πλαττόντων καὶ γραφόντων μηθένα τῆς ὁμοιότητος ἐφικέσθαι· τὸ γὰρ αὐτὸ χάριν καὶ βάρος καὶ φόβον καὶ ὥραν εἶχε, καὶ συνεκέκρατο τῷ νεαρῷ καὶ ἰταμῷ δυσμίμητος ἡρωική τις ἐπιφάνεια καὶ βασιλικὴ σεμνότης. οὕτω δέ πως καὶ τὸ ἦθος ἐπεφύκει πρὸς ἔκπληξιν ἀνθρώπων ἅμα καὶ χάριν. ἥδιστος γὰρ ὢν συγγενέσθαι, σχολάζων τε περὶ πότους καὶ τρυφὰς καὶ διαίτας ἁβροβιώτατος βασιλέων, ἐνεργότατον αὖ πάλιν καὶ σφοδρότατον τὸ περὶ τὰς πράξεις ἐνδελεχὲς εἶχε καὶ δραστήριον· ᾗ καὶ μάλιστα τῶν θεῶν ἐζήλου τὸν Διόνυσον, ὡς πολέμῳ τε χρῆσθαι δεινότατον, εἰρήνην τ' αὖθις ἐκ πολέμου τρέψαι [καὶ] πρὸς εὐφροσύνην καὶ χάριν ἐμμελέστατον.


[3] Ἦν μὲν οὖν καὶ φιλοπάτωρ διαφερόντως· τῇ δὲ περὶ τὴν μητέρα σπουδῇ καὶ τὸν πατέρα τιμῶν ἐφαίνετο δι' εὔνοιαν ἀληθινὴν μᾶλλον ἢ θεραπείαν τῆς δυνάμεως. καί ποτε πρεσβείᾳ τινὶ τοῦ Ἀντιγόνου σχολάζοντος, ἀπὸ θήρας ὁ Δημήτριος ἐπέστη, καὶ προσελθὼν τῷ πατρὶ καὶ φιλήσας, ὥσπερ εἶχε τὰς βολίδας ἐκάθισε παρ' αὐτόν. ὁ δ' Ἀντίγονος ἀπιόντας ἤδη τοὺς πρέσβεις ἔχοντας τὰς ἀποκρίσεις μεγάλῃ φωνῇ προσαγορεύσας, "καὶ τοῦτο" εἶπεν "ὦ ἄνδρες ἀπαγγέλλετε περὶ ἡμῶν, ὅτι πρὸς ἀλλήλους οὕτως ἔχομεν", ὡς ἰσχύν τινα πραγμάτων βασιλικῶν καὶ δυνάμεως ἐπίδειξιν οὖσαν τὴν πρὸς υἱὸν ὁμόνοιαν καὶ πίστιν. οὕτως ἄρα πάντῃ δυσκοινώνητον ἡ ἀρχὴ καὶ μεστὸν ἀπιστίας καὶ δυσνοίας, ὥστ' ἀγάλλεσθαι τὸν μέγιστον τῶν Ἀλεξάνδρου διαδόχων καὶ πρεσβύτατον, ὅτι μὴ φοβεῖται τὸν υἱόν, ἀλλὰ προσίεται τὴν λόγχην ἔχοντα τοῦ σώματος πλησίον. οὐ μὴν ἀλλὰ καὶ μόνος ὡς εἰπεῖν ὁ οἶκος οὗτος ἐπὶ πλείστας διαδοχὰς τῶν τοιούτων κακῶν ἐκαθάρευσε, μᾶλλον δ' εἷς μόνος τῶν ἀπ' Ἀντιγόνου Φίλιππος ἀνεῖλεν υἱόν. αἱ δ' ἄλλαι σχεδὸν ἅπασαι διαδοχαὶ πολλῶν μὲν ἔχουσι παίδων, πολλῶν δὲ μητέρων φόνους καὶ γυναικῶν· τὸ μὲν γὰρ ἀδελφοὺς ἀναιρεῖν, ὥσπερ οἱ γεωμέτραι τὰ αἰτήματα λαμβάνουσιν, οὕτω συνεχωρεῖτο, κοινόν τι νομιζόμενον αἴτημα καὶ βασιλικὸν ὑπὲρ ἀσφαλείας.


[4] Τοῦ μέντοι καὶ φιλάνθρωπον φύσει καὶ φιλέταιρον γεγονέναι τὸν Δημήτριον ἐν ἀρχῇ παράδειγμα τοιοῦτόν ἐστιν εἰπεῖν. Μιθριδάτης ὁ Ἀριοβαρζάνου παῖς ἑταῖρος ἦν αὐτοῦ καὶ καθ' ἡλικίαν συνήθης, ἐθεράπευε δ' Ἀντίγονον οὔτ' ὢν οὔτε δοκῶν πονηρός. ἐκ δ' ἐνυπνίου τινὸς ὑποψίαν Ἀντιγόνῳ παρέσχεν. ἐδόκει γὰρ μέγα καὶ καλὸν πεδίον ἐπιὼν ὁ Ἀντίγονος ψῆγμά τι χρυσίου κατασπείρειν, ἐξ αὐτοῦ δὲ πρῶτον μὲν ὑποφύεσθαι θέρος χρυσοῦν, ὀλίγῳ δ' ὕστερον ἐπελθὼν ἰδεῖν οὐδὲν ἀλλ' ἢ τετμημένην καλάμην· λυπούμενος δὲ καὶ περιπαθῶν ἀκοῦσαί τινων λεγόντων, ὡς ἄρα Μιθριδάτης εἰς Πόντον Εὔξεινον οἴχεται τὸ χρυσοῦν θέρος ἐξαμησάμενος. ἐκ τούτου διαταραχθεὶς καὶ τὸν υἱὸν ὁρκώσας σιωπήσειν, ἔφρασε τὴν ὄψιν αὐτῷ καὶ ὅτι πάντως τὸν ἄνθρωπον ἐκποδὼν ποιεῖσθαι καὶ διαφθείρειν ἔγνωκεν. ἀκούσας δ' ὁ Δημήτριος ἠχθέσθη σφόδρα, καὶ τοῦ νεανίσκου καθάπερ εἰώθει γενομένου παρ' αὐτῷ καὶ συνόντος ἐπὶ σχολῆς, φθέγξασθαι μὲν οὐκ ἐτόλμησεν οὐδὲ τῇ φωνῇ κατειπεῖν διὰ τὸν ὅρκον, ὑπαγαγὼν δὲ κατὰ μικρὸν ἀπὸ τῶν φίλων, ὡς ἐγεγόνεσαν μόνοι καθ' αὑτούς, τῷ στύρακι τῆς λόγχης κατέγραψεν εἰς τὴν γῆν ὁρῶντος αὐτοῦ· "φεῦγε Μιθριδάτα". συνεὶς δ' ἐκεῖνος ἀπέδρα νυκτὸς εἰς Καππαδοκίαν, καὶ ταχὺ τὴν Ἀντιγόνῳ γενομένην ὄψιν ὕπαρ αὐτῷ συνετέλει τὸ χρεών· πολλῆς γὰρ καὶ ἀγαθῆς ἐκράτησε χώρας, καὶ τὸ τῶν Ποντικῶν βασιλέων γένος ὀγδόῃ που διαδοχῇ παυσάμενον ὑπὸ Ῥωμαίων ἐκεῖνος παρέσχε. ταῦτα μὲν οὖν εὐφυΐας δείγματα τοῦ Δημητρίου πρὸς ἐπιείκειαν καὶ δικαιοσύνην.


[5] Ἐπεὶ δ', ὥσπερ ἐν τοῖς Ἐμπεδοκλέους στοιχείοις διὰ τὸ νεῖκος ἔνεστι διαφορὰ πρὸς ἄλληλα καὶ πόλεμος, μᾶλλον δὲ τοῖς ἀλλήλων ἁπτομένοις καὶ πελάζουσιν, οὕτω τὸν πᾶσι τοῖς Ἀλεξάνδρου διαδόχοις πρὸς ἀλλήλους ὄντα συνεχῆ πόλεμον αἱ τῶν πραγμάτων καὶ τῶν τόπων συνάφειαι πρὸς ἐνίους ἐποίουν ἐπιφανέστερον καὶ μᾶλλον ἐξέκᾳον, ὥσπερ Ἀντιγόνῳ τότε πρὸς Πτολεμαῖον, αὐτὸς μὲν Ἀντίγονος ἐν Φρυγίᾳ διέτριβε, Πτολεμαῖον δ' ἀκούων ἐκ Κύπρου διαβάντα πορθεῖν Συρίαν καὶ τὰς πόλεις [ἀπ]ἄγειν καὶ βιάζεσθαι, κατέπεμψε τὸν υἱὸν Δημήτριον, δύο καὶ εἴκοσιν ἐτῶν ὄντα καὶ στρατείας τότε πρῶτον αὐτοτελῶς ἐπὶ πράγμασι μεγάλοις ἁπτόμενον. οἷα δὲ νέος καὶ ἄπειρος ἀνδρὶ συμπεσὼν ἐκ τῆς Ἀλεξάνδρου παλαίστρας, ἠθληκότι πολλοὺς καὶ μεγάλους καθ' αὑτὸν ἀγῶνας, ἐσφάλη περὶ πόλιν Γάζαν ἡττηθείς, ὀκτακισχιλίων ἁλόντων καὶ πεντακισχιλίων ἀποθανόντων. ἀπέβαλε δὲ καὶ σκηνὴν καὶ χρήματα καὶ ὅλως σύμπασαν τὴν περὶ τὸ σῶμα θεραπείαν. ἀλλὰ ταῦτα μὲν αὐτῷ Πτολεμαῖος ἀπέπεμψε μετὰ τῶν φίλων, εὐγνώμονα καὶ φιλάνθρωπον ἀνειπὼν λόγον, ὡς οὐ περὶ πάντων ἅμα, περὶ δόξης δὲ καὶ ἀρχῆς πολεμητέον ἐστὶν αὐτοῖς. Δημήτριος δὲ δεξάμενος ηὔξατο τοῖς θεοῖς μὴ πολὺν χρόνον ὀφειλέτην Πτολεμαίῳ γενέσθαι χάριτος, ἀλλὰ ταχέως ἀμείψασθαι διὰ τῶν ὁμοίων. καὶ πάθος οὐ μειρακίου παθὼν ἐν ἀρχῇ πράξεων ἀνατραπέντος, ἀλλ' ἐμβριθοῦς στρατηγοῦ κεχρημένου πραγμάτων μεταβολαῖς, ἀνδρῶν τε συλλογῆς καὶ κατασκευῆς ὅπλων ἐπεμελεῖτο, καὶ τὰς πόλεις διὰ χειρὸς εἶχε καὶ τοὺς ἀθροιζομένους ἐγύμναζεν.


[6] Ἀντίγονος δὲ τὴν μάχην πυθόμενος, Πτολεμαῖον μὲν ἀγενείους νενικηκότα ἔφη νῦν αὖθις ἀγωνιεῖσθαι πρὸς ἄνδρας, τοῦ δ' υἱοῦ τὸ φρόνημα καθελεῖν καὶ κολοῦσαι μὴ βουλόμενος, οὐκ ἐνέστη πάλιν αἰτουμένῳ μάχεσθαι καθ' αὑτόν, ἀλλ' ἐφῆκε. καὶ μετ' οὐ πολὺν χρόνον ἀφῖκτο Κίλλης Πτολεμαίου στρατηγὸς μετὰ λαμπρᾶς δυνάμεως, ὡς ἐξελάσων Συρίας Δημήτριον ἁπάσης, τῷ προηττῆσθαι καταφρονούμενον. ὁ δ' ἐξαίφνης ἐπιπεσὼν οὐ προαισθομένῳ καὶ φοβήσας, ἔλαβεν αὐτῷ στρατηγῷ τὸ στρατόπεδον, καὶ στρατιώτας μὲν ἑπτακισχιλίους ζῶντας εἷλε, χρημάτων δὲ παμπόλλων ἐκυρίευσεν. ἔχαιρε δὲ νικήσας οὐχ οἷς ἕξειν, ἀλλ' οἷς ἀποδώσειν ἔμελλε, καὶ τῆς νίκης οὐ τὸν πλοῦτον οὕτως οὐδὲ τὴν δόξαν ὡς τὴν διάλυσιν τοῦ φιλανθρωπεύματος ἐκείνου καὶ τὴν χάριν ἠγάπησεν. οὐ μὴν αὐτογνωμόνως ταῦτ' ἔπραξεν, ἀλλ' ἔγραψε τῷ πατρί. δόντος δ' ἐκείνου καὶ κελεύσαντος ὃν βούλεται πᾶσι χρήσασθαι τρόπον, αὐτόν τε τὸν Κίλλην καὶ <τοὺς> φίλους αὐτῷ δωρησάμενος ἀφθόνως ἀπέπεμψε. τοῦτο τὸ πάθος Συρίας ἐξήλασε Πτολεμαῖον, Ἀντίγονον δὲ κατήγαγεν ἐκ Κελαινῶν χαίροντα τῇ νίκῃ καὶ ποθοῦντα θεάσασθαι τὸν υἱόν.


[7] Ἐκ τούτου δὲ τῶν Ἀράβων τοὺς καλουμένους Ναβαταίους ὑπαγαγέσθαι πεμφθεὶς ὁ Δημήτριος, ἐκινδύνευσε μὲν εἰς τόπους ἀνύδρους ἐμπεσών, τῷ δὲ μὴ διαταραχθῆναι μηδ' ἐκπλαγῆναι καταπληξάμενος τοὺς βαρβάρους, λείαν τε λαβὼν πολλὴν καὶ καμήλους ἑπτακοσίας παρ' αὐτῶν ἀνεχώρησεν.

Ἐπεὶ δὲ Σέλευκος ἐκπεσὼν μὲν ὑπ' Ἀντιγόνου τῆς Βαβυλωνίας πρότερον, ὕστερον δ' ἀναλαβὼν τὴν ἀρχὴν δι' αὑτοῦ καὶ κρατῶν ἀνέβη μετὰ δυνάμεως τὰ συνοροῦντα τοῖς Ἰνδοῖς ἔθνη καὶ τὰς περὶ Καύκασον ἐπαρχίας προσαξόμενος, ἐλπίζων Δημήτριος ἔρημον εὑρήσειν τὴν Μεσοποταμίαν καὶ περάσας ἄφνω τὸν Εὐφράτην, εἰς τὴν Βαβυλῶνα παρεισπεσὼν ἔφθη, καὶ τῆς ἑτέρας ἄκρας -- δύο γὰρ ἦσαν -- ἐκκρούσας τὴν Σελεύκου φρουρὰν καὶ κρατήσας, ἰδίους ἐγκατέστησεν ἑπτακισχιλίους ἄνδρας. ἐκ δὲ τῆς χώρας ὅσα φέρειν ἢ ἄγειν ἠδύναντο τοὺς στρατιώτας ὠφελεῖσθαι καὶ λαμβάνειν κελεύσας, ἐπανῆλθεν ἐπὶ θάλασσαν, βεβαιοτέραν Σελεύκῳ τὴν ἀρχὴν ἀπολιπών· ἐξίστασθαι γὰρ ἐδόκει τῷ κακοῦν ὡς μηκέτι προσήκουσαν αὐτοῖς.

Πτολεμαίου μέντοι πολιορκοῦντος Ἁλικαρνασόν, ὀξέως βοηθήσας ἐξήρπασε τὴν πόλιν.


[8] Ἐνδόξου δὲ τῆς φιλοτιμίας ταύτης γενομένης, ὁρμὴ παρέστη θαυμάσιος αὐτοῖς ἐλευθεροῦν τὴν Ἑλλάδα, πᾶσαν ὑπὸ Κασσάνδρου καὶ Πτολεμαίου καταδεδουλωμένην. τούτου πόλεμον οὐδεὶς ἐπολέμησε τῶν βασιλέων καλλίω καὶ δικαιότερον· ἃς γὰρ ἅμα τοὺς βαρβάρους ταπεινοῦντες εὐπορίας συνήγαγον, εἰς τοὺς Ἕλληνας ὑπὲρ εὐδοξίας καὶ τιμῆς ἀνήλισκον. ὡς δὲ πρῶτον ἐδόκει πλεῖν ἐπὶ τὰς Ἀθήνας, τῶν φίλων εἰπόντος τινὸς πρὸς τὸν Ἀντίγονον, ὅτι δεῖ ταύτην τὴν πόλιν ἂν ἕλωσι κατέχειν δι' αὑτῶν, ἐπιβάθραν τῆς Ἑλλάδος οὖσαν, οὐ προσέσχεν ὁ Ἀντίγονος, ἀλλ' ἐπιβάθραν μὲν ἔφη καλὴν καὶ ἀσάλευτον εἶναι τὴν εὔνοιαν, τὰς δ' Ἀθήνας, ὥσπερ σκοπὴν τῆς οἰκουμένης, ταχὺ τῇ δόξῃ διαπυρσεύσειν εἰς ἅπαντας ἀνθρώπους τὰς πράξεις. ἔπλει δὲ Δημήτριος ἔχων ἀργυρίου πεντακισχίλια τάλαντα καὶ στόλον νεῶν πεντήκοντα καὶ διακοσίων ἐπὶ τὰς Ἀθήνας, τὸ μὲν ἄστυ Δημητρίου τοῦ Φαληρέως Κασσάνδρῳ διοικοῦντος, ἐν δὲ τῇ Μουνυχίᾳ φρουρᾶς καθεστώσης. εὐτυχίᾳ δ' ἅμα καὶ προνοίᾳ χρησάμενος ἐπεφαίνετο τῷ Πειραιεῖ πέμπτῃ φθίνοντος Θαργηλιῶνος, προαισθομένου μὲν οὐδενός, ἐπεὶ δ' ὤφθη πλησίον ὁ στόλος, ἁπάντων ὡς Πτολεμαϊκὰς τὰς ναῦς ὑποδέχεσθαι παρασκευαζομένων. ὀψὲ <δὲ> συμφρονήσαντες ἐβοήθουν οἱ στρατηγοί, καὶ θόρυβος ἦν οἷον εἰκὸς ἐν ἀπροσδοκήτῳ πολεμίους ἀποβαίνοντας ἀναγκαζομένων ἀμύνεσθαι. τοῖς γὰρ στόμασι τῶν λιμένων ἀκλείστοις ἐπιτυχὼν ὁ Δημήτριος καὶ διεξελάσας, ἐντὸς ἦν ἤδη καταφανὴς πᾶσι, καὶ διεσήμηνεν ἀπὸ τῆς νεὼς αἴτησιν ἡσυχίας καὶ σιωπῆς. γενομένου δὲ τούτου κήρυκα παραστησάμενος ἀνεῖπεν, ὅτι πέμψειεν αὐτὸν ὁ πατὴρ ἀγαθῇ τύχῃ, <τοὺς> Ἀθηναίους ἐλευθερώσοντα καὶ τὴν φρουρὰν ἐκβαλοῦντα καὶ τοὺς νόμους αὐτοῖς καὶ τὴν πάτριον ἀποδώσοντα πολιτείαν.


[9] Ἀναρρηθέντων δὲ τούτων οἱ μὲν πολλοὶ παραχρῆμα τὰς ἀσπίδας θέμενοι πρὸ τῶν ποδῶν ἀνεκρότησαν, καὶ βοῶντες ἐκέλευον ἀποβαίνειν τὸν Δημήτριον, εὐεργέτην καὶ σωτῆρα προσαγορεύοντες· οἱ δὲ περὶ τὸν Φαληρέα πάντως μὲν ᾤοντο δεῖν δέχεσθαι τὸν κρατοῦντα, κἂν μηδὲν ὧν ἐπαγγέλλεται μέλλῃ βεβαιοῦν, ὅμως δὲ πρέσβεις δεομένους ἀπέστειλαν, οἷς ὁ Δημήτριος ἐντυχὼν φιλανθρώπως συνέπεμψε παρ' ἑαυτοῦ τῶν πατρῴων φίλων τὸν Μιλήσιον Ἀριστόδημον. τοῦ δὲ Φαληρέως διὰ τὴν μεταβολὴν τῆς πολιτείας μᾶλλον τοὺς πολίτας ἢ τοὺς πολεμίους δεδοικότος οὐκ ἠμέλησεν ὁ Δημήτριος, ἀλλὰ καὶ τὴν δόξαν αἰδεσθεὶς καὶ τὴν ἀρετὴν τοῦ ἀνδρός, εἰς Θήβας αὐτὸν ὥσπερ ἐβούλετο μετ' ἀσφαλείας συνεξέπεμψεν. αὐτὸς δὲ τὴν μὲν πόλιν οὐκ ἂν ἔφη καίπερ ἐπιθυμῶν ἰδεῖν πρότερον ἢ παντάπασιν ἐλευθερῶσαι, τῆς φρουρᾶς ἀπαλλάξας, τῇ δὲ Μουνυχίᾳ χαράκωμα καὶ τάφρον περιβαλών, διὰ μέσου Μεγάροις ἐπέπλευσεν ὑπὸ Κασσάνδρου φρουρουμένοις.

Πυθόμενος δὲ τὴν Ἀλεξάνδρου τοῦ Πολυπέρχοντος γενομένην γυναῖκα Κρατησίπολιν ἐν Πάτραις διατρίβουσαν οὐκ ἂν ἀηδῶς γενέσθαι μετ' αὐτοῦ, περιβόητον οὖσαν ἐπὶ κάλλει, καταλιπὼν τὴν δύναμιν ἐν τῇ Μεγαρικῇ προῆλθεν εὐζώνους τινὰς ἔχων σὺν αὑτῷ, καὶ τούτους πάλιν ἀποστρέψας ἀπεσκήνωσε χωρὶς ὑπὲρ τοῦ λαθεῖν τὴν γυναῖκα συνελθοῦσαν αὐτῷ. τοῦτό τινες αἰσθόμενοι τῶν πολεμίων ἐξαίφνης κατέδραμον ἐπ' αὐτόν. ὁ δὲ φοβηθεὶς καὶ λαβὼν χλαμύδιον εὐτελὲς δρόμῳ φεύγων ἐξέφυγεν, ὀλίγου δεήσας αἰσχίστην ἅλωσιν ἐξ ἀκρασίας ἁλῶναι. τὴν δὲ σκηνὴν μετὰ τῶν χρημάτων ᾤχοντο λαβόντες οἱ πολέμιοι.

Τῶν δὲ Μεγάρων ἁλόντων καὶ τῶν στρατιωτῶν ἐφ' ἁρπαγὴν τραπομένων, Ἀθηναῖοι παρῃτήσαντο τοὺς Μεγαρεῖς πολλῇ δεήσει, καὶ τὴν φρουρὰν ὁ Δημήτριος ἐκβαλὼν ἠλευθέρωσε τὴν πόλιν. ἔτι δὲ τοῦτο πράττων τοῦ φιλοσόφου Στίλπωνος ἐμνήσθη, δόξαν ἔχοντος ἀνδρὸς ᾑρημένου πως ἐν ἡσυχίᾳ καταβιῶναι. μεταπεμψάμενος οὖν αὐτὸν ἠρώτα, μή τις εἴληφέ τι τῶν ἐκείνου. καὶ ὁ Στίλπων "οὐδείς" εἶπεν· "οὐδένα γὰρ εἶδον ἐπιστάμαν ἀποφέροντα." τῶν δὲ θεραπόντων σχεδὸν ἁπάντων διακλαπέντων, ἐπεὶ πάλιν αὐτὸν ὁ Δημήτριος ἐφιλοφρονεῖτο καὶ τέλος ἀπαλλαττόμενος εἶπεν· "ἐλευθέραν ὑμῶν ὦ Στίλπων ἀπολείπω τὴν πόλιν", "ὀρθῶς" ἔφη "λέγεις· οὐδένα γὰρ ἁμῶν δοῦλον ἀπολέλοιπας."


[10] Ἐπεὶ δὲ πάλιν ἐπανελθὼν πρὸς τὴν Μουνυχίαν καὶ στρατοπεδεύσας ἐξέκοψε τὴν φρουρὰν καὶ κατέσκαψε τὸ φρούριον, οὕτως ἤδη τῶν Ἀθηναίων δεχομένων καὶ καλούντων παρελθὼν εἰς τὸ ἄστυ καὶ συναγαγὼν τὸν δῆμον ἀπέδωκε τὴν πάτριον πολιτείαν, καὶ προσυπέσχετο παρὰ τοῦ πατρὸς αὐτοῖς ἀφίξεσθαι σίτου πεντεκαίδεκα μυριάδας μεδίμνων καὶ ξύλων ναυπηγησίμων πλῆθος εἰς ἑκατὸν τριήρεις. Ἀθηναῖοι δ' ἀπολαβόντες τὴν δημοκρατίαν ἔτει πεντεκαιδεκάτῳ, τὸν διὰ μέσου χρόνον ἀπὸ τῶν Λαμιακῶν καὶ τῆς περὶ Κραννῶνα μάχης λόγῳ μὲν ὀλιγαρχικῆς, ἔργῳ δὲ μοναρχικῆς καταστάσεως γενομένης διὰ τὴν τοῦ Φαληρέως δύναμιν, οὕτως λαμπρὸν ἐν ταῖς εὐεργεσίαις καὶ μέγαν φανέντα τὸν Δημήτριον ἐπαχθῆ καὶ βαρὺν ἐποίησαν τῶν τιμῶν ταῖς ἀμετρίαις ἃς ἐψηφίσαντο. πρῶτοι μὲν γὰρ ἀνθρώπων ἁπάντων τὸν Δημήτριον καὶ Ἀντίγονον βασιλεῖς ἀνηγόρευσαν, ἄλλως ἀφοσιουμένους τοὔνομα, [καὶ] τοῦτο δὴ μόνον τῶν βασιλικῶν ἔτι τοῖς ἀπὸ Φιλίππου καὶ Ἀλεξάνδρου περιεῖναι δοκοῦν ἄθικτον ἑτέροις καὶ ἀκοινώνητον· μόνοι δὲ σωτῆρας ἀνέγραψαν θεούς, καὶ τὸν ἐπώνυμον καὶ πάτριον ἄρχοντα καταπαύσαντες, ἱερέα σωτήρων ἐχειροτόνουν καθ' ἕκαστον ἐνιαυτόν, καὶ τοῦτον ἐπὶ τῶν ψηφισμάτων καὶ τῶν συμβολαίων προέγραφον. ἐνυφαίνεσθαι δὲ τῷ πέπλῳ μετὰ τῶν θεῶν αὐτοὺς ἐψηφίσαντο, καὶ τὸν τόπον ὅπου πρῶτον ἀπέβη τοῦ ἅρματος καθιερώσαντες καὶ βωμὸν ἐπιθέντες Δημητρίου Καταιβάτου προσηγόρευσαν· ταῖς δὲ φυλαῖς δύο προσέθεσαν, Δημητριάδα καὶ Ἀντιγονίδα, καὶ τὴν βουλὴν τῶν πεντακοσίων πρότερον ἑξακοσίων ἐποίησαν, ἅτε δὴ φυλῆς ἑκάστης πεντήκοντα βουλευτὰς παρεχομένης.


[11] Τὸ δ' ὑπερφυέστατον ἐνθύμημα τοῦ Στρατοκλέους (οὗτος γὰρ ἦν ὁ τῶν σοφῶν τούτων καὶ περιττῶν καινουργὸς ἀρεσκευμάτων)· ἔγραψεν ὅπως οἱ πεμπόμενοι κατὰ ψήφισμα δημοσίᾳ πρὸς Ἀντίγονον ἢ Δημήτριον ἀντὶ πρεσβευτῶν θεωροὶ λέγοιντο, καθάπερ οἱ Πυθοῖ καὶ Ὀλυμπίαζε τὰς πατρίους θυσίας ὑπὲρ τῶν πόλεων ἀνάγοντες ἐν ταῖς Ἑλληνικαῖς ἑορταῖς.

Ἦν δὲ καὶ τἆλλα παράτολμος ὁ Στρατοκλῆς, καὶ βεβιωκὼς ἀσελγῶς καὶ τῇ βωμολοχίᾳ καὶ βδελυρίᾳ τοῦ παλαιοῦ Κλέωνος ἀπομιμεῖσθαι δοκῶν τὴν πρὸς τὸν δῆμον εὐχέρειαν. ἔσχε δὲ τὴν ἑταίραν Φυλάκιον ἀνειληφώς, καί ποτ' αὐτῷ πρὸς δεῖπνον ἐξ ἀγορᾶς πριαμένης ἐγκεφάλους καὶ τραχήλους "παπαί" εἶπε "τοιαῦτά γ' ὠψώνηκας οἷς σφαιρίζομεν οἱ πολιτευόμενοι." τῆς δὲ περὶ Ἀμοργὸν ἥττης τῶν νεῶν συμβάσης τοῖς Ἀθηναίοις, φθάσας τοὺς ἀπαγγέλλοντας εἰσήλασεν ἐστεφανωμένος διὰ τοῦ Κεραμεικοῦ, καὶ προσαγγείλας ὅτι νενικήκασιν εὐαγγέλια θύειν ἔγραψε καὶ κρεωδαισίαν τινὰ κατὰ φυλὴν ἐποίησεν. ὀλίγῳ δ' ὕστερον τῶν τὰ ναυάγια κομιζόντων ἀπὸ τῆς μάχης παραγενομένων καὶ τοῦ δήμου πρὸς ὀργὴν καλοῦντος αὐτόν, ἰταμῶς ὑποστὰς τὸν θόρυβον "εἶτ'" ἔφη "τί πεπόνθατε δεινόν, εἰ δύο ἡμέρας ἡδέως γεγόνατε;" τοιαύτη μὲν ἡ τοῦ Στρατοκλέους θρασύτης.


[12] Ἦν δ' ἄρα καὶ πυρὸς ἕτερα θερμότερα κατὰ τὸν Ἀριστοφάνη· γράφει γάρ τις ἄλλος ὑπερβαλλόμενος ἀνελευθερίᾳ τὸν Στρατοκλέα, δέχεσθαι Δημήτριον ὁσάκις ἂν ἀφίκηται τοῖς Δήμητρος καὶ Διονύσου ξενισμοῖς, τῷ δ' ὑπερβαλλομένῳ λαμπρότητι καὶ πολυτελείᾳ τὴν ὑποδοχὴν ἀργύριον εἰς ἀνάθημα δημοσίᾳ δίδοσθαι. τέλος δὲ τῶν τε μηνῶν τὸν Μουνυχιῶνα Δημητριῶνα καὶ τῶν ἡμερῶν τὴν ἕνην καὶ νέαν Δημητριάδα προσηγόρευσαν, καὶ τῶν ἑορτῶν τὰ Διονύσια μετωνόμασαν Δημήτρια. ἐπεσήμηνε δὲ τοῖς πλείστοις τὸ θεῖον· ὁ μὲν γὰρ πέπλος, ὥσπερ ἐψηφίσαντο μετὰ τοῦ Διὸς καὶ τῆς Ἀθηνᾶς προσενυφηναμένων Δημήτριον καὶ Ἀντίγονον, πεμπόμενος διὰ τοῦ Κεραμεικοῦ μέσος ἐρράγη θυέλλης ἐμπεσούσης. περὶ δὲ τοὺς βωμοὺς τοὺς ἐκείνων ἐξήνθησεν ἡ γῆ κύκλῳ πολὺ κώνειον, μηδ' ἄλλως τῆς χώρας πολλαχοῦ φυόμενον. ᾗ δ' ἡμέρᾳ τὰ τῶν Διονυσίων ἐγίνετο, τὴν πομπὴν κατέλυσαν ἰσχυρῶν πάγων γενομένων παρ' ὥραν, καὶ πάχνης βαθείας ἐπιπεσούσης οὐ μόνον ἀμπέλους καὶ συκᾶς ἁπάσας ἀπέκαυσε τὸ ψῦχος, ἀλλὰ καὶ τοῦ σίτου τὸν πλεῖστον ἐν χλόῃ διέφθειρε. διὸ καὶ Φιλιππίδης ἐχθρὸς ὢν τοῦ Στρατοκλέους ἐν κωμῳδίᾳ πρὸς αὐτὸν ἐποίησε ταῦτα·


δι' ὃν ἀπέκαυσεν ἡ πάχνη τὰς ἀμπέλους,

δι' ὃν ἀσεβοῦνθ' ὁ πέπλος ἐρράγη μέσος,

ποιοῦντα τιμὰς τὰς [τῶν] θεῶν ἀνθρωπίνας.

ταῦτα καταλύει δῆμον, οὐ κωμῳδία.


ἦν δ' ὁ Φιλιππίδης Λυσιμάχου φίλος, καὶ πολλὰ δι' αὐτὸν ὁ δῆμος εὖ ἔπαθεν ὑπὸ τοῦ βασιλέως. ἐδόκει δὲ καὶ πρὸς πρᾶξιν αὐτῷ καὶ πρὸς στρατείαν εὐσύμβολος ἀπαντήσας εἶναι καὶ ὀφθείς. ἄλλως δὲ καὶ διὰ τὸ ἦθος εὐδοκίμει, μηθὲν ἐνοχλῶν μηδ' αὐλικῆς περιεργίας ἀναπιμπλάμενος. φιλοφρονουμένου δέ ποτε τοῦ Λυσιμάχου πρὸς αὐτὸν καὶ εἰπόντος "ὦ Φιλιππίδη, τίνος σοι τῶν ἐμῶν μεταδῶ;" "μόνον" ἔφη "βασιλεῦ μὴ τῶν ἀπορρήτων". τοῦτον μὲν οὖν ἐπίτηδες ἐκείνῳ παρεθήκαμεν, τῷ ἀπὸ τοῦ βήματος τὸν ἀπὸ τῆς θυμέλης.


[13] Ὃ δὲ μάλιστα τῶν τιμῶν ὑπερφυὲς ἦν καὶ ἀλλόκοτον, ἔγραψε Δρομοκλείδης ὁ Σφήττιος, ὑπὲρ τῆς τῶν ἀσπίδων ἀναθέσεως εἰς Δελφοὺς παρὰ Δημητρίου λαβεῖν χρησμόν. αὐτὴν δὲ παραγράψω τὴν λέξιν ἐκ τοῦ ψηφίσματος οὕτως ἔχουσαν· "ἀγαθῇ τύχῃ· δεδόχθαι τῷ δήμῳ, χειροτονῆσαι τὸν δῆμον ἕνα ἄνδρα ἐξ Ἀθηναίων, ὅστις ἀφικόμενος πρὸς τὸν Σωτῆρα καὶ καλλιερησάμενος ἐπερωτήσει [Δημήτριον] τὸν Σωτῆρα, πῶς <ἂν> εὐσεβέστατα καὶ κάλλιστα καὶ τὴν ταχίστην ὁ δῆμος τὴν ἀποκατάστασιν ποιήσαιτο τῶν ἀναθημάτων. ὅ τι δ' ἂν χρήσῃ, ταῦτα πράττειν τὸν δῆμον." οὕτω καταμωκώμενοι τοῦ ἀνθρώπου, προσδιέφθειραν αὐτόν, οὐδ' ἄλλως ὑγιαίνοντα τὴν διάνοιαν.


[14] Ἀλλ' ἔν γε ταῖς Ἀθήναις τότε σχολάζων ἠγάγετο χηρεύουσαν Εὐρυδίκην, ἣ Μιλτιάδου μὲν ἦν ἀπόγονος τοῦ παλαιοῦ, συνοικήσασα δ' Ὀφέλλᾳ τῷ Κυρήνης ἄρξαντι, μετὰ τὴν ἐκείνου τελευτὴν ἀφίκετο πάλιν εἰς τὰς Ἀθήνας. οἱ μὲν οὖν Ἀθηναῖοι τὸν γάμον τοῦτον εἰς χάριν ἔθεντο καὶ τιμὴν τῆς πόλεως· ἄλλως δ' ὁ Δημήτριος εὐχερής τις ἦν περὶ γάμους καὶ πολλαῖς ἅμα συνῆν γυναιξίν, ὧν ἀξίωμα μέγιστον εἶχε καὶ τιμὴν Φίλα δι' Ἀντίπατρον τὸν πατέρα καὶ διὰ τὸ προσυνῳκηκέναι Κρατερῷ, τῷ πλείστην εὔνοιαν αὑτοῦ παρὰ Μακεδόσι τῶν Ἀλεξάνδρου διαδόχων ἀπολιπόντι. ταύτην ὡς ἔοικε κομιδῇ νέον ὄντα τὸν Δημήτριον ἔπειθεν ὁ πατήρ, οὐκ οὖσαν αὐτῷ καθ' ὥραν ἀλλὰ πρεσβυτέραν, λαβεῖν· ἀπροθύμως δ' ἔχοντι λέγεται πρὸς τὸ οὖς τὸ Εὐριπίδειον εἰπεῖν·


ὅπου τὸ κέρδος, παρὰ φύσιν γαμητέον,


ὁμοιόπτωτόν τι τῷ "δουλευτέον" εὐθυρρημονήσας. τοιαύτη μὲν οὖν τις ἦν ἡ τοῦ Δημητρίου τιμὴ πρός τε Φίλαν καὶ τὰς ἄλλας γαμετάς, ὥστε πολλαῖς μὲν ἀνέδην ἑταίραις, πολλαῖς δ' ἐλευθέραις συνεῖναι γυναιξί, καὶ μάλιστα δὴ περὶ τὴν ἡδονὴν ταύτην κακῶς ἀκοῦσαι τῶν τότε βασιλέων.


[15] Ἐπεὶ δ' ὁ πατὴρ αὐτὸν ἐκάλει Πτολεμαίῳ περὶ Κύπρου πολεμήσοντα, πείθεσθαι μὲν ἦν ἀναγκαῖον, ἀχθόμενος δ' ὅτι τὸν ὑπὲρ τῆς Ἑλλάδος πόλεμον ὄντα καλλίω καὶ λαμπρότερον ἀπολείπει, προσέπεμψε Κλεωνίδῃ τῷ Πτολεμαίου στρατηγῷ φρουροῦντι Σικυῶνα καὶ Κόρινθον, χρήματα προτείνων ὥστ' ἐλευθέρας ἀφεῖναι τὰς πόλεις. οὐ προσδεξαμένου δ' ἐκείνου, διὰ ταχέων ἀναχθεὶς καὶ προσλαβὼν δύναμιν ἐπέπλευσε Κύπρῳ, καὶ Μενέλαον μὲν ἀδελφὸν Πτολεμαίου μάχην συνάψας εὐθὺς ἐνίκησεν· αὐτοῦ δὲ Πτολεμαίου μετὰ δυνάμεως πεζικῆς ἅμα καὶ ναυτικῆς μεγάλης ἐπιφανέντος, ἐγένοντο μὲν ἀπειλαί τινες καὶ διάλογοι κομπώδεις, τοῦ μὲν ἀποπλεῖν Δημήτριον κελεύοντος πρὶν ὑπὸ τῆς δυνάμεως πάσης ἀθροισθείσης καταπατηθῆναι, Δημητρίου δ' ἐκεῖνον ἀφεῖναι φάσκοντος, ἂν ὁμολογήσῃ Σικυῶνα καὶ Κόρινθον ἀπαλλάξειν τῆς φρουρᾶς. ὁ δ' ἀγὼν οὐ μόνον αὐτοῖς ἐκείνοις, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι δυνάσταις πολλὴν εἶχε προσδοκίαν τῆς ἐπικρεμαμένης ἀδηλότητος, ὡς οὐ Κύπρον οὐδὲ Συρίαν, ἀλλὰ τὸ μέγιστον εὐθὺς εἶναι πάντων τῷ κρατοῦντι τῆς νίκης προστιθείσης.


[16] Αὐτὸς μὲν οὖν ὁ Πτολεμαῖος ἐπέπλει πεντήκοντα καὶ ἑκατὸν ναῦς ἔχων, ἐκ δὲ Σαλαμῖνος ἐκέλευσε Μενέλαον ἑξήκοντα ναυσίν, ὅταν μάλιστα σύστασιν ὁ ἀγὼν ἔχῃ, προσφερόμενον τὰς Δημητρίου κόπτειν ἐξόπισθεν καὶ διαταράττειν τὴν τάξιν. Δημήτριος δὲ ταῖς μὲν ἑξήκοντα ταύταις ἀντέταξε δέκα ναῦς -- τοσαῦται γὰρ ἤρκουν στενὸν ὄντα τοῦ λιμένος ἐμφράξαι τὸν ἔκπλουν -- , αὐτὸς δὲ τὸ πεζὸν ἐκτάξας καὶ τοῖς ἀνατείνουσιν εἰς τὴν θάλασσαν ἀκρωτηρίοις περιχεάμενος, οὕτως ἀνήχθη ναυσὶν ἑκατὸν ὀγδοήκοντα· προσμείξας δὲ ῥώμῃ καὶ βίᾳ πολλῇ, κατὰ κράτος ἐτρέψατο τὸν Πτολεμαῖον, αὐτὸν μὲν ὡς ἐνικήθη διὰ ταχέων φυγόντα ναυσὶν ὀκτὼ μόναις -- τοσαῦται γὰρ ἐκ πασῶν περιεσώθησαν, τῶν δ' ἄλλων αἱ μὲν ἐν τῇ ναυμαχίᾳ διεφθάρησαν, ἑβδομήκοντα δ' ἥλωσαν αὔτανδροι -- , τοῦ δ' ἐν ὁλκάσι παρορμοῦντος ὄχλου θεραπόντων καὶ φίλων καὶ γυναικῶν, ἔτι δ' ὅπλων καὶ χρημάτων καὶ μηχανημάτων, ἁπλῶς οὐδὲν ἐξέφυγε τὸν Δημήτριον, ἀλλ' ἔλαβε πάντα καὶ κατήγαγεν εἰς τὸ στρατόπεδον. ἐν δὲ τούτοις ἡ περιβόητος ἦν Λάμια, τὴν μὲν ἀρχὴν σπουδασθεῖσα διὰ τὴν τέχνην -- ἐδόκει γὰρ αὐλεῖν οὐκ εὐκαταφρονήτως -- , ὕστερον δὲ καὶ τοῖς ἐρωτικοῖς λαμπρὰ γενομένη. τότε γοῦν ἤδη λήγουσα τῆς ὥρας καὶ πολὺ νεώτερον ἑαυτῆς λαβοῦσα τὸν Δημήτριον, ἐκράτησε τῇ χάριτι καὶ κατέσχεν, ὥστ' ἐκείνης εἶναι μόνης ἐραστήν, τῶν δ' ἄλλων ἐρώμενον γυναικῶν. μετὰ δὲ τὴν ναυμαχίαν οὐδ' ὁ Μενέλαος ἀντέσχεν, ἀλλὰ τήν τε Σαλαμῖνα παρέδωκε τῷ Δημητρίῳ καὶ τὰς ναῦς καὶ τὸ πεζόν, ἱππεῖς τε χιλίους καὶ διακοσίους καὶ μυρίους καὶ δισχιλίους ὁπλίτας.


[17] Οὕτω δὲ λαμπρὰν καὶ καλὴν τὴν νίκην γενομένην ἔτι μᾶλλον ἐπικοσμῶν ὁ Δημήτριος εὐγνωμοσύνῃ καὶ φιλανθρωπίᾳ, τοὺς νεκροὺς τῶν πολεμίων ἔθαψε μεγαλοπρεπῶς καὶ τοὺς αἰχμαλώτους ἀφῆκεν, Ἀθηναίοις δὲ χιλίας καὶ διακοσίας ἀπὸ τῶν λαφύρων ἐδωρήσατο πανοπλίας.

Αὐτάγγελον δὲ τῆς νίκης τῷ πατρὶ τὸν Μιλήσιον Ἀριστόδημον ἔπεμψε, πρωτεύοντα κολακείᾳ τῶν αὐλικῶν ἁπάντων, καὶ τότε παρεσκευασμένον ὡς ἔοικε τῶν κολακευμάτων τὸ μέγιστον ἐπενεγκεῖν τοῖς πράγμασιν. ὡς γὰρ ἐπέρασεν ἀπὸ τῆς Κύπρου, προσέχειν μὲν οὐκ εἴασε τῇ γῇ τὸ πλοῖον, ἀγκύρας δ' ἀφεῖναι κελεύσας καὶ κατὰ ναῦν ἔχειν ἀτρέμα πάντας, αὐτὸς ἐμβὰς εἰς τὸ ἐφόλκιον ἐξῆλθε μόνος καὶ πρὸς τὸν Ἀντίγονον ἀνέβαινε, μετέωρον ὄντα τῇ προσδοκίᾳ τῆς μάχης καὶ διακείμενον ὡς εἰκός ἐστι διακεῖσθαι τοὺς περὶ πραγμάτων τηλικούτων ἀγωνιῶντας. τότε γε μὴν ἀκούσας ἐκεῖνον ἥκειν, ἔτι μᾶλλον ἢ πρότερον ἔσχε ταραχωδῶς, καὶ μόλις μὲν αὑτὸν οἴκοι κατεῖχεν, ἄλλους δ' ἐπ' ἄλλοις ἔπεμπεν ὑπηρέτας καὶ φίλους πευσομένους τοῦ Ἀριστοδήμου περὶ τῶν γεγονότων. ἀποκριναμένου δὲ μηδὲν αὐτοῦ μηδενί, βάδην δὲ καὶ συνεστῶτι τῷ προσώπῳ μετὰ πολλῆς σιωπῆς προσιόντος, ἐκπλαγεὶς κομιδῇ καὶ μηκέτι καρτερῶν ὁ Ἀντίγονος ἐπὶ τὰς θύρας ἀπήντησε, πολλοῦ παραπέμποντος ἤδη τὸν Ἀριστόδημον ὄχλου καὶ συντρέχοντος ἐπὶ τὸ βασίλειον. ὡς οὖν ἐγγὺς ἦλθεν, ἐκτείνας τὴν δεξιὰν ἀνεβόησε μεγάλῃ τῇ φωνῇ· "χαῖρε βασιλεῦ Ἀντίγονε, νικῶμεν [βασιλέα] Πτολεμαῖον ναυμαχίᾳ, καὶ Κύπρον ἔχομεν καὶ στρατιώτας αἰχμαλώτους μυρίους ἑξακισχιλίους ὀκτακοσίους." ὁ δ' Ἀντίγονος "καὶ σὺ νὴ Δία χαῖρε" εἶπεν· "οὕτω δ' ἡμᾶς βασανίσας δίκην ὑφέξεις· βράδιον γὰρ ἀπολήψῃ τὸ εὐαγγέλιον."


[18] Ἐκ τούτου πρῶτον ἀνεφώνησε τὸ πλῆθος Ἀντίγονον καὶ Δημήτριον βασιλέας. Ἀντίγονον μὲν οὖν εὐθὺς ἀνέδησαν οἱ φίλοι, Δημητρίῳ δ' ὁ πατὴρ ἔπεμψε διάδημα καὶ γράφων ἐπιστολὴν βασιλέα προσεῖπεν. οἱ δ' ἐν Αἰγύπτῳ τούτων ἀπαγγελλομένων καὶ αὐτοὶ βασιλέα τὸν Πτολεμαῖον ἀνηγόρευσαν, ὡς μὴ δοκεῖν τοῦ φρονήματος ὑφίεσθαι διὰ τὴν ἧτταν. ἐπενείματο δ' οὕτως τὸ πρᾶγμα τῷ ζήλῳ τοὺς <ἄλλους> διαδόχους· καὶ γὰρ Λυσίμαχος ἤρξατο φορεῖν διάδημα, καὶ Σέλευκος ἐντυγχάνων τοῖς Ἕλλησιν, ἐπεὶ τοῖς γε βαρβάροις <καὶ> πρότερον οὗτος ὡς βασιλεὺς ἐχρημάτιζε. Κάσσανδρος δέ, τῶν ἄλλων αὐτὸν βασιλέα καὶ γραφόντων καὶ καλούντων, αὐτὸς ὥσπερ πρότερον εἰώθει τὰς ἐπιστολὰς ἔγραφε. τοῦτο δ' οὐ προσθήκην ὀνόματος καὶ σχήματος ἐξαλλαγὴν εἶχε μόνον, ἀλλὰ καὶ τὰ φρονήματα τῶν ἀνδρῶν ἐκίνησε καὶ τὰς γνώμας ἐπῆρε, καὶ τοῖς βίοις καὶ ταῖς ὁμιλίαις αὐτῶν ὄγκον ἐνεποίησε καὶ βαρύτητα, καθάπερ τραγικῶν ὑποκριτῶν ἅμα τῇ σκευῇ συμμεταβαλόντων καὶ βάδισμα καὶ φωνὴν καὶ κατάκλισιν καὶ προσαγόρευσιν. ἐκ δὲ τούτων ἐγίνοντο καὶ περὶ τὰς δικαιώσεις βιαιότεροι, τὴν εἰς πολλὰ παρέχουσαν αὐτοὺς ἐλαφροτέρους καὶ μαλακωτέρους τοῖς ὑπηκόοις πρότερον εἰρωνείαν τῆς ἐξουσίας ἀφελόντες. τοσοῦτον ἴσχυσε κόλακος φωνὴ μία καὶ τοσαύτης ἐνέπλησε τὴν οἰκουμένην μεταβολῆς.


[19] Ἀντίγονος δὲ τοῖς πεπραγμένοις ὑπὸ Δημητρίου περὶ Κύπρον ἐπαρθείς, εὐθὺς ἐστράτευσεν ἐπὶ Πτολεμαῖον, αὐτὸς μὲν ἄγων πεζῇ τὴν δύναμιν, Δημητρίου δὲ μεγάλῳ στόλῳ συμπαραπλέοντος. ὃν δὲ τρόπον ἤμελλε κρίνεσθαι τὰ πράγματα, Μήδιος Ἀντιγόνου φίλος ὄψιν εἶδε κατὰ τοὺς ὕπνους. ἐδόκει γὰρ αὐτὸν Ἀντίγονον ἀγωνίζεσθαι μετὰ τῆς στρατιᾶς ἁπάσης δίαυλον, εὐρώστως καὶ ταχὺ τὸ πρῶτον, εἶτα κατὰ μικρὸν ἐνδιδόναι τὴν δύναμιν αὐτῷ, καὶ τέλος ὡς ἔκαμψεν ἀσθενῆ γενόμενον καὶ μεστὸν ἄσθματος οὐ ῥᾳδίως ἀναφέρειν. αὐτός τ' οὖν ἐντυχὼν κατὰ γῆν πολλαῖς ἀπορίαις, καὶ Δημητρίου χειμῶνι μεγάλῳ καὶ κλύδωνι κινδυνεύσαντος εἰς τόπους ἀλιμένους καὶ χαλεποὺς ἐκριφῆναι, πολλὰς δὲ τῶν νεῶν ἀπολέσαντος, ἐπανῆλθεν ἄπρακτος.

Ἦν δὲ τότε μικρὸν ἀπολείποντα γεγονὼς ἔτη τῶν ὀγδοήκοντα· μεγέθει δὲ καὶ βαρύτητι σώματος μᾶλλον ἢ διὰ τὸ γῆρας ἐπὶ τὰς στρατείας γεγονὼς δυσπαρακόμιστος, ἐχρῆτο τῷ παιδί, καὶ δι' εὐτυχίαν καὶ δι' ἐμπειρίαν ἤδη τὰ μέγιστα καλῶς διοικοῦντι, τρυφὰς δὲ καὶ πολυτελείας καὶ πότους αὐτοῦ μὴ βαρυνόμενος. εἰρήνης γὰρ οὔσης ἀφύβριζεν εἰς ταῦτα, καὶ σχολάζων ἐχρῆτο πρὸς τὰς ἡδονὰς ἀνειμένως αὑτῷ καὶ κατακόρως, ἐν δὲ τοῖς πολέμοις ὡς οἱ φύσει σώφρονες ἔνηφε. λέγεται δὲ τῆς Λαμίας ἀναφανδὸν ἤδη κρατούσης τὸν Ἀντίγονον ὑπὸ τοῦ Δημητρίου καταφιλούμενον ἥκοντος ἀπὸ ξένης εἰπεῖν ἅμα γελῶντα· "δοκεῖς Λάμιαν ὦ παῖ καταφιλεῖν." πάλιν δέ ποτε πλείονας ἡμέρας ἐν πότοις γενομένου, καὶ πρόφασιν λέγοντος ὡς ῥεῦμα διοχλήσειεν αὐτόν, "ἐπυθόμην," φάναι τὸν Ἀντίγονον, "ἀλλὰ πότερον Θάσιον ἢ Χῖον ἦν τὸ ῥεῦμα;" πυθόμενος δ' αὖθις ἀσθενῶς ἔχειν αὐτὸν ἐβάδιζεν ὀψόμενος, καὶ τῶν καλῶν τινι περὶ θύρας ἀπήντησεν· εἰσελθὼν δὲ καὶ καθίσας παρ' αὐτὸν ἥψατο τῆς χειρός· ἐκείνου δ' εἰπόντος ὅτι νῦν ὁ πυρετὸς ἀποκεχώρηκεν, "ἀμέλει παιδίον" ἔφη "καὶ ἐμοὶ νῦν περὶ θύρας ἀπιὼν ἀπήντηκε." ταῦτα δ' οὕτω πράως ἔφερε τοῦ Δημητρίου διὰ τὴν ἄλλην πρᾶξιν. οἱ μὲν γὰρ Σκύθαι πίνοντες καὶ μεθυσκόμενοι παραψάλλουσι τὰς νευρὰς τῶν τόξων, οἷον ἐκλυόμενον ὑπὸ τῆς ἡδονῆς ἀνακαλούμενοι τὸν θυμόν, ἐκεῖνος δὲ τὰ μὲν ἡδονῇ διδοὺς ἁπλῶς ἑαυτόν, τὰ δὲ σπουδῇ, καὶ θάτερα τῶν ἑτέρων ἄκρατα μεταχειριζόμενος, οὐχ ἧττον ἦν δεινὸς ἐν ταῖς τοῦ πολέμου παρασκευαῖς.


[20] Ἀλλὰ καὶ παρασκευάσασθαι δύναμιν ἢ χρήσασθαι βελτίων ἐδόκει στρατηγὸς εἶναι, πάντα μὲν ἐκ περιουσίας ὑπάρχειν βουλόμενος ἐπὶ τὰς χρείας, τῆς δὲ περὶ τὰς ναῦς καὶ τὰ μηχανήματα μεγαλουργίας καὶ καθ' ἡδονήν τινα τοῦ θεωρεῖν ἀπλήστως ἔχων. εὐφυὴς γὰρ ὢν καὶ θεωρητικός, οὐκ εἰς παιδιὰς οὐδ' εἰς διαγωγὰς ἀχρήστους ἔτρεψε τὸ φιλότεχνον, ὥσπερ ἄλλοι βασιλεῖς αὐλοῦντες καὶ ζωγραφοῦντες καὶ τορεύοντες. Ἀέροπος γὰρ ὁ Μακεδὼν τραπέζια μικρὰ καὶ λυχνίδια τεκταινόμενος ὁπότε σχολάζοι διῆγεν. Ἄτταλος δ' ὁ Φιλομήτωρ ἐκήπευε τὰς φαρμακώδεις βοτάνας, οὐ μόνον ὑοσκύαμον καὶ ἐλλέβορον, ἀλλὰ καὶ κώνειον καὶ ἀκόνιτον καὶ δορύκνιον, αὐτὸς ἐν τοῖς βασιλείοις σπείρων καὶ φυτεύων, ὀπούς τε καὶ καρπὸν αὐτῶν ἔργον πεποιημένος εἰδέναι καὶ κομίζεσθαι καθ' ὥραν. οἱ δὲ Πάρθων βασιλεῖς ἐσεμνύνοντο τὰς ἀκίδας τῶν βελῶν χαράττοντες αὐτοὶ καὶ παραθήγοντες. ἀλλὰ μὴν Δημητρίου καὶ τὸ βάναυσον ἦν βασιλικόν, καὶ μέγεθος ἡ μέθοδος εἶχεν, ἅμα τῷ περιττῷ καὶ φιλοτέχνῳ τῶν ἔργων ὕψος τι διανοίας καὶ φρονήματος συνεκφερόντων, ὥστε μὴ μόνον γνώμης καὶ περιουσίας, ἀλλὰ καὶ χειρὸς ἄξια φαίνεσθαι βασιλικῆς. μεγέθει μὲν γὰρ ἐπέπληττε καὶ τοὺς φίλους, κάλλει δὲ καὶ τοὺς πολεμίους ἔτερπε· τοῦτο δ' ἔτι μᾶλλον ἀληθῶς ἢ κομψῶς εἴρηται. καὶ τὰς μὲν ἑκκαιδεκήρεις αὐτοῦ καὶ τὰς πεντεκαιδεκήρεις ἐθαύμαζον ἑστῶτες οἱ πολέμιοι παρὰ τὴν γῆν αὐτῶν πλεούσας, αἱ δ' ἑλεπόλεις ὡς θέαμα τοῖς πολιορκουμένοις ἦσαν, ὡς αὐτὰ τὰ πράγματα μαρτυρεῖ. Λυσίμαχος μὲν γάρ, ἔχθιστος ὢν Δημητρίῳ τῶν βασιλέων καὶ πολιορκοῦντι Σόλους τοὺς Κιλικίους ἀντιτεταγμένος, ἔπεμψε παρακαλῶν ἐπιδεῖξαι τὰς μηχανὰς αὐτῷ καὶ τὰς ναῦς πλεούσας· ἐπιδείξαντος δὲ θαυμάσας ἀπῆλθε. Ῥόδιοι δὲ πολὺν χρόνον ὑπ' αὐτοῦ πολιορκηθέντες, ἐπεὶ κατελύσαντο τὸν πόλεμον, ᾐτήσαντο τῶν μηχανῶν ἐνίας, ὅπως ὑπόμνημα τῆς ἐκείνου δυνάμεως ἅμα καὶ τῆς αὑτῶν ἀνδραγαθίας ἔχωσιν.


[21] Ἐπολέμησε δὲ Ῥοδίοις Πτολεμαίου συμμάχοις οὖσι, καὶ τὴν μεγίστην ἑλέπολιν τοῖς τείχεσι προσήγαγεν, ἧς ἕδρα μὲν ἦν τετράγωνος, ἑκάστην ἔχουσα τοῦ κάτω πλαισίου πλευρὰν ὀκτὼ καὶ τεσσαράκοντα πηχῶν, ἓξ δὲ καὶ ἑξήκοντα πηχῶν ὕψος εἶχεν, εἰς κορυφὴν συννεύουσα ταῖς ἄνω πλευραῖς στενοτέραν τῆς βάσεως. ἔνδοθεν μὲν οὖν στέγαις διεπέφρακτο καὶ χώραις πολλαῖς, τὸ δὲ πρὸς τοὺς πολεμίους αὐτῆς μέτωπον ἀνέῳκτο [καὶ] καθ' ἑκάστην στέγην θυρίσιν, καὶ διὰ τούτων ἐξέπιπτε βέλη παντοδαπά· μεστὴ γὰρ ἦν ἀνδρῶν μαχομένων πᾶσαν ἰδέαν μάχης. καὶ τὸ μὴ κραδαινόμενον αὐτῆς μηδὲ κλινόμενον ἐν ταῖς κινήσεσιν, ἀλλ' ὀρθὸν ἐν ἕδρᾳ καὶ ἀσάλευτον ἰσορρόπως ἅμα ῥοίζῳ καὶ τόνῳ πολλῷ προχωροῦν θάμβος ἅμα τῇ ψυχῇ καὶ χάριν τινὰ τῇ ὄψει τῶν θεωμένων παρεῖχε. πρὸς δὲ τοῦτον τὸν πόλεμον αὐτῷ καὶ θώρακες ἐκομίσθησαν ἐκ Κύπρου δύο σιδηροῖ, μνῶν ὁλκῆς ἑκάτερος τεσσαράκοντα. δυσπάθειαν δὲ καὶ ῥώμην αὐτῶν ἐπιδεικνύμενος ὁ τεχνίτης Ζωίλος ἐκέλευσεν ἐξ εἴκοσι βημάτων ἀφεῖναι καταπελτικὸν βέλος, οὗ προσπεσόντος ἀρραγὴς διέμεινεν ὁ σίδηρος, ἀμυχὴν δὲ μόλις ἔσχεν ἀμβλεῖαν οἷον ἀπὸ γραφείου. τοῦτον αὐτὸς ἐφόρει, τὸν δ' ἕτερον Ἄλκιμος ὁ Ἠπειρώτης, ἀνὴρ πολεμικώτατος τῶν σὺν αὐτῷ καὶ ῥωμαλεώτατος, ὃς μόνος ἐχρῆτο διταλάντῳ πανοπλίᾳ, τῶν ἄλλων χρωμένων ταλαντιαίᾳ, καὶ μαχόμενος ἐν Ῥόδῳ περὶ τὸ θέατρον ἔπεσεν.


[22] Εὐρώστως δὲ τῶν Ῥοδίων ἀμυνομένων, οὐδὲν ἄξιον λόγου πράττων ὁ Δημήτριος ὅμως ἐθυμομάχει πρὸς αὐτούς, ὅτι Φίλας τῆς γυναικὸς αὐτῷ γράμματα καὶ στρώματα καὶ ἱμάτια πεμψάσης, λαβόντες τὸ πλοῖον ὥσπερ εἶχε πρὸς Πτολεμαῖον ἀπέστειλαν, καὶ τὴν Ἀθηναίων οὐκ ἐμιμήσαντο φιλανθρωπίαν, οἳ Φιλίππου πολεμοῦντος αὐτοῖς γραμματοφόρους ἑλόντες, τὰς μὲν ἄλλας ἀνέγνωσαν ἐπιστολάς, μόνην δὲ τὴν Ὀλυμπιάδος οὐκ ἔλυσαν, ἀλλ' ὥσπερ ἦν κατασεσημασμένη πρὸς ἐκεῖνον ἀπέστειλαν.

Οὐ μὴν ἀλλὰ καίπερ ἐπὶ τούτῳ σφόδρα δηχθεὶς ὁ Δημήτριος εὐθὺς παρασχόντας λαβὴν οὐχ ὑπέμεινεν ἀντιλυπῆσαι τοὺς Ῥοδίους. ἔτυχε γὰρ αὐτοῖς ὁ Καύνιος Πρωτογένης γράφων τὴν περὶ τὸν Ἰάλυσον διάθεσιν, καὶ τὸν πίνακα μικρὸν ἀπολείποντα τοῦ τέλος ἔχειν ἔν τινι τῶν προαστίων ἔλαβεν ὁ Δημήτριος. πεμψάντων δὲ κήρυκα τῶν Ῥοδίων καὶ δεομένων φείσασθαι καὶ μὴ διαφθεῖραι τὸ ἔργον, ἀπεκρίνατο τὰς τοῦ πατρὸς ἂν εἰκόνας ἐμπρῆσαι μᾶλλον ἢ τέχνης πόνον τοσοῦτον. ἑπτὰ γὰρ ἔτεσι λέγεται συντελέσαι τὴν γραφὴν ὁ Πρωτογένης. καί φησιν Ἀπελλῆς οὕτως ἐκπλαγῆναι θεασάμενος τὸ ἔργον, ὥστε καὶ φωνὴν ἐπιλιπεῖν αὐτόν, ὀψὲ δ' εἰπεῖν ὅτι "μέγας ὁ πόνος καὶ θαυμαστὸν τὸ ἔργον", οὐ μὴν ἔχειν γε χάριτας δι' ἃς οὐρανοῦ ψαύειν τὰ ὑπ' αὐτοῦ γραφόμενα. ταύτην μὲν οὖν τὴν γραφὴν εἰς ταὐτὸ ταῖς ἄλλαις συνωσθεῖσαν ἐν Ῥώμῃ τὸ πῦρ ἐπενείματο.

Τῶν δὲ Ῥοδίων κατεξανισταμένων τοῦ πολέμου, δεόμενον προφάσεως τὸν Δημήτριον Ἀθηναῖοι παραγενόμενοι διήλλαξαν ἐπὶ τῷ συμμαχεῖν Ῥοδίους Ἀντιγόνῳ καὶ Δημητρίῳ πλὴν ἐπὶ Πτολεμαῖον.


[23] Ἐκάλουν δὲ τὸν Δημήτριον οἱ Ἀθηναῖοι, Κασσάνδρου τὸ ἄστυ πολιορκοῦντος. ὁ δὲ ναυσὶν ἐπιπλεύσας τριακοσίαις τριάκοντα καὶ πολλοῖς ὁπλίταις, οὐ μόνον ἐξήλασε τῆς Ἀττικῆς τὸν Κάσσανδρον, ἀλλὰ καὶ φεύγοντα μέχρι Θερμοπυλῶν διώξας καὶ τρεψάμενος, Ἡράκλειαν ἔλαβεν ἑκουσίως αὐτῷ προσθεμένην καὶ τῶν Μακεδόνων ἑξακισχιλίους μεταβαλομένους πρὸς αὐτόν. ἐπανιὼν δὲ τοὺς ἐντὸς Πυλῶν Ἕλληνας ἠλευθέρου, καὶ Βοιωτοὺς ἐποιήσατο συμμάχους, καὶ Κεγχρέας εἷλε· καὶ Φυλὴν καὶ Πάνακτον, ἐπιτειχίσματα τῆς Ἀττικῆς ὑπὸ Κασσάνδρου φρουρούμενα, καταστρεψάμενος ἀπέδωκε τοῖς Ἀθηναίοις. οἱ δὲ καίπερ ἐκκεχυμένοι πρότερον εἰς αὐτὸν καὶ κατακεχρημένοι πᾶσαν φιλοτιμίαν, ἐξεῦρον ὅμως καὶ τότε πρόσφατοι καὶ καινοὶ ταῖς κολακείαις φανῆναι. τὸν γὰρ ὀπισθόδομον τοῦ Παρθενῶνος ἀπέδειξαν αὐτῷ κατάλυσιν, κἀκεῖ δίαιταν εἶχε, τῆς Ἀθηνᾶς λεγομένης ὑποδέχεσθαι καὶ ξενίζειν αὐτόν, οὐ πάνυ κόσμιον ξένον οὐδ' ὡς παρθένῳ πράως ἐπισταθμεύοντα. καίτοι τὸν ἀδελφὸν αὐτοῦ Φίλιππον αἰσθόμενός ποθ' ὁ πατὴρ ἐν οἰκίᾳ καταλύοντα τρεῖς ἐχούσῃ νέας γυναῖκας, πρὸς ἐκεῖνον μὲν οὐδὲν ἐφθέγξατο, παρόντος δ' ἐκείνου τὸν σταθμοδότην μεταπεμψάμενος "οὗτος" εἶπεν, "οὐκ ἐξάξεις μου τὸν υἱὸν ἐκ τῆς στενοχωρίας;"


[24] Δημήτριος δέ, τὴν Ἀθηνᾶν αὐτῷ προσῆκον εἰ δι' ἄλλο μηδὲν ὥς γε πρεσβυτέραν ἀδελφὴν αἰσχύνεσθαι (τοῦτο γὰρ ἐβούλετο λέγεσθαι), τοσαύτην ὕβριν εἰς παῖδας ἐλευθέρους καὶ γυναῖκας ἀστὰς κατεσκέδασε τῆς ἀκροπόλεως, ὥστε δοκεῖν τότε μάλιστα καθαρεύειν τὸν τόπον, ὅτε Χρυσίδι καὶ Λαμίᾳ καὶ Δημοῖ καὶ Ἀντικύρᾳ ταῖς πόρναις ἐκείναις συνακολασταίνοι. τὰ μὲν οὖν ἄλλα σαφῶς ἀπαγγέλλειν οὐ πρέπει διὰ τὴν πόλιν, τὴν δὲ Δημοκλέους ἀρετὴν καὶ σωφροσύνην ἄξιόν ἐστι μὴ παρελθεῖν. ἐκεῖνος γὰρ ἦν ἔτι παῖς ἄνηβος, οὐκ ἔλαθε δὲ τὸν Δημήτριον ἔχων τῆς εὐμορφίας τὴν ἐπωνυμίαν κατήγορον· ἐκαλεῖτο γὰρ Δημοκλῆς ὁ καλός. ὡς δὲ πολλὰ πειρώντων καὶ διδόντων καὶ φοβούντων ὑπ' οὐδενὸς ἡλίσκετο, τέλος δὲ φεύγων τὰς παλαίστρας καὶ τὸ γυμνάσιον εἴς τι βαλανεῖον ἰδιωτικὸν ἐφοίτα λουσόμενος, ἐπιτηρήσας τὸν καιρὸν ὁ Δημήτριος ἐπεισῆλθεν αὐτῷ μόνῳ. καὶ ὁ παῖς ὡς συνεῖδε τὴν περὶ αὑτὸν ἐρημίαν καὶ τὴν ἀνάγκην, ἀφελὼν τὸ πῶμα τοῦ χαλκώματος εἰς ζέον ὕδωρ ἐνήλατο καὶ διέφθειρεν αὑτόν, ἀνάξια μὲν παθών, ἄξια δὲ τῆς πατρίδος καὶ τοῦ κάλλους φρονήσας, οὐχ ὡς Κλεαίνετος ὁ Κλεομέδοντος, ὃς ὠφληκότι τῷ πατρὶ δίκην πεντήκοντα ταλάντων ἀφεθῆναι διαπραξάμενος, καὶ γράμματα παρὰ Δημητρίου κομίσας πρὸς τὸν δῆμον, οὐ μόνον ἑαυτὸν κατῄσχυνεν, ἀλλὰ καὶ τὴν πόλιν συνετάραξε. τὸν μὲν γὰρ Κλεομέδοντα τῆς δίκης ἀφῆκαν, ἐγράφη δὲ ψήφισμα μηδένα τῶν πολιτῶν ἐπιστολὴν παρὰ Δημητρίου κομίζειν. ἐπεὶ δ' ἀκούσας ἐκεῖνος οὐκ ἤνεγκε μετρίως, ἀλλ' ἠγανάκτησε, δείσαντες αὖθις οὐ μόνον τὸ ψήφισμα καθεῖλον, ἀλλὰ καὶ τῶν εἰσηγησαμένων καὶ συνειπόντων τοὺς μὲν ἀπέκτειναν, τοὺς δ' ἐφυγάδευσαν· ἔτι δὲ προσεψηφίσαντο, δεδόχθαι τῷ δήμῳ τῶν Ἀθηναίων, πᾶν ὅ τι ἂν ὁ βασιλεὺς Δημήτριος κελεύσῃ, τοῦτο καὶ πρὸς θεοὺς ὅσιον καὶ πρὸς ἀνθρώπους εἶναι δίκαιον. εἰπόντος δέ τινος τῶν καλῶν κἀγαθῶν μαίνεσθαι τὸν Στρατοκλέα τοιαῦτα γράφοντα, Δημοχάρης ὁ Λευκονοεὺς "μαίνοιτο μέντἂν" εἶπεν "εἰ μὴ μαίνοιτο". πολλὰ γὰρ ὁ Στρατοκλῆς ὠφελεῖτο διὰ τὴν κολακείαν. ὁ δὲ Δημοχάρης ἐπὶ τούτῳ διαβληθεὶς ἐφυγαδεύθη. τοιαῦτα ἔπραττον Ἀθηναῖοι, φρουρᾶς ἀπηλλάχθαι καὶ τὴν ἐλευθερίαν ἔχειν δοκοῦντες.


[25] Δημήτριος δὲ παρελθὼν εἰς Πελοπόννησον, οὐδενὸς ὑφισταμένου τῶν ἐναντίων, ἀλλὰ φευγόντων καὶ προϊεμένων τὰς πόλεις, προσηγάγετο τήν τε καλουμένην Ἀκτὴν καὶ Ἀρκαδίαν πλὴν Μαντινείας, καὶ Ἄργος καὶ Σικυῶνα καὶ Κόρινθον ἐλύσατο, τάλαντα δοὺς ἑκατὸν τοῖς φρουροῦσιν. ἐν Ἄργει μὲν οὖν τῆς τῶν Ἡραίων ἑορτῆς καθηκούσης ἀγωνοθετῶν καὶ συμπανηγυρίζων τοῖς Ἕλλησιν, ἔγημε τὴν Αἰακίδου θυγατέρα τοῦ Μολοττῶν βασιλέως, ἀδελφὴν δὲ Πύρρου, Δηιδάμειαν. Σικυωνίους δὲ φήσας παρὰ τὴν πόλιν οἰκεῖν τὴν πόλιν, ἔπεισεν οὗ νῦν οἰκοῦσι μετοικίσασθαι· τῷ δὲ τόπῳ καὶ τοὔνομα τὴν πόλιν συμμεταβαλοῦσαν ἀντὶ Σικυῶνος Δημητριάδα προσηγόρευσεν. ἐν δ' Ἰσθμῷ κοινοῦ συνεδρίου γενομένου καὶ πολλῶν ἀνθρώπων συνελθόντων, ἡγεμὼν ἀνηγορεύθη τῆς Ἑλλάδος ὡς πρότερον οἱ περὶ Φίλιππον καὶ Ἀλέξανδρον· ὧν ἐκεῖνος οὐ παρὰ μικρὸν ἐνόμιζεν ἑαυτὸν εἶναι βελτίονα, τῇ τύχῃ τῇ παρούσῃ καὶ τῇ δυνάμει τῶν πραγμάτων ἐπαιρόμενος. Ἀλέξανδρος γοῦν οὐδένα τῶν ἄλλων βασιλέων ἀπεστέρησε τῆς ὁμωνυμίας οὐδ' ἑαυτὸν ἀνεῖπε βασιλέων βασιλέα, καίτοι πολλοῖς τὸ καλεῖσθαι καὶ εἶναι βασιλέας αὐτὸς δεδωκώς· ἐκεῖνος δὲ χλευάζων καὶ γελῶν τοὺς ἄλλον τινὰ πλὴν τοῦ πατρὸς καὶ αὐτοῦ βασιλέα προσαγορεύοντας, ἡδέως ἤκουε τῶν παρὰ πότον ἐπιχύσεις λαμβανόντων Δημητρίου βασιλέως, Σελεύκου δ' ἐλεφαντάρχου, Πτολεμαίου δὲ ναυάρχου, Λυσιμάχου δὲ γαζοφύλακος, Ἀγαθοκλέους δὲ τοῦ Σικελιώτου νησιάρχου. τούτων δὲ πρὸς τοὺς βασιλεῖς ἐκφερομένων, οἱ μὲν ἄλλοι [βασιλεῖς] κατεγέλων, Λυσίμαχος δ' ἠγανάκτει μόνος εἰ σπάδοντα νομίζει Δημήτριος αὐτόν· ἐπιεικῶς γὰρ εἰώθεισαν εὐνούχους ἔχειν γαζοφύλακας. ἦν δὲ καὶ πάντων ἀπεχθέστατος ὁ Λυσίμαχος αὐτῷ, καὶ λοιδορῶν εἰς τὸν ἔρωτα τῆς Λαμίας ἔλεγε νῦν πρῶτον ἑωρακέναι πόρνην προερχομένην ἐκ τραγικῆς σκηνῆς· ὁ δὲ Δημήτριος ἔφη τὴν ἑαυτοῦ πόρνην σωφρονεστέραν εἶναι τῆς ἐκείνου Πηνελόπης.


[26] Τότε δ' οὖν ἀναζευγνύων εἰς τὰς Ἀθήνας ἔγραψεν, ὅτι βούλεται παραγενόμενος εὐθὺς μυηθῆναι καὶ τὴν τελετὴν ἅπασαν ἀπὸ τῶν μικρῶν ἄχρι τῶν ἐποπτικῶν παραλαβεῖν. τοῦτο δ' οὐ θεμιτὸν ἦν οὐδὲ γεγονὸς πρότερον, ἀλλὰ τὰ μικρὰ τοῦ Ἀνθεστηριῶνος ἐτελοῦντο, τὰ δὲ μεγάλα τοῦ Βοηδρομιῶνος· ἐπώπτευον δὲ τοὐλάχιστον ἀπὸ τῶν μεγάλων ἐνιαυτὸν διαλείποντες. ἀναγνωσθέντων δὲ τῶν γραμμάτων, μόνος ἐτόλμησεν ἀντειπεῖν Πυθόδωρος ὁ δᾳδοῦχος, ἐπέρανε δ' οὐδέν· ἀλλὰ Στρατοκλέους γνώμην εἰπόντος, Ἀνθεστηριῶνα τὸν Μουνυχιῶνα ψηφισαμένους καλεῖν καὶ νομίζειν, ἐτέλουν τῷ Δημητρίῳ τὰ πρὸς Ἄγραν· καὶ μετὰ ταῦτα πάλιν ἐξ Ἀνθεστηριῶνος ὁ Μουνυχιὼν γενόμενος Βοηδρομιὼν ἐδέξατο τὴν λοιπὴν τελετήν, ἅμα καὶ τὴν ἐποπτείαν τοῦ Δημητρίου προσεπιλαβόντος. διὸ καὶ Φιλιππίδης τὸν Στρατοκλέα λοιδορῶν ἐποίησεν·


ὁ τὸν ἐνιαυτὸν συντεμὼν εἰς μῆν' ἕνα,


καὶ περὶ τῆς ἐν τῷ Παρθενῶνι κατασκηνώσεως·


ὁ τὴν ἀκρόπολιν πανδοκεῖον ὑπολαβών,


καὶ τὰς ἑταίρας εἰσαγαγὼν τῇ παρθένῳ.


[27] Πολλῶν δὲ γενομένων ἐν τῇ πόλει τότε πλημμελημάτων καὶ παρανομημάτων ἐκεῖνο μάλιστα λέγεται λυπῆσαι τοὺς Ἀθηναίους, ὅτι διακόσια καὶ πεντήκοντα τάλαντα πορίσαι ταχὺ καὶ δοῦναι προσταχθὲν αὐτοῖς, καὶ τῆς εἰσπράξεως συντόνου καὶ ἀπαραιτήτου γενομένης, ἰδὼν ἠθροισμένον τὸ ἀργύριον ἐκέλευσε Λαμίᾳ καὶ ταῖς περὶ αὐτὴν ἑταίραις εἰς σμῆγμα δοθῆναι. ἡ γὰρ αἰσχύνη τῆς ζημίας καὶ τὸ ῥῆμα τοῦ πράγματος μᾶλλον ἠνώχλησε τοὺς ἀνθρώπους. ἔνιοι δὲ τοῦτο Θετταλοῖς, οὐκ Ἀθηναίοις, ὑπ' αὐτοῦ συμβῆναι λέγουσι. χωρὶς δὲ τούτων αὐτὴ καθ' ἑαυτὴν ἡ Λάμια τῷ βασιλεῖ παρασκευάζουσα δεῖπνον ἠργυρολόγησε πολλούς, καὶ τὸ δεῖπνον οὕτως ἤνθησε τῇ δόξῃ διὰ τὴν πολυτέλειαν, ὥσθ' ὑπὸ Λυγκέως τοῦ Σαμίου συγγεγράφθαι. διὸ καὶ τῶν κωμικῶν τις οὐ φαύλως τὴν Λάμιαν Ἑλέπολιν ἀληθῶς προσεῖπε. Δημοχάρης δ' ὁ Σόλιος τὸν Δημήτριον αὐτὸν ἐκάλει Μῦθον· εἶναι γὰρ αὐτῷ καὶ Λάμιαν. οὐ μόνον δὲ ταῖς γαμεταῖς, ἀλλὰ καὶ τοῖς φίλοις τοῦ Δημητρίου ζῆλον καὶ φθόνον εὐημεροῦσα καὶ στεργομένη παρεῖχεν. ἀφίκοντο γοῦν τινες παρ' αὐτοῦ κατὰ πρεσβείαν πρὸς Λυσίμαχον, οἷς ἐκεῖνος ἄγων σχολὴν ἐπέδειξεν ἔν τε τοῖς μηροῖς καὶ τοῖς βραχίοσιν ὠτειλὰς βαθείας ὀνύχων λεοντείων, καὶ διηγεῖτο τὴν γενομένην αὐτῷ μάχην πρὸς τὸ θηρίον, ὑπ' Ἀλεξάνδρου συγκαθειρχθέντι τοῦ βασιλέως. οἱ δὲ γελῶντες ἔφασαν καὶ τὸν αὑτῶν βασιλέα δεινοῦ θηρίου δήγματα φέρειν ἐν τῷ τραχήλῳ, Λαμίας. ἦν δὲ θαυμαστόν, ὅτι τῆς Φίλας ἐν ἀρχῇ τὸ μὴ καθ' ἡλικίαν δυσχεραίνων, ἥττητο τῆς Λαμίας καὶ τοσοῦτον ἤρα χρόνον ἤδη παρηκμακυίας. Δημὼ γοῦν ἡ ἐπικαλουμένη Μανία, παρὰ δεῖπνον αὐλούσης τῆς Λαμίας καὶ τοῦ Δημητρίου πυθομένου "τί σοι δοκεῖ;" "γραῦς" εἶπεν "ὦ βασιλεῦ." πάλιν δὲ τραγημάτων παρατεθέντων, κἀκείνου πρὸς αὐτὴν εἰπόντος· "ὁρᾷς ὅσα μοι Λάμια πέμπει;" "πλείονα" ἔφη "πεμφθήσεταί σοι παρὰ τῆς ἐμῆς μητρός, ἐὰν θέλῃς καὶ μετ' αὐτῆς καθεύδειν." ἀπομνημονεύεται δὲ τῆς Λαμίας καὶ πρὸς τὴν λεγομένην Βοκχώρεως κρίσιν ἀντίρρησις. ἐπεὶ γάρ τις ἐρῶν ἐν Αἰγύπτῳ τῆς ἑταίρας Θώνιδος ᾐτεῖτο συχνὸν χρυσίον, εἶτα κατὰ τοὺς ὕπνους δόξας αὐτῇ συγγενέσθαι τῆς ἐπιθυμίας ἐπαύσατο, δίκην ἔλαχεν ἡ Θῶνις αὐτῷ τοῦ μισθώματος. ἀκούσας δὲ τὸν λόγον ὁ Βόκχωρις ἐκέλευσε τὸν ἄνθρωπον ὅσον ᾐτήθη χρυσίον ἠριθμημένον ἐν τῷ ἀγγείῳ διαφέρειν δεῦρο κἀκεῖσε τῇ χειρί, τὴν δ' ἑταίραν ἔχεσθαι τῆς σκιᾶς, ὡς τὴν δόξαν τῆς ἀληθείας σκιὰν οὖσαν. οὐκ ᾤετο ταύτην εἶναι τὴν κρίσιν ἡ Λάμια δικαίαν· οὐ γὰρ ἀπέλυσεν ἡ σκιὰ τῆς ἐπιθυμίας τοῦ ἀργυρίου τὴν ἑταίραν, τὸ δ' ὄναρ ἔπαυσεν ἐρῶντα τὸν νεανίσκον. ταῦτα μὲν οὖν περὶ Λαμίας.


[28] Τὴν δὲ διήγησιν ὥσπερ ἐκ κωμικῆς σκηνῆς πάλιν εἰς τραγικὴν μετάγουσιν αἱ τύχαι καὶ αἱ πράξεις τοῦ ἀνδρὸς ὃν διηγούμεθα. τῶν γὰρ ἄλλων βασιλέων ἁπάντων συνισταμένων ἐπὶ τὸν Ἀντίγονον καὶ συμφερόντων εἰς ταὐτὸ τὰς δυνάμεις, ἀπῆρεν ὁ Δημήτριος ἐκ τῆς Ἑλλάδος, καὶ τῷ πατρὶ συμμείξας φιλοτιμουμένῳ παρ' ἡλικίαν πρὸς τὸν πόλεμον, ἔτι μᾶλλον αὐτὸς ἐπερρώσθη. καίτοι δοκεῖ γ' Ἀντίγονος, εἰ μικρῶν τινων ὑφεῖτο καὶ τῆς ἄγαν φιλαρχίας ἐχάλασε, μέχρι παντὸς ἂν αὑτῷ διαφυλάξαι κἀκείνῳ καταλιπεῖν τὸ πρῶτον εἶναι. φύσει δὲ βαρὺς ὢν καὶ ὑπερόπτης καὶ τοῖς λόγοις οὐχ ἧττον ἢ τοῖς πράγμασι τραχύς, πολλοὺς καὶ νέους καὶ δυνατοὺς ἄνδρας ἐξηγρίαινε καὶ παρώξυνε· καὶ τήν γε τότε σύστασιν καὶ κοινωνίαν αὐτῶν ἔλεγεν ὥσπερ ὀρνίθων σπερμολόγων συνδρομὴν ἑνὶ λίθῳ καὶ ψόφῳ συνδιαταράξειν. ἦγε δὲ πεζοὺς μὲν ἑπτακισμυρίων πλείους, ἱππεῖς δὲ μυρίους, ἐλέφαντας δ' ἑβδομήκοντα πέντε, τῶν ἐναντίων ἐχόντων πεζοὺς μὲν ἑξακισμυρίους καὶ τετρακισχιλίους, ἱππεῖς δὲ πεντακοσίοις τῶν ἐκείνου πλείονας, ἐλέφαντας δὲ τετρακοσίους, ἅρματα δ' ἑκατὸν εἴκοσι. γενομένῳ δ' ἐγγὺς αὐτῶν τροπὴν ἔσχεν ἡ διάνοια τῆς ἐλπίδος μᾶλλον ἢ τῆς γνώμης. ὑψηλὸς γὰρ εἶναι καὶ γαῦρος εἰωθὼς ἐν τοῖς ἀγῶσι, καὶ χρώμενος φωνῇ τε μεγάλῃ καὶ λόγοις σοβαροῖς, πολλάκις δὲ καὶ τῷ παρασκῶψαί τι καὶ γελοῖον εἰπεῖν τῶν πολεμίων ἐν χερσὶν ὄντων ἐπιδειξάμενος εὐστάθειαν καὶ καταφρόνησιν, τότε σύννους ἑωρᾶτο καὶ σιωπηλὸς τὰ πολλά, καὶ τὸν υἱὸν ἀπέδειξε τῷ πλήθει καὶ συνέστησε διάδοχον. ὃ δὲ μάλιστα πάντες ἐθαύμασαν, ἐν τῇ σκηνῇ μόνος διελέχθη πρὸς αὐτόν, οὐκ εἰθισμένος ἔχειν οὐδὲ πρὸς ἐκεῖνον ἀπορρήτους κοινολογίας, ἀλλ' ἴδιος ὢν γνώμῃ, εἶτα προστάττων φανερῶς καὶ χρώμενος οἷς βουλεύσαιτο καθ' ἑαυτόν. λέγεται γοῦν μειράκιον ἔτι ὄντα τὸν Δημήτριον αὐτοῦ πυθέσθαι, πότε μέλλουσιν ἀναζευγνύειν· τὸν δ' εἰπεῖν πρὸς ὀργήν· "ἀγωνιᾷς μὴ μόνος σὺ τῆς σάλπιγγος οὐκ ἀκούσῃς;"


[29] Τότε μέντοι καὶ σημεῖα μοχθηρὰ κατεδουλοῦτο τὴν γνώμην αὐτῶν. Δημήτριος μὲν γὰρ ἔδοξε κατὰ τοὺς ὕπνους Ἀλέξανδρον ὡπλισμένον λαμπρῶς ἐρωτᾶν, ὁποῖόν τι σύνθημα διδόναι πρὸς τὴν μάχην μέλλουσιν· αὐτοῦ δὲ φήσαντος "Δία καὶ Νίκην", "ἄπειμι τοίνυν" φάναι "πρὸς τοὺς ἐναντίους· ἐκεῖνοι γάρ με παραλαμβάνουσιν." Ἀντίγονος δὲ παραταττομένης ἤδη τῆς φάλαγγος ἐξιὼν προσέπταισεν, ὥστε πεσεῖν ὅλος ἐπὶ στόμα καὶ διατεθῆναι χαλεπῶς· ἀναστὰς δὲ καὶ τὰς χεῖρας ἀνατείνας πρὸς τὸν οὐρανόν, ᾐτήσατο νίκην παρὰ τῶν θεῶν ἢ θάνατον ἀναίσθητον πρὸ τῆς ἥττης. γενομένης δὲ τῆς μάχης ἐν χερσί, Δημήτριος ἔχων τοὺς πλείστους καὶ κρατίστους τῶν ἱππέων Ἀντιόχῳ τῷ Σελεύκου συνέπεσε, καὶ μέχρι τροπῆς τῶν πολεμίων λαμπρῶς ἀγωνισάμενος, ἐν τῇ διώξει σοβαρᾷ καὶ φιλοτίμῳ παρὰ καιρὸν γενομένῃ τὴν νίκην διέφθειρεν. αὐτὸς μὲν γὰρ οὐκ ἔσχε πάλιν ἀναστρέψας συμμεῖξαι τοῖς πεζοῖς, τῶν ἐλεφάντων ἐν μέσῳ γενομένων, τὴν δὲ φάλαγγα γυμνὴν ἱππέων κατιδόντες οἱ περὶ Σέλευκον οὐκ ἐνέβαλον μέν, ὡς δ' ἐμβαλοῦντες ἐφόβουν καὶ περιήλαυνον, μεταβάλλεσθαι διδόντες αὐτοῖς. ὃ καὶ συνέβη· πολὺ γὰρ μέρος ἀπορραγὲν ἑκουσίως μετεχώρησε πρὸς ἐκείνους, τὸ δὲ λοιπὸν ἐτράπη. φερομένων δὲ πολλῶν ἐπὶ τὸν Ἀντίγονον, καί τινος τῶν περὶ αὐτὸν εἰπόντος· "ἐπὶ σὲ οὗτοι βασιλεῦ" "τίνα γάρ" εἶπε "<πλὴν> ἐμοῦ σκοπὸν ἔχουσιν; ἀλλὰ Δημήτριος ἀφίξεται βοηθῶν." καὶ τοῦτο μέχρι παντὸς ἐλπίζων καὶ περισκοπῶν τὸν υἱόν, ἅμα πολλῶν ἀκοντισμάτων εἰς αὐτὸν ἀφεθέντων ἔπεσε, καὶ τῶν ἄλλων ἀπολιπόντων ὀπαδῶν καὶ φίλων μόνος παρέμεινε τῷ νεκρῷ Θώραξ ὁ Λαρισσαῖος.


[30] Οὕτω δὲ κριθείσης τῆς μάχης, οἱ μὲν νενικηκότες βασιλεῖς τὴν ὑπ' Ἀντιγόνῳ καὶ Δημητρίῳ πᾶσαν ἀρχὴν ὥσπερ μέγα σῶμα κατακόπτοντες ἐλάμβανον μερίδας, καὶ προσδιενείμαντο τὰς ἐκείνων ἐπαρχίας αἷς εἶχον αὐτοὶ πρότερον. Δημήτριος δὲ μετὰ πεντακισχιλίων πεζῶν καὶ τετρακισχιλίων ἱππέων φεύγων καὶ συντόνως ἐλάσας εἰς Ἔφεσον, οἰομένων ἁπάντων ἀποροῦντα χρημάτων αὐτὸν οὐκ ἀφέξεσθαι τοῦ ἱεροῦ, φοβηθεὶς τοὺς στρατιώτας μὴ τοῦτο ποιήσωσιν, ἀνέστη διὰ ταχέων καὶ τὸν πλοῦν ἐπὶ τῆς Ἑλλάδος ἐποιεῖτο, τῶν λοιπῶν ἐλπίδων ἐν Ἀθηναίοις ἔχων τὰς μεγίστας. καὶ γὰρ καὶ ναῦς ἐκεῖ καὶ χρήματα καὶ γυναῖκα Δηιδάμειαν ἐτύγχανε καταλελοιπώς, καὶ βεβαιοτέραν οὐκ ἐνόμιζε καταφυγὴν εἶναι τοῖς πράγμασι τῆς Ἀθηναίων εὐνοίας. ὅθεν ἐπεὶ γενομένῳ περὶ τὰς Κυκλάδας αὐτῷ πρέσβεις Ἀθηναίων ἀπήντησαν, ἀπέχεσθαι τῆς πόλεως παρακαλοῦντες, ὡς ἐψηφισμένου τοῦ δήμου μηδένα δέχεσθαι τῇ πόλει τῶν βασιλέων, τὴν δὲ Δηιδάμειαν εἰς Μέγαρα ἐξέπεμψαν μετὰ τιμῆς καὶ πομπῆς πρεπούσης, τοῦ καθεστηκότος ἐξέστη δι' ὀργὴν [αὐτοῦ], καίπερ ἐνηνοχὼς ῥᾷστα τὴν ἄλλην ἀτυχίαν καὶ γεγονὼς ἐν τοιαύτῃ μεταβολῇ πραγμάτων οὐ ταπεινὸς οὐδ' ἀγεννής. ἀλλὰ τὸ παρ' ἐλπίδα διεψεῦσθαι τῶν Ἀθηναίων, καὶ τὴν δοκοῦσαν εὔνοιαν ἐξεληλέγχθαι τοῖς πράγμασι κενὴν καὶ πεπλασμένην οὖσαν, ὀδυνηρὸν ἦν αὐτῷ. τὸ γὰρ φαυλότατον ὡς ἔοικεν εὐνοίας ὄχλων βασιλεῦσι καὶ δυνάσταις τεκμήριόν ἐστιν ὑπερβολὴ τιμῶν, ἧς ἐν τῇ προαιρέσει τῶν ἀποδιδόντων ἐχούσης τὸ καλὸν ἀφαιρεῖ τὴν πίστιν ὁ φόβος· τὰ γὰρ αὐτὰ καὶ δεδιότες ψηφίζονται καὶ φιλοῦντες. διόπερ οἱ νοῦν ἔχοντες οὐκ εἰς ἀνδριάντας οὐδὲ γραφὰς οὐδ' ἀποθεώσεις, ἀλλὰ μᾶλλον εἰς τὰ ἔργα καὶ τὰς πράξεις τὰς ἑαυτῶν ἀποβλέποντες, ἢ πιστεύουσιν ὡς τιμαῖς, ἢ ἀπιστοῦσιν ὡς ἀνάγκαις· ὡς οἵ γε δῆμοι πολλάκις ἐν αὐταῖς μάλιστα ταῖς τιμαῖς μισοῦσι τοὺς ἀμέτρως καὶ ὑπερόγκως καὶ παρ' ἀκόντων λαμβάνοντας.


[31] Ὁ γοῦν Δημήτριος τότε δεινὰ μὲν ἡγούμενος πάσχειν, ἀδύνατος δ' ὢν ἀμύνασθαι, προσέπεμψε τοῖς Ἀθηναίοις ἐγκαλῶν μετρίως, ἀξιῶν δὲ τὰς ναῦς ἀπολαβεῖν, ἐν αἷς ἦν καὶ ἡ τρισκαιδεκήρης. κομισάμενος δὲ παρέπλευσεν εἰς Ἰσθμόν, καὶ τῶν πραγμάτων αὐτῷ κακῶς ἐχόντων -- ἐξέπιπτον γὰρ ἑκασταχόθεν αἱ φρουραὶ καὶ πάντα μεθίστατο πρὸς τοὺς πολεμίους -- , ἀπολιπὼν ἐπὶ τῆς Ἑλλάδος Πύρρον, αὐτὸς ἄρας ἐπὶ τὴν Χερρόνησον ἔπλευσε, καὶ κακῶς ἅμα ποιῶν Λυσίμαχον, ὠφέλει καὶ συνεῖχε τὴν περὶ αὑτὸν δύναμιν, ἀρχομένην ἀναλαμβάνειν καὶ γίνεσθαι πάλιν οὐκ εὐκαταφρόνητον. ὁ δὲ Λυσίμαχος ὑπὸ τῶν ἄλλων βασιλέων ἠμελεῖτο, μηδὲν ἐπιεικέστερος ἐκείνου δοκῶν εἶναι, τῷ <δὲ> μᾶλλον ἰσχύειν καὶ φοβερώτερος.

Οὐ πολλῷ δ' ὕστερον Σέλευκος ἐμνᾶτο πέμπων τὴν Δημητρίου καὶ Φίλας θυγατέρα Στρατονίκην, ἔχων μὲν ἐξ Ἀπάμας τῆς Περσίδος υἱὸν Ἀντίοχον, οἰόμενος δὲ τὰ πράγματα καὶ διαδόχοις ἀρκεῖν πλείοσι καὶ δεῖσθαι τῆς πρὸς ἐκεῖνον οἰκειότητος, ἐπεὶ καὶ Λυσίμαχον ἑώρα τῶν Πτολεμαίου θυγατέρων τὴν μὲν ἑαυτῷ, τὴν δ' Ἀγαθοκλεῖ τῷ υἱῷ λαμβάνοντα. Δημητρίῳ δ' ἦν ἀνέλπιστος εὐτυχία κηδεῦσαι Σελεύκῳ, καὶ τὴν κόρην ἀναλαβὼν ἔπλει ταῖς ναυσὶ πάσαις εἰς Συρίαν, τῇ τ' ἄλλῃ γῇ προσέχων ἀναγκαίως καὶ τῆς Κιλικίας ἁπτόμενος, ἣν Πλείσταρχος εἶχε, μετὰ τὴν πρὸς Ἀντίγονον μάχην ἐξαίρετον αὐτῷ δοθεῖσαν ὑπὸ τῶν βασιλέων· ἦν δὲ Κασσάνδρου Πλείσταρχος ἀδελφός. ἀδικεῖσθαι δὲ τὴν χώραν αὑτοῦ νομίζων ὑπὸ Δημητρίου κατὰ τὰς ἀποβάσεις καὶ μέμψασθαι βουλόμενος τὸν Σέλευκον, ὅτι τῷ κοινῷ διαλλάττεται πολεμίῳ δίχα τῶν ἄλλων βασιλέων, ἀνέβη πρὸς αὐτόν.


[32] Αἰσθόμενος δὲ τοῦτο Δημήτριος ὥρμησεν ἀπὸ θαλάσσης ἐπὶ Κυΐνδων, καὶ τῶν χρημάτων εὑρὼν ἔτι λοιπὰ χίλια καὶ διακόσια τάλαντα, ταῦτα συσκευασάμενος καὶ φθάσας ἐμβαλέσθαι διὰ ταχέων ἀνήχθη. καὶ παρούσης ἤδη Φίλας τῆς γυναικὸς αὐτῷ περὶ Ῥωσσὸν ἀπήντησε Σέλευκος, καὶ τὴν ἔντευξιν εὐθὺς ἄδολον καὶ ἀνύποπτον καὶ βασιλικὴν ἐποιοῦντο, πρότερον μὲν Σέλευκος ἑστιάσας ἐπὶ σκηνῆς ἐν τῷ στρατοπέδῳ Δημήτριον, αὖθις δὲ Δημήτριος ἐκεῖνον ἐν τῇ τρισκαιδεκήρει δεξάμενος. ἦσαν δὲ καὶ σχολαὶ καὶ κοινολογίαι καὶ συνδιημερεύσεις ἀφρούρων καὶ ἀνόπλων, ἄχρι οὗ Σέλευκος τὴν Στρατονίκην ἀναλαβὼν λαμπρῶς εἰς Ἀντιόχειαν ἀνέβη.

Δημήτριος δὲ Κιλικίαν κατέσχε, καὶ Φίλαν τὴν γυναῖκα πρὸς Κάσσανδρον ἔπεμψε τὸν ἀδελφόν, ἀπολυσομένην τὰς Πλειστάρχου κατηγορίας. ἐν δὲ τούτῳ Δηιδάμεια πλεύσασα πρὸς αὐτὸν ἀπὸ τῆς Ἑλλάδος καὶ συγγενομένη χρόνον οὐ πολύν, ἐξ ἀρρωστίας τινὸς ἐτελεύτησε. γενομένης δ' <αὐτῷ> πρὸς Πτολεμαῖον διὰ Σελεύκου φιλίας [αὐτῷ], ὡμολογήθη Πτολεμαΐδα τὴν Πτολεμαίου θυγατέρα λαβεῖν αὐτὸν γυναῖκα. καὶ ταῦτα μὲν ἀστεῖα τοῦ Σελεύκου. Κιλικίαν δ' ἀξιῶν χρήματα λαβόντα παραδοῦναι Δημήτριον, ὡς <δ'> οὐκ ἔπειθε Σιδῶνα καὶ Τύρον ἀπαιτῶν πρὸς ὀργήν, ἐδόκει βίαιος εἶναι καὶ δεινὰ ποιεῖν, εἰ τὴν ἀπ' Ἰνδῶν ἄχρι τῆς κατὰ Συρίαν θαλάσσης ἅπασαν ὑφ' αὑτῷ πεποιημένος, οὕτως ἐνδεής ἐστιν ἔτι πραγμάτων καὶ πτωχός, ὡς ὑπὲρ δυεῖν πόλεων ἄνδρα κηδεστὴν καὶ μεταβολῇ τύχης κεχρημένον ἐλαύνειν, λαμπρὰν τῷ Πλάτωνι μαρτυρίαν διδούς, διακελευομένῳ μὴ τὴν οὐσίαν πλείω, τὴν δ' ἀπληστίαν ποιεῖν ἐλάσσω τόν γε βουλόμενον ὡς ἀληθῶς εἶναι πλούσιον, ὡς ὅ γε μὴ παύων φιλοπλουτίαν [οὗτος] οὔτε πενίας οὔτ' ἀπορίας ἀπήλλακται.


[33] Οὐ μὴν ὑπέπτηξε Δημήτριος, ἀλλὰ φήσας οὐδ' ἂν μυρίας ἡττηθῇ μάχας ἄλλας ἐν Ἴψῳ γαμβρὸν ἀγαπήσειν ἐπὶ μισθῷ Σέλευκον, τὰς μὲν πόλεις ἐκρατύνατο φρουραῖς, αὐτὸς δὲ πυθόμενος Λαχάρη στασιάζουσιν Ἀθηναίοις ἐπιθέμενον τυραννεῖν, ἤλπιζε ῥᾳδίως ἐπιφανεὶς λήψεσθαι τὴν πόλιν. καὶ τὸ μὲν πέλαγος ἀσφαλῶς διεπεραιώθη μεγάλῳ στόλῳ, παρὰ δὲ τὴν Ἀττικὴν παραπλέων ἐχειμάσθη, καὶ τὰς πλείστας ἀπέβαλε τῶν νεῶν, καὶ συνδιεφθάρη πλῆθος ἀνθρώπων οὐκ ὀλίγον. αὐτὸς δὲ σωθεὶς ἥψατο μέν τινος πολέμου πρὸς τοὺς Ἀθηναίους, ὡς δ' οὐδὲν ἐπέραινε, πέμψας ναυτικὸν αὖθις ἀθροίσοντας, αὐτὸς εἰς Πελοπόννησον παρῆλθε καὶ Μεσσήνην ἐπολιόρκει. καὶ προσμαχόμενος τοῖς τείχεσιν ἐκινδύνευσε, καταπελτικοῦ βέλους εἰς τὸ πρόσωπον αὐτῷ καὶ τὸ στόμα διὰ τῆς σιαγόνος ἐμπεσόντος. ἀναληφθεὶς δὲ καὶ πόλεις τινὰς ἀφεστώσας προσαγαγόμενος, πάλιν εἰς τὴν Ἀττικὴν ἐνέβαλε, καὶ κρατήσας Ἐλευσῖνος καὶ Ῥαμνοῦντος ἔφθειρε τὴν χώραν, καὶ ναῦν τινα λαβὼν ἔχουσαν σῖτον καὶ εἰσάγουσαν τοῖς Ἀθηναίοις, ἐκρέμασε τὸν ἔμπορον καὶ τὸν κυβερνήτην, ὥστε τῶν ἄλλων ἀποτρεπομένων διὰ φόβον σύντονον λιμὸν ἐν ἄστει γενέσθαι, πρὸς δὲ τῷ λιμῷ καὶ τῶν ἄλλων ἀπορίαν. ἁλῶν γοῦν μέδιμνον ὠνοῦντο τετταράκοντα δραχμῶν, ὁ δὲ τῶν πυρῶν [μόδιος] ὤνιος ἦν τριακοσίων. μικρὰν δὲ τοῖς Ἀθηναίοις ἀναπνοὴν παρέσχον ἑκατὸν πεντήκοντα νῆες φανεῖσαι περὶ Αἴγιναν, ἃς ἔπεμψεν ἐπικούρους αὐτοῖς Πτολεμαῖος. εἶτα Δημητρίῳ πολλῶν μὲν ἐκ Πελοποννήσου, πολλῶν δ' ἀπὸ Κύπρου νεῶν παραγενομένων, ὥστε συμπάσας ἀθροισθῆναι τριακοσίας, ἔφυγον ἄραντες οἱ Πτολεμαίου, καὶ Λαχάρης ὁ τύραννος ἀπέδρα προέμενος τὴν πόλιν.


[34] Οἱ δ' Ἀθηναῖοι, καίπερ ψηφισάμενοι θάνατον εἰ μνησθείη τις εἰρήνης καὶ διαλλαγῆς πρὸς Δημήτριον, εὐθὺς ἀνεῴγνυσαν τὰς ἐγγὺς πύλας καὶ πρέσβεις ἔπεμπον, οὐδὲν μὲν ἀπ' ἐκείνου χρηστὸν προσδοκῶντες, ἐκβιαζομένης δὲ τῆς ἀπορίας· ἐν ᾗ δυσχερῶν πολλῶν συμπεσόντων λέγεταί τι καὶ τοιοῦτον γενέσθαι· πατέρα καὶ υἱὸν ἐν οἰκήματι καθέζεσθαι τὰ καθ' ἑαυτοὺς ἀπεγνωκότας, ἐκ δὲ τῆς ὀροφῆς μῦν νεκρὸν ἐκπεσεῖν, τοὺς δ' ὡς εἶδον ἀναπηδήσαντας ἀμφοτέρους διαμάχεσθαι περὶ αὐτοῦ. τότε καὶ τὸν φιλόσοφον Ἐπίκουρον ἱστοροῦσι διαθρέψαι τοὺς συνήθεις κυάμους πρὸς ἀριθμὸν μετ' αὐτῶν διανεμόμενον. οὕτως οὖν τῆς πόλεως ἐχούσης, εἰσελθὼν ὁ Δημήτριος καὶ κελεύσας εἰς τὸ θέατρον ἀθροισθῆναι πάντας, ὅπλοις μὲν συνέφραξε τὴν σκηνὴν καὶ δορυφόροις τὸ λογεῖον περιέλαβεν, αὐτὸς δὲ καταβὰς ὥσπερ οἱ τραγῳδοὶ διὰ τῶν ἄνω παρόδων, ἔτι μᾶλλον ἐκπεπληγμένων τῶν Ἀθηναίων, τὴν ἀρχὴν τοῦ λόγου πέρας ἐποιήσατο τοῦ δέους αὐτῶν. καὶ γὰρ τόνου φωνῆς καὶ ῥημάτων πικρίας φεισάμενος, ἐλαφρῶς δὲ καὶ φιλικῶς μεμψάμενος αὐτοῖς διηλλάσσετο, καὶ δέκα μυριάδας σίτου μεδίμνων ἐπέδωκε, καὶ κατέστησεν ἀρχὰς αἳ μάλιστα τῷ δήμῳ προσφιλεῖς ἦσαν. συνιδὼν δὲ Δρομοκλείδης ὁ ῥήτωρ ὑπὸ χαρᾶς τὸν δῆμον ἔν τε φωναῖς ὄντα παντοδαπαῖς καὶ τοὺς ἀπὸ τοῦ βήματος ἐπαίνους τῶν δημαγωγῶν ἁμιλλώμενον ὑπερβαλέσθαι, γνώμην ἔγραψε Δημητρίῳ τῷ βασιλεῖ τὸν Πειραιᾶ παραδοθῆναι καὶ τὴν Μουνυχίαν. ἐπιψηφισθέντων δὲ τούτων ὁ Δημήτριος αὐτὸς ἐφ' ἑαυτοῦ προσενέβαλε φρουρὰν εἰς τὸ Μουσεῖον, ὡς μὴ πάλιν ἀναχαιτίσαντα τὸν δῆμον ἀσχολίας αὐτῷ πραγμάτων ἑτέρων παρασχεῖν.


[35] Ἐχομένων δὲ τῶν Ἀθηνῶν, εὐθὺς ἐπεβούλευε τῇ Λακεδαίμονι, καὶ περὶ Μαντίνειαν Ἀρχιδάμου τοῦ βασιλέως ἀπαντήσαντος αὐτῷ, νικήσας μάχῃ καὶ τρεψάμενος εἰς τὴν Λακωνικὴν ἐνέβαλε, καὶ πρὸς αὐτῇ τῇ Σπάρτῃ πάλιν ἐκ παρατάξεως ἑλὼν πεντακοσίους καὶ διαφθείρας διακοσίους, ὅσον οὔπω τὴν πόλιν ἔχειν ἐδόκει, μέχρι τῶν χρόνων ἐκείνων ἀνάλωτον οὖσαν. Ἀλλ' ἡ τύχη περὶ οὐδένα τῶν βασιλέων ἔοικεν οὕτως τροπὰς λαβεῖν μεγάλας καὶ ταχείας, οὐδ' ἐν ἑτέροις πράγμασι τοσαυτάκις μικρὰ καὶ πάλιν μεγάλη, καὶ ταπεινὴ μὲν ἐκ λαμπρᾶς, ἰσχυρὰ δ' αὖθις ἐκ φαύλης γενέσθαι. διὸ καί φασιν αὐτὸν ἐν ταῖς χείροσι μεταβολαῖς πρὸς τὴν Τύχην ἀναφθέγγεσθαι τὸ Αἰσχύλειον·


σύ τοί με φυσᾷς, σύ με καταίθειν μοι δοκεῖς.


καὶ γὰρ τότε τῶν πραγμάτων οὕτως εὐπόρως αὐτῷ πρὸς ἀρχὴν καὶ δύναμιν ἐπιδιδόντων, ἀγγέλλεται Λυσίμαχος μὲν πρῶτος ἀφῃρημένος αὐτοῦ τὰς ἐν Ἀσίᾳ πόλεις, Κύπρον δὲ Πτολεμαῖος ᾑρηκὼς ἄνευ μιᾶς πόλεως Σαλαμῖνος, ἐν δὲ Σαλαμῖνι πολιορκῶν τοὺς παῖδας αὐτοῦ καὶ τὴν μητέρα κατειλημμένους. οὐ μὴν ἀλλὰ καὶ ἡ Τύχη, καθάπερ ἡ παρ' Ἀρχιλόχῳ γυνὴ


τῇ μὲν ὕδωρ ἐφόρει

δολοφρονέουσα χειρί, θἠτέρῃ δὲ πῦρ,


δεινοῖς αὐτὸν οὕτω καὶ φοβεροῖς ἀγγέλμασιν ἀποστήσασα τῆς Λακεδαίμονος, εὐθὺς ἑτέρας πραγμάτων καινῶν καὶ μεγάλων ἐπήνεγκεν ἐλπίδας ἐκ τοιαύτης αἰτίας.


[36] Ἐπεὶ Κασσάνδρου τελευτήσαντος ὁ πρεσβύτατος αὐτοῦ τῶν παίδων Φίλιππος οὐ πολὺν χρόνον βασιλεύσας Μακεδόνων ἀπέθανεν, οἱ λοιποὶ δύο πρὸς ἀλλήλους ἐστασίαζον, θατέρου δ' αὐτῶν Ἀντιπάτρου τὴν μητέρα Θεσσαλονίκην φονεύσαντος, ἅτερος ἐκάλει βοηθοὺς ἐκ μὲν Ἠπείρου Πύρρον, ἐκ δὲ Πελοποννήσου Δημήτριον. ἔφθασε δὲ Πύρρος ἐλθών, καὶ πολὺ μέρος Μακεδονίας ἀποτεμόμενος τῆς βοηθείας μισθόν, φοβερὸς μὲν ἦν ἤδη παροικῶν Ἀλεξάνδρῳ· Δημητρίου δ' ὡς ἐδέξατο τὰ γράμματα μετὰ τῆς δυνάμεως προσιόντος, ἔτι μᾶλλον ὁ νεανίας τοῦτον φοβηθεὶς διὰ τὸ ἀξίωμα καὶ τὴν δόξαν, ἀπήντησεν αὐτῷ περὶ Δῖον, ἀσπαζόμενος μὲν καὶ φιλοφρονούμενος, οὐδὲν δὲ φάσκων ἔτι τῆς ἐκείνου δεῖσθαι τὰ πράγματα παρουσίας. ἦσαν οὖν ἐκ τούτων ὑποψίαι πρὸς ἀλλήλους αὐτοῖς, καὶ βαδίζοντι Δημητρίῳ πρὸς δεῖπνον ὑπὸ τοῦ νεανίσκου παρακεκλημένῳ μηνύει τις ἐπιβουλήν, ὡς ἐν αὐτῷ τῷ πότῳ μελλόντων αὐτὸν ἀνελεῖν. ὁ δὲ μηδὲν διαταραχθείς, ἀλλὰ μικρὸν ὑφεὶς τῆς πορείας ἐκέλευσε τοὺς μὲν ἡγεμόνας ἐν τοῖς ὅπλοις τὴν στρατιὰν ἔχειν, ἀκολούθους δὲ καὶ παῖδας ὅσοι περὶ αὐτὸν ἦσαν -- ἦσαν δὲ πολὺ πλείους τῶν Ἀλεξάνδρου -- συνεισελθεῖν εἰς τὸν ἀνδρῶνα καὶ παραμένειν ἄχρι ἂν ἐξαναστῇ. τοῦτο δείσαντες οἱ περὶ τὸν Ἀλέξανδρον οὐκ ἐτόλμησαν ἐπιχειρῆσαι· καὶ ὁ μὲν Δημήτριος οὐκ ἔχειν αὐτῷ τὸ σῶμα ποτικῶς σκηψάμενος, διὰ ταχέων ἀπῆλθε. τῇ δ' ὑστεραίᾳ περὶ ἀναζυγὴν εἶχε, πράγματα νεώτερα προσπεπτωκέναι φάμενος αὐτῷ, καὶ παρῃτεῖτο συγγνώμην ἔχειν τὸν Ἀλέξανδρον εἰ τάχιον ἀπαίρει· συνέσεσθαι γὰρ αὐτῷ μᾶλλον ἄλλοτε σχολάζων. ἔχαιρεν οὖν ὁ Ἀλέξανδρος ὡς οὐ πρὸς ἔχθραν, ἀλλ' ἑκουσίως ἐκ τῆς χώρας ἀπαίροντος αὐτοῦ, καὶ προέπεμπεν ἄχρι Θετταλίας. ἐπεὶ δ' εἰς Λάρισσαν ἧκον, αὖθις ἀλλήλοις ἐπήγγελλον ἑστιάσεις ἀντεπιβουλεύοντες· ὃ δὴ μάλιστα τὸν Ἀλέξανδρον ὑποχείριον ἐποίησε τῷ Δημητρίῳ. φυλάττεσθαι γὰρ ὀκνῶν, ὡς μὴ κἀκεῖνον ἀντιφυλάττεσθαι διδάξῃ, παθὼν ἔφθασε, δρᾶν μέλλοντος αὐτοῦ μὴ διαφυγεῖν ἐκεῖνον, ὃ ἐμηχανᾶτο. κληθεὶς γὰρ ἐπὶ δεῖπνον ἦλθε πρὸς τὸν Δημήτριον. ὡς δ' ἐκεῖνος ἐξανέστη μεταξὺ δειπνῶν, φοβηθεὶς ὁ Ἀλέξανδρος συνεξανέστη καὶ κατὰ πόδας αὐτῷ πρὸς τὰς θύρας συνηκολούθει. γενόμενος οὖν ὁ Δημήτριος πρὸς ταῖς θύραις καὶ κατὰ τοὺς ἑαυτοῦ δορυφόρους καὶ τοῦτο μόνον εἰπών· "κόπτε τὸν ἑπόμενον", αὐτὸς μὲν ὑπεξῆλθεν, ὁ δ' Ἀλέξανδρος ὑπ' ἐκείνων κατεκόπη καὶ τῶν φίλων οἱ προσβοηθοῦντες, ὧν ἕνα λέγουσι σφαττόμενον εἰπεῖν, ὡς ἡμέρᾳ μιᾷ φθάσειεν αὐτοὺς ὁ Δημήτριος.


[37] Ἡ μὲν οὖν νὺξ οἷον εἰκὸς θόρυβον ἔσχεν. ἅμα δ' ἡμέρᾳ ταραττομένοις τοῖς Μακεδόσι καὶ φοβουμένοις τὴν τοῦ Δημητρίου δύναμιν, ὡς ἐπῄει μὲν οὐδεὶς φοβερός, ὁ δὲ Δημήτριος ἔπεμπε βουλόμενος ἐντυχεῖν καὶ περὶ τῶν πεπραγμένων ἀπολογήσασθαι, θαρρεῖν παρέστη καὶ δέχεσθαι φιλανθρώπως αὐτόν. ὡς δ' ἦλθεν, οὐ μακρῶν ἐδέησεν αὐτῷ λόγων, ἀλλὰ τῷ μισεῖν μὲν τὸν Ἀντίπατρον φονέα μητρὸς ὄντα, βελτίονος δ' ἀπορεῖν, ἐκεῖνον ἀνηγόρευσαν βασιλέα Μακεδόνων καὶ παραλαβόντες εὐθὺς κατῆγον εἰς Μακεδονίαν. ἦν δὲ καὶ τοῖς οἴκοι Μακεδόσιν οὐκ ἀκούσιος ἡ μεταβολή, μεμνημένοις ἀεὶ καὶ μισοῦσιν ἃ Κάσσανδρος εἰς Ἀλέξανδρον τεθνηκότα παρηνόμησεν. εἰ δέ τις ἔτι μνήμη τῆς Ἀντιπάτρου τοῦ παλαιοῦ μετριότητος ὑπελείπετο, καὶ ταύτην Δημήτριος ἐκαρποῦτο, Φίλᾳ συνοικῶν καὶ τὸν ἐξ ἐκείνης υἱὸν ἔχων διάδοχον τῆς ἀρχῆς, ἤδη τότε μειράκιον ὄντα καὶ τῷ πατρὶ συστρατευόμενον.


[38] Οὕτω δὲ λαμπρᾷ κεχρημένος εὐτυχίᾳ, πυνθάνεται μὲν περὶ τῶν τέκνων καὶ τῆς μητρὸς ὡς μεθεῖνται, δῶρα καὶ τιμὰς Πτολεμαίου προσθέντος αὐτοῖς, πυνθάνεται δὲ περὶ τῆς Σελεύκῳ γαμηθείσης θυγατρός, ὡς Ἀντιόχῳ τῷ Σελεύκου συνοικεῖ καὶ βασίλισσα τῶν ἄνω βαρβάρων ἀνηγόρευται. συνέβη γάρ, ὡς ἔοικε, τὸν Ἀντίοχον ἐρασθέντα τῆς Στρατονίκης νέας οὔσης, ἤδη δὲ παιδίον ἐχούσης ἐκ τοῦ Σελεύκου, διακεῖσθαι κακῶς καὶ πολλὰ ποιεῖν τῷ πάθει διαμαχόμενον, τέλος δ' ἑαυτοῦ καταγνόντα δεινῶν μὲν ἐπιθυμεῖν, ἀνήκεστα δὲ νοσεῖν, κεκρατῆσθαι δὲ τῷ λογισμῷ, τρόπον ἀπαλλαγῆς τοῦ βίου ζητεῖν καὶ παραλύειν ἀτρέμα καὶ θεραπείας ἀμελείᾳ καὶ τροφῆς ἀποχῇ τὸ σῶμα, νοσεῖν τινα νόσον σκηπτόμενον. Ἐρασίστρατον δὲ τὸν ἰατρὸν αἰσθέσθαι μὲν οὐ χαλεπῶς ἐρῶντος αὐτοῦ, τὸ δ' οὗτινος ἐρᾷ δυστόπαστον ὂν ἐξανευρεῖν βουλόμενον ἀεὶ μὲν ἐν τῷ δωματίῳ διημερεύειν, εἰ δέ τις εἰσίοι τῶν ἐν ὥρᾳ μειρακίων ἢ γυναικῶν, ἐγκαθορᾶν τε τῷ προσώπῳ τοῦ Ἀντιόχου καὶ τὰ συμπάσχειν μάλιστα τῇ ψυχῇ τρεπομένῃ πεφυκότα μέρη καὶ κινήματα τοῦ σώματος ἐπισκοπεῖν. ὡς οὖν τῶν μὲν ἄλλων εἰσιόντων ὁμοίως εἶχε, τῆς δὲ Στρατονίκης καὶ καθ' ἑαυτὴν καὶ μετὰ τοῦ Σελεύκου φοιτώσης πολλάκις ἐγίνετο τὰ τῆς Σαπφοῦς ἐκεῖνα περὶ αὐτὸν πάντα, φωνῆς ἐπίσχεσις, ἐρύθημα πυρῶδες, ὄψεων ὑπολείψεις, ἱδρῶτες ὀξεῖς, ἀταξία καὶ θόρυβος ἐν τοῖς σφυγμοῖς, τέλος δὲ τῆς ψυχῆς κατὰ κράτος ἡττημένης ἀπορία καὶ θάμβος καὶ ὠχρίασις, ἐπὶ τούτοις προσλογιζόμενον τὸν Ἐρασίστρατον κατὰ τὸ εἰκός, ὡς οὐκ ἂν ἑτέρας ἐρῶν βασιλέως υἱὸς ἐνεκαρτέρει τῷ σιωπᾶν μέχρι θανάτου, χαλεπὸν μὲν ἡγεῖσθαι τὸ φράσαι ταῦτα καὶ κατειπεῖν, οὐ μὴν ἀλλὰ πιστεύοντα τῇ πρὸς τὸν υἱὸν εὐνοίᾳ τοῦ Σελεύκου παρακινδυνεῦσαί ποτε καὶ εἰπεῖν, ὡς ἔρως μὲν εἴη τοῦ νεανίσκου τὸ πάθος, ἔρως δ' ἀδύνατος καὶ ἀνίατος. ἐκπλαγέντος δ' ἐκείνου καὶ πυθομένου πῶς ἀνίατος, "ὅτι νὴ Δία" φάναι τὸν Ἐρασίστρατον "ἐρᾷ τῆς ἐμῆς γυναικός." "εἶτ' οὐκ ἄν" εἰπεῖν τὸν Σέλευκον "ἐπιδοίης Ἐρασίστρατε τῷ ἐμῷ παιδὶ φίλος ὢν τὸν γάμον, καὶ ταῦθ' ὁρῶν ἡμᾶς ἐπὶ τούτῳ μόνῳ σαλεύοντας;" "οὐδὲ γὰρ ἂν σύ" φάναι "τοῦτο πατὴρ ὢν ἐποίησας, εἰ Στρατονίκης Ἀντίοχος ἐπεθύμησε." καὶ τὸν Σέλευκον "εἴθε γὰρ ἑταῖρε" εἰπεῖν "ταχὺ μεταστρέψαι τις ἐπὶ ταῦτα καὶ μεταβάλοι θεῶν ἢ ἀνθρώπων τὸ πάθος· ὡς ἐμοὶ καὶ τὴν βασιλείαν ἀφεῖναι καλὸν Ἀντιόχου περιεχομένῳ." ταῦτ' ἐμπαθῶς σφόδρα τοῦ Σελεύκου καὶ μετὰ πολλῶν δακρύων λέγοντος, ἐμβαλόντα τὴν δεξιὰν αὐτῷ τὸν Ἐρασίστρατον εἰπεῖν, ὡς οὐδὲν Ἐρασιστράτου δέοιτο· καὶ γὰρ πατὴρ καὶ ἀνὴρ ὢν καὶ βασιλεὺς αὐτὸς ἅμα καὶ ἰατρὸς εἴη τῆς οἰκίας ἄριστος. ἐκ τούτου τὸν Σέλευκον ἐκκλησίαν ἀθροίσαντα πάνδημον εἰπεῖν, ὅτι βούλεται καὶ διέγνωκε τῶν ἄνω πάντων τόπων Ἀντίοχον ἀποδεῖξαι βασιλέα καὶ Στρατονίκην βασιλίδα, ἀλλήλοις συνοικοῦντας· οἴεσθαι δὲ τὸν μὲν υἱὸν εἰθισμένον ἅπαντα πείθεσθαι καὶ κατήκοον ὄντα μηθὲν ἀντερεῖν αὐτῷ πρὸς τὸν γάμον· εἰ δ' ἡ γυνὴ τῷ μὴ νενομισμένῳ δυσκολαίνοι, παρακαλεῖν τοὺς φίλους, ὅπως διδάσκωσιν αὐτὴν καὶ πείθωσι καλὰ καὶ δίκαια τὰ δοκοῦντα βασιλεῖ μετὰ τοῦ συμφέροντος ἡγεῖσθαι. τὸν μὲν οὖν Ἀντιόχου καὶ Στρατονίκης γάμον ἐκ τοιαύτης γενέσθαι προφάσεως λέγουσι.


[39] Δημήτριος δὲ μετὰ Μακεδονίαν καὶ Θετταλίαν ἦν παρειληφώς. ἔχων δὲ καὶ Πελοποννήσου τὰ πλεῖστα καὶ τῶν ἐντὸς Ἰσθμοῦ Μέγαρα καὶ Ἀθήνας, ἐπὶ Βοιωτοὺς ἐστράτευσε. καὶ πρῶτον μὲν ἐγένοντο συμβάσεις μέτριαι περὶ φιλίας πρὸς αὐτόν· ἔπειτα Κλεωνύμου τοῦ Σπαρτιάτου παραβαλόντος εἰς Θήβας μετὰ στρατιᾶς, ἐπαρθέντες οἱ Βοιωτοί, καὶ Πείσιδος ἅμα τοῦ Θεσπιέως, ὃς ἐπρώτευε δόξῃ καὶ δυνάμει τότε, συμπαρορμῶντος αὐτούς, ἀπέστησαν. ὡς δὲ ταῖς Θήβαις ἐπαγαγὼν τὰς μηχανὰς ὁ Δημήτριος ἐπολιόρκει καὶ φοβηθεὶς ὑπεξῆλθεν ὁ Κλεώνυμος, καταπλαγέντες οἱ Βοιωτοὶ παρέδωκαν ἑαυτούς. ὁ δὲ ταῖς πόλεσιν ἐμβαλὼν φρουρὰν καὶ πραξάμενος πολλὰ χρήματα καὶ καταλιπὼν αὐτοῖς ἐπιμελητὴν καὶ ἁρμοστὴν Ἱερώνυμον τὸν ἱστορικόν, ἔδοξεν ἠπίως κεχρῆσθαι, καὶ μάλιστα διὰ Πεῖσιν. ἑλὼν γὰρ αὐτὸν οὐδὲν κακὸν ἐποίησεν, ἀλλὰ καὶ προσαγορεύσας καὶ φιλοφρονηθεὶς πολέμαρχον ἐν Θεσπιαῖς ἀπέδειξεν. οὐ πολλῷ δ' ὕστερον ἁλίσκεται Λυσίμαχος ὑπὸ Δρομιχαίτου, καὶ πρὸς τοῦτο Δημητρίου κατὰ τάχος ἐξορμήσαντος ἐπὶ Θρᾴκην ὥσπερ ἔρημα καταληψομένου, πάλιν ἀπέστησαν οἱ Βοιωτοί, καὶ Λυσίμαχος ἅμα διειμένος ἀπηγγέλλετο. ταχέως οὖν καὶ πρὸς ὀργὴν ἀναστρέψας ὁ Δημήτριος εὗρεν ἡττημένους ὑπὸ τοῦ παιδὸς Ἀντιγόνου μάχῃ τοὺς Βοιωτούς, καὶ τὰς Θήβας αὖθις ἐπολιόρκει.


[40] Πύρρου δὲ Θεσσαλίαν κατατρέχοντος καὶ μέχρι Θερμοπυλῶν παραφανέντος, Ἀντίγονον ἐπὶ τῆς πολιορκίας ἀπολιπὼν αὐτὸς ὥρμησεν ἐπ' ἐκεῖνον. ὀξέως δὲ φυγόντος, ἐν Θεσσαλίᾳ καταστήσας μυρίους ὁπλίτας καὶ χιλίους ἱππεῖς, αὖθις ἐνέκειτο ταῖς Θήβαις καὶ προσῆγε τὴν λεγομένην ἑλέπολιν, πολυπόνως καὶ κατὰ μικρὸν ὑπὸ βρίθους καὶ μεγέθους μοχλευομένην, ὡς μόλις ἐν δυσὶ μησὶ δύο σταδίους προελθεῖν. τῶν δὲ Βοιωτῶν ἐρρωμένως ἀμυνομένων, καὶ τοῦ Δημητρίου πολλάκις φιλονικίας ἕνεκα μᾶλλον ἢ χρείας μάχεσθαι καὶ κινδυνεύειν τοὺς στρατιώτας ἀναγκάζοντος, ὁρῶν ὁ Ἀντίγονος πίπτοντας οὐκ ὀλίγους καὶ περιπαθῶν "τί ὦ πάτερ" ἔφη "παραναλισκομένους οὐκ ἀναγκαίως τούτους περιορῶμεν;" ὁ δὲ παροξυνθεὶς "σὺ δέ" ἔφη "τί δυσχεραίνεις; ἢ διάμετρον ὀφείλεις τοῖς ἀποθνῄσκουσιν;" οὐ μὴν ἀλλὰ καὶ βουλόμενός γε μὴ δοκεῖν ἑτέρων ἀφειδεῖν μόνον, ἀλλὰ καὶ συγκινδυνεύειν τοῖς μαχομένοις, διελαύνεται τὸν τράχηλον ὀξυβελεῖ. καὶ δεινῶς μὲν ἔσχεν, οὐ μὴν ἀνῆκεν, ἀλλ' εἷλε τὰς Θήβας πάλιν. καὶ παρελθὼν ἀνάτασιν μὲν καὶ φόβον ὡς τὰ δεινότατα πεισομένοις παρέσχεν, ἀνελὼν δὲ τρισκαίδεκα καὶ μεταστήσας τινάς, ἀφῆκε τοὺς ἄλλους. ταῖς μὲν οὖν Θήβαις οὔπω δέκατον οἰκουμέναις ἔτος ἁλῶναι δὶς ἐν τῷ χρόνῳ συνέπεσε.

Τῶν δὲ Πυθίων καθηκόντων, πρᾶγμα καινότατον ἐπέτρεψεν αὑτῷ ποιεῖν ὁ Δημήτριος. ἐπεὶ γὰρ Αἰτωλοὶ τὰ περὶ Δελφοὺς στενὰ κατεῖχον, ἐν Ἀθήναις αὐτὸς ἦγε τὸν ἀγῶνα καὶ τὴν πανήγυριν, ὡς δὴ προσῆκον αὐτόθι μάλιστα τιμᾶσθαι τὸν θεόν, οἷς καὶ πατρῷός ἐστι καὶ λέγεται τοῦ γένους ἀρχηγός.


[41] Ἐντεῦθεν ἐπανελθὼν εἰς Μακεδονίαν, καὶ μήτ' αὐτὸς ἄγειν ἡσυχίαν πεφυκὼς τούς τ' ἄλλους ὁρῶν ἐν ταῖς στρατείαις μᾶλλον αὐτῷ προσέχοντας, οἴκοι δὲ ταραχώδεις καὶ πολυπράγμονας ὄντας, ἐστράτευσεν ἐπ' Αἰτωλούς· καὶ τὴν χώραν κακώσας καὶ Πάνταυχον ἐν αὐτῇ μέρος ἔχοντα τῆς δυνάμεως οὐκ ὀλίγον ἀπολιπών, ἐπὶ Πύρρον αὐτὸς ἐχώρει, καὶ Πύρρος ἐπ' ἐκεῖνον· ἀλλήλων δὲ διαμαρτόντες, ὁ μὲν ἐπόρθει τὴν Ἤπειρον, ὁ δὲ Πανταύχῳ περιπεσὼν καὶ μάχην συνάψας, αὐτὸν μὲν ἄχρι τοῦ δοῦναι καὶ λαβεῖν πληγὴν ἐν χερσὶ γενόμενον ἐτρέψατο, τῶν δ' ἄλλων πολλοὺς μὲν ἀπέκτεινεν, ἐζώγρησε δὲ πεντακισχιλίους. καὶ τοῦτο μάλιστα Δημήτριον ἐκάκωσεν· οὐ γὰρ οὕτως μισηθεὶς ὁ Πύρρος ἀφ' ὧν ἔπραξεν, ὡς θαυμασθεὶς διὰ τὸ πλεῖστα τῇ χειρὶ κατεργάσασθαι, μέγα καὶ λαμπρὸν ἔσχεν ἀπὸ τῆς μάχης ἐκείνης ὄνομα παρὰ τοῖς Μακεδόσι· καὶ πολλοῖς ἐπῄει λέγειν τῶν Μακεδόνων, ὡς ἐν μόνῳ τούτῳ τῶν βασιλέων εἴδωλον ἐνορῷτο τῆς Ἀλεξάνδρου τόλμης, οἱ δ' ἄλλοι, καὶ μάλιστα Δημήτριος, ὡς ἐπὶ σκηνῆς τὸ βάρος ὑποκρίνοιντο καὶ τὸν ὄγκον τοῦ ἀνδρός.

Ἦν δ' ὡς ἀληθῶς τραγῳδία μεγάλη περὶ τὸν Δημήτριον, οὐ μόνον ἀμπεχόμενον καὶ διαδούμενον περιττῶς καυσίαις διμίτροις καὶ χρυσοπαρύφοις ἁλουργίσιν, ἀλλὰ καὶ περὶ τοῖς ποσὶν ἐκ πορφύρας ἀκράτου συμπεπιλημένης χρυσοβαφεῖς πεποιημένον ἐμβάδας. ἦν δέ τις ὑφαινομένη χλαμὺς αὐτῷ πολὺν χρόνον, ἔργον ὑπερήφανον, εἴκασμα τοῦ κόσμου καὶ τῶν κατ' οὐρανὸν φαινομένων· ὃ κατελείφθη μὲν ἡμιτελὲς ἐν τῇ μεταβολῇ τῶν πραγμάτων, οὐδεὶς δ' ἐτόλμησεν αὐτῇ χρήσασθαι, καίπερ οὐκ ὀλίγων ὕστερον ἐν Μακεδονίᾳ σοβαρῶν γενομένων βασιλέων.


[42] Οὐ μόνον δὲ τούτοις τοῖς θεάμασιν ἐλύπει τοὺς ἀνθρώπους ἀήθεις ὄντας, ἀλλὰ καὶ τρυφὴν καὶ δίαιταν ἐβαρύνοντο, καὶ μάλιστα δὴ τὸ δυσόμιλον αὐτοῦ καὶ δυσπρόσοδον· ἢ γὰρ οὐ παρεῖχε καιρὸν ἐντυχεῖν, ἢ χαλεπὸς ἦν καὶ τραχὺς τοῖς ἐντυγχάνουσιν. Ἀθηναίων μὲν γάρ, περὶ οὓς ἐσπουδάκει μάλιστα τῶν Ἑλλήνων, ἔτη δύο πρεσβείαν κατέσχεν, ἐκ Λακεδαίμονος δ' ἑνὸς πρεσβευτοῦ παραγενομένου, καταφρονεῖσθαι δοκῶν ἠγανάκτησεν. ἀστείως μέντοι καὶ Λακωνικῶς ἐκεῖνος, εἰπόντος αὐτοῦ "τί σὺ λέγεις; ἕνα Λακεδαιμόνιοι πρεσβευτὴν ἔπεμψαν;" "ναί" εἶπεν "ὦ βασιλεῦ, πρὸς ἕνα." δόξαντος δ' αὐτοῦ ποτε δημοτικώτερον ἐξελαύνειν καὶ πρὸς ἔντευξιν ἔχειν οὐκ ἀηδῶς, συνέδραμόν τινες ἐγγράφους ἀξιώσεις ἀναδιδόντες. δεξαμένου δὲ πάσας καὶ τῇ χλαμύδι συλλαβόντος, ἥσθησαν οἱ ἄνθρωποι καὶ παρηκολούθουν· ὡς δ' ἦλθεν ἐπὶ τὴν τοῦ Ἀξιοῦ γέφυραν, ἀναπτύξας τὴν χλαμύδα πάσας εἰς τὸν ποταμὸν ἐξέρριψε. καὶ τοῦτο δὴ δεινῶς ἠνίασε τοὺς Μακεδόνας, ὑβρίζεσθαι δοκοῦντας, οὐ βασιλεύεσθαι, καὶ Φιλίππου μνημονεύοντας ἢ τῶν μνημονευόντων ἀκούοντας, ὡς μέτριος ἦν περὶ ταῦτα καὶ κοινός. καί ποτε πρεσβυτέρου γυναίου κόπτοντος αὐτὸν ἐν παρόδῳ τινὶ καὶ δεομένου πολλάκις ἀκουσθῆναι, φήσας μὴ σχολάζειν, ἐγκραγόντος ἐκείνου "καὶ μὴ βασίλευε" [εἰπόντος], δηχθεὶς σφόδρα καὶ πρὸς τούτῳ γενόμενος, ἀνέστρεψεν εἰς τὴν οἰκίαν, καὶ πάντα ποιησάμενος ὕστερα τοῖς ἐντυχεῖν βουλομένοις, ἀρξάμενος ἀπὸ τῆς πρεσβύτιδος ἐκείνης, ἐπὶ πολλὰς ἡμέρας ἐσχόλασεν. οὐδὲν γὰρ οὕτως βασιλεῖ προσῆκον ὡς τὸ τῆς δίκης ἔργον. Ἄρης μὲν γὰρ τύραννος, ὥς φησι Τιμόθεος, νόμος δὲ πάντων βασιλεὺς κατὰ Πίνδαρόν ἐστι· καὶ τοὺς βασιλεῖς Ὅμηρός φησιν οὐχ ἑλεπόλεις οὐδὲ ναῦς χαλκήρεις, ἀλλὰ θέμιστας παρὰ τοῦ Διὸς λαμβάνοντας ῥύεσθαι καὶ φυλάσσειν, καὶ τοῦ Διὸς οὐ τὸν πολεμικώτατον οὐδὲ τὸν ἀδικώτατον καὶ φονικώτατον τῶν βασιλέων, ἀλλὰ τὸν δικαιότατον ὀαριστὴν καὶ μαθητὴν προσηγόρευκεν. ἀλλὰ Δημήτριος ἔχαιρε τῷ βασιλεῖ τῶν θεῶν ἀνομοιοτάτην ἐπιγραφόμενος προσωνυμίαν· ὁ μὲν γὰρ Πολιεὺς καὶ Πολιοῦχος, ὁ δὲ Πολιορκητὴς ἐπίκλησιν ἔσχεν. οὕτως ἐπὶ τὴν τοῦ καλοῦ χώραν τὸ αἰσχρὸν ὑπὸ δυνάμεως ἀμαθοῦς ἐπελθὸν συνῳκείωσε τῇ δόξῃ τὴν ἀδικίαν.


[43] Ὁ δ' οὖν Δημήτριος ἐπισφαλέστατα νοσήσας ἐν Πέλλῃ, μικροῦ τότε Μακεδονίαν ἀπέβαλε, καταδραμόντος ὀξέως Πύρρου καὶ μέχρι Ἐδέσσης προελθόντος. ἅμα δὲ τῷ κουφότερος γενέσθαι πάνυ ῥᾳδίως ἐξελάσας αὐτόν, ἐποιήσατό τινας ὁμολογίας, οὐ βουλόμενος ἐμποδὼν ὄντι συνεχῶς προσπταίων καὶ τοπομαχῶν ἧττον εἶναι πρὸς οἷς διενοεῖτο. διενοεῖτο δ' οὐθὲν ὀλίγον, ἀλλὰ πᾶσαν ἀναλαμβάνειν τὴν ὑπὸ τῷ πατρὶ γενομένην ἀρχήν. καὶ τῆς ἐλπίδος ταύτης καὶ τῆς ἐπιβολῆς οὐκ ἀπελείπετο τὰ τῆς παρασκευῆς, ἀλλὰ στρατιᾶς μὲν ἤδη συνετέτακτο πεζῆς μυριάδας δέκα δισχιλίων ἀνδρῶν ἀποδεούσας, καὶ χωρὶς ἱππέας ὀλίγῳ δισχιλίων καὶ μυρίων ἐλάττους. στόλον δὲ νεῶν ἅμα πεντακοσίων καταβαλλόμενος, τὰς μὲν ἐν Πειραιεῖ τρόπεις ἔθετο, τὰς δ' ἐν Κορίνθῳ, τὰς δ' ἐν Χαλκίδι, τὰς δὲ περὶ Πέλλαν, αὐτὸς ἐπιὼν ἑκασταχόσε καὶ διδάσκων ἃ χρὴ καὶ συντεχνώμενος, ἐκπληττομένων ἁπάντων οὐ τὰ πλήθη μόνον, ἀλλὰ καὶ τὰ μεγέθη τῶν ἔργων. οὐδεὶς γὰρ εἶδεν ἀνθρώπων οὔτε πεντεκαιδεκήρη ναῦν πρότερον οὔθ' ἑκκαιδεκήρη· ὕστερον δὲ καὶ τεσσαρακοντήρη Πτολεμαῖος ὁ Φιλοπάτωρ ἐναυπηγήσατο, μῆκος διακοσίων ὀγδοήκοντα πηχῶν, ὕψος δ' ἕως ἀκροστολίου πεντήκοντα δυεῖν δεόντων, ναύταις δὲ χωρὶς ἐρετῶν ἐξηρτυμένην τετρακοσίοις, ἐρέταις δὲ τετρακισχιλίοις, χωρὶς δὲ τούτων ὁπλίτας δεχομένην ἐπί τε τῶν παρόδων καὶ τοῦ καταστρώματος ὀλίγῳ τρισχιλίων ἀποδέοντας. ἀλλὰ θέαν μόνην ἐκείνη παρέσχε, καὶ μικρὸν ὅσον διαφέρουσα τῶν μονίμων οἰκοδομημάτων, φανῆναι πρὸς ἐπίδειξιν, οὐ χρείαν, ἐπισφαλῶς καὶ δυσέργως ἐκινήθη. τῶν δὲ Δημητρίου νεῶν οὐκ ἦν τὸ καλὸν ἀναγώνιστον, οὐδὲ τῷ περιττῷ τῆς κατασκευῆς ἀπεστεροῦντο τὴν χρείαν, ἀλλὰ τὸ τάχος καὶ τὸ ἔργον ἀξιοθεατότερον τοῦ μεγέθους παρεῖχον.


[44] Αἰρομένης οὖν τοσαύτης δυνάμεως ἐπὶ τὴν Ἀσίαν, ὅσην μετ' Ἀλέξανδρον οὐδεὶς ἔσχε πρότερον, οἱ τρεῖς συνέστησαν ἐπὶ τὸν Δημήτριον, Σέλευκος Πτολεμαῖος Λυσίμαχος. ἔπειτα κοινῇ πρὸς Πύρρον ἀποστείλαντες, ἐκέλευον ἐξάπτεσθαι Μακεδονίας καὶ μὴ νομίζειν σπονδὰς αἷς Δημήτριος οὐκ ἐκείνῳ τὸ μὴ πολεμεῖσθαι δέδωκεν, ἀλλ' εἴληφεν ἑαυτῷ τὸ πολεμεῖν οἷς βούλεται πρότερον. δεξαμένου δὲ Πύρρου, πολὺς περιέστη πόλεμος ἔτι μέλλοντα Δημήτριον. ἅμα γὰρ τὴν μὲν Ἑλλάδα πλεύσας στόλῳ μεγάλῳ Πτολεμαῖος ἀφίστη, Μακεδονίαν δὲ Λυσίμαχος ἐκ Θρᾴκης, ἐκ δὲ τῆς ὁμόρου Πύρρος ἐμβαλόντες ἐλεηλάτουν. ὁ δὲ τὸν μὲν υἱὸν ἐπὶ τῆς Ἑλλάδος κατέλιπεν, αὐτὸς δὲ βοηθῶν Μακεδονίᾳ πρῶτον ὥρμησεν ἐπὶ Λυσίμαχον. ἀγγέλλεται δ' αὐτῷ Πύρρος ᾑρηκὼς πόλιν Βέροιαν. καὶ τοῦ λόγου ταχέως εἰς τοὺς Μακεδόνας ἐκπεσόντος, οὐδὲν ἔτι τῷ Δημητρίῳ κατὰ κόσμον εἶχεν, ἀλλὰ καὶ ὀδυρμῶν καὶ δακρύων καὶ πρὸς ἐκεῖνον ὀργῆς καὶ βλασφημιῶν μεστὸν ἦν τὸ στρατόπεδον, καὶ συμμένειν οὐκ ἤθελον, ἀλλ' ἀπιέναι, τῷ μὲν λόγῳ πρὸς τὰ οἴκοι, τῇ δ' ἀληθείᾳ πρὸς τὸν Λυσίμαχον. ἔδοξεν οὖν τῷ Δημητρίῳ Λυσιμάχου μὲν ἀποστῆναι πορρωτάτω, πρὸς δὲ Πύρρον τρέπεσθαι· τὸν μὲν γὰρ ὁμόφυλον εἶναι καὶ πολλοῖς συνήθη δι' Ἀλέξανδρον, ἔπηλυν δὲ καὶ ξένον ἄνδρα τὸν Πύρρον οὐκ ἂν αὑτοῦ προτιμῆσαι Μακεδόνας. τούτων μέντοι πολὺ διεψεύσθη τῶν λογισμῶν. ὡς γὰρ ἐγγὺς ἐλθὼν τῷ Πύρρῳ παρεστρατοπέδευσεν, ἀεὶ μὲν αὐτοῦ τὴν ἐν τοῖς ὅπλοις λαμπρότητα θαυμάζοντες, ἔκ τε τοῦ παλαιοτάτου καὶ βασιλικώτατον εἰθισμένοι νομίζειν τὸν ἐν τοῖς ὅπλοις κράτιστον, τότε δὲ καὶ πράως κεχρῆσθαι τοῖς ἁλισκομένοις πυνθανόμενοι, πάντως δὲ καὶ πρὸς ἕτερον καὶ πρὸς τοῦτον ἀπαλλαγῆναι τοῦ Δημητρίου ζητοῦντες, ἀπεχώρουν λάθρα καὶ κατ' ὀλίγους τό γε πρῶτον, εἶτα φανερῶς ἅπαν εἶχε κίνησιν καὶ ταραχὴν τὸ στρατόπεδον, τέλος δὲ τῷ Δημητρίῳ τολμήσαντές τινες προσελθεῖν, ἐκέλευον ἀπιέναι καὶ σῴζειν αὑτόν· ἀπειρηκέναι γὰρ ἤδη Μακεδόνας ὑπὲρ τῆς ἐκείνου τρυφῆς πολεμοῦντας. οὗτοι μετριώτατοι τῶν λόγων ἐφαίνοντο τῷ Δημητρίῳ πρὸς τὴν τῶν ἄλλων τραχύτητα, καὶ παρελθὼν ἐπὶ σκηνήν, ὥσπερ οὐ βασιλεύς, ἀλλ' ὑποκριτής, μεταμφιέννυται χλαμύδα φαιὰν ἀντὶ τῆς τραγικῆς ἐκείνης, καὶ διαλαθὼν ὑπεχώρησεν. ὁρμησάντων δὲ τῶν πλείστων εὐθὺς ἐφ' ἁρπαγὴν καὶ πρὸς ἀλλήλους διαμαχομένων καὶ τὴν σκηνὴν διασπώντων, ἐπιφανεὶς ὁ Πύρρος ἐκράτησεν αὐτοβοεὶ καὶ κατέσχε τὸ στρατόπεδον. καὶ γίνεται πρὸς Λυσίμαχον αὐτῷ συμπάσης Μακεδονίας νέμησις, ἑπταετίαν ὑπὸ Δημητρίου βεβαίως ἀρχθείσης.


[45] Οὕτω δὲ τοῦ Δημητρίου τῶν πραγμάτων ἐκπεσόντος καὶ καταφυγόντος εἰς Κασσάνδρειαν, ἡ γυνὴ Φίλα περιπαθὴς γενομένη προσιδεῖν μὲν οὐχ ὑπέμεινεν αὖθις ἰδιώτην καὶ φυγάδα τὸν τλημονέστατον βασιλέων Δημήτριον, ἀπειπαμένη δὲ πᾶσαν ἐλπίδα καὶ μισήσασα τὴν τύχην αὐτοῦ βεβαιοτέραν ἐν τοῖς κακοῖς οὖσαν ἢ τοῖς ἀγαθοῖς, πιοῦσα φάρμακον ἀπέθανε. Δημήτριος δ' ἔτι τῶν λοιπῶν ναυαγίων ἔχεσθαι διανοηθεὶς ἀπῆρεν εἰς τὴν Ἑλλάδα καὶ τοὺς ἐκεῖ στρατηγοὺς καὶ φίλους συνῆγεν. ἣν οὖν ὁ Σοφοκλέους Μενέλαος εἰκόνα ταῖς αὑτοῦ τύχαις παρατίθησιν·


ἀλλ' οὑμὸς ἀεὶ πότμος ἐν πυκνῷ θεοῦ

τροχῷ κυκλεῖται καὶ μεταλλάσσει φύσιν,

ὥσπερ σελήνης δ' ὄψις εὐφρόναις δύο

στῆναι δύναιτ' ἂν οὔποτ' ἐν μορφῇ μιᾷ,

ἀλλ' ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα,

πρόσωπα καλλύνουσα καὶ πληρουμένη,

χὤτανπερ αὑτῆς εὐγενεστάτη φανῇ,

πάλιν διαρρεῖ κεἰς τὸ μηδὲν ἔρχεται,


ταύτῃ μᾶλλον ἄν τις ἀπεικάσαι τὰ Δημητρίου πράγματα καὶ τὰς περὶ αὐτὸν αὐξήσεις καὶ φθίσεις καὶ ἀναπληρώσεις καὶ ταπεινότητας, οὗ γε καὶ τότε παντάπασιν ἀπολείπειν καὶ κατασβέννυσθαι δοκοῦντος ἀνέλαμπεν αὖθις ἡ ἀρχή, καὶ δυνάμεις τινὲς ἐπιρρέουσαι κατὰ μικρὸν ἀνεπλήρουν τὴν ἐλπίδα. καὶ τό γε πρῶτον ἰδιώτης καὶ τῶν βασιλικῶν κοσμίων ἔρημος ἐπεφοίτα ταῖς πόλεσι, καί τις αὐτὸν ἐν Θήβαις τοιοῦτον θεασάμενος ἐχρήσατο τοῖς Εὐριπίδου στίχοις οὐκ ἀηδῶς·


μορφὴν ἀμείψας ἐκ θεοῦ βροτησίαν

πάρεστι Δίρκης νάμαθ' Ἱσμηνοῦ θ' ὕδωρ·


[46] Ἐπεὶ δ' ἅπαξ ὥσπερ εἰς ὁδὸν βασιλικὴν τὴν ἐλπίδα κατέστη, καὶ συνίστατο πάλιν σῶμα καὶ σχῆμα περὶ αὑτὸν ἀρχῆς, Θηβαίοις μὲν ἀπέδωκε τὴν πολιτείαν· Ἀθηναῖοι δ' ἀπέστησαν αὐτοῦ, καὶ τόν τε Δίφιλον, ὃς ἦν ἱερεὺς τῶν Σωτήρων ἀναγεγραμμένος, ἐκ τῶν ἐπωνύμων ἀνεῖλον, ἄρχοντας αἱρεῖσθαι πάλιν ὥσπερ ἦν πάτριον ψηφισάμενοι, τόν τε Πύρρον ἐκ Μακεδονίας μετεπέμποντο, μᾶλλον ἢ προσεδόκησαν ἰσχύοντα τὸν Δημήτριον ὁρῶντες. ὁ δ' ὀργῇ μὲν ἐπῆλθεν αὐτοῖς καὶ πολιορκίαν περὶ τὸ ἄστυ συνεστήσατο καρτεράν, Κράτητος δὲ τοῦ φιλοσόφου πεμφθέντος ὑπὸ τοῦ δήμου πρὸς αὐτόν, ἀνδρὸς ἐνδόξου καὶ συνετοῦ, τὰ μὲν οἷς ὑπὲρ τῶν Ἀθηναίων ἐδεῖτο πεισθείς, τὰ δ' ἐξ ὧν ἐδίδασκε περὶ τῶν ἐκείνῳ συμφερόντων νοήσας, ἔλυσε τὴν πολιορκίαν, καὶ συναγαγὼν ὅσαι νῆες ἦσαν αὐτῷ, καὶ στρατιώτας μυρίους καὶ χιλίους σὺν ἱππεῦσιν ἐμβιβάσας, ἐπὶ τὴν Ἀσίαν ἔπλει, Λυσιμάχου Καρίαν καὶ Λυδίαν ἀποστήσων. δέχεται δ' αὐτὸν Εὐρυδίκη περὶ Μίλητον ἀδελφὴ Φίλας, ἄγουσα τῶν αὐτῆς καὶ Πτολεμαίου θυγατέρων Πτολεμαΐδα, καθωμολογημένην ἐκείνῳ πρότερον διὰ Σελεύκου· ταύτην γαμεῖ Δημήτριος Εὐρυδίκης ἐκδιδούσης. καὶ μετὰ τὸν γάμον εὐθὺς ἐπὶ τὰς πόλεις τρέπεται, πολλῶν μὲν ἑκουσίως προστιθεμένων, πολλὰς δὲ καὶ βιαζόμενος. ἔλαβε δὲ καὶ Σάρδεις· καί τινες τῶν Λυσιμάχου στρατηγῶν ἀπεχώρησαν πρὸς αὐτόν, χρήματα καὶ στρατιὰν κομίζοντες. ἐπερχομένου δ' Ἀγαθοκλέους τοῦ Λυσιμάχου μετὰ δυνάμεως, ἀνέβαινεν εἰς Φρυγίαν, ἐγνωκὼς ἄνπερ Ἀρμενίας ἐπιλάβηται Μηδίαν κινεῖν καὶ τῶν ἄνω πραγμάτων ἔχεσθαι, πολλὰς ἐξωθουμένῳ περιφυγὰς καὶ ἀναχωρήσεις ἐχόντων. ἑπομένου δ' Ἀγαθοκλέους, ἐν ταῖς συμπλοκαῖς περιῆν, ἐπισιτισμοῦ δὲ καὶ προνομῶν εἰργόμενος ἠπορεῖτο, καὶ τοῖς στρατιώταις δι' ὑποψίας ἦν ὡς ἐπ' Ἀρμενίαν καὶ Μηδίαν ἐκτοπίζων. ἅμα δὲ μᾶλλον ὁ λιμὸς ἐπέτεινε, καὶ διαμαρτία τις γενομένη περὶ τὴν τοῦ Λύκου διάβασιν πλῆθος ἀνθρώπων ἁρπασθὲν ὑπὸ τοῦ ῥεύματος ἀπώλεσεν. ὅμως δὲ τοῦ σκώπτειν οὐκ ἀπείχοντο· προγράφει δέ τις αὐτοῦ πρὸ τῆς σκηνῆς τὴν τοῦ Οἰδίποδος ἀρχὴν μικρὸν παραλλάξας·


τέκνον τυφλοῦ γέροντος Ἀντιγόνου, τίνας

χώρους ἀφίγμεθα;


[47] Τέλος δὲ καὶ νόσου τῷ λιμῷ συνεπιτιθεμένης ὥσπερ εἴωθεν, ἐπὶ βρώσεις ἀναγκαίας τρεπομένων, τοὺς πάντας οὐκ ἐλάσσονας ὀκτακισχιλίων ἀποβαλών, ἀνῆγεν ὀπίσω τοὺς λοιπούς· καὶ καταβὰς εἰς Ταρσόν, ἐβούλετο μὲν ἀπέχεσθαι τῆς χώρας οὔσης ὑπὸ Σελεύκῳ τότε καὶ πρόφασιν ἐκείνῳ μηδεμίαν παρασχεῖν, ὡς δ' ἦν ἀμήχανον, ἐν ταῖς ἐσχάταις ὄντων ἀπορίαις τῶν στρατιωτῶν, καὶ τοῦ Ταύρου τὰς ὑπερβολὰς Ἀγαθοκλῆς ἀπετείχισε, γράφει πρὸς Σέλευκον ἐπιστολήν, μακρόν τινα τῆς αὑτοῦ τύχης ὀδυρμόν, εἶτα πολλὴν ἱκεσίαν καὶ δέησιν ἔχουσαν, ἀνδρὸς οἰκείου λαβεῖν οἶκτον, ἄξια καὶ πολεμίοις συναλγῆσαι πεπονθότος. ἐπικλασθέντος δέ πως Σελεύκου καὶ γράψαντος τοῖς ἐκεῖ στρατηγοῖς, ὅπως αὐτῷ τε τῷ Δημητρίῳ χορηγίαν βασιλικὴν καὶ τῇ δυνάμει τροφὴν ἄφθονον παρέχωσιν, ἐπελθὼν Πατροκλῆς, ἀνὴρ συνετὸς εἶναι δοκῶν καὶ Σελεύκῳ φίλος πιστός, οὐ τὸ τῆς δαπάνης ἔφη πλεῖστον εἶναι τῶν Δημητρίου στρατιωτῶν τρεφομένων, ἀλλ' ἐνδιατρίβοντα τῇ χώρᾳ Δημήτριον οὐ καλῶς περιορᾶν αὐτόν, ὃς ἀεὶ βιαιότατος ὢν καὶ μεγαλοπραγμονέστατος βασιλέων, νῦν ἐν τύχαις γέγονεν αἳ καὶ τοὺς φύσει μετρίους ἐξάγουσι τολμᾶν καὶ ἀδικεῖν. ἐκ τούτου παροξυνθεὶς ὁ Σέλευκος ἐξώρμησεν εἰς Κιλικίαν μετὰ πολλῆς δυνάμεως. ὁ δὲ Δημήτριος ἐκπλαγεὶς τῇ δι' ὀλίγου μεταβολῇ τοῦ Σελεύκου καὶ φοβηθείς, ὑπέστειλε τοῖς ὀχυρωτάτοις τοῦ Ταύρου, καὶ διαπεμπόμενος ἠξίου μάλιστα μὲν αὐτὸν περιιδεῖν τῶν αὐτονόμων τινὰ βαρβάρων κτησάμενον ἀρχήν, ἐν ᾗ καταβιώσεται πλάνης καὶ φυγῆς παυσάμενος, εἰ δὲ μή, τὸν χειμῶνα διαθρέψαι τὴν δύναμιν αὐτόθι καὶ μὴ πάντων ἐνδεᾶ καὶ γυμνὸν ἐξελαύνειν καὶ προβάλλειν τοῖς πολεμίοις.


[48] Ἐπεὶ δὲ Σέλευκος ταῦτα πάντα ὑποπτεύων ἐκέλευσεν αὐτόν, εἰ βούλεται, δύο μῆνας ἐν τῇ Καταονίᾳ χειμάσαι, δόντα τοὺς πρώτους τῶν φίλων ὁμήρους, ἅμα δὲ τὰς εἰς Συρίαν ἀπετείχιζεν ὑπερβολάς, ἐγκλειόμενος ὡς θηρίον ὁ Δημήτριος κύκλῳ καὶ περιβαλλόμενος, ὑπ' ἀνάγκης τρέπεται πρὸς ἀλκήν, καὶ τήν τε χώραν κατέτρεχε καὶ τῷ Σελεύκῳ προσβάλλοντι συμπλεκόμενος ἀεὶ πλέον εἶχε. καί ποτε τῶν δρεπανηφόρων εἰς αὐτὸν ἀφεθέντων, ὑποστὰς τροπὴν ἐποιήσατο, καὶ τῶν εἰς Συρίαν ὑπερβολῶν τοὺς ἀποτειχίζοντας ἐξελάσας ἐκράτησε. καὶ ὅλως ἐπῆρτο τῇ γνώμῃ, καὶ τοὺς στρατιώτας ἀνατεθαρρηκότας ὁρῶν παρεσκευάζετο διαγωνίσασθαι πρὸς τὸν Σέλευκον ἐπὶ τοῖς μεγίστοις ἄθλοις, ἠπορημένον ἤδη καὶ αὐτόν. ἀπέστρεψε μὲν γὰρ τὴν παρὰ Λυσιμάχου βοήθειαν ἀπιστῶν καὶ φοβούμενος, αὐτὸς δὲ καθ' ἑαυτὸν ὤκνει τῷ Δημητρίῳ συνάψαι, δεδιὼς τὴν ἀπόνοιαν αὐτοῦ καὶ τὴν ἀεὶ μεταβολὴν ἐκ τῶν ἐσχάτων ἀποριῶν τὰς μεγίστας εὐτυχίας ἐπιφέρουσαν. νόσος μέντοι βαρεῖα τὸν Δημήτριον ἐν τούτῳ καταλαβοῦσα, τό τε σῶμα δεινῶς ἐκάκωσε καὶ τὰ πράγματα παντάπασι διέφθειρεν· οἱ μὲν γὰρ ἀπεχώρησαν πρὸς τοὺς πολεμίους, οἱ δὲ διερρύησαν αὐτοῦ τῶν στρατιωτῶν. μόλις δ' ἐν ἡμέραις τεσσαράκοντα ῥαΐσας καὶ τοὺς ὑπολοίπους ἀναλαβὼν καὶ ὁρμήσας, ὅσον ἰδεῖν καὶ δοξάσαι τοὺς πολεμίους, ἐπὶ Κιλικίας, εἶτα νυκτὸς ἄνευ σάλπιγγος ἄρας ἐπὶ θάτερα καὶ τὸν Ἀμανὸν ὑπερβαλών, ἐπόρθει τὴν κάτω χώραν ἄχρι τῆς Κυρρηστικῆς.


[49] Ἐπιφανέντος δὲ τοῦ Σελεύκου καὶ ποιουμένου τὰς καταλύσεις ἐγγύς, ἀναστήσας ὁ Δημήτριος τὸ στράτευμα νυκτὸς ἐβάδιζεν ἐπ' αὐτόν, ἀγνοοῦντα μέχρι πολλοῦ καὶ κοιμώμενον. αὐτομόλων δέ τινων παραγενομένων καὶ φρασάντων τὸν κίνδυνον, ἐκπλαγεὶς καὶ ἀναπηδήσας ἐκέλευσε σημαίνειν, ἅμα τὰς κρηπῖδας ὑποδούμενος καὶ βοῶν πρὸς τοὺς ἑταίρους, ὡς θηρίῳ δεινῷ συμπέπλεκται. Δημήτριος δὲ τῷ θορύβῳ τῶν πολεμίων αἰσθόμενος ὅτι μεμήνυται, κατὰ τάχος ἀπῆγεν. ἅμα δ' ἡμέρᾳ προσκειμένου τοῦ Σελεύκου, πέμψας τινὰ τῶν περὶ αὑτὸν ἐπὶ θάτερον κέρας, ἐποίησέ τινα τροπὴν τῶν ἐναντίων. εἶτα μέντοι Σέλευκος αὐτὸς ἀφεὶς τὸν ἵππον καὶ τὸ κράνος ἀποθέμενος καὶ λαβὼν πέλτην ἀπήντα τοῖς μισθοφόροις, ἐπιδεικνύμενος αὑτὸν καὶ μεταβαλέσθαι παρακαλῶν ἤδη ποτὲ συμφρονήσαντας, ὅτι φειδόμενος ἐκείνων, οὐ Δημητρίου, χρόνον πολὺν διατετέλεκεν. ἐκ τούτου πάντες ἀσπαζόμενοι καὶ βασιλέα προσαγορεύοντες μεθίσταντο. Δημήτριος δὲ πολλῶν μεταβολῶν αἰσθόμενος ἐσχάτην ἐκείνην ἥκουσαν ἐπ' αὐτόν, ἐκκλίνας ἐπὶ τὰς Ἀμανίδας ἔφευγε πύλας, καὶ καταβαλὼν εἰς ὕλην τινὰ συνηρεφῆ μετὰ φίλων τινῶν καὶ ἀκολούθων ὀλίγων παντάπασιν ὄντων, προσέμενε τὴν νύκτα, βουλόμενος εἰ δύναιτο τῆς ἐπὶ Καῦνον ὁδοῦ λαβέσθαι καὶ διεκπεσεῖν ἐπὶ τὴν ἐκεῖ θάλασσαν, οὗ τὸν ναύσταθμον εὑρήσειν ἤλπιζεν. ὡς δ' ἔγνω μηδ' ἐκείνης τῆς ἡμέρας ἐφόδιον ἔχοντας αὐτούς, ἐπ' ἄλλων ἐγίνετο λογισμῶν. εἶτα μέντοι Σωσιγένης ἐπῆλθεν ἑταῖρος αὐτοῦ, χρυσοῦς τετρακοσίους ὑπεζωσμένος, καὶ ἀπὸ τούτων ἐλπίζοντες ἄχρι θαλάσσης διαγενήσεσθαι, πρὸς τὰς ὑπερβολὰς ἐχώρουν σκοταῖοι. πυρῶν δὲ καιομένων πρὸς αὐταῖς πολεμίων, ἀπογνόντες ἐκείνην τὴν ὁδὸν αὖθις ἀνεχώρησαν εἰς τὸν αὐτὸν τόπον, οὔτε πάντες -- ἔνιοι γὰρ ἀπέδρασαν -- οὔθ' ὁμοίως οἱ παραμένοντες πρόθυμοι. τολμήσαντος δέ τινος εἰπεῖν [τι] ὡς Σελεύκῳ χρὴ τὸ σῶμα παραδοῦναι Δημήτριον, ὥρμησε μὲν τὸ ξίφος σπασάμενος ἀνελεῖν ἑαυτόν, οἱ δὲ φίλοι περιστάντες καὶ παραμυθούμενοι συνέπεισαν οὕτω ποιῆσαι. καὶ πέμπει πρὸς Σέλευκον ἐπιτρέπων ἐκείνῳ τὰ καθ' ἑαυτόν.


[50] Ἀκούσας δὲ Σέλευκος οὐκ ἔφη τῇ Δημητρίου τύχῃ σῴζεσθαι Δημήτριον, ἀλλὰ τῇ αὑτοῦ, μετὰ τῶν ἄλλων καλῶν αὐτῷ φιλανθρωπίας καὶ χρηστότητος ἐπίδειξιν διδούσῃ. καλέσας δὲ τοὺς ἐπιμελητάς, σκηνήν τε πηγνύναι βασιλικὴν ἐκέλευσε καὶ τἆλλα πάντα ποιεῖν καὶ παρασκευάζειν εἰς ὑποδοχὴν καὶ θεραπείαν μεγαλοπρεπῶς. ἦν δέ τις Ἀπολλωνίδης παρὰ τῷ Σελεύκῳ, τοῦ Δημητρίου γεγονὼς συνήθης· τοῦτον εὐθὺς ἐξέπεμψε πρὸς αὐτόν, ὅπως ἡδίων γένηται καὶ θαρρῶν ὡς πρὸς οἰκεῖον ἄνδρα καὶ κηδεστὴν ἀπαντᾶν. φανερᾶς δὲ τῆς γνώμης αὐτοῦ γενομένης, ὀλίγοι τὸ πρῶτον, εἶθ' οἱ πλεῖστοι τῶν φίλων ἐξεπήδων παρὰ τὸν Δημήτριον, ἁμιλλώμενοι καὶ φθάνοντες ἀλλήλους· ἠλπίζετο γὰρ εὐθὺς παρὰ τῷ Σελεύκῳ μέγιστος ἔσεσθαι. τοῦτο δ' ἐκείνῳ μὲν εἰς φθόνον μετέβαλε τὸν ἔλεον, τοῖς δὲ κακοήθεσι καὶ βασκάνοις παρέσχεν ἀποτρέψαι καὶ διαφθεῖραι τὴν φιλανθρωπίαν τοῦ βασιλέως, ἐκφοβήσασιν αὐτόν, ὡς οὐκ εἰς ἀναβολάς, ἀλλ' ἅμα τῷ πρῶτον ὀφθῆναι τὸν ἄνδρα μεγάλων ἐσομένων ἐν τῷ στρατοπέδῳ νεωτερισμῶν. ἄρτι δὴ τοῦ Ἀπολλωνίδου πρὸς τὸν Δημήτριον ἀφιγμένου περιχαροῦς, καὶ τῶν ἄλλων ἐπερχομένων καὶ λόγους θαυμαστοὺς ἀπαγγελλόντων περὶ τοῦ Σελεύκου, καὶ τοῦ Δημητρίου μετὰ τηλικαύτην δυστυχίαν καὶ κακοπραγίαν, εἰ καὶ πρότερον ἐδόκει τὴν παράδοσιν τοῦ σώματος αἰσχρὰν πεποιῆσθαι, τότε μετεγνωκότος διὰ τὸ θαρρεῖν καὶ πιστεύειν ταῖς ἐλπίσιν, ἦλθε Παυσανίας ἔχων στρατιώτας ὁμοῦ πεζοὺς καὶ ἱππεῖς περὶ χιλίους. καὶ τούτοις περισχὼν τὸν Δημήτριον ἄφνω, τοὺς δ' ἄλλους ἀποστήσας, Σελεύκῳ μὲν αὐτὸν εἰς ὄψιν οὐ κατέστησεν, εἰς δὲ Χερρόνησον τὴν Συριακὴν ἀπήγαγεν· ὅπου τὸ λοιπὸν ἰσχυρᾶς φυλακῆς ἐπισταθείσης, θεραπεία μὲν ἧκεν ἱκανὴ παρὰ Σελεύκου, καὶ χρήματα καὶ δίαιτα παρεσκευάζετο καθ' ἡμέραν οὐ μεμπτή, δρόμοι δὲ καὶ περίπατοι βασιλικοὶ καὶ παράδεισοι θήρας ἔχοντες ἀπεδείχθησαν· ἦν δὲ καὶ τῶν φίλων τῶν συμφυγόντων τῷ βουλομένῳ συνεῖναι, καὶ παρ' αὐτοῦ τινες ὅμως ἐπιφοιτῶντες [ἀπὸ τοῦ Σελεύκου] ἧκον, κομίζοντες ἐπιεικεῖς λόγους καὶ θαρρεῖν παρακαλοῦντες, ὡς ὅταν πρῶτον Ἀντίοχος ἀφίκηται σὺν Στρατονίκῃ διεθησόμενον.


[51] Ὁ δὲ Δημήτριος ἐν τῇ τοιαύτῃ τύχῃ γεγονώς, ἐπέστειλε τοῖς περὶ τὸν υἱὸν καὶ τοῖς περὶ Ἀθήνας καὶ Κόρινθον ἡγεμόσι καὶ φίλοις, μήτε γράμμασιν αὐτοῦ μήτε σφραγῖδι πιστεύειν, ἀλλ' ὥσπερ τεθνηκότος Ἀντιγόνῳ τὰς πόλεις καὶ τὰ λοιπὰ πράγματα διαφυλάττειν. Ἀντίγονος δὲ τὴν τοῦ πατρὸς σύλληψιν πυθόμενος, καὶ βαρέως ἐνεγκὼν καὶ πενθίμην ἀναλαβὼν ἐσθῆτα πρός τε τοὺς ἄλλους βασιλεῖς ἔγραψε καὶ πρὸς αὐτὸν Σέλευκον, δεόμενος καὶ πᾶν ὅ τι λοιπὸν ἦν αὐτοῖς παραδιδούς, καὶ πρὸ παντὸς ὁμηρεύειν ἕτοιμος ὢν αὐτὸς ὑπὲρ τοῦ πατρός. καὶ συνεδέοντο ταῦτα πόλεις τε πολλαὶ καὶ δυνάσται πλὴν Λυσιμάχου· Λυσίμαχος δὲ καὶ χρήματα πολλὰ πέμπων ὑπισχνεῖτο Σελεύκῳ κτείναντι Δημήτριον. ὁ δ' ἐκεῖνον μὲν <καὶ> ἄλλως προβαλλόμενος, ἔτι μᾶλλον ἐπὶ τούτῳ μιαρὸν ἡγεῖτο καὶ βάρβαρον, Ἀντιόχῳ δὲ τῷ παιδὶ καὶ Στρατονίκῃ φυλάττων Δημήτριον, ὡς ἐκείνων ἡ χάρις γένοιτο, παρῆγε τὸν χρόνον.


[52] Ὁ δὲ Δημήτριος ὡς ἐν ἀρχῇ τὴν τύχην προσπεσοῦσαν ὑπέμεινε καὶ ῥᾷον ἤδη φέρειν εἰθίζετο τὰ παρόντα, πρῶτον μὲν ἁμῶς γέ πως ἐκίνει τὸ σῶμα, θήρας ἐφ' ὅσον ἦν καὶ δρόμων ἁπτόμενος· ἔπειτα κατὰ μικρὸν ὄκνου πρὸς αὐτὰ καὶ νωθείας ἐπίμπλατο, καὶ φέρων ἑαυτὸν εἰς πότους καὶ κύβους κατέβαλε, καὶ τοῦ χρόνου τὸν πλεῖστον ἐν τούτοις διῆγεν, εἴτε τοὺς ἐν τῷ νήφειν ἀναλογισμοὺς τῶν παρόντων ἀποδιδράσκων καὶ παρακαλυπτόμενος τῇ μέθῃ τὴν διάνοιαν, εἴτε συγγνοὺς ἑαυτῷ τοῦτον εἶναι τὸν βίον, ὃν ἔκπαλαι ποθῶν καὶ διώκων ἄλλως ὑπ' ἀνοίας καὶ κενῆς δόξης ἐπλάζετο καὶ πολλὰ μὲν ἑαυτῷ, πολλὰ δ' ἑτέροις πράγματα παρεῖχεν, ἐν ὅπλοις καὶ στόλοις καὶ στρατοπέδοις τὸ ἀγαθὸν ζητῶν, ὃ νῦν ἐν ἀπραγμοσύνῃ καὶ σχολῇ καὶ ἀναπαύσει μὴ προσδοκήσας ἀνεύρηκε. τί γὰρ ἄλλο τῶν πολέμων καὶ τῶν κινδύνων πέρας ἐστὶ τοῖς φαύλοις βασιλεῦσι, κακῶς καὶ ἀνοήτως διακειμένοις, οὐχ ὅτι μόνον τρυφὴν καὶ ἡδονὴν ἀντὶ τῆς ἀρετῆς καὶ τοῦ καλοῦ διώκουσιν, ἀλλ' ὅτι μηδ' ἥδεσθαι μηδὲ τρυφᾶν ὡς ἀληθῶς ἴσασιν.

Ὁ δ' οὖν Δημήτριος ἔτος τρίτον ἐν τῇ Χερρονήσῳ καθειργμένος, ὑπ' ἀργίας καὶ πλησμονῆς καὶ οἴνου νοσήσας ἀπέθανεν, ἔτη τέσσαρα καὶ πεντήκοντα βεβιωκώς. καὶ Σέλευκος ἤκουσέ τε κακῶς καὶ μετενόησεν οὐ μετρίως ἐν ὑποψίᾳ τὸν Δημήτριον θέμενος τότε, καὶ μηδὲ Δρομιχαίτην ἄνδρα βάρβαρον Θρᾷκα μιμησάμενος, οὕτω φιλανθρώπως καὶ βασιλικῶς ἁλόντι Λυσιμάχῳ χρησάμενον.


[53] Ἔσχε μέντοι καὶ τὰ περὶ τὴν ταφὴν αὐτοῦ τραγικήν τινα καὶ θεατρικὴν διάθεσιν. ὁ γὰρ υἱὸς Ἀντίγονος ὡς ᾔσθετο τὰ λείψανα κομιζόμενα, πάσαις ἀναχθεὶς ταῖς ναυσὶν ἐπὶ νήσων ἀπήντησε· καὶ δεξάμενος εἰς τὴν μεγίστην τῶν ναυαρχίδων ἔθετο τὴν ὑδρίαν χρυσήλατον οὖσαν. αἱ δὲ πόλεις, αἷς προσεῖχον, τοῦτο μὲν στεφάνους ἐπέφερον τῇ ὑδρίᾳ, τοῦτο δ' ἄνδρας ἐν σχήματι πενθίμῳ συνθάψοντας καὶ συμπαραπέμψοντας ἀπέστελλον. εἰς δὲ Κόρινθον τοῦ στόλου καταπλέοντος, ἥ τε κάλπις ἐκ πρύμνης περιφανὴς ἑωρᾶτο πορφύρᾳ βασιλικῇ καὶ διαδήματι κεκοσμημένη, καὶ παρειστήκεισαν ἐν ὅπλοις νεανίσκοι δορυφοροῦντες. ὁ δὲ τῶν τότ' αὐλητῶν ἐλλογιμώτατος Ξενόφαντος ἐγγὺς καθεζόμενος προσηύλει τῶν μελῶν τὸ ἱερώτατον· καὶ πρὸς τοῦτο τῆς εἰρεσίας ἀναφερομένης μετὰ ῥυθμοῦ τινος, ἀπήντα ψόφος ὥσπερ ἐν κοπετῷ ταῖς τῶν αὐλημάτων περιόδοις. τὸν δὲ πλεῖστον οἶκτον καὶ ὀλοφυρμὸν αὐτὸς Ἀντίγονος τοῖς ἠθροισμένοις ἐπὶ τὴν θάλασσαν ὀφθεὶς ταπεινὸς καὶ δεδακρυμένος παρέσχεν. ἐπενεχθεισῶν δὲ ταινιῶν καὶ στεφάνων περὶ Κόρινθον, εἰς Δημητριάδα κομίσας ἔθηκε τὰ λείψανα, πόλιν ἐπώνυμον ἐκείνου, <συν>οικισθεῖσαν ἐκ μικρῶν τῶν περὶ τὴν Ἰωλκὸν πολιχνίων.

Ἀπέλιπε δὲ γενεὰν ὁ Δημήτριος Ἀντίγονον μὲν ἐκ Φίλας καὶ Στρατονίκην, δύο δὲ Δημητρίους, τὸν μὲν Λεπτὸν ἐξ Ἰλλυρίδος γυναικός, τὸν δ' ἄρξαντα Κυρήνης ἐκ Πτολεμαΐδος, ἐκ δὲ Δηιδαμείας Ἀλέξανδρον, ὃς ἐν Αἰγύπτῳ κατεβίωσε. λέγεται δὲ καὶ Κόρραγον υἱὸν ἐξ Εὐρυδίκης αὐτῷ γενέσθαι. κατέβη δὲ ταῖς διαδοχαῖς τὸ γένος αὐτοῦ βασιλεῦον εἰς Περσέα τελευταῖον, ἐφ' οὗ Ῥωμαῖοι Μακεδονίαν ὑπηγάγοντο.

Διηγωνισμένου δὲ τοῦ Μακεδονικοῦ δράματος, ὥρα τὸ Ῥωμαϊκὸν ἐπεισαγαγεῖν.

 

Κείμενα

Hellenica World - Scientific Library