.
ΠΛΟΥΤΑΡΧΟΣ
[1]
[1.1]Ἀντωνίου πάππος μὲν ἦν ὁ ῥήτωρ Ἀντώνιος, ὃν τῆς Σύλλα γενόμενον στάσεως Μάριος ἀπέκτεινε, πατὴρ δ' ὁ Κρητικὸς ἐπικληθεὶς Ἀντώνιος, οὐχ οὕτω μὲν εὐδόκιμος ἐν τοῖς πολιτικοῖς ἀνὴρ οὐδὲ λαμπρός, εὐγνώμων δὲ καὶ χρηστὸς ἄλλως τε καὶ πρὸς τὰς μεταδόσεις ἐλευθέριος, [1.2] ὡς ἀφ' ἑνὸς ἄν τις ἔργου καταμάθοι. κεκτημένος γὰρ οὐ πολλὰ καὶ διὰ τοῦτο τῇ φιλανθρωπίᾳ χρῆσθαι κωλυόμενος ὑπὸ τῆς γυναικός, ἐπεί τις ἀφίκετο τῶν συνήθων πρὸς αὐτὸν ἀργυρίου δεόμενος, ἀργύριον μὲν οὐκ εἶχε, παιδαρίῳ δὲ προσέταξεν εἰς ἀργυροῦν σκύφον ὕδωρ ἐμβαλόντι κομίσαι· καὶ κομίσαντος ὡς ξύρεσθαι μέλλων κατέβρεχε τὰ [1.3] γένεια. τοῦ δὲ παιδαρίου καθ' ἑτέραν πρόφασιν ἐκποδὼν γενομένου, τὸν μὲν σκύφον ἔδωκε τῷ φίλῳ χρῆσθαι κελεύσας, ζητήσεως δὲ πολλῆς ἐν τοῖς οἰκέταις οὔσης, ὁρῶν χαλεπαίνουσαν τὴν γυναῖκα καὶ βουλομένην καθ' ἕκαστον ἐξετάζειν, ὡμολόγησε συγγνώμην ἔχειν δεηθείς.
[2]
[2.1] Ἦν δ' αὐτῷ γυνὴ Ἰουλία τοῦ Καισάρων οἴκου, ταῖς ἀρίσταις τότε καὶ σωφρονεστάταις ἐνάμιλλος. ὑπὸ ταύτης ὁ υἱὸς Ἀντώνιος ἐτράφη, μετὰ τὴν τοῦ πατρὸς τελευτὴν Κορνηλίῳ Λέντλῳ γαμηθείσης, ὃν Κικέρων ἀπέκτεινε [2.2] τῶν Κατιλίνα συνωμοτῶν γενόμενον. αὕτη δοκεῖ τῆς σφοδρᾶς ἔχθρας Ἀντωνίῳ πρὸς Κικέρωνα πρόφασις καὶ ἀρχὴ γενέσθαι. φησὶ γοῦν Ἀντώνιος οὐδὲ τὸν νεκρὸν αὐτοῖς ἀποδοθῆναι τοῦ Λέντλου πρότερον ἢ τῆς γυναικὸς τοῦ Κικέρωνος τὴν μητέρα δεηθῆναι. [2.3] τοῦτο μὲν οὖν ὁμολογουμένως ψεῦδός ἐστιν· οὐδεὶς γὰρ εἴρχθη ταφῆς τῶν τότε κολασθέντων ὑπὸ τοῦ Κικέρωνος. [2.4] Ἀντωνίῳ δὲ λαμπρῷ καθ' ὥραν γενομένῳ τὴν Κουρίωνος φιλίαν καὶ συνήθειαν ὥσπερ τινὰ κῆρα προσπεσεῖν λέγουσιν, αὐτοῦ τε περὶ τὰς ἡδονὰς ἀπαιδεύτου γενομένου, καὶ τὸν Ἀντώνιον ὡς μᾶλλον εἴη χειροήθης εἰς πότους καὶ γύναια καὶ δαπάνας πολυτελεῖς καὶ [2.5] ἀκολάστους ἐμβαλόντος. ἐξ ὧν ὄφλημα βαρὺ καὶ παρ' ἡλικίαν αὐτῷ συνήχθη πεντήκοντα καὶ διακοσίων ταλάντων. τοῦτο πᾶν ἐγγυησαμένου τοῦ Κουρίωνος, ὁ πατὴρ αἰσθόμενος [2.6] ἐξήλασε τὸν Ἀντώνιον ἐκ τῆς οἰκίας. ὁ δὲ βραχὺν μέν τινα χρόνον τῇ Κλωδίου τοῦ θρασυτάτου καὶ βδελυρωτάτου τῶν τότε δημαγωγῶν φορᾷ πάντα τὰ πράγματα [2.7] ταραττούσῃ προσέμειξεν ἑαυτόν· ταχὺ δὲ τῆς ἐκείνου μανίας μεστὸς γενόμενος καὶ φοβηθεὶς τοὺς συνισταμένους ἐπὶ τὸν Κλώδιον, ἀπῆρεν ἐκ τῆς Ἰταλίας εἰς τὴν Ἑλλάδα, καὶ διέτριβε τό τε σῶμα γυμνάζων πρὸς τοὺς στρατιωτικοὺς [2.8] ἀγῶνας καὶ λέγειν μελετῶν. ἐχρῆτο δὲ τῷ καλουμένῳ μὲν Ἀσιανῷ ζήλῳ τῶν λόγων, ἀνθοῦντι μάλιστα κατ' ἐκεῖνον τὸν χρόνον, ἔχοντι δὲ πολλὴν ὁμοιότητα πρὸς τὸν βίον αὐτοῦ, κομπώδη καὶ φρυαγματίαν ὄντα καὶ κενοῦ γαυριάματος καὶ φιλοτιμίας ἀνωμάλου μεστόν.
[3]
[3.1]Ἐπεὶ δὲ Γαβίνιος ἀνὴρ ὑπατικὸς εἰς Συρίαν πλέων ἀνέπειθεν αὐτὸν ὁρμῆσαι πρὸς τὴν στρατείαν, ἰδιώτης μὲν οὐκ ἂν ἔφη συνεξελθεῖν, ἀποδειχθεὶς δὲ τῶν ἱππέων [3.2] ἄρχων συνεστράτευε. καὶ πρῶτον μὲν ἐπ' Ἀριστόβουλον Ἰουδαίους ἀφιστάντα πεμφθείς, αὐτὸς μὲν ἐπέβη τοῦ μεγίστου τῶν ἐρυμάτων πρῶτος, ἐκεῖνον δὲ πάντων [3.3] ἐξήλασεν· εἶτα μάχην συνάψας, καὶ τρεψάμενος ὀλίγοις τοῖς σὺν αὑτῷ τοὺς ἐκείνου πολλαπλασίους ὄντας, ἀπέκτεινε πλὴν ὀλίγων ἅπαντας· αὐτὸς δὲ μετὰ τοῦ παιδὸς [3.4] Ἀριστόβουλος ἥλω. μετὰ ταῦτα Γαβίνιον ἐπὶ μυρίοις ταλάντοις Πτολεμαίου πείθοντος εἰς Αἴγυπτον ἅμα συνεμβαλεῖν αὐτῷ καὶ τὴν βασιλείαν ἀναλαβεῖν, οἱ μὲν πλεῖστοι τῶν ἡγεμόνων ἠναντιοῦντο, καὶ Γαβίνιον δ' ὄκνος τις εἶχε τοῦ πολέμου, καίπερ ἐξηνδραποδισμένον [3.5] κομιδῇ τοῖς μυρίοις ταλάντοις, Ἀντώνιος δὲ καὶ πράξεων μεγάλων ἐφιέμενος καὶ τῷ Πτολεμαίῳ χαριζόμενος δεομένῳ, συνέπεισε μὲν καὶ συνεξώρμησεν ἐπὶ τὴν [3.6] στρατείαν τὸν Γαβίνιον· ἐπεὶ δὲ τοῦ πολέμου μᾶλλον ἐφοβοῦντο τὴν ἐπὶ τὸ Πηλούσιον ὁδόν, ἅτε δὴ διὰ ψάμμου βαθείας καὶ ἀνύδρου παρὰ τὸ Ἔκρηγμα καὶ τὰ τῆς Σερβωνίδος ἕλη γινομένης αὐτοῖς τῆς πορείας, ἃς Τυφῶνος μὲν ἐκπνοὰς Αἰγύπτιοι καλοῦσι, τῆς δ' Ἐρυθρᾶς θαλάσσης ὑπονόστησις εἶναι δοκεῖ καὶ διήθησις, ᾗ βραχυτάτῳ [3.7] διορίζεται πρὸς τὴν ἐντὸς θάλασσαν ἰσθμῷ, πεμφθεὶς μετὰ τῶν ἱππέων ὁ Ἀντώνιος οὐ μόνον τὰ στενὰ κατέσχεν, ἀλλὰ καὶ Πηλούσιον ἑλών, πόλιν μεγάλην, καὶ τῶν ἐν αὐτῷ φρουρῶν κρατήσας, ἅμα καὶ τὴν ὁδὸν ἀσφαλῆ τῷ στρατεύματι καὶ τὴν ἐλπίδα τῆς νίκης ἐποίησε τῷ [3.8] στρατηγῷ βέβαιον. ἀπέλαυσαν δὲ τῆς φιλοτιμίας αὐτοῦ καὶ οἱ πολέμιοι· Πτολεμαίου γὰρ ἅμα τῷ παρελθεῖν εἰς τὸ Πηλούσιον ὑπ' ὀργῆς καὶ μίσους ὡρμημένου φονεύειν [3.9] τοὺς Αἰγυπτίους, ἐνέστη καὶ διεκώλυσεν. ἐν δὲ ταῖς μάχαις καὶ τοῖς ἀγῶσι μεγάλοις καὶ συχνοῖς γενομένοις πολλὰ καὶ τόλμης ἔργα καὶ προνοίας ἡγεμονικῆς ἀποδειξάμενος, ἐμφανέστατα δὲ τῷ κυκλώσασθαι καὶ περιβαλεῖν κατόπιν τοὺς πολεμίους τὴν νίκην τοῖς κατὰ στόμα [3.10] παρασχών, ἀριστεῖα καὶ τιμὰς ἔλαβε πρεπούσας. οὐ διέλαθε δὲ τοὺς πολλοὺς οὐδ' ἡ πρὸς Ἀρχέλαον αὐτοῦ τεθνηκότα φιλανθρωπία· γεγονὼς γὰρ αὐτῷ συνήθης καὶ ξένος, ἐπολέμει μὲν ἀναγκαίως ζῶντι, τὸ δὲ σῶμα [3.11] πεσόντος ἐξευρὼν καὶ κοσμήσας βασιλικῶς ἐκήδευσεν. ἐπὶ τούτοις Ἀλεξανδρεῦσί τε πλεῖστον αὑτοῦ λόγον κατέλιπε, καὶ Ῥωμαίων τοῖς στρατευομένοις ἀνὴρ ἔδοξε λαμπρότατος εἶναι.
[4]
[4.1] Προσῆν δὲ καὶ μορφῆς ἐλευθέριον ἀξίωμα, καὶ πώγων τις οὐκ ἀγεννὴς καὶ πλάτος μετώπου καὶ γρυπότης μυκτῆρος ἐδόκει τοῖς γραφομένοις καὶ πλαττομένοις [4.2] Ἡρακλέους προσώποις ἐμφερὲς ἔχειν τὸ ἀρρενωπόν. ἦν δὲ καὶ λόγος παλαιὸς Ἡρακλείδας εἶναι τοὺς Ἀντωνίους, [4.3] ἀπ' Ἄντωνος παιδὸς Ἡρακλέους γεγονότας. καὶ τοῦτον ᾤετο τὸν λόγον τῇ τε μορφῇ τοῦ σώματος ὥσπερ εἴρηται καὶ τῇ στολῇ βεβαιοῦν· ἀεὶ γὰρ ὅτε μέλλοι πλείοσιν ὁρᾶσθαι, χιτῶνα εἰς μηρὸν ἔζωστο καὶ μάχαιρα μεγάλη [4.4] παρήρτητο, καὶ σάγος περιέκειτο τῶν στερεῶν. οὐ μὴν ἀλλὰ καὶ τὰ τοῖς ἄλλοις φορτικὰ δοκοῦντα, μεγαλαυχία καὶ σκῶμμα καὶ κώθων ἐμφανὴς καὶ καθίσαι παρὰ τὸν ἐσθίοντα καὶ φαγεῖν ἐπιστάντα τραπέζῃ στρατιωτικῇ, θαυμαστὸν ὅσον εὐνοίας καὶ πόθου πρὸς αὐτὸν ἐνεποίει [4.5] τοῖς στρατιώταις. ἦν δέ που καὶ τὸ ἐρωτικὸν οὐκ ἀναφρόδιτον, ἀλλὰ καὶ τούτῳ πολλοὺς ἐδημαγώγει, συμπράττων τε τοῖς ἐρῶσι καὶ σκωπτόμενος οὐκ ἀηδῶς εἰς [4.6] τοὺς ἰδίους ἔρωτας. ἡ δ' ἐλευθεριότης καὶ τὸ μηδὲν ὀλίγῃ χειρὶ μηδὲ φειδομένῃ χαρίζεσθαι στρατιώταις καὶ φίλοις ἀρχήν τε λαμπρὰν ἐπὶ τὸ ἰσχύειν αὐτῷ παρέσχε, καὶ μεγάλου γενομένου τὴν δύναμιν ἐπὶ πλεῖον ἐπῆρεν, [4.7] ἐκ μυρίων ἄλλων ἁμαρτημάτων ἀνατρεπομένην. ἓν δέ τι τοῦ μεγαλοδώρου παράδειγμα διηγήσομαι. τῶν φίλων τινὶ μυριάδας ἐκέλευσε πέντε καὶ εἴκοσι δοθῆναι· τοῦτο [4.8] Ῥωμαῖοι δεκίης καλοῦσι. τοῦ δ' ἐπιτρόπου θαυμάσαντος, καὶ ἵνα δείξῃ τὸ πλῆθος αὐτῷ καταβαλόντος ἐν μέσῳ [4.9] τὸ ἀργύριον, ἠρώτησε παριὼν ὅ τι δὴ τοῦτ' εἴη. τοῦ δ' ἐπιτρόπου φήσαντος ὡς ὃ κελεύσειε δοθῆναι, συμβαλὼν αὐτοῦ τὴν κακοήθειαν ὁ Ἀντώνιος "ἐγὼ πλεῖον ᾤμην" ἔφη "τὸ δεκίης εἶναι· τοῦτο δὲ μικρόν ἐστιν· ὥστ' ἄλλο πρόσθες αὐτῷ τοσοῦτον."
[5]
[5.1]Ταῦτα μὲν οὖν ὕστερον. ἐπεὶ δὲ τὰ Ῥωμαίων πράγματα διέστη, τῶν μὲν ἀριστοκρατικῶν Πομπηίῳ παρόντι προσθεμένων, τῶν δὲ δημοτικῶν Καίσαρα καλούντων ἐκ [5.2] Γαλατίας ἐν τοῖς ὅπλοις ὄντα, Κουρίων ὁ Ἀντωνίου φίλος ἐκ μεταβολῆς θεραπεύων τὰ Καίσαρος Ἀντώνιον προσηγάγετο, καὶ μεγάλην μὲν ἀπὸ τοῦ λέγειν ἐν τοῖς πολλοῖς ἔχων ἰσχύν, χρώμενος δὲ καὶ δαπάναις ἀφειδῶς ἀφ' ὧν Καῖσαρ ἐχορήγει, δήμαρχον ἀπέδειξε τὸν Ἀντώνιον, εἶτα [5.3] τῶν ἐπ' οἰωνοῖς ἱερέων οὓς Αὔγουρας καλοῦσιν. ὁ δ' εὐθὺς εἰς τὴν ἀρχὴν παρελθὼν οὐ μικρὸν ἦν ὄφελος τοῖς [5.4] πολιτευομένοις ὑπὲρ Καίσαρος. ἀλλὰ πρῶτον μὲν Μαρκέλλου τοῦ ὑπάτου Πομπηίῳ τούς τε συνειλεγμένους ἤδη στρατιώτας παρεγγυῶντος καὶ καταλέγειν ἑτέρους διδόντος, ἐμποδὼν ἔστη διάταγμα γράψας, ὅπως ἡ μὲν ἠθροισμένη δύναμις εἰς Συρίαν πλέῃ καὶ Βύβλῳ βοηθῇ πολεμοῦντι Πάρθοις, οὓς δὲ Πομπήιος καταλέγει, μὴ προσέχωσιν [5.5] αὐτῷ· δεύτερον δὲ τὰς Καίσαρος ἐπιστολὰς οὐ προσιεμένων οὐδ' ἐώντων ἀναγινώσκεσθαι τῶν συγκλητικῶν, αὐτὸς ἰσχύων διὰ τὸ ἄρχειν ἀνέγνω, καὶ πολλοὺς μετέστησε τῇ γνώμῃ, δίκαια καὶ μέτρια Καίσαρος ἀξιοῦν [5.6] ἀφ' ὧν ἔγραψε δόξαντος. τέλος δὲ δυεῖν ἐρωτήσεων ἐν τῇ βουλῇ γενομένων, τῆς μὲν εἰ δοκεῖ Πομπήιον ἀφεῖναι τὰ στρατεύματα, τῆς δ' εἰ Καίσαρα, καὶ Πομπήιον μὲν ὀλίγων τὰ ὅπλα καταθέσθαι, Καίσαρα δὲ πάντων παρ' ὀλίγους κελευόντων, ἀναστὰς Ἀντώνιος ἠρώτησεν, εἰ δοκεῖ καὶ Πομπήιον ὁμοῦ καὶ Καίσαρα τὰ ὅπλα καταθέσθαι [5.7] καὶ τὰς δυνάμεις ἀφεῖναι. ταύτην ἐδέξαντο λαμπρῶς τὴν γνώμην ἅπαντες, καὶ μετὰ βοῆς ἐπαινοῦντες τὸν Ἀντώ[5.8]νιον ἠξίουν ἐπιψηφίζεσθαι. μὴ βουλομένων δὲ τῶν ὑπάτων, αὖθις ἑτέρας οἱ Καίσαρος φίλοι προὔτειναν ἐπιεικεῖς εἶναι δοκούσας ἀξιώσεις, αἷς ὅ τε Κάτων ἀντέπιπτε, καὶ [5.9] Λέντλος ὑπατεύων ἐξέβαλε τῆς βουλῆς τὸν Ἀντώνιον. ὁ δὲ πολλὰ μὲν αὐτοῖς ἐξιὼν ἐπηράσατο, λαβὼν δὲ θεράποντος ἐσθῆτα καὶ μισθωσάμενος μετὰ Κασσίου Κοΐντου ζεῦγος, [5.10] ἐξώρμησε πρὸς Καίσαρα· καὶ κατεβόων εὐθὺς ὀφθέντες ὡς οὐδένα κόσμον ἔτι τῶν ἐν Ῥώμῃ πραγμάτων ἐχόντων, ὅτε μηδὲ δημάρχοις παρρησίας μέτεστιν, ἀλλ' ἐλαύνεται καὶ κινδυνεύει πᾶς ὁ φθεγξάμενος ὑπὲρ τῶν δικαίων.
[6]
[6.1] Ἐκ τούτου λαβὼν τὴν στρατιὰν ὁ Καῖσαρ εἰς Ἰταλίαν ἐνέβαλε. διὸ καὶ Κικέρων ἐν τοῖς Φιλιππικοῖς ἔγραψε, τοῦ μὲν Τρωικοῦ πολέμου τὴν Ἑλένην, τοῦ δ' ἐμφυλίου τὸν Ἀντώνιον ἀρχὴν γενέσθαι, περιφανῶς [6.2] ψευδόμενος. οὐ γὰρ οὕτως εὐχερὴς ἦν οὐδὲ ῥᾴδιος ὑπ' ὀργῆς ἐκπεσεῖν τῶν λογισμῶν Γάιος Καῖσαρ, ὥστ' εἰ μὴ ταῦτα πάλαι <δι>έγνωστο πράττειν, οὕτως ἂν ἐπὶ καιροῦ τὸν κατὰ τῆς πατρίδος ἐξενεγκεῖν πόλεμον, ὅτι φαύλως ἠμφιεσμένον εἶδεν Ἀντώνιον καὶ Κάσσιον ἐπὶ ζεύγους μισθίου πεφευγότας πρὸς αὐτόν, ἀλλὰ ταῦτα πάλαι δεομένῳ προφάσεως σχῆμα καὶ λόγον εὐπρεπῆ τοῦ πολέμου [6.3] παρέσχεν. ἦγε δ' αὐτὸν ἐπὶ πάντας ἀνθρώπους, ἃ καὶ πρότερον Ἀλέξανδρον καὶ πάλαι Κῦρον, ἔρως ἀπαρηγόρητος ἀρχῆς καὶ περιμανὴς ἐπιθυμία τοῦ πρῶτον εἶναι καὶ μέγιστον· ὧν τυχεῖν οὐκ ἦν μὴ Πομπηίου καταλυθέντος. [6.4] ὡς δ' οὖν ἐπελθὼν ἐκράτησε τῆς Ῥώμης καὶ Πομπήιον ἐξήλασε τῆς Ἰταλίας, καὶ πρὸς τὰς ἐν Ἰβηρίᾳ Πομπηίου δυνάμεις ἐπιστρέφειν ἔγνω πρότερον, εἶθ' οὕτως παρασκευασάμενος στόλον ἐπὶ Πομπήιον διαβαίνειν, Λεπίδῳ μὲν στρατηγοῦντι τὴν Ῥώμην, Ἀντωνίῳ δὲ δημαρχοῦντι τὰ στρατεύματα καὶ τὴν Ἰταλίαν [6.5] ἐπέτρεψεν. ὁ δὲ τοῖς μὲν στρατιώταις εὐθὺς προσφιλὴς ἦν, συγγυμναζόμενος καὶ συνδιαιτώμενος τὰ πολλὰ καὶ δωρούμενος ἐκ τῶν παρόντων, τοῖς δ' ἄλλοις ἐπαχθής. [6.6] καὶ γὰρ ἀδικουμένων ὑπὸ ῥᾳθυμίας ὠλιγώρει, καὶ πρὸς ὀργὴν ἠκροᾶτο τῶν ἐντυγχανόντων, καὶ κακῶς ἐπὶ γυναιξὶν [6.7] ἀλλοτρίαις ἤκουε. καὶ ὅλως τὴν Καίσαρος ἀρχήν, πάντα μᾶλλον ἢ τυραννίδα δι' αὐτὸν ἐκεῖνον φανεῖσαν, οἱ φίλοι διέβαλλον, ὧν Ἀντώνιος ἀπ' ἐξουσίας μεγίστης ἁμαρτάνειν μέγιστα δόξας τὴν πλείστην αἰτίαν ἔλαβεν.
[7]
[7.1]Οὐ μὴν ἀλλ' ἐπανελθὼν ὁ Καῖσαρ ἐκ τῆς Ἰβηρίας τὰ μὲν ἐγκλήματα παρεῖδεν αὐτοῦ, πρὸς δὲ τὸν πόλεμον ὡς ἐνεργῷ καὶ ἀνδρείῳ καὶ ἡγεμονικῷ χρώμενος [7.2] οὐδαμῇ διήμαρτεν. αὐτὸς μὲν οὖν μετ' ὀλίγων ἀπὸ Βρεντεσίου διαπεράσας τὸν Ἰόνιον, ἔπεμψεν ὀπίσω τὰ πλοῖα Γαβινίῳ καὶ Ἀντωνίῳ, τὰς δυνάμεις ἐμβιβάζειν καὶ περαιοῦν κατὰ τάχος εἰς Μακεδονίαν ἐπιστείλας. [7.3] Γαβινίου δὲ πρὸς τὸν πλοῦν χαλεπὸν ὄντα χειμῶνος ὥρᾳ καταδειλιάσαντος καὶ πεζῇ μακρὰν ὁδὸν περιάγοντος τὸν στρατόν, Ἀντώνιος ὑπὲρ Καίσαρος ἐν πολλοῖς ἀπειλημμένου πολεμίοις φοβηθείς, Λίβωνα μὲν ἐφορμοῦντα τῷ στόματι τοῦ λιμένος ἀπεκρούσατο, πολλὰ τῶν λεπτῶν ἀκατίων ταῖς τριήρεσιν αὐτοῦ περιστήσας, ἐμβιβάσας δὲ ταῖς ναυσὶν ἱππεῖς ὀκτακοσίους καὶ δισμυρίους [7.4] ὁπλίτας ἀνήχθη. καὶ γενόμενος καταφανὴς τοῖς πολεμίοις καὶ διωκόμενος, τὸν μὲν ἐκ τούτων κίνδυνον διέφυγε, λαμπροῦ νότου κῦμα μέγα καὶ κοίλην θάλατταν ταῖς τριήρεσιν αὐτῶν περιστήσαντος, ἐκφερόμενος δὲ ταῖς ναυσὶ πρὸς κρημνοὺς καὶ φάραγγας ἀγχιβαθεῖς, οὐδεμίαν [7.5] ἐλπίδα σωτηρίας εἶχεν. ἄφνω δὲ τοῦ κόλπου πολὺν ἐκπνεύσαντος λίβα, καὶ τοῦ κλύδωνος ἀπὸ τῆς γῆς εἰς τὸ πέλαγος διαχεομένου, μεταβαλόμενος ἀπὸ τῆς γῆς καὶ πλέων σοβαρῶς ὁρᾷ ναυαγίων περίπλεων τὸν αἰγιαλόν. [7.6] ἐνταῦθα γὰρ ἐξέβαλε τὸ πνεῦμα τὰς διωκούσας αὐτὸν τριήρεις, καὶ διεφθάρησαν οὐκ ὀλίγαι· καὶ σωμάτων πολλῶν καὶ χρημάτων ἐκράτησεν Ἀντώνιος, καὶ Λίσσον εἷλε, καὶ μέγα Καίσαρι παρέσχε θάρσος, ἐν καιρῷ μετὰ τηλικαύτης ἀφικόμενος δυνάμεως.
[8]
[8.1] Πολλῶν δὲ γινομένων καὶ συνεχῶν ἀγώνων, ἐν πᾶσι μὲν ἦν διαπρεπής, δὶς δὲ φεύγοντας προτροπάδην τοὺς Καίσαρος ἀπαντήσας ἀνέστρεψε, καὶ στῆναι καὶ συμβαλεῖν [8.2] αὖθις τοῖς διώκουσιν ἀναγκάσας ἐνίκησεν. ἦν οὖν αὐτοῦ μετὰ Καίσαρα πλεῖστος ἐν τῷ στρατοπέδῳ λόγος. ἐδήλωσε [8.3] δὲ Καῖσαρ ἣν ἔχοι περὶ αὐτοῦ δόξαν. ἐπεὶ γὰρ ἔμελλε τὴν τελευταίαν καὶ τὰ ὅλα κρίνασαν ἐν Φαρσάλῳ μάχην μάχεσθαι, τὸ μὲν δεξιὸν αὐτὸς εἶχε κέρας, τοῦ δ' εὐωνύμου τὴν ἡγεμονίαν Ἀντωνίῳ παρέδωκεν ὡς πολεμικωτάτῳ τῶν ὑφ' ἑαυτῷ.
[8.4] Μετὰ δὲ τὴν νίκην δικτάτωρ ἀναγορευθείς, αὐτὸς μὲν ἐδίωκε Πομπήιον, Ἀντώνιον δ' ἵππαρχον ἑλόμενος εἰς [8.5] Ῥώμην ἔπεμψεν. ἔστι δ' ἡ ἀρχὴ δευτέρα τοῦ δικτάτορος παρόντος· ἂν δὲ μὴ παρῇ, πρώτη καὶ μόνη σχεδόν· ἡ γὰρ δημαρχία διαμένει, τὰς δ' ἄλλας καταλύουσι πάσας δικτάτορος αἱρεθέντος.
[9]
[9.1] Οὐ μὴν ἀλλὰ τότε δημαρχῶν Δολοβέλλας, νέος ἀνὴρ καὶ νέων πραγμάτων ὀρεγόμενος, εἰσηγεῖτο χρεῶν ἀποκοπάς, καὶ τὸν Ἀντώνιον αὐτῷ τε φίλον ὄντα καὶ βουλόμενον ἀεὶ τοῖς πολλοῖς ἀρέσκειν ἔπειθε συμπράττειν [9.2] καὶ κοινωνεῖν τοῦ πολιτεύματος. Ἀσινίου δὲ καὶ Τρεβελλίου τἀναντία παρακαλούντων, ὑπόνοια δεινὴ κατὰ τύχην τῷ Ἀντωνίῳ προσέπεσεν ὡς ἀδικουμένῳ περὶ τὸν γάμον ὑπὸ [9.3] τοῦ Δολοβέλλα. καὶ τὸ πρᾶγμα βαρέως ἐνεγκών, τήν τε γυναῖκα τῆς οἰκίας ἐξήλασεν ἀνεψιὰν οὖσαν αὐτοῦ -- θυγάτηρ γὰρ ἦν Γαΐου Ἀντωνίου τοῦ Κικέρωνι συνυπατεύσαντος -- καὶ τοὺς περὶ Ἀσίνιον δεξάμενος ἐπολέμει τῷ [9.4] Δολοβέλλᾳ. κατέλαβε γὰρ τὴν ἀγορὰν ἐκεῖνος ὡς βίᾳ κυρώσων τὸν νόμον. Ἀντώνιος δέ, καὶ τῆς βουλῆς ψηφισαμένης ὅπλων δεῖν ἐπὶ τὸν Δολοβέλλαν, ἐπελθὼν καὶ μάχην συνάψας ἀπέκτεινέ τέ τινας τῶν ἐκείνου καὶ τῶν ἰδίων [9.5] ἀπέβαλε. τοῖς μὲν οὖν πολλοῖς ἐκ τούτων ἀπηχθάνετο, τοῖς δὲ χρηστοῖς καὶ σώφροσι διὰ τὸν ἄλλον βίον οὐκ ἦν ἀρεστός, ὡς Κικέρων φησίν, ἀλλ' ἐμισεῖτο, βδελυττομένων αὐτοῦ μέθας ἀώρους καὶ δαπάνας ἐπαχθεῖς καὶ κυλινδήσεις ἐν γυναίοις, καὶ μεθ' ἡμέραν μὲν ὕπνους καὶ περιπάτους ἀλύοντος καὶ κραιπαλῶντος, νύκτωρ δὲ κώμους καὶ θέατρα καὶ διατριβὰς ἐν γάμοις μίμων καὶ [9.6] γελωτοποιῶν. λέγεται γοῦν, ὡς Ἱππίου ποτὲ τοῦ μίμου γάμους ἑστιαθεὶς καὶ πιὼν διὰ νυκτός, εἶτα πρῲ τοῦ δήμου καλοῦντος εἰς ἀγορὰν προελθὼν ἔτι τροφῆς μεστὸς [9.7] ἐμέσειε, τῶν φίλων τινὸς ὑποσχόντος τὸ ἱμάτιον. ἦν δὲ καὶ Σέργιος ὁ μῖμος τῶν μέγιστον παρ' αὐτῷ δυναμένων, καὶ Κυθηρὶς ἀπὸ τῆς αὐτῆς παλαίστρας γύναιον ἀγαπώμενον, ὃ δὴ καὶ τὰς πόλεις ἐπιὼν ἐν φορείῳ περιήγετο, καὶ τὸ φορεῖον οὐκ ἐλάττους ἢ τὸ τῆς μητρὸς αὐτοῦ [9.8] περιέποντες ἠκολούθουν. ἐλύπουν δὲ καὶ χρυσῶν ἐκπωμάτων ὥσπερ ἐν πομπαῖς ταῖς ἀποδημίαις διαφερομένων ὄψεις, καὶ στάσεις ἐνόδιοι σκηνῶν καὶ πρὸς ἄλσεσι καὶ ποταμοῖς ἀρίστων πολυτελῶν διαθέσεις, καὶ λέοντες ἅρμασιν ὑπεζευγμένοι, καὶ σωφρόνων ἀνδρῶν καὶ γυναικῶν οἰκίαι χαμαιτύπαις καὶ σαμβυκιστρίαις [9.9] ἐπισταθμευόμεναι. δεινὸν γὰρ ἐποιοῦντο Καίσαρα μὲν αὐτὸν ἔξω τῆς Ἰταλίας θυραυλεῖν, τὰ περιόντα τοῦ πολέμου μεγάλοις πόνοις καὶ κινδύνοις ἀνακαθαιρόμενον, ἑτέρους δὲ δι' ἐκεῖνον τρυφᾶν τοῖς πολίταις ἐνυβρίζοντας.
[10]
[10.1] Ταῦτα καὶ τὴν στάσιν αὐξῆσαι δοκεῖ καὶ τὸ [10.2] στρατιωτικὸν εἰς ὕβρεις δεινὰς καὶ πλεονεξίας ἀνεῖναι. διὸ καὶ Καῖσαρ ἐπανελθὼν Δολοβέλλᾳ τε συγγνώμην ἔδωκε, καὶ τὸ τρίτον αἱρεθεὶς ὕπατος οὐκ Ἀντώνιον, ἀλλὰ Λέπιδον [10.3] εἵλετο συνάρχοντα. τὴν δὲ Πομπηίου πωλουμένην οἰκίαν ὠνήσατο μὲν Ἀντώνιος, ἀπαιτούμενος δὲ τὴν τιμὴν ἠγανάκτει· καί φησιν αὐτὸς διὰ τοῦτο μὴ μετασχεῖν Καίσαρι τῆς εἰς Λιβύην στρατείας, ἐπὶ τοῖς προτέροις κατορθώμασιν οὐ τυχὼν ἀμοιβῆς. [10.4] Ἔοικε μέντοι τὸ πολὺ τῆς ἀβελτερίας αὐτοῦ καὶ ἀσωτίας ἀφελεῖν ὁ Καῖσαρ, οὐκ ἀναισθήτως τὰ πλημμελήματα [10.5] δεξάμενος. ἀπαλλαγεὶς γὰρ ἐκείνου τοῦ βίου γάμῳ προσέσχε, Φουλβίαν ἀγαγόμενος τὴν Κλωδίῳ τῷ δημαγωγῷ συνοικήσασαν, οὐ ταλασίαν οὐδ' οἰκουρίαν φρονοῦν γύναιον οὐδ' ἀνδρὸς ἰδιώτου κρατεῖν ἀξιοῦν, ἀλλ' ἄρχοντος ἄρχειν καὶ στρατηγοῦντος στρατηγεῖν βουλόμενον, [10.6] ὥστε Κλεοπάτραν διδασκάλια Φουλβίᾳ τῆς Ἀντωνίου γυναικοκρασίας ὀφείλειν, πάνυ χειροήθη καὶ πεπαιδαγωγημένον ἀπ' ἀρχῆς ἀκροᾶσθαι γυναικῶν παραλαβοῦσαν [10.7] αὐτόν. οὐ μὴν ἀλλὰ κἀκείνην ἐπειρᾶτο προσπαίζων καὶ μειρακιευόμενος ἱλαρωτέραν ποιεῖν ὁ Ἀντώνιος· οἷον ὅτε Καίσαρι πολλῶν ἀπαντώντων μετὰ τὴν ἐν Ἰβηρίᾳ νίκην, καὶ αὐτὸς ἐξῆλθεν· εἶτ' ἄφνω φήμης εἰς τὴν Ἰταλίαν ἐμπεσούσης, ὡς ἐπίασιν οἱ πολέμιοι Καίσαρος [10.8] τεθνηκότος, ἀνέστρεψεν εἰς Ῥώμην. λαβὼν δὲ θεράποντος ἐσθῆτα, νύκτωρ ἐπὶ τὴν οἰκίαν ἦλθε, καὶ φήσας ἐπιστολὴν Φουλβίᾳ παρ' Ἀντωνίου κομίζειν, εἰσήχθη [10.9] πρὸς αὐτὴν ἐγκεκαλυμμένος. εἶθ' ἡ μὲν ἐκπαθὴς οὖσα, πρὶν ἢ τὰ γράμματα λαβεῖν ἠρώτησεν εἰ ζῇ Ἀντώνιος· ὁ δὲ τὴν ἐπιστολὴν σιωπῇ προτείνας, ἀρξαμένην λύειν [10.10] καὶ ἀναγινώσκειν περιβαλὼν κατεφίλησε. ταῦτα μὲν οὖν ὀλίγα πολλῶν ὄντων ἕνεκα δείγματος ἐξενηνόχαμεν.
[11]
[11.1]Ἐκ δ' Ἰβηρίας ἐπανιόντι Καίσαρι πάντες μὲν οἱ πρῶτοι πολλῶν ἡμερῶν ὁδὸν ἀπήντων, ἐτιμήθη δ' Ἀν[11.2]τώνιος ἐκπρεπῶς ὑπ' αὐτοῦ. κομιζόμενος γὰρ ἐπὶ ζεύγους διὰ τῆς Ἰταλίας, Ἀντώνιον εἶχε μεθ' ἑαυτοῦ συνοχούμενον, ὄπισθεν δὲ Βροῦτον Ἀλβῖνον καὶ τὸν τῆς ἀδελφῆς υἱὸν Ὀκταουϊανόν, ὃς μετὰ ταῦτα Καῖσαρ ὠνομάσθη καὶ [11.3] Ῥωμαίων ἦρξε πλεῖστον χρόνον. ἐπεὶ δὲ τὸ πέμπτον ἀπεδείχθη Καῖσαρ ὕπατος, προσείλετο μὲν εὐθὺς συνάρχοντα τὸν Ἀντώνιον, ἐβούλετο δὲ τὴν ἀρχὴν ἀπειπάμενος Δολοβέλλᾳ παρεγγυῆσαι· καὶ τοῦτο πρὸς τὴν σύγκλητον [11.4] ἐξήνεγκεν. Ἀντωνίου δὲ τραχέως ἀντιπεσόντος καὶ πολλὰ μὲν εἰπόντος κακὰ Δολοβέλλαν, οὐκ ἐλάττονα δ' ἀκούσαντος, τότε μὲν αἰσχυνθεὶς τὴν ἀκοσμίαν ὁ Καῖσαρ [11.5] ἀπηλλάγη. μετὰ δὲ ταῦτα προελθὼν ἀναγορεῦσαι τὸν Δολοβέλλαν, Ἀντωνίου δὲ τοὺς οἰωνοὺς ἐναντιοῦσθαι βοῶντος, εἶξε καὶ προήκατο Δολοβέλλαν ἀχθόμενον. [11.6] ἐδόκει δὲ κἀκεῖνον οὐδὲν ἧττον τοῦ Ἀντωνίου βδελύττεσθαι· λέγεται γὰρ ὡς, ἀμφοτέρους τινὸς ὁμοῦ διαβάλλοντος πρὸς αὐτόν, εἴποι μὴ δεδιέναι τοὺς παχεῖς τούτους καὶ κομήτας, ἀλλὰ τοὺς ὠχροὺς καὶ λεπτοὺς ἐκείνους, Βροῦτον <λέγων> καὶ Κάσσιον, ὑφ' ὧν ἔμελλεν ἐπιβουλευθεὶς ἀναιρεῖσθαι.
[12]
[12.1] Κἀκείνοις δὲ τὴν εὐπρεπεστάτην πρόφασιν ἄκων παρέσχεν Ἀντώνιος. ἦν μὲν γὰρ ἡ τῶν Λυκαίων ἑορτὴ Ῥωμαίοις ἣν Λουπερκάλια καλοῦσι, Καῖσαρ δὲ κεκοσμημένος ἐσθῆτι θριαμβικῇ καὶ καθήμενος ὑπὲρ βήματος [12.2] ἐν ἀγορᾷ τοὺς διαθέοντας ἐθεᾶτο· διαθέουσι δὲ τῶν εὐγενῶν νέοι πολλοὶ καὶ τῶν ἀρχόντων ἀληλιμμένοι λίπα, σκύτεσι λασίοις καθικνούμενοι μετὰ παιδιᾶς τῶν [12.3] ἐντυγχανόντων. ἐν τούτοις ὁ Ἀντώνιος διαθέων τὰ μὲν πάτρια χαίρειν εἴασε, διάδημα δὲ δάφνης στεφάνῳ περιελίξας προσέδραμε τῷ βήματι, καὶ συνεξαρθεὶς ὑπὸ τῶν συνθεόντων ἐπέθηκε τῇ κεφαλῇ τοῦ Καίσαρος, ὡς [12.4] δὴ βασιλεύειν αὐτῷ προσῆκον. ἐκείνου δὲ θρυπτομένου καὶ διακλίνοντος, ἡσθεὶς ὁ δῆμος ἀνεκρότησε· καὶ πάλιν [12.5] ὁ Ἀντώνιος ἐπῆγε, καὶ πάλιν ἐκεῖνος ἀπετρίβετο. καὶ πολὺν χρόνον οὕτω διαμαχομένων, Ἀντωνίῳ μὲν ὀλίγοι τῶν φίλων βιαζομένῳ, Καίσαρι δ' ἀρνουμένῳ πᾶς ὁ δῆμος ἐπεκρότει μετὰ βοῆς· ὃ καὶ θαυμαστὸν ἦν, ὅτι τοῖς ἔργοις τὰ τῶν βασιλευομένων ὑπομένοντες, τοὔνομα τοῦ [12.6] βασιλέως ὡς κατάλυσιν τῆς ἐλευθερίας ἔφευγον. ἀνέστη μὲν οὖν ὁ Καῖσαρ ἀχθεσθεὶς ἀπὸ τοῦ βήματος, καὶ τὸ ἱμάτιον ἀπάγων ἀπὸ τοῦ τραχήλου τῷ βουλομένῳ παρέχειν [12.7] τὴν σφαγὴν ἐβόα. τὸν δὲ στέφανον ἑνὶ τῶν ἀνδριάντων αὐτοῦ περιτεθέντα δήμαρχοί τινες κατέσπασαν, οὓς ὁ δῆμος εὐφημῶν μετὰ κρότου παρείπετο, Καῖσαρ δὲ τῆς ἀρχῆς ἀπέστησεν.
[13]
[13.1]Ταῦτα τοὺς περὶ Βροῦτον καὶ Κάσσιον ἐπέρρωσε· καὶ τῶν φίλων τοὺς πιστοὺς καταλέγοντες ἐπὶ τὴν πρᾶξιν, [13.2] ἐσκέπτοντο περὶ Ἀντωνίου. τῶν δ' ἄλλων προσιεμένων τὸν ἄνδρα, Τρεβώνιος ἀντεῖπεν· ἔφη γὰρ ὑφ' ὃν χρόνον ἀπήντων ἐξ Ἰβηρίας ἐπανιόντι Καίσαρι, τοῦ Ἀντωνίου συσκηνοῦντος αὐτῷ καὶ συνοδεύοντος, ἅψασθαι τῆς γνώμης ἀτρέμα πως καὶ μετ' εὐλαβείας, τὸν δὲ νοῆσαι μέν, οὐ δέξασθαι δὲ τὴν πεῖραν, οὐ μὴν οὐδὲ πρὸς Καίσαρα κατειπεῖν, ἀλλὰ πιστῶς κατασιωπῆσαι τὸν λόγον. [13.3] ἐκ τούτου πάλιν ἐβουλεύοντο Καίσαρα κτείναντες ἐπισφάττειν Ἀντώνιον· ἐκώλυσε δὲ Βροῦτος, ἀξιῶν τὴν ὑπὲρ τῶν νόμων καὶ τῶν δικαίων τολμωμένην πρᾶξιν εἰλικρινῆ [13.4] καὶ καθαρὰν ἀδικίας εἶναι. φοβούμενοι δὲ τήν τε ῥώμην τοῦ Ἀντωνίου καὶ τὸ τῆς ἀρχῆς ἀξίωμα, τάττουσιν ἐπ' αὐτὸν ἐνίους τῶν ἐκ τῆς συνωμοσίας, ὅπως ὅταν εἰσίῃ Καῖσαρ εἰς τὴν βουλὴν καὶ μέλλῃ δρᾶσθαι τὸ ἔργον, ἔξω διαλεγόμενοί τι καὶ σπουδάζοντες κατέχωσιν αὐτόν.
[14]
[14.1] Τούτων δὲ πραττομένων ὡς συνετέθη, καὶ πεσόντος ἐν τῇ βουλῇ τοῦ Καίσαρος, εὐθὺς μὲν ὁ Ἀντώνιος ἐσθῆτα [14.2] θεράποντος μεταλαβὼν ἔκρυψεν αὑτόν. ὡς δ' ἔγνω τοὺς ἄνδρας ἐπιχειροῦντας μὲν οὐδενί, συνηθροισμένους δ' εἰς τὸ Καπιτώλιον, ἔπεισε καταβῆναι λαβόντας ὅμηρον παρ' αὐτοῦ τὸν υἱόν· καὶ Κάσσιον μὲν αὐτὸς ἐδείπνισε, Βροῦτον [14.3] δὲ Λέπιδος. συναγαγὼν δὲ βουλήν, αὐτὸς μὲν ὑπὲρ ἀμνηστίας εἶπε καὶ διανομῆς ἐπαρχιῶν τοῖς περὶ Κάσσιον καὶ Βροῦτον, ἡ δὲ σύγκλητος ἐκύρωσε ταῦτα, καὶ τῶν ὑπὸ [14.4] Καίσαρος γεγονότων ἐψηφίσαντο μηδὲν ἀλλάττειν. ἐξῄει δὲ τῆς βουλῆς λαμπρότατος ἀνθρώπων ὁ Ἀντώνιος, ἀνῃρηκέναι δοκῶν ἐμφύλιον πόλεμον καὶ πράγμασι δυσκολίας ἔχουσι καὶ ταραχὰς οὐ τὰς τυχούσας ἐμφρονέστατα [14.5] κεχρῆσθαι καὶ πολιτικώτατα. τούτων μέντοι ταχὺ τῶν λογισμῶν ἐξέσεισεν αὐτὸν ἡ παρὰ τῶν ὄχλων δόξα, πρῶτον ἐλπίσαντα βεβαίως ἔσεσθαι Βρούτου καταλυθέντος. [14.6] ἔτυχε μὲν οὖν ἐκκομιζομένου Καίσαρος ὥσπερ ἔθος ἦν ἐν ἀγορᾷ διεξιὼν ἐγκώμιον· [14.7] ὁρῶν δὲ τὸν δῆμον ὑπερφυῶς ἀγόμενον καὶ κηλούμενον, ἐνέμειξε τοῖς ἐπαίνοις οἶκτον ἅμα καὶ δείνωσιν ἐπὶ τῷ πάθει, καὶ τῷ λόγῳ τελευτῶντι τοὺς χιτωνίσκους τοῦ τεθνηκότος ᾑμαγμένους καὶ διακεκομμένους τοῖς ξίφεσιν ἀνασείων, καὶ τοὺς εἰργασμένους ταῦτα καλῶν παλαμναίους καὶ ἀνδροφόνους, τοσοῦτον ὀργῆς ἐνέβαλε τοῖς ἀνθρώποις, [14.8] ὥστε τὸ μὲν σῶμα τοῦ Καίσαρος ἐν ἀγορᾷ καθαγίσαι συνενεγκαμένους τὰ βάθρα καὶ τὰς τραπέζας, ἁρπάζοντας δὲ τοὺς ἀπὸ τῆς πυρᾶς δαλοὺς ἐπὶ τὰς οἰκίας θεῖν τῶν ἀπεκτονότων καὶ προσμάχεσθαι.
[15]
[15.1] Διὰ ταῦτα τῶν περὶ Βροῦτον ἐκ τῆς πόλεως ἀπελθόντων, οἵ τε φίλοι τοῦ Καίσαρος συνίσταντο πρὸς τὸν Ἀντώνιον, ἥ τε γυνὴ Καλπουρνία πιστεύσασα τῶν χρημάτων τὰ πλεῖστα κατέθετο πρὸς αὐτὸν ἐκ τῆς οἰκίας, [15.2] εἰς λόγον τὰ σύμπαντα τετρακισχιλίων ταλάντων. ἔλαβε δὲ καὶ τὰ βιβλία τοῦ Καίσαρος, ἐν οἷς ὑπομνήματα τῶν [15.3] κεκριμένων καὶ δεδογμένων ἦν ἀναγεγραμμένα· καὶ τούτοις παρεγγράφων οὓς ἐβούλετο, πολλοὺς μὲν ἄρχοντας ἀπεδείκνυε, πολλοὺς δὲ βουλευτάς, ἐνίους δὲ καὶ κατῆγε πεφυγαδευμένους καὶ καθειργμένους ἔλυεν, ὡς δὴ ταῦτα [15.4] τῷ Καίσαρι δόξαντα. διὸ τούτους ἅπαντας ἐπισκώπτοντες οἱ Ῥωμαῖοι Χαρωνίτας ἐκάλουν· ἐλεγχόμενοι γὰρ εἰς τοὺς [15.5] τοῦ νεκροῦ κατέφευγον ὑπομνηματισμούς. καὶ τἆλλα δ' ἔπραττεν αὐτοκρατορικῶς ὁ Ἀντώνιος, αὐτὸς μὲν ὑπατεύων, τοὺς δ' ἀδελφοὺς ἔχων συνάρχοντας, Γάιον μὲν στρατηγόν, Λεύκιον δὲ δήμαρχον.
[16]
[16.1] Ἐνταῦθα δὲ τῶν πραγμάτων ὄντων, ὁ νέος ἀφικνεῖται Καῖσαρ εἰς Ῥώμην, ἀδελφῆς μὲν ὢν τοῦ τεθνηκότος υἱὸς ὡς εἴρηται, κληρονόμος δὲ τῆς οὐσίας ἀπολελειμμένος, ἐν Ἀπολλωνίᾳ δὲ διατρίβων ὑφ' [16.2] ὃν χρόνον ἀνῃρεῖτο Καῖσαρ. οὗτος εὐθὺς Ἀντώνιον ὡς δὴ πατρῷον φίλον ἀσπασάμενος, τῶν παρακαταθηκῶν ἐμέμνητο· καὶ γὰρ ὤφειλε Ῥωμαίων ἑκάστῳ δραχμὰς ἑβδομήκοντα πέντε δοῦναι, Καίσαρος ἐν ταῖς διαθήκαις [16.3] γράψαντος. Ἀντώνιος δὲ τὸ μὲν πρῶτον ὡς μειρακίου καταφρονῶν, ἔλεγεν οὐχ ὑγιαίνειν αὐτόν, ἀλλὰ καὶ φρενῶν ἀγαθῶν καὶ φίλων ἔρημον ὄντα φορτίον ἀβάστακτον [16.4] αἴρεσθαι τὴν Καίσαρος διαδοχήν· μὴ πειθομένου δὲ τούτοις, ἀλλ' ἀπαιτοῦντος τὰ χρήματα, πολλὰ καὶ λέγων [16.5] πρὸς ὕβριν αὐτοῦ καὶ πράττων διετέλει. δημαρχίαν τε γὰρ ἐνέστη μετιόντι, καὶ δίφρον χρυσοῦν τοῦ πατρὸς ὥσπερ ἐψήφιστο τιθέντος, ἠπείλησεν εἰς φυλακὴν ἀπάξειν [16.6] εἰ μὴ παύσαιτο δημαγωγῶν. ἐπεὶ μέντοι Κικέρωνι δοὺς ἑαυτὸν ὁ νεανίας καὶ τοῖς ἄλλοις ὅσοι τὸν Ἀντώνιον ἐμίσουν, δι' ἐκείνων μὲν ᾠκειοῦτο τὴν βουλήν, αὐτὸς δὲ τὸν δῆμον ἀνελάμβανε καὶ τοὺς στρατιώτας ἀπὸ τῶν κατοικιῶν συνῆγε, δείσας ὁ Ἀντώνιος εἰς λόγους αὐτῷ [16.7] συνῆλθεν ἐν Καπιτωλίῳ, καὶ διηλλάγησαν. εἶτα κοιμώμενος ἐκείνης τῆς νυκτὸς ὄψιν εἶδεν ἄτοπον ὁ Ἀντώνιος· ἐδόκει γὰρ αὑτοῦ τὴν δεξιὰν χεῖρα βεβλῆσθαι κεραυνῷ. καὶ μεθ' ἡμέρας ὀλίγας ἐνέπεσε λόγος ὡς ἐπιβουλεύοι Καῖσαρ αὐτῷ. [16.8] Καῖσαρ δ' ἀπελογεῖτο μέν, οὐκ ἔπειθε δέ· καὶ πάλιν ἦν ἐνεργὸς ἡ ἔχθρα, καὶ περιθέοντες ἀμφότεροι τὴν Ἰταλίαν, τὸ μὲν ἱδρυμένον ἐν ταῖς κατοικίαις ἤδη τοῦ στρατιωτικοῦ μεγάλοις ἀνίστασαν μισθοῖς, τὸ δ' ἐν ὅπλοις ἔτι τεταγμένον ὑποφθάνοντες ἀλλήλους προσήγοντο.
[17]
[17.1]Τῶν δ' ἐν τῇ πόλει Κικέρων μέγιστον δυνάμενος καὶ παροξύνων ἐπὶ τὸν Ἀντώνιον ἅπαντας ἀνθρώπους, τέλος ἔπεισε τὴν βουλὴν ἐκεῖνον μὲν πολέμιον ψηφίσασθαι, Καίσαρι δὲ ῥαβδουχίαν πέμψαι καὶ στρατηγικὰ κόσμια, Πάνσαν δὲ καὶ Ἵρτιον ἀποστέλλειν ἐξελῶντας Ἀντώνιον [17.2] ἐκ τῆς Ἰταλίας. οὗτοι δ' ἦσαν ὕπατοι τότε· καὶ συμβαλόντες Ἀντωνίῳ περὶ πόλιν Μυτίνην, Καίσαρος παρόντος καὶ συμμαχομένου, τοὺς μὲν πολεμίους ἐνίκων, αὐτοὶ δ' ἀπέθανον. [17.3] Φεύγοντι δ' Ἀντωνίῳ πολλὰ συνέπιπτε τῶν ἀπόρων, [17.4] ὁ δὲ λιμὸς ἀπορώτατον. ἀλλὰ φύσει παρὰ τὰς κακοπραγίας ἐγίνετο βέλτιστος ἑαυτοῦ, καὶ δυστυχῶν ὁμοιότατος ἦν ἀγαθῷ, κοινοῦ μὲν ὄντος τοῦ αἰσθάνεσθαι τῆς ἀρετῆς τοῖς δι' ἀπορίαν τινὰ σφαλλομένοις, οὐ μὴν ἁπάντων ἃ ζηλοῦσι μιμεῖσθαι καὶ φεύγειν ἃ δυσχεραίνουσιν ἐρρωμένων ἐν ταῖς μεταβολαῖς, ἀλλὰ καὶ μᾶλλον ἐνίων τοῖς ἔθεσιν ἐνδιδόντων ὑπ' ἀσθενείας καὶ θραυομένων τὸν [17.5] λογισμόν. ὁ δ' οὖν Ἀντώνιος τότε θαυμαστὸν ἦν παράδειγμα τοῖς στρατιώταις, ἀπὸ τρυφῆς τοσαύτης καὶ πολυτελείας ὕδωρ τε πίνων διεφθαρμένον εὐκόλως καὶ [17.6] καρποὺς ἀγρίους καὶ ῥίζας προσφερόμενος. ἐβρώθη δὲ καὶ φλοιὸς ὡς λέγεται, καὶ ζῴων ἀγεύστων πρότερον ἥψαντο τὰς Ἄλπεις ὑπερβάλλοντες.
[18]
[18.1]Ἦν δ' ὁρμὴ τοῖς ἐπέκεινα στρατεύμασιν ἐντυχεῖν, ὧν Λέπιδος ἦρχε, φίλος εἶναι δοκῶν Ἀντωνίου καὶ πολλὰ [18.2] τῆς Καίσαρος φιλίας ἀπολελαυκέναι δι' αὐτόν. ἐλθὼν δὲ καὶ παραστρατοπεδεύσας πλησίον, ὡς οὐθὲν ἀπήντα φιλάνθρωπον, ἔγνω παραβαλέσθαι. καὶ κόμη μὲν ἀτημελὴς καὶ βαθὺς πώγων μετὰ τὴν ἧτταν εὐθὺς ἦν αὐτῷ καθειμένος, λαβὼν δὲ φαιὸν ἱμάτιον ἐγγὺς προσῆγε τῷ χάρακι [18.3] τοῦ Λεπίδου καὶ λέγειν ἤρξατο. πολλῶν δὲ καὶ πρὸς τὴν ὄψιν ἐπικλωμένων καὶ τοῖς λόγοις ἀγομένων, δείσας ὁ Λέπιδος τὰς σάλπιγγας ἐκέλευσε συνηχούσας ἀφελέσθαι [18.4] τὸ κατακούεσθαι τὸν Ἀντώνιον. οἱ δὲ στρατιῶται μᾶλλον ᾤκτιραν καὶ διελέγοντο κρύφα, Λαίλιον καὶ Κλώδιον ἀποστείλαντες πρὸς αὐτὸν ἐσθῆτας λαβόντας ἑταιρευομένων γυναικῶν, οἳ τὸν Ἀντώνιον ἐκέλευον ἐπιχειρεῖν θαρροῦντα τῷ χάρακι· πολλοὺς γὰρ εἶναι <τοὺς> [18.5] δεξομένους καὶ τὸν Λέπιδον εἰ βούλοιτο κτενοῦντας. Ἀντώνιος δὲ Λεπίδου μὲν οὐκ εἴασεν ἅψασθαι, μεθ' ἡμέραν δὲ τὸν στρατὸν ἔχων ἀπεπειρᾶτο τοῦ ποταμοῦ. καὶ πρῶτος αὐτὸς ἐμβὰς ἐπορεύετο πρὸς τὴν ἀντιπέρας ὄχθην, ὁρῶν ἤδη πολλοὺς τῶν Λεπίδου στρατιωτῶν τάς τε χεῖρας ὀρέγοντας [18.6] αὐτῷ καὶ τὸν χάρακα διασπῶντας. εἰσελθὼν δὲ καὶ κρατήσας ἁπάντων, ἡμερώτατα Λεπίδῳ προσηνέχθη· πατέρα γὰρ προσηγόρευσεν αὐτὸν ἀσπασάμενος, καὶ τῷ μὲν ἔργῳ πάντων αὐτὸς ἦν κύριος, ἐκείνῳ δ' ὄνομα καὶ [18.7] τιμὴν αὐτοκράτορος διετέλει φυλάττων. τοῦτο καὶ Πλάγκον αὐτῷ Μουνάτιον ἐποίησε προσθέσθαι, [18.8] καθήμενον οὐ πρόσω μετὰ συχνῆς δυνάμεως. οὕτω δὲ μέγας ἀρθείς, αὖθις ὑπερέβαλε τὰς Ἄλπεις, εἰς τὴν Ἰταλίαν ἄγων ἑπτακαίδεκα τέλη πεζῶν σὺν αὑτῷ καὶ μυρίους ἱππεῖς· χωρὶς δὲ φρουρὰν Γαλατίας ἓξ τάγματα λελοίπει μετὰ Οὐαρίου τινὸς τῶν συνήθων καὶ συμποτῶν, ὃν Κοτύλωνα προσηγόρευον.
[19]
[19.1]Καῖσαρ δὲ Κικέρωνι μὲν οὐκέτι προσεῖχε, τῆς ἐλευθερίας ὁρῶν περιεχόμενον, Ἀντώνιον δὲ προὐκαλεῖτο διὰ τῶν φίλων εἰς διαλύσεις. καὶ συνελθόντες οἱ τρεῖς εἰς νησῖδα ποταμῷ περιρρεομένην, ἐπὶ τρεῖς ἡμέρας [19.2] συνήδρευσαν. καὶ τἆλλα μὲν ἐπιεικῶς ὡμολογεῖτο, καὶ διενείμαντο τὴν σύμπασαν ἀρχὴν ὥσπερ οὐσίαν πατρῴαν ἐν ἀλλήλοις, ἡ δὲ περὶ τῶν ἀπολουμένων ἀνδρῶν ἀμφισβήτησις αὐτοῖς πλεῖστα πράγματα παρέσχε, τοὺς μὲν ἐχθροὺς ἀνελεῖν ἑκάστου, σῶσαι δὲ τοὺς προσήκοντας [19.3] ἀξιοῦντος. τέλος δὲ τῇ πρὸς τοὺς μισουμένους ὀργῇ καὶ συγγενῶν τιμὴν καὶ φίλων εὔνοιαν προέμενοι, Κικέρωνος μὲν Ἀντωνίῳ Καῖσαρ ἐξέστη, τούτῳ δ' Ἀντώνιος Λευκίου Καίσαρος, ὃς ἦν θεῖος αὐτῷ πρὸς μητρός· ἐδόθη δὲ καὶ Λεπίδῳ Παῦλον ἀνελεῖν τὸν ἀδελφόν· οἱ δέ φασιν ἐκστῆναι τοῦ Παύλου τὸν Λέπιδον ἐκείνοις, [19.4] ἀποθανεῖν αὐτὸν αἰτησαμένοις. οὐδὲν ὠμότερον οὐδ' ἀγριώτερον τῆς διαμείψεως ταύτης δοκῶ γενέσθαι· φόνων γὰρ ἀντικαταλλασσόμενοι φόνους, ὁμοίως μὲν οἷς ἐλάμβανον ἀνῄρουν οὓς ἐδίδοσαν, ἀδικώτεροι δὲ περὶ τοὺς φίλους ἦσαν οὓς ἀπεκτίννυσαν μηδὲ μισοῦντες.
[20]
[20.1]Ἐπὶ δ' οὖν ταῖς διαλλαγαῖς ταύταις οἱ στρατιῶται περιστάντες ἠξίουν καὶ γάμῳ τινὶ τὴν φιλίαν συνάψαι Καίσαρα, λαβόντα τὴν Φουλβίας τῆς Ἀντωνίου γυναικὸς [20.2] θυγατέρα Κλωδίαν. ὁμολογηθέντος δὲ καὶ τούτου, τριακόσιοι μὲν ἐκ προγραφῆς ἐθανατώθησαν ὑπ' αὐτῶν. [20.3] Κικέρωνος δὲ σφαγέντος ἐκέλευσεν Ἀντώνιος τήν τε κεφαλὴν ἀποκοπῆναι καὶ τὴν χεῖρα τὴν δεξιάν, ᾗ τοὺς [20.4] κατ' αὐτοῦ λόγους ἔγραψε. καὶ κομισθέντων ἐθεᾶτο γεγηθὼς καὶ ἀνακαγχάζων ὑπὸ χαρᾶς πολλάκις· εἶτ' ἐμπλησθεὶς ἐκέλευσεν ὑπὲρ τοῦ βήματος ἐν ἀγορᾷ τεθῆναι, καθάπερ εἰς τὸν νεκρὸν ὑβρίζων, οὐχ αὑτὸν ἐνυβρίζοντα τῇ τύχῃ καὶ καταισχύνοντα τὴν ἐξουσίαν [20.5] ἐπιδεικνύμενος. ὁ δὲ θεῖος αὐτοῦ Καῖσαρ ζητούμενος καὶ διωκόμενος κατέφυγε πρὸς τὴν ἀδελφήν. ἡ δέ, τῶν σφαγέων ἐπιστάντων καὶ βιαζομένων εἰς τὸ δωμάτιον αὐτῆς, ἐν ταῖς θύραις στᾶσα καὶ διασχοῦσα τὰς χεῖρας ἐβόα πολλάκις· "οὐκ ἀποκτενεῖτε Καίσαρα Λεύκιον, ἐὰν μὴ πρότερον ἐμὲ ἀποκτείνητε τὴν τὸν αὐτοκράτορα [20.6] τεκοῦσαν." ἐκείνη μὲν οὖν τοιαύτη γενομένη διέκλεψε καὶ διέσωσε τὸν ἀδελφόν.
[21]
[21.1] Ἦν δὲ καὶ τὰ πολλὰ Ῥωμαίοις ἐπαχθὴς ἡ τῶν τριῶν ἀρχή, καὶ τὸ πλεῖστον ὁ Ἀντώνιος τῆς αἰτίας εἶχε, πρεσβύτερος μὲν ὢν Καίσαρος, Λεπίδου δὲ δυνατώτερος, εἰς δὲ τὸν βίον ἐκεῖνον αὖθις τὸν ἡδυπαθῆ καὶ ἀκόλαστον, ὡς πρῶτον ἀνεχαίτισε τῶν πραγμάτων, [21.2] ἐκκεχυμένος. προσῆν δὲ τῇ κοινῇ κακοδοξίᾳ τὸ διὰ τὴν οἰκίαν οὐ μικρὸν μῖσος ἣν ᾤκει, Πομπηίου τοῦ Μεγάλου γενομένην, ἀνδρὸς οὐχ ἧττον ἐπὶ σωφροσύνῃ καὶ τῷ τεταγμένως καὶ δημοτικῶς διαιτᾶσθαι θαυμασθέντος [21.3] ἢ διὰ τοὺς τρεῖς θριάμβους. ἤχθοντο γὰρ ὁρῶντες αὐτὴν τὰ πολλὰ κεκλεισμένην μὲν ἡγεμόσι καὶ στρατηγοῖς καὶ πρέσβεσιν, ὠθουμένοις πρὸς ὕβριν ἀπὸ τῶν θυρῶν, μεστὴν δὲ μίμων καὶ θαυματοποιῶν καὶ κολάκων κραιπαλώντων, εἰς οὓς τὰ πλεῖστα κατανηλίσκετο τῶν χρημάτων, τῷ βιαιοτάτῳ καὶ χαλεπωτάτῳ τρόπῳ [21.4] ποριζομένων. οὐ γὰρ μόνον ἐπώλουν οὐσίας τῶν φονευομένων, ἐπισυκοφαντοῦντες οἰκείους καὶ γυναῖκας αὐτῶν, οὐδὲ τελῶν πᾶν ἐκίνησαν γένος, ἀλλὰ καὶ παρὰ ταῖς Ἑστιάσι πυθόμενοι παρθένοις παρακαταθήκας τινὰς κεῖσθαι καὶ ξένων καὶ πολιτῶν, ἔλαβον ἐπελθόντες. [21.5] ὡς δ' οὐδὲν ἦν ἱκανὸν Ἀντωνίῳ, Καῖσαρ ἠξίωσε νείμασθαι τὰ χρήματα πρὸς αὐτόν. ἐνείμαντο δὲ καὶ τὸν στρατόν, ἐπὶ Βροῦτον καὶ Κάσσιον εἰς Μακεδονίαν στρατεύοντες ἀμφότεροι, Λεπίδῳ δὲ τὴν Ῥώμην ἐπέτρεψαν.
[22]
[22.1] Ὡς μέντοι διαβάντες ἥψαντο πολέμου καὶ παρεστρατοπέδευσαν τοῖς πολεμίοις, Ἀντωνίου μὲν ἀντιτεταγμένου Κασσίῳ, Βρούτῳ δὲ Καίσαρος, οὐθὲν ἔργον ἐφάνη μέγα τοῦ Καίσαρος, ἀλλ' Ἀντώνιος ἦν ὁ νικῶν [22.2] πάντα καὶ κατορθῶν. τῇ μέν γε προτέρᾳ μάχῃ Καῖσαρ ὑπὸ Βρούτου κατὰ κράτος ἡττηθείς, ἀπέβαλε τὸ στρατόπεδον καὶ μικρὸν ἔφθη τοὺς διώκοντας ὑπεκφυγών· ὡς δ' αὐτὸς ἐν τοῖς ὑπομνήμασι γέγραφε, τῶν φίλων τινὸς ὄναρ ἰδόντος ἀνεχώρησε πρὸ τῆς μάχης. [22.3] Ἀντώνιος δὲ Κάσσιον ἐνίκησε· καίτοι γεγράφασιν ἔνιοι μὴ παραγενέσθαι τῇ μάχῃ τὸν Ἀντώνιον, ἀλλὰ προσγενέσθαι [22.4] μετὰ τὴν μάχην ἤδη διώκουσι. Κάσσιον δὲ Πίνδαρος τῶν πιστῶν τις ἀπελευθέρων αὐτοῦ δεομένου καὶ κελεύοντος ἔσφαξεν· οὐ γὰρ ἔγνω νενικηκότα Βροῦτον. [22.5] ὀλίγων δ' ἡμερῶν διαγενομένων πάλιν ἐμαχέσαντο· καὶ Βροῦτος μὲν ἡττηθεὶς ἑαυτὸν ἀνεῖλεν, Ἀντώνιος δὲ τῆς νίκης ἠνέγκατο τῇ δόξῃ τὸ πλεῖστον, ἅτε δὴ καὶ [22.6] νοσοῦντος τοῦ Καίσαρος. ἐπιστὰς δὲ τῷ Βρούτου νεκρῷ, μικρὰ μὲν ὠνείδισεν ὑπὲρ τῆς Γαΐου τοῦ ἀδελφοῦ τελευτῆς -- ἀνῃρήκει γὰρ ἐκεῖνον ὁ Βροῦτος ἐν Μακεδονίᾳ Κικέρωνι τιμωρῶν -- , φήσας δὲ μᾶλλον Ὁρτήσιον ἢ Βροῦτον αἰτιᾶσθαι τῆς τοῦ ἀδελφοῦ σφαγῆς, Ὁρτήσιον [22.7] μὲν ἐκέλευσεν ἐπισφάξαι τῷ μνήματι, Βρούτῳ δὲ τὴν αὑτοῦ φοινικίδα πολλῶν χρημάτων ἀξίαν οὖσαν ἐπέρριψε, καὶ τῶν ἀπελευθέρων τινὶ τῶν ἑαυτοῦ προσέταξε τῆς [22.8] ταφῆς ἐπιμεληθῆναι. τοῦτον ὕστερον γνοὺς οὐ συγκατακαύσαντα τὴν φοινικίδα τῷ νεκρῷ καὶ πολλὰ τῆς εἰς τὴν ταφὴν δαπάνης ὑφῃρημένον ἀπέκτεινεν.
[23]
[23.1]Ἐκ τούτου Καῖσαρ μὲν εἰς Ῥώμην ἐκομίζετο, δοκῶν οὐ περιέσεσθαι πολὺν χρόνον ἐκ τῆς ἀρρωστίας, Ἀντώνιος δὲ τὰς πρὸς ἕω πάσας ἐπαρχίας ἀργυρολογήσων διέβαινεν εἰς τὴν Ἑλλάδα, πολλὴν στρατιὰν ἄγων· ὑπεσχημένοι γὰρ ἑκάστῳ στρατιώτῃ δραχμὰς πεντακισχιλίας, ἐδέοντο συντονωτέρου χρηματισμοῦ καὶ δασμολογίας. [23.2] τοῖς μὲν οὖν Ἕλλησιν οὐκ ἄτοπος οὐδὲ φορτικὸς συνηνέχθη τό γε πρῶτον, ἀλλὰ καὶ τὸ παῖζον αὑτοῦ πρὸς ἀκροάσεις φιλολόγων καὶ θέας ἀγώνων καὶ μυήσεις ἔτρεπε, καὶ περὶ τὰς κρίσεις ἦν ἐπιεικής, καὶ φιλέλλην ἀκούων ἔχαιρεν, ἔτι δὲ μᾶλλον φιλαθήναιος [23.3] προσαγορευόμενος, καὶ τῇ πόλει πλείστας δωρεὰς ἔδωκε. βουλομένων δέ τι καὶ Μεγαρέων καλὸν ἀντεπιδείξασθαι ταῖς Ἀθήναις καὶ τὸ βουλευτήριον ἰδεῖν αὐτὸν ἀξιωσάντων, ἀναβὰς καὶ θεασάμενος, ὡς ἐπυνθάνοντο τί [23.4] δοκοίη, "μικρὸν μέν" ἔφη "σαπρὸν δέ." [πρὸς δὲ] καὶ τὸν τοῦ Πυθίου νεὼν κατεμέτρησεν ὡς συντελέσων· τοῦτο γὰρ ὑπέσχετο πρὸς τὴν σύγκλητον.
[24]
[24.1]Ἐπεὶ δὲ Λεύκιον Κηνσωρῖνον ἐπὶ τῆς Ἑλλάδος καταλιπὼν εἰς Ἀσίαν διέβη καὶ τῶν ἐκεῖ πλούτων ἥψατο, καὶ βασιλεῖς ἐπὶ θύρας ἐφοίτων, καὶ βασιλέων γυναῖκες ἁμιλλώμεναι δωρεαῖς πρὸς ἀλλήλας καὶ κάλλεσιν ἐφθείροντο πρὸς αὐτόν, ἐν Ῥώμῃ δὲ Καίσαρος στάσεσι [24.2] καὶ πολέμοις ἀποτρυχομένου, πολλὴν αὐτὸς ἄγων σχολὴν καὶ εἰρήνην ἀνεκυκλεῖτο τοῖς πάθεσιν εἰς τὸν συνήθη βίον, Ἀναξήνορες δὲ κιθαρῳδοὶ καὶ Ξοῦθοι χοραῦλαι καὶ Μητρόδωρός τις ὀρχηστὴς καὶ τοιοῦτος ἄλλος Ἀσιανῶν ἀκροαμάτων θίασος, ὑπερβαλλομένων λαμυρίᾳ καὶ βωμολοχίᾳ τὰς ἀπὸ τῆς Ἰταλίας κῆρας, εἰσερρύη καὶ διῴκει τὴν αὐλήν, οὐδὲν ἦν ἀνεκτόν, εἰς ταῦτα φορουμένων [24.3] ἁπάντων. ἡ γὰρ Ἀσία πᾶσα, καθάπερ ἡ Σοφόκλειος ἐκείνη πόλις, ὁμοῦ μὲν θυμιαμάτων ἔγεμεν,
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων·
[24.4] εἰς γοῦν Ἔφεσον εἰσιόντος αὐτοῦ, γυναῖκες μὲν εἰς Βάκχας, ἄνδρες δὲ καὶ παῖδες εἰς Σατύρους καὶ Πᾶνας ἡγοῦντο διεσκευασμένοι, κιττοῦ δὲ καὶ θύρσων καὶ ψαλτηρίων καὶ συρίγγων καὶ αὐλῶν ἡ πόλις ἦν πλέα, Διόνυσον αὐτὸν ἀνακαλουμένων Χαριδότην καὶ Μειλίχιον. [24.5] ἦν γὰρ ἀμέλει τοιοῦτος ἐνίοις, τοῖς δὲ πολλοῖς Ὠμηστὴς καὶ Ἀγριώνιος. ἀφῃρεῖτο γὰρ εὐγενεῖς ἀνθρώπους τὰ [24.6] ὄντα, μαστιγίαις καὶ κόλαξι χαριζόμενος. πολλῶν δὲ καὶ ζώντων ὡς τεθνηκότων αἰτησάμενοί τινες οὐσίας ἔλαβον. ἀνδρὸς δὲ Μάγνητος οἶκον ἐδωρήσατο μαγείρῳ [24.7] περὶ ἓν ὡς λέγεται δεῖπνον εὐδοκιμήσαντι. τέλος δὲ ταῖς πόλεσι δεύτερον ἐπιβάλλοντος φόρον, ἐτόλμησεν Ὑβρέας ὑπὲρ τῆς Ἀσίας λέγων εἰπεῖν ἀγοραίως μὲν ἐκεῖνα καὶ πρὸς τὸν Ἀντωνίου ζῆλον οὐκ ἀηδῶς· "εἰ δύνασαι δὶς λαβεῖν ἑνὸς ἐνιαυτοῦ φόρον, δύνασαι καὶ δὶς ἡμῖν ποιήσασθαι [24.8] θέρος καὶ δὶς ὀπώραν;" πρακτικῶς δὲ καὶ παραβόλως συναγαγών, ὅτι μυριάδας εἴκοσι ταλάντων ἡ Ἀσία δέδωκε, "ταῦτα" εἶπεν "εἰ μὲν οὐκ εἴληφας, ἀπαίτει παρὰ τῶν λαβόντων· εἰ δὲ λαβὼν οὐκ ἔχεις, [24.9] ἀπολώλαμεν." ἐτρέψατο τοῦτο δεινῶς τὸν Ἀντώνιον· ἠγνόει γὰρ τὰ πολλὰ τῶν γιγνομένων, οὐχ οὕτω ῥᾴθυμος ὢν ὡς δι' ἁπλότητα πιστεύων τοῖς περὶ αὑτόν. [24.10] ἐνῆν γὰρ ἁπλότης τῷ ἤθει καὶ βραδεῖα μὲν αἴσθησις, αἰσθανομένῳ δὲ τῶν ἁμαρτανομένων ἰσχυρὰ μετάνοια καὶ πρὸς αὐτοὺς ἐξομολόγησις τοὺς ἀγνωμονηθέντας, μέγεθος δὲ καὶ περὶ τὰς ἀμοιβὰς καὶ περὶ τὰς τιμωρίας· μᾶλλόν γε μὴν ἐδόκει χαριζόμενος ἢ κολάζων ὑπερβάλλειν [24.11] τὸ μέτριον. ἡ δὲ περὶ τὰς παιδιὰς καὶ τὰς ἐπισκώψεις ὕβρις ἐν αὑτῇ τὸ φάρμακον εἶχεν· ἀντισκῶψαι γὰρ ἐξῆν καὶ ἀνθυβρίσαι, καὶ γελώμενος οὐχ ἧττον ἢ γελῶν [24.12] ἔχαιρε. καὶ τοῦτο διελυμήνατο τὰ πολλὰ τῶν πραγμάτων. τοὺς γὰρ ἐν τῷ παίζειν παρρησιαζομένους οὐκ ἂν οἰηθεὶς σπουδάζοντας κολακεύειν αὐτόν, ἡλίσκετο ῥᾳδίως ὑπὸ τῶν ἐπαίνων, ἀγνοῶν ὅτι τὴν παρρησίαν τινὲς ὡς ὑποστῦφον ἥδυσμα τῇ κολακείᾳ παραμειγνύντες ἀφῄρουν τὸ πλήσμιον, τῇ παρὰ τὴν κύλικα θρασύτητι καὶ λαλιᾷ διαμηχανώμενοι τὴν ἐπὶ τῶν πραγμάτων ὕφεσιν καὶ συγκατάθεσιν μὴ πρὸς χάριν ὁμιλούντων, ἀλλὰ τὸ φρονεῖν ἡττωμένων φαίνεσθαι.
[25]
Τοιούτῳ δ' οὖν ὄντι τὴν φύσιν Ἀντωνίῳ τελευταῖον κακὸν ὁ Κλεοπάτρας ἔρως ἐπιγενόμενος καὶ πολλὰ τῶν ἔτι κρυπτομένων ἐν αὐτῷ καὶ ἀτρεμούντων παθῶν ἐγείρας καὶ ἀναβακχεύσας, εἴ τι χρηστὸν ἢ σωτήριον ὅμως ἀντεῖχεν, ἠφάνισε καὶ προσδιέφθειρεν. ἁλίσκεται δὲ [25.2] τοῦτον τὸν τρόπον. ἁπτόμενος τοῦ Παρθικοῦ πολέμου, ἔπεμψε πρὸς αὐτὴν κελεύων εἰς Κιλικίαν ἀπαντῆσαι, λόγον ὑφέξουσαν ὧν ἐνεκαλεῖτο τοῖς περὶ Κάσσιον δοῦναι [25.3] πολλὰ καὶ συμβαλέσθαι πρὸς τὸν πόλεμον. ὁ δὲ πεμφθεὶς Δέλλιος ὡς εἶδε τὴν ὄψιν καὶ κατέμαθε τὴν ἐν τοῖς λόγοις δεινότητα καὶ πανουργίαν, εὐθὺς αἰσθόμενος ὅτι κακὸν μὲν οὐδὲ μελλήσει τι ποιεῖν γυναῖκα τοιαύτην Ἀντώνιος, ἔσται δὲ μεγίστη παρ' αὐτῷ, τρέπεται πρὸς τὸ θεραπεύειν καὶ προτρέπεσθαι τὴν Αἰγυπτίαν, τοῦτο δὴ τὸ Ὁμηρικόν, "ἐλθεῖν εἰς Κιλικίαν εὖ ἐντύνασαν ἓ αὐτὴν", καὶ μὴ φοβεῖσθαι τὸν Ἀντώνιον, ἥδιστον ἡγεμόνων ὄντα [25.4] καὶ φιλανθρωπότατον. ἡ δὲ καὶ Δελλίῳ πεισθεῖσα, καὶ τοῖς πρὸς Καίσαρα καὶ Γναῖον τὸν Πομπηίου παῖδα πρότερον αὐτῇ γενομένοις ἀφ' ὥρας συμβολαίοις τεκμαιρομένη, [25.5] ῥᾷον ἤλπιζεν ὑπάξεσθαι τὸν Ἀντώνιον. ἐκεῖνοι μὲν γὰρ αὐτὴν ἔτι κόρην καὶ πραγμάτων ἄπειρον ἔγνωσαν, πρὸς δὲ τοῦτον ἔμελλε φοιτήσειν ἐν ᾧ μάλιστα καιροῦ γυναῖκες ὥραν τε λαμπροτάτην ἔχουσι καὶ τὸ φρονεῖν [25.6] ἀκμάζουσι. διὸ πολλὰ μὲν συνεσκευάσατο δῶρα καὶ χρήματα καὶ κόσμον, οἷον εἰκὸς ἦν ἀπὸ πραγμάτων μεγάλων καὶ βασιλείας εὐδαίμονος κομίζειν, τὰς δὲ πλείστας ἐν ἑαυτῇ καὶ τοῖς περὶ αὑτὴν μαγγανεύμασι καὶ φίλτροις ἐλπίδας θεμένη παρεγένετο.
[26]
[26.1]Πολλὰ δὲ καὶ παρ' αὐτοῦ καὶ παρὰ τῶν φίλων δεχομένη γράμματα καλούντων, οὕτως κατεφρόνησε καὶ κατεγέλασε τοῦ ἀνδρός, ὥστε πλεῖν ἀνὰ τὸν Κύδνον ποταμὸν ἐν πορθμείῳ χρυσοπρύμνῳ, τῶν μὲν ἱστίων ἁλουργῶν ἐκπεπετασμένων, τῆς δ' εἰρεσίας ἀργυραῖς κώπαις ἀναφερομένης πρὸς αὐλὸν ἅμα σύριγξι καὶ κιθάραις [26.2] συνηρμοσμένον. αὐτὴ δὲ κατέκειτο μὲν ὑπὸ σκιάδι χρυσοπάστῳ, κεκοσμημένη γραφικῶς ὥσπερ Ἀφροδίτη, παῖδες δὲ τοῖς γραφικοῖς Ἔρωσιν εἰκασμένοι παρ' ἑκάτερον [26.3] ἑστῶτες ἐρρίπιζον. ὁμοίως δὲ καὶ θεραπαινίδες αἱ καλλιστεύουσαι Νηρηίδων ἔχουσαι καὶ Χαρίτων στολάς, αἱ μὲν πρὸς οἴαξιν, αἱ δὲ πρὸς κάλοις ἦσαν. ὀδμαὶ δὲ θαυμασταὶ τὰς ὄχθας ἀπὸ θυμιαμάτων πολλῶν κατεῖχον. [26.4] τῶν δ' ἀνθρώπων οἱ μὲν εὐθὺς ἀπὸ τοῦ ποταμοῦ παρωμάρτουν ἑκατέρωθεν, οἱ δ' ἀπὸ τῆς πόλεως κατέβαινον ἐπὶ τὴν θέαν. ἐκχεομένου δὲ τοῦ κατὰ τὴν ἀγορὰν ὄχλου, τέλος αὐτὸς ὁ Ἀντώνιος ἐπὶ βήματος καθεζόμενος [26.5] ἀπελείφθη μόνος. καί τις λόγος ἐχώρει διὰ πάντων, ὡς ἡ Ἀφροδίτη κωμάζοι πρὸς τὸν Διόνυσον ἐπ' ἀγαθῷ τῆς Ἀσίας. [26.6] Ἔπεμψε μὲν οὖν καλῶν αὐτὴν ἐπὶ τὸ δεῖπνον· ἡ δὲ μᾶλλον ἐκεῖνον ἠξίου πρὸς ἑαυτὴν ἥκειν. εὐθὺς οὖν τινα βουλόμενος εὐκολίαν ἐπιδείκνυσθαι καὶ φιλοφροσύνην, ὑπήκουσε καὶ ἦλθεν. ἐντυχὼν δὲ παρασκευῇ λόγου κρείττονι, μάλιστα τῶν φώτων τὸ πλῆθος ἐξεπλάγη. [26.7] τοσαῦτα γὰρ λέγεται καθίεσθαι καὶ ἀναφαίνεσθαι πανταχόθεν ἅμα, καὶ τοιαύταις πρὸς ἄλληλα κλίσεσι καὶ θέσεσι διακεκοσμημένα καὶ συντεταγμένα πλαισίων καὶ περιφερῶν τρόπῳ, ὥστε τῶν ἐν ὀλίγοις ἀξιοθεάτων καὶ καλῶν ἐκείνην γενέσθαι τὴν ὄψιν.
[27]
[27.1] Τῇ δ' ὑστεραίᾳ πάλιν ἀνθεστιῶν αὐτήν, ἐφιλοτιμήθη μὲν ὑπερβαλέσθαι τὴν λαμπρότητα καὶ τὴν ἐπιμέλειαν, ἀμφοῖν δὲ λειπόμενος καὶ κρατούμενος ἐν αὐτοῖς ἐκείνοις, πρῶτος ἔσκωπτεν εἰς αὐχμὸν καὶ ἀγροικίαν τὰ [27.2] παρ' αὑτῷ. πολὺ δ' ἡ Κλεοπάτρα καὶ τοῖς σκώμμασι τοῦ Ἀντωνίου τὸ στρατιωτικὸν ἐνορῶσα καὶ βάναυσον, ἐχρῆτο καὶ τούτῳ πρὸς αὐτὸν ἀνειμένως ἤδη καὶ κατατεθαρρηκότως. [27.3] καὶ γὰρ ἦν ὡς λέγουσιν αὐτὸ μὲν καθ' αὑτὸ τὸ κάλλος αὐτῆς οὐ πάνυ δυσπαράβλητον οὐδ' οἷον ἐκπλῆξαι τοὺς ἰδόντας, ἁφὴν δ' εἶχεν ἡ συνδιαίτησις ἄφυκτον, ἥ τε μορφὴ μετὰ τῆς ἐν τῷ διαλέγεσθαι πιθανότητος καὶ τοῦ περιθέοντος ἅμα πως περὶ τὴν ὁμιλίαν ἤθους ἀνέφερέ τι [27.4] κέντρον. ἡδονὴ δὲ καὶ φθεγγομένης ἐπῆν τῷ ἤχῳ· καὶ τὴν γλῶτταν ὥσπερ ὄργανόν τι πολύχορδον εὐπετῶς τρέπουσα καθ' ἣν βούλοιτο διάλεκτον, ὀλίγοις παντάπασι δι' ἑρμηνέως ἐνετύγχανε βαρβάροις, τοῖς δὲ πλείστοις αὐτὴ δι' αὑτῆς ἀπεδίδου τὰς ἀποκρίσεις, οἷον Αἰθίοψι Τρωγλοδύταις Ἑβραίοις Ἄραψι Σύροις Μήδοις Παρθυαίοις. [27.5] πολλῶν δὲ λέγεται καὶ ἄλλων ἐκμαθεῖν γλώττας, τῶν πρὸ αὐτῆς βασιλέων οὐδὲ τὴν Αἰγυπτίαν ἀνασχομένων παραλαβεῖν διάλεκτον, ἐνίων δὲ καὶ τὸ μακεδονίζειν ἐκλιπόντων.
[28]
[28.1]Οὕτω δ' οὖν τὸν Ἀντώνιον ἥρπασεν, ὥστε πολεμούσης μὲν ἐν Ῥώμῃ Καίσαρι Φουλβίας τῆς γυναικὸς ὑπὲρ τῶν ἐκείνου πραγμάτων, αἰωρουμένης δὲ Παρθικῆς στρατιᾶς περὶ τὴν Μεσοποταμίαν, ἧς Λαβιηνὸν οἱ βασιλέως στρατηγοὶ Παρθικὸν ἀναγορεύσαντες αὐτοκράτορα Συρίας ἐπιβατεύσειν ἔμελλον, οἴχεσθαι φερόμενον ὑπ' αὐτῆς εἰς Ἀλεξάνδρειαν, ἐκεῖ δὲ μειρακίου σχολὴν ἄγοντος διατριβαῖς καὶ παιδιαῖς χρώμενον, ἀναλίσκειν καὶ καθηδυπαθεῖν τὸ πολυτελέστατον ὡς Ἀντιφῶν εἶπεν [28.2] ἀνάλωμα, τὸν χρόνον. ἦν γάρ τις αὐτοῖς σύνοδος Ἀμιμητοβίων λεγομένη, καὶ καθ' ἡμέραν εἱστίων ἀλλήλους, ἄπιστόν [28.3] τινα ποιούμενοι τῶν ἀναλισκομένων ἀμετρίαν. διηγεῖτο γοῦν ἡμῶν τῷ πάππῳ Λαμπρίᾳ Φιλώτας ὁ Ἀμφισσεὺς ἰατρός, εἶναι μὲν ἐν Ἀλεξανδρείᾳ τότε μανθάνων τὴν τέχνην, γενόμενος δέ τινι τῶν βασιλικῶν ὀψοποιῶν συνήθης, ἀναπεισθῆναι νέος ὢν ὑπ' αὐτοῦ τὴν πολυτέλειαν καὶ τὴν παρασκευὴν τοῦ δείπνου θεάσασθαι. [28.4] παρεισαχθεὶς οὖν εἰς τοὐπτανεῖον, ὡς τά τ' ἄλλα πάμπολλα ἑώρα καὶ σῦς ἀγρίους ὀπτωμένους ὀκτώ, θαυμάσαι [28.5] τὸ πλῆθος τῶν δειπνούντων. τὸν δ' ὀψοποιὸν γελάσαι καὶ εἰπεῖν, ὅτι πολλοὶ μὲν οὐκ εἰσὶν οἱ δειπνοῦντες, ἀλλὰ περὶ δώδεκα· δεῖ δ' ἀκμὴν ἔχειν τῶν παρατιθεμένων [28.6] ἕκαστον, ἣν ἀκαρὲς ὥρας μαραίνει. καὶ γὰρ αὐτίκα γένοιτ' ἂν Ἀντώνιον δείπνου δεηθῆναι καὶ μετὰ μικρόν, ἂν δ' οὕτω τύχῃ παραγαγεῖν αἰτήσαντα ποτήριον ἢ λόγου τινὸς ἐμπεσόντος. ὅθεν οὐχ ἕν, ἀλλὰ πολλά, φάναι, δεῖπνα [28.7] συντέτακται· δυσστόχαστος γὰρ ὁ καιρός. ταῦτ' οὖν ὁ Φιλώτας ἔλεγε, καὶ χρόνου προϊόντος ἐν τοῖς θεραπεύουσι γενέσθαι τὸν πρεσβύτατον τῶν Ἀντωνίου παίδων ὃν ἐκ Φουλβίας εἶχε, καὶ συνδειπνεῖν παρ' αὐτῷ μετὰ τῶν ἄλλων ἑταίρων ἐπιεικῶς, ὁπότε μὴ δειπνοίη μετὰ τοῦ πατρός. [28.8] ἰατρὸν οὖν ποτε θρασυνόμενον καὶ πράγματα πολλὰ παρέχοντα δειπνοῦσιν αὐτοῖς ἐπιστομίσαι τοιούτῳ σοφίσματι· "τῷ πως πυρέττοντι δοτέον ψυχρόν· πᾶς δ' ὁ πυρέττων πως πυρέττει· παντὶ ἄρα πυρέττοντι δοτέον [28.9] ψυχρόν." πληγέντος δὲ τοῦ ἀνθρώπου καὶ σιωπήσαντος, ἡσθέντα τὸν παῖδα γελάσαι καὶ εἰπεῖν "ταῦτ' ὦ Φιλώτα χαρίζομαι πάντα σοι", δείξαντα πολλῶν τινων καὶ [28.10] μεγάλων ἐκπωμάτων μεστὴν τράπεζαν. αὐτοῦ δὲ τὴν προθυμίαν ἀποδεξαμένου, πόρρω δ' ὄντος τοῦ νομίζειν ἐξουσίαν εἶναι παιδὶ τηλικούτῳ δωρεῖσθαι τοσαῦτα, μετὰ μικρὸν ῥαψάμενόν τινα τῶν παίδων ἐν ἀγγείῳ τὰ ἐκπώματα προσφέρειν [28.11] καὶ σημήνασθαι κελεύειν. ἀφοσιουμένου δ' αὐτοῦ καὶ δεδοικότος λαβεῖν, "τί ὦ πόνηρε" φάναι τὸν ἄνθρωπον "ὀκνεῖς; οὐκ οἶδας ὡς ὁ διδοὺς Ἀντωνίου παῖς ἐστιν, ᾧ τοσαῦτα πάρεστι χρυσᾶ χαρίσασθαι; ἐμοὶ μέντοι πειθόμενος πάντα διάμειψαι πρὸς ἀργύριον ἡμῖν· ἴσως γὰρ ἂν καὶ ποθήσειεν ὁ πατὴρ ἔνια, τῶν παλαιῶν ὄντα καὶ [28.12] σπουδαζομένων κατὰ τὴν τέχνην ἔργων." ταῦτα μὲν οὖν ἡμῖν ἔλεγεν ὁ πάππος ἑκάστοτε διηγεῖσθαι τὸν Φιλώταν.
[29]
[29.1]Ἡ δὲ Κλεοπάτρα τὴν κολακείαν οὐχ ὥσπερ ὁ Πλάτων φησὶ τετραχῇ, πολλαχῇ δὲ διελοῦσα, καὶ σπουδῆς ἁπτομένῳ καὶ παιδιᾶς ἀεί τινα καινὴν ἡδονὴν ἐπιφέρουσα καὶ χάριν, [ᾗ] διεπαιδαγώγει τὸν Ἀντώνιον οὔτε [29.2] νυκτὸς οὔθ' ἡμέρας ἀνιεῖσα. καὶ γὰρ συνεκύβευε καὶ συνέπινε καὶ συνεθήρευε καὶ γυμναζόμενον ἐν ὅπλοις ἐθεᾶτο, καὶ νύκτωρ προσισταμένῳ θύραις καὶ θυρίσι δημοτῶν καὶ σκώπτοντι τοὺς ἔνδον συνεπλανᾶτο καὶ συνήλυε, [29.3] θεραπαινιδίου στολὴν λαμβάνουσα. καὶ γὰρ ἐκεῖνος οὕτως ἐπειρᾶτο σκευάζειν ἑαυτόν. ὅθεν ἀεὶ σκωμμάτων, πολλάκις δὲ καὶ πληγῶν ἀπολαύσας ἐπανήρχετο· τοῖς δὲ πλείστοις [29.4] ἦν δι' ὑπονοίας. οὐ μὴν ἀλλὰ προσέχαιρον αὐτοῦ τῇ βωμολοχίᾳ καὶ συνέπαιζον οὐκ ἀρρύθμως οὐδ' ἀμούσως οἱ Ἀλεξανδρεῖς, ἀγαπῶντες καὶ λέγοντες ὡς τῷ τραγικῷ πρὸς τοὺς Ῥωμαίους χρῆται προσώπῳ, τῷ δὲ κωμικῷ [29.5] πρὸς αὐτούς. τὰ μὲν οὖν πολλὰ τῶν τόθ' ὑπ' αὐτοῦ παιζομένων διηγεῖσθαι πολὺς ἂν εἴη φλύαρος· ἐπεὶ δ' ἁλιεύων ποτὲ καὶ δυσαγρῶν ἤχθετο παρούσης τῆς Κλεοπάτρας, ἐκέλευσε τοὺς ἁλιεῖς ὑπονηξαμένους κρύφα τῷ ἀγκίστρῳ περικαθάπτειν ἰχθῦς τῶν προεαλωκότων, καὶ δὶς ἢ τρὶς [29.6] ἀνασπάσας οὐκ ἔλαθε τὴν Αἰγυπτίαν. προσποιουμένη δὲ θαυμάζειν τοῖς φίλοις διηγεῖτο, καὶ παρεκάλει τῇ ὑστεραίᾳ γενέσθαι θεατάς. ἐμβάντων δὲ πολλῶν εἰς τὰς ἁλιάδας καὶ τοῦ Ἀντωνίου τὴν ὁρμιὰν καθέντος, ἐκέλευσέ τινα τῶν αὑτῆς ὑποφθάσαντα καὶ προσνηξάμενον τῷ ἀγκίστρῳ [29.7] περιπεῖραι Ποντικὸν τάριχος. ὡς δ' ἔχειν πεισθεὶς ὁ Ἀντώνιος ἀνεῖλκε, γέλωτος οἷον εἰκὸς γενομένου, "παράδος ἡμῖν" ἔφη "τὸν κάλαμον αὐτόκρατορ τοῖς Φαρίταις καὶ Κανωβίταις βασιλεῦσιν· ἡ δὲ σὴ θήρα πόλεις εἰσὶ καὶ βασιλεῖαι καὶ ἤπειροι."
[30]
[30.1]Τοιαῦτα ληροῦντα καὶ μειρακιευόμενον τὸν Ἀντώνιον ἀγγελίαι δύο καταλαμβάνουσιν, ἡ μὲν ἀπὸ Ῥώμης, Λεύκιον τὸν ἀδελφὸν αὐτοῦ καὶ Φουλβίαν τὴν γυναῖκα πρῶτον ἀλλήλοις στασιάσαντας, εἶτα Καίσαρι πολεμήσαντας, ἀποβεβληκέναι τὰ πράγματα καὶ φεύγειν [30.2] ἐξ Ἰταλίας, ἑτέρα δὲ ταύτης οὐδὲν ἐπιεικεστέρα, Λαβιηνὸν ἐπάγοντα Πάρθους τὴν ἀπ' Εὐφράτου καὶ Συρίας [30.3] ἄχρι Λυδίας καὶ Ἰωνίας Ἀσίαν καταστρέφεσθαι. μόλις οὖν ὥσπερ ἐξυπνισθεὶς καὶ ἀποκραιπαλήσας, ὥρμησε μὲν Πάρθοις ἐνίστασθαι καὶ μέχρι Φοινίκης προῆλθε, Φουλβίας δὲ γράμματα θρήνων μεστὰ πεμπούσης, ἐπέστρεψεν [30.4] εἰς τὴν Ἰταλίαν ἄγων ναῦς διακοσίας. ἀναλαβὼν δὲ κατὰ πλοῦν τῶν φίλων τοὺς πεφευγότας, ἐπυνθάνετο τοῦ πολέμου τὴν Φουλβίαν αἰτίαν γεγονέναι, φύσει μὲν οὖσαν πολυπράγμονα καὶ θρασεῖαν, ἐλπίζουσαν δὲ τῆς Κλεοπάτρας ἀπάξειν τὸν Ἀντώνιον, εἴ τι γένοιτο κίνημα περὶ [30.5] τὴν Ἰταλίαν. συμβαίνει δ' ἀπὸ τύχης καὶ Φουλβίαν πλέουσαν πρὸς αὐτὸν ἐν Σικυῶνι νόσῳ τελευτῆσαι· διὸ [30.6] καὶ μᾶλλον αἱ πρὸς Καίσαρα διαλλαγαὶ καιρὸν ἔσχον. ὡς γὰρ προσέμειξε τῇ Ἰταλίᾳ καὶ Καῖσαρ ἦν φανερὸς ἐκείνῳ μὲν οὐθὲν ἐγκαλῶν, αὐτὸς δ' ὧν ἐνεκαλεῖτο τὰς αἰτίας τῇ Φουλβίᾳ προστριβόμενος, οὐκ εἴων [δ'] ἐξελέγχειν οἱ φίλοι τὴν πρόφασιν, ἀλλὰ διέλυον ἀμφοτέρους καὶ διῄρουν τὴν ἡγεμονίαν, ὅρον ποιούμενοι τὸν Ἰόνιον, καὶ τὰ μὲν ἑῷα νέμοντες Ἀντωνίῳ, τὰ δ' ἑσπέρια Καίσαρι, Λέπιδον δὲ Λιβύην ἔχειν ἐῶντες, ὑπατεύειν δὲ τάξαντες, ὅτε μὴ δόξειεν αὐτοῖς, φίλους ἑκατέρων παρὰ μέρος.
[31]
[31.1] Ταῦτ' ἔχειν καλῶς δοκοῦντα πίστεως ἐδεῖτο σφοδροτέρας, ἣν ἡ τύχη παρέσχεν. Ὀκταουία γὰρ ἦν ἀδελφὴ πρεσβυτέρα μέν, οὐχ ὁμομητρία δὲ Καίσαρι· ἐγεγόνει γὰρ ἐξ Ἀγχαρίας, ὁ δ' ὕστερον ἐξ Ἀτίας. [31.2] ἔστεργε δ' ὑπερφυῶς τὴν ἀδελφήν, χρῆμα θαυμαστὸν ὡς λέγεται γυναικὸς γενομένην. αὕτη, Γαΐου Μαρκέλλου τοῦ γήμαντος αὐτὴν οὐ πάλαι τεθνηκότος, ἐχήρευεν. [31.3] ἐδόκει δὲ καὶ Φουλβίας ἀποιχομένης χηρεύειν Ἀντώνιος, ἔχειν μὲν οὐκ ἀρνούμενος Κλεοπάτραν, γάμῳ δ' οὐχ ὁμολογῶν ἀλλ' ἔτι τῷ λόγῳ περί γε τούτου πρὸς τὸν [31.4] ἔρωτα τῆς Αἰγυπτίας μαχόμενος. τοῦτον ἅπαντες εἰσηγοῦντο τὸν γάμον, ἐλπίζοντες τὴν Ὀκταουίαν, ἐπὶ κάλλει τοσούτῳ σεμνότητα καὶ νοῦν ἔχουσαν, εἰς ταὐτὸν τῷ Ἀντωνίῳ παραγενομένην καὶ στερχθεῖσαν ὡς εἰκὸς τοιαύτην γυναῖκα, πάντων πραγμάτων αὐτοῖς σωτηρίαν [31.5] ἔσεσθαι καὶ σύγκρασιν. ὡς οὖν ἔδοξεν ἀμφοτέροις, ἀναβάντες εἰς Ῥώμην ἐπετέλουν τὸν Ὀκταουίας γάμον, οὐκ ἐῶντος μὲν νόμου πρὸ δέκα μηνῶν ἀνδρὸς τελευτήσαντος γαμεῖσθαι, τῆς δὲ συγκλήτου δόγματι τὸν χρόνον ἐκείνοις ἀνείσης.
[32]
[32.1] Σέξτου δὲ Πομπηίου Σικελίαν μὲν ἔχοντος, Ἰταλίαν δὲ πορθοῦντος, λῃστρίσι δὲ ναυσὶ πολλαῖς, ὧν Μηνᾶς ὁ πειρατὴς καὶ Μενεκράτης ἦρχον, ἄπλουν τὴν θάλασσαν πεποιηκότος, Ἀντωνίῳ δὲ κεχρῆσθαι δοκοῦντος φιλανθρώπως -- ὑπεδέξατο γὰρ αὐτοῦ τὴν μητέρα τῇ Φουλβίᾳ συνεκπεσοῦσαν -- , ἔδοξε καὶ πρὸς τοῦτον διαλυθῆναι. [32.2] καὶ συνῆλθον εἰς ταὐτὸν κατὰ τὴν ἐν Μισηνοῖς ἄκραν καὶ τὸ χῶμα, Πομπηίῳ μὲν τοῦ στόλου παρορμοῦντος, Ἀντωνίῳ δὲ καὶ Καίσαρι τῶν πεζῶν παρακεκριμένων. [32.3] ἐπεὶ δὲ συνέθεντο Πομπήιον ἔχοντα Σαρδόνα καὶ Σικελίαν καθαράν τε λῃστηρίων παρέχειν τὴν θάλατταν καὶ σίτου τι τεταγμένον ἀποστέλλειν εἰς Ῥώμην, ἐκάλουν ἐπὶ δεῖπνον ἀλλήλους. κληρουμένων δὲ πρῶτος ἑστιᾶν [32.4] αὐτοὺς ἔλαχε Πομπήιος. ἐρομένου δ' αὐτὸν Ἀντωνίου ποῦ δειπνήσουσιν, "ἐνταῦθα" ἔφη δείξας τὴν στρατηγίδα ναῦν οὖσαν ἑξήρη, "πατρῷος γὰρ οἶκος αὕτη Πομπηίῳ λέλειπται." ταῦτα δ' εἰς τὸν Ἀντώνιον ὀνειδίζων ἔλεγεν, ἐπεὶ τὴν Πομπηίου τοῦ πατρὸς γενομένην οἰκίαν ἐκεῖνος [32.5] εἶχεν. ὁρμίσας δὲ τὴν ναῦν ἐπ' ἀγκυρῶν καὶ διάβασίν τινα γεφυρώσας ἀπὸ τῆς ἄκρας, ἀνελάμβανεν αὐτοὺς [32.6] προθύμως. ἀκμαζούσης δὲ τῆς συνουσίας, καὶ τῶν εἰς Κλεοπάτραν καὶ Ἀντώνιον ἀνθούντων σκωμμάτων, Μηνᾶς ὁ πειρατὴς τῷ Πομπηίῳ προσελθών, ὡς μὴ κατακούειν ἐκείνους "βούλει" φησί "τὰς ἀγκύρας τῆς νεὼς ὑποτέμω καὶ ποιήσω σε μὴ Σικελίας καὶ Σαρδόνος, ἀλλὰ τῆς Ῥω[32.7]μαίων κύριον ἡγεμονίας;" ὁ δὲ Πομπήιος ἀκούσας καὶ πρὸς αὑτῷ γενόμενος βραχὺν χρόνον, "ἔδει σε" φησίν "ὦ Μηνᾶ τοῦτ' ἐμοὶ μὴ προειπόντα ποιῆσαι· νυνὶ δὲ [32.8] τὰ παρόντα στέργωμεν· ἐπιορκεῖν γὰρ οὐκ ἐμόν." οὗτος μὲν οὖν πάλιν ἀνθεστιαθεὶς ὑπ' ἀμφοτέρων εἰς τὴν Σικελίαν ἀπέπλευσεν.
[33]
[33.1] Ἀντώνιος δὲ μετὰ τὰς διαλύσεις Οὐεντίδιον μὲν εἰς Ἀσίαν προὔπεμπε, Πάρθοις ἐμποδὼν ἐσόμενον τοῦ πρόσω χωρεῖν, αὐτὸς δὲ Καίσαρι χαριζόμενος ἱερεὺς ἀπεδείχθη τοῦ προτέρου Καίσαρος· καὶ τἆλλα κοινῶς καὶ φιλικῶς ἐν τοῖς πολιτικοῖς καὶ μεγίστοις ἔπραττον. [33.2] αἱ δὲ περὶ τὰς παιδιὰς ἅμιλλαι τὸν Ἀντώνιον ἐλύπουν, ἀεὶ τοῦ Καίσαρος ἔλαττον φερόμενον. ἦν γάρ τις ἀνὴρ σὺν αὐτῷ μαντικὸς ἀπ' Αἰγύπτου τῶν τὰς γενέσεις ἐπισκοπούντων, ὃς εἴτε Κλεοπάτρᾳ χαριζόμενος εἴτε χρώμενος ἀληθείᾳ πρὸς τὸν Ἀντώνιον ἐπαρρησιάζετο, λέγων τὴν τύχην αὐτοῦ λαμπροτάτην οὖσαν καὶ μεγίστην ὑπὸ τῆς Καίσαρος ἀμαυροῦσθαι, καὶ συνεβούλευε πορρωτάτω [33.3] τοῦ νεανίσκου ποιεῖν ἑαυτόν. "ὁ γὰρ σός" ἔφη "δαίμων τὸν τούτου φοβεῖται· καὶ γαῦρος ὢν καὶ ὑψηλὸς ὅταν ᾖ καθ' ἑαυτόν, ὑπ' ἐκείνου γίνεται ταπεινότερος [33.4] ἐγγίσαντος καὶ ἀγεννέστερος. "καὶ μέντοι τὰ γινόμενα τῷ Αἰγυπτίῳ μαρτυρεῖν ἐδόκει. λέγεται γὰρ ὅτι κληρουμένων μετὰ παιδιᾶς ἐφ' ὅτῳ τύχοιεν ἑκάστοτε καὶ κυβευόντων ἔλαττον ἔχων ὁ Ἀντώνιος ἀπῄει· πολλάκις δὲ συμβαλόντων ἀλεκτρυόνας, πολλάκις δὲ μαχίμους ὄρτυγας, ἐνίκων οἱ [33.5] Καίσαρος. ἐφ' οἷς ἀνιώμενος ἀδήλως ὁ Ἀντώνιος καὶ μᾶλλόν τι τῷ Αἰγυπτίῳ προσέχων, ἀπῆρεν ἐκ τῆς Ἰταλίας, ἐγχειρίσας Καίσαρι τὰ οἰκεῖα· τὴν δ' Ὀκταουίαν ἄχρι τῆς [33.6] Ἑλλάδος ἐπήγετο θυγατρίου γεγονότος αὐτοῖς. διαχειμάζοντι δ' αὐτῷ περὶ Ἀθήνας ἀπαγγέλλεται τὰ πρῶτα τῶν Οὐεντιδίου κατορθωμάτων, ὅτι μάχῃ τοὺς Πάρθους κρατήσας Λαβιηνὸν ἀπεκτόνοι καὶ Φρανιπάτην, ἡγεμονικώτατον [33.7] τῶν Ὀρώδου βασιλέως στρατηγῶν. ἐπὶ τούτοις εἱστία τοὺς Ἕλληνας, ἐγυμνασιάρχει δ' Ἀθηναίοις, καὶ τὰ τῆς ἡγεμονίας παράσημα καταλιπὼν οἴκοι, μετὰ τῶν γυμνασιαρχικῶν ῥάβδων ἐν ἱματίῳ καὶ φαικασίοις προῄει, καὶ διαλαμβάνων τοὺς νεανίσκους ἐτραχήλιζεν.
[34]
[34.1] Ἐξιέναι δὲ μέλλων ἐπὶ τὸν πόλεμον, ἀπὸ τῆς ἱερᾶς ἐλαίας στέφανον ἔλαβε, καὶ κατά τι λόγιον ἀπὸ τῆς Κλεψ[34.2]ύδρας ὕδατος ἐμπλησάμενος ἀγγεῖον ἐκόμιζεν. ἐν τούτῳ δὲ Πάκορον τὸν <τοῦ> βασιλέως παῖδα μεγάλῳ στρατῷ Πάρθων αὖθις ἐπὶ Συρίαν ἐλαύνοντα συμπεσὼν Οὐεντίδιος ἐν τῇ Κυρρηστικῇ τρέπεται καὶ διαφθείρει [34.3] παμπόλλους, ἐν πρώτοις Πακόρου πεσόντος. τοῦτο τὸ ἔργον ἐν τοῖς ἀοιδιμωτάτοις γενόμενον, Ῥωμαίοις τε τῶν κατὰ Κράσσον ἀτυχημάτων ἔκπλεω ποινὴν παρέσχε, καὶ Πάρθους αὖθις εἴσω Μηδίας καὶ Μεσοποταμίας συνέστειλε, τρισὶ μάχαις ἐφεξῆς κατὰ κράτος ἡττημένους. [34.4] Οὐεντίδιος δὲ Πάρθους μὲν προσωτέρω διώκειν ἀπέγνω, φθόνον Ἀντωνίου δείσας, τοὺς δ' ἀφεστῶτας ἐπιὼν κατεστρέφετο καὶ τὸν Κομμαγηνὸν Ἀντίοχον ἐν πόλει [34.5] Σαμοσάτοις ἐπολιόρκει. δεομένου δὲ χίλια τάλαντα δοῦναι καὶ ποιεῖν Ἀντωνίῳ τὸ προσταττόμενον, ἐκέλευε [34.6] πέμπειν πρὸς Ἀντώνιον. ἤδη γὰρ ἐγγὺς ἦν ἐπιών, καὶ τὸν Οὐεντίδιον οὐκ εἴα σπένδεσθαι τῷ Ἀντιόχῳ, βουλόμενος ἕν γε τοῦτο τῶν ἔργων ἐπώνυμον αὑτοῦ γενέσθαι [34.7] καὶ μὴ πάντα διὰ Οὐεντιδίου κατορθοῦσθαι. τῆς δὲ πολιορκίας μῆκος λαμβανούσης, καὶ τῶν ἔνδον ὡς ἀπέγνωσαν τὰς διαλύσεις πρὸς ἀλκὴν τρεπομένων, πράττων μὲν οὐδέν, ἐν αἰσχύνῃ δὲ καὶ μεταγνώσει γενόμενος, ἀγαπητῶς ἐπὶ τριακοσίοις σπένδεται ταλάντοις [34.8] πρὸς τὸν Ἀντίοχον. καὶ μικρὰ τῶν ἐν Συρίᾳ καταστησάμενος εἰς Ἀθήνας ἐπανῆλθε, καὶ τὸν Οὐεντίδιον οἷς [34.9] ἔπρεπε τιμήσας ἔπεμψεν ἐπὶ τὸν θρίαμβον. οὗτος ἀπὸ Πάρθων ἄχρι δεῦρο τεθριάμβευκε μόνος, ἀνὴρ γένει μὲν ἀφανής, ἀπολαύσας δὲ τῆς Ἀντωνίου φιλίας τὸ λαβεῖν ἀφορμὰς πράξεων μεγάλων, αἷς κάλλιστα χρησάμενος ἐβεβαίωσε τὸν περὶ Ἀντωνίου λεγόμενον καὶ Καίσαρος λόγον, ὡς εὐτυχέστεροι δι' ἑτέρων ἦσαν ἢ δι' αὑτῶν [34.10] στρατηγεῖν. καὶ γὰρ Σόσσιος Ἀντωνίου στρατηγὸς ἐν Συρίᾳ πολλὰ διεπράττετο, καὶ Κανίδιος ἀπολειφθεὶς ὑπ' αὐτοῦ περὶ Ἀρμενίαν, τούτους τε νικῶν καὶ τοὺς Ἰβήρων καὶ Ἀλβανῶν βασιλέας ἄχρι τοῦ Καυκάσου προῆλθεν. ἀφ' ὧν ἐν τοῖς βαρβάροις ὄνομα καὶ κλέος ηὔξετο τῆς Ἀντωνίου δυνάμεως.
[35]
[35.1] Αὐτὸς δὲ πάλιν ἔκ τινων διαβολῶν παροξυνθεὶς πρὸς Καίσαρα, ναυσὶ τριακοσίαις ἔπλει πρὸς τὴν Ἰταλίαν· οὐ δεξαμένων δὲ τῶν Βρεντεσινῶν τὸν στόλον εἰς Τά[35.2]ραντα περιώρμισεν. ἐνταῦθα τὴν Ὀκταουίαν -- συνέπλει γὰρ ἀπὸ τῆς Ἑλλάδος αὐτῷ -- δεηθεῖσαν ἀποπέμπει πρὸς τὸν ἀδελφόν, ἔγκυον μὲν οὖσαν, ἤδη δὲ καὶ δεύτερον ἐξ [35.3] αὐτοῦ θυγάτριον ἔχουσαν. ἡ δ' ἀπαντήσασα καθ' ὁδὸν Καίσαρι καὶ παραλαβοῦσα τῶν ἐκείνου φίλων Ἀγρίππαν καὶ Μαικήναν, ἐνετύγχανε πολλὰ ποτνιωμένη καὶ πολλὰ δεομένη μὴ περιιδεῖν αὐτὴν ἐκ μακαριωτάτης γυναικὸς [35.4] ἀθλιωτάτην γενομένην. νῦν μὲν γὰρ ἅπαντας ἀνθρώπους εἰς αὐτὴν ἀποβλέπειν, αὐτοκρατόρων δυεῖν τοῦ μὲν γυναῖκα τοῦ δ' ἀδελφὴν οὖσαν· "εἰ δὲ τὰ χείρω κρατήσειεν " ἔφη "καὶ γένοιτο πόλεμος, ὑμῶν μὲν ἄδηλον ὅτῳ κρατεῖν ἢ κρατεῖσθαι πέπρωται, τὰ ἐμὰ δ' ἀμφοτέρως [35.5] ἄθλια." τούτοις ἐπικλασθεὶς ὁ Καῖσαρ ἧκεν εἰρηνικῶς εἰς Τάραντα, καὶ θέαμα κάλλιστον οἱ παρόντες ἐθεῶντο, πολὺν μὲν ἐκ γῆς στρατὸν ἡσυχάζοντα, πολλὰς δὲ ναῦς ἀτρέμα πρὸς τοῖς αἰγιαλοῖς ἐχούσας, αὐτῶν δὲ καὶ φίλων [35.6] ἀπαντήσεις καὶ φιλοφροσύνας. εἱστία δ' Ἀντώνιος πρότερος, [35.7] καὶ τοῦτο τῇ ἀδελφῇ Καίσαρος δόντος. ἐπεὶ δ' ὡμολόγητο Καίσαρα μὲν Ἀντωνίῳ δοῦναι δύο τάγματα πρὸς τὸν Παρθικὸν πόλεμον, Ἀντώνιον δὲ Καίσαρι χαλκεμβόλους ἑκατόν, Ὀκταουία τῶν ὡμολογημένων χωρὶς ᾐτήσατο τῷ μὲν ἀδελφῷ παρὰ τοῦ ἀνδρὸς εἴκοσι μυοπάρωνας, τῷ δ' ἀνδρὶ παρὰ τοῦ ἀδελφοῦ στρατιώτας [35.8] χιλίους. οὕτω δ' ἀλλήλων διακριθέντες, ὁ μὲν εὐθὺς εἴχετο τοῦ πρὸς Πομπήιον πολέμου Σικελίας ἐφιέμενος, Ἀντώνιος δ' Ὀκταουίαν μετὰ τῶν ἐξ ἐκείνης καὶ τοὺς ἐκ Φουλβίας παῖδας αὐτῷ παρακαταθέμενος, εἰς τὴν Ἀσίαν ἀπεπέρασεν.
[36]
[36.1] Εὕδουσα δ' ἡ δεινὴ συμφορὰ χρόνον πολύν, ὁ Κλεοπάτρας ἔρως, δοκῶν κατευνάσθαι καὶ κατακεκηλῆσθαι τοῖς βελτίοσι λογισμοῖς, αὖθις ἀνέλαμπε καὶ ἀνεθάρρει Συρίᾳ [36.2] πλησιάζοντος αὐτοῦ. καὶ τέλος, ὥσπερ φησὶν ὁ Πλάτων τὸ δυσπειθὲς καὶ ἀκόλαστον τῆς ψυχῆς ὑποζύγιον, ἀπολακτίσας τὰ καλὰ καὶ σωτήρια πάντα, Καπίτωνα Φοντήιον ἔπεμψεν ἄξοντα Κλεοπάτραν εἰς [36.3] Συρίαν. ἐλθούσῃ δὲ χαρίζεται καὶ προστίθησι μικρὸν οὐδὲν οὐδ' ὀλίγον, ἀλλὰ Φοινίκην, Κοίλην Συρίαν, Κύπρον, Κιλικίας πολλήν· ἔτι δὲ τῆς τ' Ἰουδαίων τὴν τὸ βάλσαμον φέρουσαν καὶ τῆς Ναβαταίων Ἀραβίας ὅση πρὸς τὴν ἐκτὸς [36.4] ἀποκλίνει θάλασσαν. αὗται μάλιστα Ῥωμαίους ἠνίασαν αἱ δωρεαί. καίτοι πολλοῖς ἐχαρίζετο τετραρχίας καὶ βασιλείας ἐθνῶν μεγάλων ἰδιώταις οὖσι, πολλοὺς δ' ἀφῃρεῖτο βασιλείας ὡς Ἀντίγονον τὸν Ἰουδαῖον, ὃν καὶ προαγαγὼν ἐπελέκισεν, οὐδενὸς πρότερον ἑτέρου βασιλέως οὕτω κολασθέντος. ἀλλὰ τὸ αἰσχρὸν ἦν τῶν Κλεο[36.5]πάτρας τιμῶν ἀνιαρότατον. ηὔξησε δὲ τὴν διαβολὴν παῖδας ἐξ αὐτῆς διδύμους ἀνελόμενος, καὶ προσαγορεύσας τὸν μὲν Ἀλέξανδρον, τὴν δὲ Κλεοπάτραν, ἐπίκλησιν δὲ τὸν μὲν [36.6] Ἥλιον, τὴν δὲ Σελήνην. οὐ μὴν ἀλλ' ἀγαθὸς ὢν ἐγκαλλωπίσασθαι τοῖς αἰσχροῖς, ἔλεγε τῆς μὲν Ῥωμαίων ἡγεμονίας οὐ δι' ὧν λαμβάνουσιν, ἀλλ' ἐν οἷς χαρίζονται φαίνεσθαι τὸ μέγεθος· διαδοχαῖς δὲ καὶ τεκνώσεσι πολλῶν βασιλέων [36.7] πλατύνεσθαι τὰς εὐγενείας. οὕτω γοῦν ὑφ' Ἡρακλέους τεκνωθῆναι τὸν αὑτοῦ πρόγονον, οὐκ ἐν μιᾷ γαστρὶ θεμένου τὴν διαδοχὴν οὐδὲ νόμους Σολωνείους καὶ κυήσεως εὐθύνας δεδοικότος, ἀλλὰ τῇ φύσει πολλὰς γενῶν ἀρχὰς καὶ καταβολὰς ἀπολιπεῖν ἐφιέντος.
[37]
[37.1]Ἐπεὶ δὲ Φραάτου κτείναντος Ὀρώδην τὸν πατέρα καὶ τὴν βασιλείαν κατασχόντος, ἄλλοι τε Πάρθων ἀπεδίδρασκον οὐκ ὀλίγοι, καὶ Μοναίσης ἀνὴρ ἐπιφανὴς καὶ δυνατὸς ἧκε φεύγων πρὸς Ἀντώνιον, τὰς μὲν ἐκείνου τύχας ταῖς Θεμιστοκλέους εἰκάσας, περιουσίαν δὲ τὴν ἑαυτοῦ καὶ μεγαλοφροσύνην τοῖς Περσῶν βασιλεῦσι παραβαλών, ἐδωρήσατο τρεῖς πόλεις αὐτῷ, Λάρισσαν καὶ Ἀρέθουσαν καὶ Ἱερὰν πόλιν ἣν Βαμβύκην πρότερον [37.2] ἐκάλουν. τοῦ δὲ Πάρθων βασιλέως τῷ Μοναίσῃ δεξιὰν καταπέμψαντος, ἄσμενος αὐτὸν ἀπέστειλεν ὁ Ἀντώνιος, ἐξαπατᾶν μὲν ἐγνωκὼς τὸν Φραάτην ὡς εἰρήνης ἐσομένης, ἀξιῶν δὲ τὰς ἁλούσας ἐπὶ Κράσσου σημαίας καὶ [37.3] τῶν ἀνδρῶν ἀπολαβεῖν τοὺς περιόντας. αὐτὸς δὲ Κλεοπάτραν εἰς Αἴγυπτον ἀποπέμψας, ἐχώρει δι' Ἀραβίας καὶ Ἀρμενίας, ὅπου συνελθούσης αὐτῷ τῆς δυνάμεως καὶ τῶν συμμάχων βασιλέων -- πάμπολλοι δ' ἦσαν οὗτοι, μέγιστος δὲ πάντων ὁ τῆς Ἀρμενίας Ἀρταουάσδης, ἑξακισχιλίους ἱππεῖς καὶ πεζοὺς ἑπτακισχιλίους παρέχων [37.4] -- ἐξήτασε τὸν στρατόν. ἦσαν δὲ Ῥωμαίων μὲν αὐτῶν ἑξακισμύριοι πεζοί, καὶ τὸ Ῥωμαίοις συντεταγμένον ἱππικὸν Ἰβήρων καὶ Κελτῶν μύριοι, τῶν δ' ἄλλων ἐθνῶν ἐγένοντο τρεῖς μυριάδες σὺν ἱππεῦσιν ὁμοῦ καὶ [37.5] ψιλοῖς. τοσαύτην μέντοι παρασκευὴν καὶ δύναμιν, ἣ καὶ τοὺς πέραν Βάκτρων Ἰνδοὺς ἐφόβησε καὶ πᾶσαν ἐκράδανε τὴν Ἀσίαν, ἀνόνητον αὐτῷ διὰ Κλεοπάτραν γενέσθαι [37.6] λέγουσι. σπεύδοντα γὰρ ἐκείνῃ συνδιαχειμάσαι, τὸν πόλεμον ἐξενεγκεῖν πρὸ καιροῦ καὶ πᾶσι χρήσασθαι τεταραγμένως, οὐκ ὄντα τῶν ἑαυτοῦ λογισμῶν, ἀλλ' ὑπὸ φαρμάκων τινῶν ἢ γοητείας παπταίνοντα πρὸς ἐκείνην ἀεί, καὶ πρὸς τὸ τάχιον ἐπανελθεῖν μᾶλλον ἢ πρὸς τὸ κρατῆσαι τῶν πολεμίων γενόμενον.
[38]
[38.1] Πρῶτον μὲν οὖν αὐτοῦ δέον ἐν Ἀρμενίᾳ διαχειμάσαι καὶ διαναπαῦσαι τὸν στρατόν, ὀκτακισχιλίων σταδίων ἀποτετρυμένον πορείᾳ, καὶ πρὶν ἢ κινεῖν ἐκ τῶν χειμαδίων Πάρθους ἔαρος ἀρχῇ Μηδίαν καταλαβεῖν, οὐκ ἠνέσχετο τὸν χρόνον, ἀλλ' εὐθὺς ἦγεν ἐν ἀριστερᾷ λαβὼν Ἀρμενίαν, καὶ τῆς Ἀτροπατηνῆς ἁψάμενος ἐπόρθει τὴν χώραν. [38.2] ἔπειτα μηχανημάτων αὐτῷ πρὸς πολιορκίαν ἀναγκαίων τριακοσίαις ἁμάξαις παραπεμπομένων, ἐν οἷς καὶ κριὸς ἦν ὀγδοήκοντα ποδῶν μῆκος, ὧν οὐδὲν ἐνεχώρει διαφθαρὲν ἐπὶ καιροῦ πάλιν γενέσθαι διὰ τὸ τὴν ἄνω χώραν πᾶν ξύλον ἀγεννὲς εἰς μῆκος καὶ μαλθακὸν ἐκφέρειν, ἐπειγόμενος [38.3] ὡς ἐμπόδια τοῦ ταχύνειν ἀπέλιπε, φυλακήν τινα καὶ Στατιανὸν ἡγεμόνα τῶν ἁμαξῶν ἐπιστήσας, αὐτὸς δὲ Φραάτα μεγάλην πόλιν, ἐν ᾗ καὶ τέκνα καὶ γυναῖκες [38.4] ἦσαν τοῦ τῆς Μηδίας βασιλέως, ἐπολιόρκει. τῆς δὲ χρείας εὐθὺς ὅσον ἥμαρτε τὰς μηχανὰς ἀπολιπὼν ἐξελεγχούσης, ὁμόσε χωρῶν ἔχου πρὸς τὴν πόλιν χῶμα σχολῇ καὶ πολυπόνως [38.5] ἀνιστάμενον. ἐν τούτῳ δὲ καταβαίνων στρατιᾷ μεγάλῃ Φραάτης, ὡς ἤκουσε τὴν ἀπόλειψιν τῶν μηχανοφόρων ἁμαξῶν, ἔπεμψε τῶν ἱππέων πολλοὺς ἐπ' αὐτάς, ὑφ' ὧν περιληφθεὶς ὁ Στατιανὸς ἀποθνῄσκει μὲν αὐτός, [38.6] ἀποθνῄσκουσι δὲ μύριοι τῶν μετ' αὐτοῦ. τὰς δὲ μηχανὰς ἑλόντες οἱ βάρβαροι διέφθειραν. εἷλον δὲ παμπόλλους, ἐν οἷς καὶ Πολέμων ἦν ὁ βασιλεύς.
[39]
[39.1]Τοῦτο πάντας μὲν ὡς εἰκὸς ἠνίασε τοὺς περὶ Ἀντώνιον, ἀνελπίστως ἐν ἀρχῇ πληγέντας· ὁ δ' Ἀρμένιος Ἀρταουάσδης ἀπογνοὺς τὰ Ῥωμαίων ᾤχετο τὴν αὑτοῦ στρατιὰν ἀναλαβών, καίπερ αἰτιώτατος τοῦ πολέμου γενόμενος. ἐπιφανέντων δὲ λαμπρῶς τοῖς πολιορκοῦσι τῶν [39.2] Πάρθων καὶ χρωμένων ἀπειλαῖς πρὸς ὕβριν, οὐ βουλόμενος Ἀντώνιος ἡσυχάζοντι τῷ στρατῷ τὸ δυσθυμοῦν καὶ καταπεπληγμένον ἐμμένειν καὶ αὔξεσθαι, δέκα τάγματα λαβὼν καὶ τρεῖς στρατηγίδας σπείρας ὁπλιτῶν, τοὺς δ' ἱππεῖς ἅπαντας, ἐξήγαγε πρὸς σιτολογίαν, ἡγούμενος οὕτως ἂν ἐπισπασθέντων μάλιστα τῶν πολεμίων [39.3] ἐκ παρατάξεως μάχην γενέσθαι. προελθὼν δὲ μιᾶς ὁδὸν ἡμέρας, ὡς ἑώρα τοὺς Πάρθους κύκλῳ περιχεομένους καὶ προσπεσεῖν καθ' ὁδὸν αὐτῷ ζητοῦντας, ἐξέθηκε μὲν τὸ τῆς μάχης σύμβολον ἐν τῷ στρατοπέδῳ, καθελὼν δὲ τὰς σκηνὰς ὡς οὐ μαχησόμενος, ἀλλ' ἀπάξων, παρημείβετο τῶν βαρβάρων τὴν τάξιν οὖσαν μηνοειδῆ, κελεύσας, ὅταν οἱ πρῶτοι τοῖς ὁπλίταις ἐν ἐφικτῷ δοκῶσιν [39.4] εἶναι, τοὺς ἱππεῖς ἐναντίους εἰσελαύνειν. τοῖς δὲ Πάρθοις παρακεκριμένοις λόγου κρείττων ἡ τάξις ἐφαίνετο τῶν Ῥωμαίων, καὶ κατεθεῶντο παρεξιόντας ἐν διαστήμασιν ἴσοις ἀθορύβως καὶ σιωπῇ τοὺς ὑσσοὺς κραδαίνοντας. [39.5] ὡς δὲ τὸ σημεῖον ἤρθη καὶ προσεφέροντο μετὰ κραυγῆς ἐπιστρέψαντες οἱ ἱππεῖς, τούτους μὲν ἠμύνοντο δεξάμενοι, καίπερ εὐθὺς ἐντὸς τοξεύματος γενομένους, τῶν δ' ὁπλιτῶν συναπτόντων ἅμα βοῇ καὶ πατάγῳ τῶν ὅπλων, οἵ θ' ἵπποι τοῖς Πάρθοις ἐξίσταντο ταρβοῦντες, [39.6] καὶ αὐτοὶ πρὶν εἰς χεῖρας ἐλθεῖν ἔφευγον. ὁ δ' Ἀντώνιος ἐνέκειτο τῇ διώξει καὶ μεγάλας εἶχεν ἐλπίδας, ὡς τοῦ πολέμου τὸ σύμπαν ἢ τὸ πλεῖστον ἐκείνῃ τῇ μάχῃ [39.7] διαπεπραγμένος. ἐπεὶ δὲ τῆς διώξεως γενομένης τοῖς μὲν πεζοῖς ἐπὶ πεντήκοντα στάδια, τοῖς δ' ἱππεῦσιν ἐπὶ τρὶς τοσαῦτα, τοὺς πεπτωκότας τῶν πολεμίων καὶ τοὺς ἡλωκότας ἐπισκοποῦντες εὗρον αἰχμαλώτους μὲν τριάκοντα, νεκροὺς δ' ὀγδοήκοντα μόνους, ἀπορία καὶ δυσθυμία πᾶσι παρέστη, δεινὸν εἶναι λογιζομένοις, εἰ νικῶντες μὲν οὕτως ὀλίγους κτενοῦσιν, ἡττώμενοι δὲ στερήσονται τοσούτων ὅσους [39.8] ἀπέβαλον περὶ ταῖς ἁμάξαις. τῇ δ' ὑστεραίᾳ συσκευασάμενοι τὴν ἐπὶ Φραάτων καὶ τοῦ στρατοπέδου προῆγον. ἐντυχόντες δὲ κατὰ τὴν ὁδὸν πρῶτον μὲν ὀλίγοις τῶν πολεμίων, ἔπειτα πλείοσι, τέλος δὲ πᾶσιν ὥσπερ ἀηττήτοις καὶ νεαλέσι, προκαλουμένοις καὶ προσβάλλουσι πανταχόθεν, μοχθηρῶς καὶ πολυπόνως ἀπεσώθησαν εἰς τὸ [39.9] στρατόπεδον. τῶν δὲ Μήδων ἐκδρομήν τινα ποιησαμένων ἐπὶ τὸ χῶμα καὶ τοὺς προμαχομένους φοβησάντων, ὀργισθεὶς ὁ Ἀντώνιος ἐχρήσατο τῇ λεγομένῃ δεκατείᾳ πρὸς τοὺς ἀποδειλιάσαντας· διελὼν γὰρ εἰς δεκάδας τὸ πλῆθος, ἀφ' ἑκάστης ἕνα τὸν λαχόντα κλήρῳ διέφθειρε, τοῖς δ' ἄλλοις ἀντὶ πυρῶν ἐκέλευε κριθὰς μετρεῖσθαι.
[40]
[40.1]Χαλεπὸς δ' ἀμφοτέροις ἦν ὁ πόλεμος, καὶ τὸ μέλλον αὐτοῦ φοβερώτερον, Ἀντωνίῳ μὲν προσδοκῶντι λιμόν· οὐκέτι γὰρ ἦν ἄνευ τραυμάτων καὶ νεκρῶν πολλῶν [40.2] ἐπισιτίσασθαι· Φραάτης δὲ τοὺς Πάρθους ἐπιστάμενος πάντα μᾶλλον ἢ χειμῶνος ἔξω προσταλαιπωρεῖν καὶ θυραυλεῖν δυναμένους, ἐφοβεῖτο μὴ τῶν Ῥωμαίων ἐγκαρτερούντων καὶ παραμενόντων ἀπολίπωσιν αὐτόν, ἤδη τοῦ ἀέρος συνισταμένου μετὰ φθινοπωρινὴν ἰσημερίαν. [40.3] δόλον οὖν συντίθησι τοιόνδε. Πάρθων οἱ γνωριμώτατοι περὶ τὰς σιτολογίας καὶ τὰς ἄλλας ἀπαντήσεις μαλακώτερον τοῖς Ῥωμαίοις προσεφέροντο, λαμβάνειν τε παριέντες αὐτοῖς ἔνια καὶ τὴν ἀρετὴν ἐπαινοῦντες, ὡς πολεμικωτάτων ἀνδρῶν καὶ θαυμαζομένων ὑπὸ τοῦ σφετέρου [40.4] βασιλέως δικαίως. ἐκ δὲ τούτου προσελαύνοντες ἐγγυτέρω καὶ τοὺς ἵππους ἀτρέμα παραβάλλοντες, ἐλοιδόρουν τὸν Ἀντώνιον, ὅτι βουλομένῳ Φραάτῃ διαλλαγῆναι καὶ φείσασθαι τοιούτων ἀνδρῶν καὶ τοσούτων ἀφορμὴν οὐ δίδωσιν, ἀλλὰ τοὺς χαλεποὺς καὶ μεγάλους κάθηται πολεμίους ἀναμένων, λιμὸν καὶ χειμῶνα, δι' ὧν ἔργον ἐστὶ καὶ προπεμπομένους ὑπὸ Πάρθων [40.5] ἀποφεύγειν. πολλῶν δὲ ταῦτα πρὸς τὸν Ἀντώνιον ἀναφερόντων, μαλασσόμενος ὑπὸ τῆς ἐλπίδος, ὅμως οὐ πρότερον ἐπεκηρυκεύσατο πρὸς τὸν Πάρθον, ἢ πυθέσθαι τῶν φιλοφρονουμένων ἐκείνων βαρβάρων, εἰ τοῦ βασιλέως [40.6] ταῦτα φρονοῦντος διαλέγοιντο. φασκόντων δὲ καὶ παρακαλούντων μὴ δεδιέναι μηδ' ἀπιστεῖν, ἔπεμψέ τινας τῶν ἑταίρων, πάλιν τὰς σημαίας ἀξιῶν ἀπολαβεῖν καὶ τοὺς αἰχμαλώτους, ὡς δὴ μὴ παντάπασιν ἀγαπᾶν τὸ σωθῆναι [40.7] καὶ διαφυγεῖν νομισθείη. τοῦ δὲ Πάρθου ταῦτα μὲν ἐᾶν κελεύοντος, ἀπιόντι δ' εὐθὺς εἰρήνην καὶ ἀσφάλειαν εἶναι φήσαντος, ὀλίγαις ἡμέραις συσκευασάμενος ἀνεζεύγνυεν. [40.8] ὢν δὲ καὶ δήμῳ πιθανὸς ἐντυχεῖν καὶ στρατὸν ἄγειν διὰ λόγου παρ' ὁντινοῦν τῶν τότε πεφυκώς, ἐξέλιπεν αὐτὸς αἰσχύνῃ καὶ κατηφείᾳ τὸ παραθαρρῦναι τὸ πλῆθος, [40.9] Δομίτιον δ' Ἀηνόβαρβον ἐκέλευε τοῦτο ποιῆσαι. καί τινες μὲν ἠγανάκτησαν ὡς ὑπερορώμενοι, τὸ δὲ πλεῖστον ἐπεκλάσθη καὶ συνεφρόνησε τὴν αἰτίαν· διὸ καὶ μᾶλλον ᾤοντο δεῖν ἀνταιδεῖσθαι καὶ πείθεσθαι τῷ στρατηγῷ.
[41]
[41.1] Μέλλοντος δ' αὐτοῦ τὴν αὐτὴν ὁδὸν ἄγειν ὀπίσω πεδινὴν καὶ ἄδενδρον οὖσαν, ἀνὴρ τῷ γένει Μάρδος, πολλὰ τοῖς Πάρθων ἤθεσιν ἐνωμιληκώς, ἤδη δὲ Ῥωμαίοις πιστὸς ἐν τῇ μάχῃ τῇ περὶ τὰς μηχανὰς γεγονώς, Ἀντωνίῳ προσελθὼν ἐκέλευε φεύγειν ἐν δεξιᾷ τῶν ὀρῶν ἐπιλαβόμενον, καὶ μὴ στρατὸν ὁπλίτην καὶ βαρὺν ἐν δρόμοις γυμνοῖς καὶ ἀναπεπταμένοις ὑποβάλλειν ἵππῳ τοσαύτῃ καὶ τοξεύμασιν, ὃ δὴ τεχνώμενον τὸν Φραάτην ἀναστῆσαι τῆς πολιορκίας αὐτὸν ὁμολογίαις φιλανθρώποις· [41.2] ἔσεσθαι δ' αὐτὸς ἡγεμὼν ὁδοῦ βραχυτέρας καὶ [41.3] μᾶλλον εὐπορίαν τῶν ἐπιτηδείων ἐχούσης. ταῦτ' ἀκούσας ὁ Ἀντώνιος ἐβουλεύετο, καὶ Πάρθοις μὲν οὐκ ἐβούλετο δοκεῖν ἀπιστεῖν μετὰ σπονδάς, τὴν δὲ συντομίαν τῆς ὁδοῦ καὶ τὸ παρὰ κώμας οἰκουμένας ἔσεσθαι τὴν πορείαν [41.4] ἐπαινῶν, πίστιν ᾔτει τὸν Μάρδον. ὁ δὲ δῆσαι παρεῖχεν αὑτὸν ἄχρι οὗ καταστήσαι τὸν στρατὸν εἰς Ἀρμενίαν, καὶ [41.5] δεθεὶς ἡγεῖτο δύο ἡμέρας καθ' ἡσυχίαν. τῇ δὲ τρίτῃ παντάπασι τοὺς Πάρθους ἀπεγνωκότος Ἀντωνίου καὶ βαδίζοντος ἀνειμένως διὰ τὸ θαρρεῖν, ἰδὼν ὁ Μάρδος ἀπόχωσιν ἐμβολῆς ποταμοῦ νεωστὶ διεσπασμένην καὶ τὸ ῥεῦμα πολὺ πρὸς τὴν ὁδὸν ᾗ πορευτέον ἦν ἐκχεόμενον, συνῆκεν ὅτι τῶν Πάρθων ἔργον εἴη τοῦτο, δυσκολίας ἕνεκα καὶ διατριβῆς ἐμποδὼν αὐτοῖς τὸν ποταμὸν τιθεμένων, καὶ τὸν Ἀντώνιον ὁρᾶν ἐκέλευε καὶ προσέχειν, ὡς [41.6] τῶν πολεμίων ἐγγὺς ὄντων. ἄρτι δ' αὐτοῦ καθιστάντος εἰς τάξιν τὰ ὅπλα καὶ δι' αὐτῶν τοῖς ἀκοντισταῖς καὶ σφενδονήταις ἐκδρομὴν ἐπὶ τοὺς πολεμίους παρασκευάζοντος, ἐπεφάνησαν οἱ Πάρθοι καὶ περιήλαυνον, ὡς κυκλωσόμενοι καὶ συνταράξοντες πανταχόθεν τὸν στρατόν. [41.7] ἐκδραμόντων δὲ τῶν ψιλῶν ἐπ' αὐτούς, πολλὰς μὲν δόντες ἀπὸ τόξων, οὐκ ἐλάττονας δὲ ταῖς μολυβδίσι καὶ [41.8] τοῖς ἀκοντίοις πληγὰς λαβόντες, ἀνεχώρουν. εἶτ' ἐπῆγον αὖθις, ἄχρι οὗ συστρέψαντες οἱ Κελτοὶ τοὺς ἵππους ἐνέβαλον καὶ διεσκέδασαν αὐτούς, οὐκέτι τῆς ἡμέρας ἐκείνης ὑπόδειγμα γενομένους.
[42]
[42.1] Ἐκ τούτου μαθὼν ὁ Ἀντώνιος ὃ ποιεῖν ἔδει, πολλοῖς ἀκοντισταῖς καὶ σφενδονήταις οὐ μόνον τὴν οὐραγίαν, ἀλλὰ καὶ τὰς πλευρὰς ἑκατέρας στομώσας, ἐν πλαισίῳ τὸν στρατὸν ἦγε, καὶ τοῖς ἱππόταις εἴρητο προσβάλλοντας τρέπεσθαι, τρεψαμένους δὲ μὴ πόρρω διώκειν, ὥστε τοὺς Πάρθους τὰς ἐφεξῆς τέσσαρας ἡμέρας οὐθὲν πλέον δράσαντας ἢ παθόντας ἀμβλυτέρους γενέσθαι καὶ τὸν χειμῶνα ποιουμένους πρόφασιν ἀπιέναι διανοεῖσθαι. [42.2] Τῇ δὲ πέμπτῃ Φλαούϊος Γάλλος, ἀνὴρ πολεμικὸς καὶ δραστήριος ἐφ' ἡγεμονίας τεταγμένος, ᾔτησεν Ἀντώνιον προσελθὼν πλείονας ψιλοὺς ἀπ' οὐρᾶς καὶ τῶν ἀπὸ τοῦ στόματος ἱππέων τινάς, ὡς μέγα κατόρθωμα ποιήσων. [42.3] δόντος δέ, προσβάλλοντας ἀνέκοπτε τοὺς πολεμίους, οὐχ ὡς πρότερον ὑπάγων ἅμα πρὸς τοὺς ὁπλίτας καὶ ἀναχωρῶν, ἀλλ' ὑφιστάμενος καὶ συμπλεκόμενος παραβολώτερον. [42.4] ὁρῶντες δ' αὐτὸν οἱ τῆς οὐραγίας ἡγεμόνες ἀπορρηγνύμενον, ἐκάλουν πέμποντες· ὁ δ' οὐκ ἐπείθετο. Τίτιον δέ φασι τὸν ταμίαν καὶ τῶν σημαιῶν ἐπιλαβόμενον στρέφειν ὀπίσω καὶ λοιδορεῖν τὸν Γάλλον ὡς ἀπολλύντα [42.5] πολλοὺς καὶ ἀγαθοὺς ἄνδρας. ἀντιλοιδοροῦντος δ' ἐκείνου καὶ διακελευομένου τοῖς περὶ αὑτὸν μένειν, ὁ μὲν Τίτιος ἀπεχώρει· τὸν δὲ Γάλλον ὠθούμενον εἰς τοὺς κατὰ στόμα λανθάνουσι πολλοὶ περισχόντες ἐκ τῶν ὄπισθεν. [42.6] βαλλόμενος δὲ πανταχόθεν ἐκάλει πέμπων ἀρωγήν. οἱ δὲ τοὺς ὁπλίτας ἄγοντες, ὧν καὶ Κανίδιος ἦν, ἀνὴρ παρ' Ἀντωνίῳ δυνάμενος μέγιστον, οὐ μικρὰ δοκοῦσι [42.7] διαμαρτεῖν. δέον γὰρ ἀθρόαν ἐπιστρέψαι τὴν φάλαγγα, πέμποντες κατ' ὀλίγους ἐπιβοηθοῦντας, καὶ πάλιν ἡττωμένων τούτων ἑτέρους ἀποστέλλοντες, ἔλαθον ὀλίγου δεῖν ἥττης καὶ φυγῆς ὅλον ἀναπλήσαντες τὸ στρατόπεδον, [42.8] εἰ μὴ ταχὺ μὲν αὐτὸς Ἀντώνιος μετὰ τῶν ὅπλων ἀπὸ τοῦ στόματος ἦγεν ὑπαντιάζων, ταχὺ δὲ τὸ τρίτον τάγμα διὰ τῶν φευγόντων ἐπὶ τοὺς πολεμίους ὠσάμενον ἔσχε τοῦ πρόσω διώκειν.
[43]
[43.1]Ἀπέθανον δὲ τρισχιλίων οὐκ ἐλάττους, ἐκομίσθησαν δ' ἐπὶ σκηνὰς τραυματίαι πεντακισχίλιοι· καὶ Γάλλος ἦν ἐν τούτοις, τέτταρσιν ἐναντίοις διαπεπαρμένος [43.2] τοξεύμασιν. ἀλλ' οὗτος μὲν ἐκ τῶν τραυμάτων οὐκ ἀνήνεγκε, τοὺς δ' ἄλλους περιιὼν ὁ Ἀντώνιος ἐπεσκόπει καὶ παρεθάρρυνε δεδακρυμένος καὶ περιπαθῶν. οἱ δὲ φαιδροὶ τῆς δεξιᾶς αὐτοῦ λαμβανόμενοι, παρεκάλουν ἀπιόντα θεραπεύειν αὑτὸν καὶ μὴ κακοπαθεῖν, αὐτοκράτορα καλοῦντες καὶ σῴζεσθαι λέγοντες, ἂν ἐκεῖνος ὑγιαίνῃ. [43.3] Καθόλου μὲν γὰρ οὔτ' ἀλκαῖς οὔθ' ὑπομοναῖς οὐθ' ἡλικίᾳ λαμπρότερον ἄλλος αὐτοκράτωρ στρατὸν ἐκείνου [43.4] δοκεῖ συναγαγεῖν ἐν τοῖς τότε χρόνοις· ἡ δὲ πρὸς αὐτὸν αἰδὼς τὸν ἡγεμόνα καὶ πειθαρχία μετ' εὐνοίας, καὶ τὸ πάντας ὁμαλῶς, ἐνδόξους ἀδόξους, ἄρχοντας ἰδιώτας, τὴν παρ' Ἀντωνίῳ τιμὴν καὶ χάριν μᾶλλον αἱρεῖσθαι τῆς σωτηρίας καὶ τῆς ἀσφαλείας, οὐδὲ τοῖς πάλαι Ῥω[43.5]μαίοις ἀπέλιπεν ὑπερβολήν. τούτου δ' αἰτίαι πλείονες ἦσαν, ὡς προειρήκαμεν· εὐγένεια, λόγου δύναμις, ἁπλότης, τὸ φιλόδωρον καὶ μεγαλόδωρον, ἥ τε περὶ τὰς [43.6] παιδιὰς καὶ τὰς ὁμιλίας εὐτραπελία. τότε δὲ καὶ συμπονῶν καὶ συναλγῶν τοῖς κακοπαθοῦσι καὶ μεταδιδοὺς οὗ τις δεηθείη, προθυμοτέρους τῶν ἐρρωμένων τοὺς νοσοῦντας καὶ τετρωμένους ἐποίησε.
[44]
[44.1] Τοὺς μέντοι πολεμίους ἀπαγορεύοντας ἤδη καὶ κάμνοντας οὕτως ἐπῆρεν ἡ νίκη, καὶ τοσοῦτον τῶν Ῥωμαίων κατεφρόνησαν, ὥστε καὶ νυκτὸς ἐπαυλίσασθαι τῷ στρατοπέδῳ, προσδοκῶντες αὐτίκα μάλα σκηνὰς ἐρήμους [44.2] καὶ χρήματα διαρπάσειν ἀποδιδρασκόντων. ἅμα δ' ἡμέρᾳ πολὺ πλείονες ἐπηθροίζοντο, καὶ λέγονται τετρακισμυρίων οὐκ ἐλάττονες ἱππόται γενέσθαι, βασιλέως καὶ τοὺς περὶ αὐτὸν ἀεὶ τεταγμένους ὡς ἐπὶ σαφεῖ καὶ βεβαίῳ κατορθώματι πέμψαντος· αὐτὸς μὲν γὰρ οὐδεμιᾷ [44.3] μάχῃ παρέτυχεν. Ἀντώνιος δὲ βουλόμενος προσαγορεῦσαι τοὺς στρατιώτας, ᾔτησε φαιὸν ἱμάτιον, ὡς οἰκτρότερος ὀφθείη. τῶν δὲ φίλων ἐναντιωθέντων, ἐν τῇ στρατηγικῇ φοινικίδι προελθὼν ἐδημηγόρησε, τοὺς μὲν [44.4] νενικηκότας ἐπαινῶν, ὀνειδίζων δὲ τοὺς φυγόντας. τῶν δ' οἱ μὲν παρεκελεύοντο θαρρεῖν, οἱ δ' ἀπολογούμενοι σφᾶς αὐτοὺς παρεῖχον, εἴτε βούλοιτο δεκατεύειν εἴτ' ἄλλῳ τρόπῳ κολάζειν· μόνον παύσασθαι δυσφοροῦντα καὶ [44.5] λυπούμενον ἐδέοντο. πρὸς ταῦτα τὰς χεῖρας ἀνατείνας ἐπεύξατο τοῖς θεοῖς, εἴ τις ἄρα νέμεσις τὰς πρόσθεν εὐτυχίας αὐτοῦ μέτεισιν, εἰς αὐτὸν ἐλθεῖν, τῷ δ' ἄλλῳ στρατῷ σωτηρίαν δοῦναι καὶ νίκην.
[45]
Τῇ δ' ὑστεραίᾳ φραξάμενοι βέλτιον προῆγον, καὶ [45.1] τοῖς Πάρθοις ἐπιχειροῦσι πολὺς ἀπήντα παράλογος. οἰόμενοι γὰρ ἐφ' ἁρπαγὴν καὶ λεηλασίαν, οὐ μάχην, ἐλαύνειν, εἶτα πολλοῖς βέλεσιν ἐντυγχάνοντες, ἐρρωμένους δὲ καὶ νεαλεῖς ταῖς προθυμίαις ὁρῶντες, αὖθις ἐξέκαμνον. [45.3] ἐπεὶ δὲ καταβαίνουσιν αὐτοῖς ἀπὸ λόφων τινῶν ἐπικλινῶν ἐπέθεντο καὶ βραδέως ὑπεξάγοντας ἔβαλλον, ἐπιστρέψαντες οἱ θυρεοφόροι συνέκλεισαν εἴσω τῶν ὅπλων τοὺς ψιλούς, αὐτοὶ δὲ καθέντες εἰς γόνυ προὐβάλοντο τοὺς θυρεούς· οἱ δ' ὄπισθεν ὑπερέσχον αὐτῶν τὰ ὅπλα, κἀκείνων [45.4] ὁμοίως ἕτεροι. τὸ δὲ σχῆμα παραπλήσιον ἐρέψει γινόμενον ὄψιν τε θεατρικὴν παρέχει, καὶ τῶν προβλημάτων στεγανώτατόν ἐστι πρὸς τοὺς ὀιστοὺς ἀπολισθάνοντας. [45.5] οἱ μέντοι Πάρθοι τὴν εἰς γόνυ κλίσιν τῶν Ῥωμαίων ἀπαγόρευσιν ἡγούμενοι καὶ κάματον εἶναι, τὰ μὲν τόξα κατέθεντο, τοὺς δὲ κοντοὺς διαλαβόντες ἐγγὺς [45.6] προσέμειξαν. οἱ δὲ Ῥωμαῖοι συναλαλάξαντες ἐξαίφνης ἀνέθορον, καὶ τοῖς ὑσσοῖς παίοντες ἐκ χειρὸς ἔκτεινάν τε τοὺς πρώτους καὶ τροπὴν ἔθεντο τῶν ἄλλων ἁπάντων. [45.7] ἐγίνετο δὲ ταῦτα καὶ ταῖς ἄλλαις ἡμέραις, ἐπὶ μικρὸν ἀνυόντων τῆς ὁδοῦ. καὶ λιμὸς ἥπτετο τοῦ στρατοῦ, σῖτόν τε βραχὺν καὶ διὰ μάχης ποριζομένου καὶ τῶν πρὸς ἀλετὸν σκευῶν οὐκ εὐποροῦντος. τὰ γὰρ πολλὰ κατελείπετο, τῶν μὲν ἀποθνῃσκόντων ὑποζυγίων, τῶν δὲ [45.8] τοὺς νοσοῦντας καὶ τραυματίας φερόντων. λέγεται δὲ χοῖνιξ Ἀττικὴ πυρῶν πεντήκοντα δραχμῶν ὤνιος γενέσθαι, τοὺς δὲ κριθίνους ἄρτους πρὸς ἀργύριον ἱστάντες [45.9] ἀπεδίδοντο. τραπόμενοι δὲ πρὸς λάχανα καὶ ῥίζας, ὀλίγοις μὲν ἐνετύγχανον τῶν συνήθων, ἀναγκαζόμενοι δὲ πειρᾶσθαι καὶ τῶν ἀγεύστων πρότερον, ἥψαντό τινος πόας [45.10] ἐπὶ θάνατον διὰ μανίας ἀγούσης. ὁ γὰρ φαγὼν οὐδὲν ἐμέμνητο τῶν ἄλλων οὐδ' ἐγίνωσκεν, ἓν δ' ἔργον εἶχε κινεῖν καὶ στρέφειν πάντα λίθον, ὥς τι μεγάλης σπουδῆς [45.11] ἄξιον διαπραττόμενος. ἦν δὲ μεστὸν τὸ πεδίον κεκυφότων χαμᾶζε καὶ τοὺς λίθους περιορυττόντων καὶ μεθιστάντων· τέλος δὲ χολὴν ἐμοῦντες ἔθνῃσκον, ἐπεὶ καὶ τὸ μόνον [45.12] ἀντιπαθές, οἶνος, ἐξέλιπε. φθειρομένων δὲ πολλῶν καὶ τῶν Πάρθων οὐκ ἀφισταμένων, πολλάκις ἀναφθέγξασθαι τὸν Ἀντώνιον ἱστοροῦσιν "ὦ μύριοι", θαυμάζοντα τοὺς μετὰ Ξενοφῶντος, ὅτι καὶ πλείονα καταβαίνοντες ὁδὸν ἐκ τῆς Βαβυλωνίας καὶ πολλαπλασίοις μαχόμενοι πολεμίοις ἀπεσώθησαν.
[46]
[46.1] Οἱ δὲ Πάρθοι διαπλέξαι μὲν οὐ δυνάμενοι τὸν στρατὸν οὐδὲ διασπάσαι τὴν τάξιν, ἤδη δὲ πολλάκις ἡττημένοι καὶ πεφευγότες, αὖθις εἰρηνικῶς ἀνεμείγνυντο [46.2] τοῖς ἐπὶ χιλὸν ἢ σῖτον προερχομένοις, καὶ τῶν τόξων τὰς νευρὰς ἐπιδεικνύντες ἀνειμένας ἔλεγον, ὡς αὐτοὶ μὲν ἀπίασιν ὀπίσω καὶ τοῦτο ποιοῦνται πέρας ἀμύνης, ὀλίγοι δὲ Μήδων ἀκολουθήσουσιν ἔτι μιᾶς ἢ δευτέρας ὁδὸν ἡμέρας, οὐδὲν παρενοχλοῦντες, ἀλλὰ τὰς ἀπωτέρω [46.3] κώμας φυλάττοντες. τούτοις τοῖς λόγοις ἀσπασμοί τε καὶ φιλοφροσύναι προσῆσαν, ὥστε πάλιν τοὺς Ῥωμαίους εὐθαρσεῖς γενέσθαι, καὶ τὸν Ἀντώνιον ἀκούσαντα τῶν πεδίων ἐφίεσθαι μᾶλλον, ἀνύδρου λεγομένης εἶναι τῆς [46.4] διὰ τῶν ὀρῶν. οὕτω δὲ ποιεῖν μέλλοντος, ἧκεν ἀνὴρ ἐπὶ τὸ στρατόπεδον ἐκ τῶν πολεμίων ὄνομα Μιθριδάτης, ἀνεψιὸς Μοναίσου τοῦ παρ' Ἀντωνίῳ γενομένου καὶ τὰς τρεῖς πόλεις δωρεὰν λαβόντος. ἠξίου δ' αὐτῷ προσελθεῖν τινα τῶν Παρθιστὶ διαλεχθῆναι δυναμένων ἢ [46.5] Συριστί. καὶ προσελθόντος Ἀλεξάνδρου τοῦ Ἀντιοχέως, ὃς ἦν Ἀντωνίῳ συνήθης, ὑπειπὼν ὃς εἴη, καὶ Μοναίσῃ τὴν χάριν ἀνάπτων, ἠρώτησε τὸν Ἀλέξανδρον, εἰ λόφους [46.6] συνεχεῖς καὶ ὑψηλοὺς ὁρᾷ πρόσωθεν. φήσαντος δ' ὁρᾶν, "ὑπ' ἐκείνοις" ἔφη "πανστρατιᾷ Πάρθοι λοχῶσιν ὑμᾶς. τὰ γὰρ μεγάλα πεδία τῶν λόφων τούτων ἐξήρτηται, καὶ προσδοκῶσιν ὑμᾶς ἐξηπατημένους ὑπ' αὐτῶν ἐνταῦθα [46.7] τρέψεσθαι, τὴν διὰ τῶν ὀρῶν ἀπολιπόντας. ἐκείνη μὲν οὖν ἔχει δίψος καὶ πόνον ὑμῖν συνήθη, ταύτῃ δὲ χωρῶν Ἀντώνιος ἴστω τὰς Κράσσου τύχας αὐτὸν ἐκδεχομένας."
[47]
[47.1] Ὁ μὲν οὕτω φράσας ἀπῆλθεν· Ἀντώνιος δ' ἀκούσας καὶ διαταραχθεὶς συνεκάλει τοὺς φίλους καὶ τὸν ἡγεμόνα [47.2] τῆς ὁδοῦ Μάρδον, οὐδ' αὐτὸν ἄλλως φρονοῦντα. καὶ γὰρ καὶ ἄνευ πολεμίων ἐγίνωσκε τὰς διὰ τῶν πεδίων ἀνοδίας καὶ πλάνας χαλεπὰς καὶ δυστεκμάρτους οὔσας, τὴν δὲ τραχεῖαν ἀπέφαινεν οὐδὲν ἄλλο δυσχερὲς ἢ μιᾶς [47.3] ἡμέρας ἀνυδρίαν ἔχουσαν. οὕτω δὴ τραπόμενος ταύτην ἦγε νυκτός, ὕδωρ ἐπιφέρεσθαι κελεύσας. ἀγγείων δ' ἦν ἀπορία τοῖς πολλοῖς· διὸ καὶ τὰ κράνη πιμπλάντες ὕδατος [47.4] ἐκόμιζον, οἱ δὲ διφθέραις ὑπολαμβάνοντες. ἤδη δὲ προχωρῶν ἀγγέλλεται τοῖς Πάρθοις· καὶ παρὰ τὸ εἰωθὸς ἔτι νυκτὸς ἐδίωκον. ἡλίου δ' ἀνίσχοντος ἥπτοντο τῶν [47.5] ἐσχάτων, ἀγρυπνίᾳ καὶ πόνῳ κακῶς διακειμένων· τεσσαράκοντα γὰρ καὶ διακοσίους ἐν τῇ νυκτὶ σταδίους κατηνύκεισαν· καὶ τὸ μὴ προσδοκῶσιν οὕτω ταχέως ἐπελθεῖν τοὺς πολεμίους ἀθυμίαν παρεῖχε, καὶ τὸ δίψος δ' ἐπέτεινεν [47.6] ὁ ἀγών· ἀμυνόμενοι γὰρ ἅμα προῆγον. οἱ δὲ πρῶτοι βαδίζοντες ἐντυγχάνουσι ποταμῷ, ψυχρὸν μὲν ἔχοντι καὶ διαυγές, ἁλμυρὸν δὲ καὶ φαρμακῶδες ὕδωρ, ὃ ποθὲν εὐθὺς ὀδύνας ἑλκομένης τῆς κοιλίας καὶ τοῦ δίψους [47.7] ἀναφλεγομένου παρεῖχε. καὶ ταῦτα τοῦ Μάρδου προλέγοντος, οὐδὲν ἧττον ἐκβιαζόμενοι τοὺς ἀνείργοντας ἔπινον. Ἀντώνιος δὲ περιιὼν ἐδεῖτο βραχὺν ἐγκαρτερῆσαι χρόνον· ἕτερον γὰρ οὐ πόρρω ποταμὸν εἶναι πότιμον, εἶτα τὴν λοιπὴν ἄφιππον καὶ τραχεῖαν, ὥστε παντάπασιν [47.8] ἀποστρέψεσθαι τοὺς πολεμίους. ἅμα δὲ καὶ τοὺς μαχομένους ἀνεκαλεῖτο καὶ κατάζευξιν ἐσήμαινεν, ὡς σκιᾶς γοῦν μεταλάβοιεν οἱ στρατιῶται.
[48]
[48.1] Πηγνυμένων οὖν τῶν σκηνῶν, καὶ τῶν Πάρθων εὐθὺς ὥσπερ εἰώθεισαν ἀπαλλαττομένων, ἧκεν αὖθις ὁ Μιθριδάτης, καὶ τοῦ Ἀλεξάνδρου προελθόντος παρῄνει μικρὸν ἡσυχάσαντα τὸν στρατὸν ἀνιστάναι καὶ σπεύδειν ἐπὶ τὸν ποταμόν, ὡς οὐ διαβησομένων Πάρθων, ἄχρι δ' [48.2] ἐκείνου διωξόντων. ταῦτ' ἀπαγγείλας πρὸς Ἀντώνιον ὁ Ἀλέξανδρος ἐκφέρει παρ' αὐτοῦ χρυσᾶ ποτήρια πάμπολλα καὶ φιάλας, ὧν ἐκεῖνος ὅσα τῇ ἐσθῆτι κατακρύψαι δυνατὸς [48.3] ἦν λαβὼν ἀπήλαυνεν. ἔτι δ' ἡμέρας οὔσης ἀναζεύξαντες ἐπορεύοντο, τῶν πολεμίων οὐ παρενοχλούντων, αὐτοὶ δ' ἑαυτοῖς νύκτα χαλεπωτάτην πασῶν ἐκείνην καὶ φοβερωτάτην [48.4] ἀπεργασάμενοι. τοὺς γὰρ ἔχοντας ἀργύριον ἢ χρυσίον ἀποκτιννύντες ἐσύλων, καὶ τὰ χρήματα τῶν ὑποζυγίων ἀφήρπαζον· τέλος δὲ τοῖς Ἀντωνίου σκευοφόροις ἐπιχειρήσαντες, ἐκπώματα καὶ τραπέζας πολυτελεῖς κατέκοπτον [48.5] καὶ διενέμοντο. θορύβου δὲ πολλοῦ καὶ πλάνου τὸ στράτευμα πᾶν ἐπέχοντος -- ᾤοντο γὰρ ἐπιπεπτωκότων τῶν πολεμίων τροπὴν γεγονέναι καὶ διασπασμόν -- , Ἀντώνιος καλέσας ἕνα τῶν δορυφορούντων αὐτὸν ἀπελευθέρων ὄνομα Ῥάμνον, ὥρκωσεν ὅταν κελεύσῃ τὸ ξίφος αὐτοῦ διεῖναι καὶ τὴν κεφαλὴν ἀποτεμεῖν, ὡς μήθ' ἁλῴη ζῶν [48.6] ὑπὸ τῶν πολεμίων μήτε γνωσθείη τεθνηκώς. ἐκδακρυσάντων δὲ τῶν φίλων, ὁ Μάρδος ἐθάρρυνε τὸν Ἀντώνιον, ὡς ἐγγὺς ὄντος τοῦ ποταμοῦ· καὶ γὰρ αὔρα τις ἀπορρέουσα νοτερὰ καὶ ψυχρότερος ἀὴρ ἀπαντῶν ἡδίω τὴν ἀναπνοὴν ἐποίει, καὶ τὸν χρόνον ἔφη τῆς πορείας οὕτω συμπεραίνειν τὸ μέτρον· οὐκέτι γὰρ ἦν πολὺ τὸ [48.7] λειπόμενον τῆς νυκτός. ἅμα δ' ἀπήγγελλον ἕτεροι τὸν θόρυβον ἐκ τῆς πρὸς αὑτοὺς ἀδικίας καὶ πλεονεξίας εἶναι. διὸ καὶ καταστῆσαι τὸ πλῆθος εἰς τάξιν ἐκ τῆς πλάνης καὶ τοῦ διασπασμοῦ βουλόμενος, ἐκέλευσε σημαίνειν κατάζευξιν.
[49]
[49.1] Ἤδη δ' ὑπέλαμπεν ἡμέρα, καὶ τοῦ στρατοῦ κόσμον ἀρχομένου τινὰ λαμβάνειν καὶ ἡσυχίαν, προσέπιπτε τοῖς τελευταίοις τὰ τῶν Πάρθων τοξεύματα, καὶ μάχης σημεῖον ἐδόθη τοῖς ψιλοῖς. οἱ δ' ὁπλῖται πάλιν ὁμοίως κατερέψαντες ἀλλήλους τοῖς θυρεοῖς, ὑπέμενον τοὺς βάλλοντας, [49.2] ἐγγὺς οὐ τολμῶντας συνελθεῖν. ὑπαγόντων δὲ κατὰ μικρὸν οὕτως τῶν πρώτων, ὁ ποταμὸς ἐφάνη, καὶ τοὺς ἱππεῖς ἐπ' αὐτῷ παρατάξας Ἀντώνιος ἐναντίους τοῖς πολεμίοις, διεβίβαζε τοὺς ἀσθενεῖς πρώτους. ἤδη δὲ καὶ τοῖς μαχομένοις [49.3] ἄδεια καὶ ῥᾳστώνη τοῦ πιεῖν ἦν. ὡς γὰρ εἶδον οἱ Πάρθοι τὸν ποταμόν, τάς τε νευρὰς ἀνῆκαν καὶ θαρροῦντας ἐκέλευον διαπερᾶν τοὺς Ῥωμαίους, πολλὰ τὴν ἀρετὴν αὐτῶν ἐγκωμιάζοντες. διαβάντες οὖν καθ' ἡσυχίαν αὑτοὺς ἀνελάμβανον, εἶθ' ὥδευον οὐ πάνυ τι τοῖς Πάρθοις πιστεύοντες.
[49.4] Ἕκτῃ δ' ἡμέρᾳ μετὰ τὴν τελευταίαν μάχην ἐπὶ τὸν Ἀράξην ποταμὸν ἧκον, ὁρίζοντα Μηδίαν καὶ Ἀρμενίαν. ἐφάνη δὲ καὶ βάθει καὶ τραχύτητι χαλεπός, καὶ λόγος διῆλθεν ἐνεδρεύοντας αὐτόθι τοὺς πολεμίους ἐπιθήσεσθαι [49.5] διαβαίνουσιν αὐτοῖς. ἐπεὶ δ' ἀσφαλῶς διαπεράσαντες ἐπέβησαν τῆς Ἀρμενίας, ὥσπερ ἄρτι γῆν ἐκείνην ἰδόντες ἐκ πελάγους, προσεκύνουν καὶ πρὸς δάκρυα καὶ [49.6] περιβολὰς ἀλλήλων ὑπὸ χαρᾶς ἐτρέποντο. προϊόντες δὲ διὰ χώρας εὐδαίμονος καὶ χρώμενοι πᾶσιν ἀνέδην ἐκ πολλῆς ἀπορίας, ὑδερικοῖς καὶ κοιλιακοῖς περιέπιπτον ἀρρωστήμασιν.
[50]
[50.1] Ἐνταῦθα ποιησάμενος ἐξέτασιν αὐτῶν Ἀντώνιος, εὗρε δισμυρίους πεζοὺς καὶ τετρακισχιλίους ἱππεῖς ἀπολωλότας, οὐ πάντας ὑπὸ τῶν πολεμίων, ἀλλ' ὑπὲρ ἡμίσεις [50.2] νοσήσαντας. ὥδευσαν μὲν οὖν ἀπὸ Φραάτων ἡμέρας ἑπτὰ καὶ εἴκοσι, μάχαις δ' ὀκτὼ καὶ δέκα Πάρθους ἐνίκησαν, αἱ δὲ νῖκαι κράτος οὐκ εἶχον οὐδὲ βεβαιότητα, [50.3] μικρὰς ποιουμένων καὶ ἀτελεῖς τὰς διώξεις. ᾧ καὶ μάλιστα κατάδηλος ἦν Ἀρταουάσδης ὁ Ἀρμένιος Ἀντώνιον [50.4] ἐκείνου τοῦ πολέμου τὸ τέλος ἀφελόμενος. εἰ γὰρ οὓς ἀπήγαγεν ἐκ Μηδίας ἱππεῖς ἑξακισχίλιοι καὶ μύριοι παρῆσαν, ἐσκευασμένοι παραπλησίως Πάρθοις καὶ συνήθεις μάχεσθαι πρὸς αὐτούς, Ῥωμαίων μὲν μαχομένους τρεπομένων, ἐκείνων δὲ φεύγοντας αἱρούντων, οὐκ ἂν ὑπῆρξεν αὐτοῖς ἡττωμένοις ἀναφέρειν καὶ ἀνατολμᾶν [50.5] τοσαυτάκις. ἅπαντες οὖν ὀργῇ παρώξυνον ἐπὶ τὴν τιμωρίαν τοῦ Ἀρμενίου τὸν Ἀντώνιον. ὁ δὲ λογισμῷ χρησάμενος, οὔτ' ἐμέμψατο τὴν προδοσίαν οὔτ' ἀφεῖλε τῆς συνήθους φιλοφροσύνης καὶ τιμῆς πρὸς αὐτόν, ἀσθενὴς τῷ στρατῷ καὶ ἄπορος γεγονώς. [50.6] Ὕστερον μέντοι πάλιν ἐμβαλὼν εἰς Ἀρμενίαν, καὶ πολλαῖς ὑποσχέσεσι καὶ προκλήσεσι πείσας αὐτὸν ἐλθεῖν εἰς χεῖρας, συνέλαβε καὶ δέσμιον καταγαγὼν εἰς Ἀλεξάν[50.7]δρειαν ἐθριάμβευσεν. ᾧ μάλιστα Ῥωμαίους ἐλύπησεν, ὡς τὰ καλὰ καὶ σεμνὰ τῆς πατρίδος Αἰγυπτίοις διὰ Κλεοπάτραν χαριζόμενος. ταῦτα μὲν οὖν ὕστερον ἐπράχθη.
[51]
[51.1]Τότε δὲ διὰ πολλοῦ χειμῶνος ἤδη καὶ νιφετῶν ἀπαύστων ἐπειγόμενος, ὀκτακισχιλίους ἀπέβαλε καθ' [51.2] ὁδόν. αὐτὸς δὲ καταβὰς ὀλιγοστὸς ἐπὶ θάλασσαν, ἐν χωρίῳ τινὶ μεταξὺ Βηρυτοῦ κειμένῳ καὶ Σιδῶνος -- Λευκὴ κώμη [51.3] καλεῖται -- Κλεοπάτραν περιέμενε· καὶ βραδυνούσης ἀδημονῶν ἤλυε, ταχὺ μὲν εἰς τὸ πίνειν καὶ μεθύσκεσθαι διδοὺς ἑαυτόν, οὐ καρτερῶν δὲ κατακείμενος, ἀλλὰ μεταξὺ πινόντων ἀνιστάμενος καὶ ἀναπηδῶν πολλάκις ἐπὶ σκοπήν, ἕως ἐκείνη κατέπλευσεν ἐσθῆτα πολλὴν καὶ χρήματα [51.4] κομίζουσα τοῖς στρατιώταις. εἰσὶ δ' οἱ λέγοντες ὅτι τὴν μὲν ἐσθῆτα παρ' ἐκείνης λαβών, τὸ δ' ἀργύριον ἐκ τῶν ἰδίων διένειμεν ὡς ἐκείνης διδούσης.
[52]
[52.1] Τῷ δὲ βασιλεῖ τῶν Μήδων γίνεται διαφορὰ πρὸς Φραάτην τὸν Πάρθον, ἀρξαμένη μὲν ὥς φασιν ὑπὲρ τῶν Ῥωμαϊκῶν λαφύρων, ὑπόνοιαν δὲ τῷ Μήδῳ καὶ φόβον [52.2] ἀφαιρέσεως τῆς ἀρχῆς παρασχοῦσα. διὸ καὶ πέμπων ἐκάλει τὸν Ἀντώνιον, ἐπαγγελλόμενος συμπολεμήσειν μετὰ [52.3] τῆς ἑαυτοῦ δυνάμεως. γενόμενος οὖν ἐπ' ἐλπίδος μεγάλης ὁ Ἀντώνιος -- ᾧ γὰρ ἐδόκει μόνῳ τοῦ κατεργάσασθαι Πάρθους ἀπολιπεῖν, ἱππέων πολλῶν καὶ τοξοτῶν ἐνδεὴς ἐλθών, τοῦθ' ἑώρα προσγινόμενον αὐτῷ χαριζομένῳ μᾶλλον ἢ δεομένῳ -- παρεσκευάζετο δι' Ἀρμενίας αὖθις ἀναβαίνειν καὶ συγγενόμενος τῷ Μήδῳ περὶ ποταμὸν Ἀράξην οὕτω κινεῖν τὸν πόλεμον.
[53]
[53.1] Ἐν δὲ Ῥώμῃ βουλομένης Ὀκταουίας πλεῦσαι πρὸς Ἀντώνιον, ἐπέτρεψε Καῖσαρ, ὡς οἱ πλείους λέγουσιν οὐκ ἐκείνῃ χαριζόμενος, ἀλλ' ὅπως περιυβρισθεῖσα καὶ καταμεληθεῖσα πρὸς τὸν πόλεμον αἰτίαν εὐπρεπῆ παράσχοι. [53.2] γενομένη δ' ἐν Ἀθήναις, ἐδέξατο γράμματα παρ' Ἀντωνίου, κελεύοντος αὐτόθι προσμένειν καὶ τὰ περὶ τὴν ἀνάβασιν δηλοῦντος. ἡ δὲ καίπερ ἀχθομένη καὶ νοοῦσα τὴν πρόφασιν, ὅμως ἔγραψε πυνθανομένη ποῦ κελεύει [53.3] πεμφθῆναι τὰ κομιζόμενα πρὸς αὐτόν. ἐκόμιζε δὲ πολλὴν μὲν ἐσθῆτα στρατιωτικήν, πολλὰ δ' ὑποζύγια καὶ χρήματα καὶ δῶρα τοῖς περὶ αὐτὸν ἡγεμόσι καὶ φίλοις· ἐκτὸς δὲ τούτων στρατιώτας ἐπιλέκτους δισχιλίους, εἰς στρατηγικὰς σπείρας κεκοσμημένους ἐκπρεπέσι πανοπλίαις. [53.4] ταῦτα Νίγρος τις Ἀντωνίου φίλος ἀποσταλεὶς παρ' αὐτῆς ἔφραζε, καὶ προσετίθει τοὺς ἀξίους καὶ πρέποντας [53.5] ἐπαίνους. αἰσθομένη δ' ἡ Κλεοπάτρα τὴν Ὀκταουίαν ὁμόσε χωροῦσαν αὑτῇ, καὶ φοβηθεῖσα μὴ τοῦ τρόπου τῇ σεμνότητι καὶ τῇ Καίσαρος δυνάμει προσκτησαμένη τὸ καθ' ἡδονὴν ὁμιλεῖν καὶ θεραπεύειν Ἀντώνιον, ἄμαχος γένηται καὶ κρατήσῃ παντάπασι τοῦ ἀνδρός, ἐρᾶν αὐτὴ προσεποιεῖτο τοῦ Ἀντωνίου, καὶ τὸ σῶμα λεπταῖς καθῄρει [53.6] διαίταις· τὸ δὲ βλέμμα προσιόντος ἐκπεπληγμένον, ἀπερχομένου δὲ τηκόμενον καὶ ταπεινούμενον ὑπεφαίνετο. [53.7] πραγματευομένη δὲ πολλάκις ὀφθῆναι δακρύουσα, ταχὺ τὸ δακρῦον ἀφῄρει καὶ ἀπέκρυπτεν, ὡς δὴ βουλομένη λανθάνειν ἐκεῖνον. ἐπράττετο δὲ ταῦτα μέλλοντος τοῦ [53.8] ἀνδρὸς ἐκ Συρίας ἀναβαίνειν πρὸς τὸν Μῆδον. οἱ δὲ κόλακες σπουδάζοντες ὑπὲρ αὐτῆς ἐλοιδόρουν τὸν Ἀντώνιον ὡς σκληρὸν καὶ ἀπαθῆ καὶ παραπολλύντα γύναιον εἰς ἕνα [53.9] καὶ μόνον ἐκεῖνον ἀνηρτημένον. Ὀκταουίαν μὲν γὰρ πραγμάτων ἕνεκα διὰ τὸν ἀδελφὸν συνελθεῖν καὶ τὸ τῆς [53.10] γαμετῆς ὄνομα καρποῦσθαι· Κλεοπάτραν δὲ τοσούτων ἀνθρώπων βασιλεύουσαν ἐρωμένην Ἀντωνίου καλεῖσθαι, καὶ τοὔνομα τοῦτο μὴ φεύγειν μηδ' ἀπαξιοῦν, ἕως ὁρᾶν ἐκεῖνον ἔξεστι καὶ συζῆν· ἀπελαυνομένην δὲ τούτου μὴ [53.11] περιβιώσεσθαι. τέλος δ' οὖν οὕτω τὸν ἄνθρωπον ἐξέτηξαν καὶ ἀπεθήλυναν, ὥστε δείσαντα μὴ Κλεοπάτρα πρόηται τὸν βίον, εἰς Ἀλεξάνδρειαν ἐπανελθεῖν, τὸν δὲ Μῆδον εἰς ὥραν ἔτους ἀναβαλέσθαι, καίπερ ἐν στάσει τῶν Παρθικῶν [53.12] εἶναι λεγομένων. οὐ μὴν ἀλλὰ τοῦτον μὲν ἀναβὰς αὖθις εἰς φιλίαν προσηγάγετο, καὶ λαβὼν ἑνὶ τῶν ἐκ Κλεοπάτρας υἱῶν γυναῖκα μίαν αὐτοῦ τῶν θυγατέρων ἔτι μικρὰν οὖσαν [ἐγγυήσας] ἐπανῆλθεν, ἤδη πρὸς τὸν ἐμφύλιον πόλεμον τετραμμένος.
[54]
[54.1] Ὀκταουίαν δὲ Καῖσαρ ὑβρίσθαι δοκοῦσαν, ὡς [54.2] ἐπανῆλθεν ἐξ Ἀθηνῶν, ἐκέλευσε καθ' ἑαυτὴν οἰκεῖν. ἡ δ' οὐκ ἔφη τὸν οἶκον ἀπολείψειν τοῦ ἀνδρός, ἀλλὰ κἀκεῖνον αὐτόν, εἰ μὴ δι' ἑτέρας αἰτίας ἔγνωκε πολεμεῖν Ἀντωνίῳ, παρεκάλει τὰ καθ' ἑαυτὴν ἐᾶν, ὡς οὐδ' ἀκοῦσαι καλόν, εἰ τῶν μεγίστων αὐτοκρατόρων ὁ μὲν δι' ἔρωτα γυναικός, ὁ δὲ διὰ ζηλοτυπίαν εἰς ἐμφύλιον [54.3] πόλεμον Ῥωμαίους κατέστησε. ταῦτα δὲ λέγουσα μᾶλλον ἐβεβαίου δι' ἔργων. καὶ γὰρ ᾤκει τὴν οἰκίαν ὥσπερ αὐτοῦ παρόντος ἐκείνου, καὶ τῶν τέκνων οὐ μόνον τῶν ἐξ ἑαυτῆς, ἀλλὰ καὶ τῶν ἐκ Φουλβίας γεγονότων καλῶς καὶ μεγαλοπρεπῶς [54.4] ἐπεμελεῖτο· καὶ τοὺς πεμπομένους ἐπ' ἀρχάς τινας ἢ πράγματα τῶν Ἀντωνίου φίλων ὑποδεχομένη, [54.5] συνέπραττεν ὧν παρὰ Καίσαρος δεηθεῖεν. ἄκουσα δ' ἔβλαπτε διὰ τούτων Ἀντώνιον· ἐμισεῖτο γὰρ ἀδικῶν γυναῖκα τοιαύτην. ἐμισήθη δὲ καὶ διὰ τὴν διανέμησιν ἣν ἐποιήσατο τοῖς τέκνοις ἐν Ἀλεξανδρείᾳ, τραγικὴν καὶ [54.6] ὑπερήφανον καὶ μισορρώμαιον φανεῖσαν. ἐμπλήσας γὰρ ὄχλου τὸ γυμνάσιον, καὶ θέμενος ἐπὶ βήματος ἀργυροῦ δύο θρόνους χρυσοῦς, τὸν μὲν ἑαυτῷ, τὸν δὲ Κλεοπάτρᾳ, καὶ τοῖς παισὶν ἑτέρους ταπεινοτέρους, πρῶτον μὲν ἀπέφηνε Κλεοπάτραν βασίλισσαν Αἰγύπτου καὶ Κύπρου καὶ Λιβύης καὶ Κοίλης Συρίας, συμβασιλεύοντος αὐτῇ Καισαρίωνος, ὃς ἐκ Καίσαρος ἐδόκει τοῦ προτέρου [54.7] γεγονέναι, Κλεοπάτραν ἔγκυον καταλιπόντος· δεύτερον δὲ τοὺς ἐξ αὑτοῦ καὶ Κλεοπάτρας υἱοὺς βασιλεῖς βασιλέων ἀναγορεύσας, Ἀλεξάνδρῳ μὲν Ἀρμενίαν ἀπένειμε καὶ Μηδίαν καὶ τὰ Πάρθων ὅταν ὑπαγάγηται, Πτολεμαίῳ [54.8] δὲ Φοινίκην καὶ Συρίαν καὶ Κιλικίαν. ἅμα δὲ καὶ προήγαγε τῶν παίδων Ἀλέξανδρον μὲν ἐσθῆτι [τε] Μηδικῇ τιάραν καὶ κίταριν ὀρθὴν ἐχούσῃ, Πτολεμαῖον δὲ κρηπῖσι καὶ χλαμύδι καὶ καυσίᾳ διαδηματοφόρῳ κεκοσμημένον· αὕτη γὰρ ἦν σκευὴ τῶν ἀπ' Ἀλεξάνδρου βασιλέων, ἐκείνη δὲ [54.9] Μήδων καὶ Ἀρμενίων. ἀσπασαμένων δὲ τῶν παίδων τοὺς γονεῖς, τὸν μὲν Ἀρμενίων φυλακὴ περιίστατο, τὸν δὲ Μακεδόνων. Κλεοπάτρα μὲν γὰρ καὶ τότε καὶ τὸν ἄλλον χρόνον εἰς πλῆθος ἐξιοῦσα στολὴν [ἑτέραν] ἱερὰν Ἴσιδος ἐλάμβανε καὶ νέα Ἶσις ἐχρημάτιζε.
[55]
[55.1]Ταῦτα δ' εἰς σύγκλητον ἐκφέρων Καῖσαρ καὶ πολλάκις ἐν τῷ δήμῳ κατηγορῶν, παρώξυνε τὸ πλῆθος [55.2]
ἐπ' Ἀντώνιον. ἔπεμπε δὲ καὶ Ἀντώνιος ἀντεγκαλῶν ἐκείνῳ. μέγιστα δ' ἦν ὧν ἐνεκάλει, πρῶτον μὲν ὅτι Πομπηίου Σικελίαν ἀφελόμενος οὐκ ἔνειμε μέρος αὐτῷ τῆς νήσου· δεύτερον ὅτι χρησάμενος ναῦς παρ' αὐτοῦ [55.3]
πρὸς τὸν πόλεμον ἀπεστέρησε· τρίτον ὅτι τὸν συνάρχοντα Λέπιδον ἐκβαλὼν τῆς ἀρχῆς καὶ ποιήσας ἄτιμον, αὐτὸς ἔχει στρατὸν καὶ χώραν καὶ προσόδους τὰς ἐκείνῳ προσνεμηθείσας· ἐπὶ πᾶσιν ὅτι τοῖς αὑτοῦ στρατιώταις ἅπασαν ὀλίγου δεῖν Ἰταλίαν κατακεκληρούχηκε, μηδὲν [55.4]
λιπὼν τοῖς ἐκείνου. πρὸς ταῦτα Καῖσαρ ἀπελογεῖτο, Λέπιδον μὲν ὑβρίζοντα καταπαῦσαι τῆς ἀρχῆς, ἃ δ' ἔσχηκε πολεμήσας, νεμήσεσθαι πρὸς Ἀντώνιον, ὅταν κἀκεῖνος Ἀρμενίαν πρὸς αὐτόν· τοῖς δὲ στρατιώταις Ἰταλίας μὴ μετεῖναι· Μηδίαν γὰρ ἔχειν καὶ Παρθίαν αὐτούς, ἃς προσεκτήσαντο Ῥωμαίοις καλῶς ἀγωνισάμενοι μετὰ τοῦ αὐτοκράτορος.
[56]
[56.1] Ταῦτ' ἐν Ἀρμενίᾳ διατρίβων Ἀντώνιος ἤκουσε· καὶ Κανίδιον εὐθὺς ἐκέλευσεν ἑκκαίδεκα τέλη λαβόντα καταβαίνειν ἐπὶ θάλατταν. αὐτὸς δὲ Κλεοπάτραν ἀναλαβὼν [56.2] εἰς Ἔφεσον ἧκε. καὶ τὸ ναυτικὸν ἐκεῖ συνῄει πανταχόθεν, ὀκτακόσιαι σὺν ὁλκάσι νῆες, ὧν Κλεοπάτρα παρεῖχε διακοσίας καὶ τάλαντα δισμύρια καὶ τροφὴν τῷ [56.3] στρατῷ παντὶ πρὸς τὸν πόλεμον. Ἀντώνιος δὲ πεισθεὶς ὑπὸ Δομιτίου καί τινων ἄλλων, ἐκέλευε Κλεοπάτραν πλεῖν ἐπ' Αἰγύπτου κἀκεῖ διακαραδοκεῖν τὸν πόλεμον. [56.4] ἡ δὲ φοβουμένη τὰς δι' Ὀκταουίας πάλιν αὐτοῦ διαλύσεις, ἔπεισε πολλοῖς Κανίδιον χρήμασιν Ἀντωνίῳ διαλεχθῆναι περὶ αὐτῆς, ὡς οὔτε δίκαιον ἀπελαύνεσθαι τοῦ πολέμου γυναῖκα συμβολὰς τηλικαύτας διδοῦσαν, οὔτε συμφέρον ἀθυμοτέρους ποιεῖν τοὺς Αἰγυπτίους, μέγα [56.5] μέρος τῆς ναυτικῆς δυνάμεως ὄντας· ἄλλως δὲ μηδ' ὁρᾶν, οὗτινος τῶν συστρατευόντων βασιλέων ἀπολείποιτο τὸ φρονεῖν Κλεοπάτρα, πολὺν μὲν χρόνον δι' αὑτῆς κυβερνῶσα βασιλείαν τοσαύτην, πολὺν δ' ἐκείνῳ συνοῦσα καὶ [56.6] μανθάνουσα χρῆσθαι πράγμασι μεγάλοις. ταῦτ' -- ἔδει γὰρ εἰς Καίσαρα πάντα περιελθεῖν -- ἐνίκα· καὶ συνιουσῶν τῶν δυνάμεων, πλεύσαντες εἰς Σάμον ἐν [56.7] εὐπαθείαις ἦσαν. ὥσπερ γὰρ βασιλεῦσι καὶ δυνάσταις καὶ τετράρχαις ἔθνεσί τε καὶ πόλεσι πάσαις ταῖς μεταξὺ Συρίας καὶ Μαιώτιδος καὶ Ἀρμενίας καὶ Ἰλλυριῶν προείρητο πέμπειν καὶ κομίζειν τὰς εἰς τὸν πόλεμον παρασκευάς, οὕτω πᾶσι τοῖς περὶ τὸν Διόνυσον τεχνίταις [56.8] ἐπάναγκες ἦν εἰς Σάμον ἀπαντᾶν· καὶ τῆς ἐν κύκλῳ σχεδὸν ἁπάσης οἰκουμένης περιθρηνουμένης καὶ περιστεναζομένης, μία νῆσος ἐφ' ἡμέρας πολλὰς κατηυλεῖτο καὶ κατεψάλλετο, πληρουμένων θεάτρων καὶ χορῶν [56.9] ἀγωνιζομένων. συνέθυε δὲ καὶ πόλις πᾶσα βοῦν πέμπουσα, καὶ βασιλεῖς διημιλλῶντο ταῖς ὑποδοχαῖς καὶ δωρεαῖς [56.10] πρὸς ἀλλήλους. ὥστε καὶ λόγος διῄει, τίνες ἔσονται κρατήσαντες ἐν τοῖς ἐπινικίοις οἱ τοῦ πολέμου τὰς παρασκευὰς οὕτω πολυτελῶς ἑορτάζοντες.
[57]
[57.1]Γενόμενος δ' ἀπὸ τούτων, τοῖς μὲν περὶ τὸν Διόνυσον τεχνίταις Πριήνην ἔδωκεν οἰκητήριον, αὐτὸς δὲ πλεύσας εἰς Ἀθήνας πάλιν ἐν παιδιαῖς ἦν καὶ θεάτροις. [57.2] ζηλοτυποῦσα δὲ Κλεοπάτρα τὰς Ὀκταουίας ἐν τῇ πόλει τιμάς -- ἠγαπήθη γὰρ ὑπὸ τῶν Ἀθηναίων ἡ Ὀκταουία [57.3] μάλιστα -- , πολλαῖς ἀνελάμβανε φιλοτιμίαις τὸν δῆμον. οἱ δὲ τιμὰς αὐτῇ ψηφισάμενοι, πρέσβεις ἔπεμψαν ἐπὶ τὴν οἰκίαν τὸ ψήφισμα κομίζοντας, ὧν εἷς ἦν Ἀντώνιος ὡς δὴ πολίτης Ἀθηναῖος· καὶ δὴ καταστὰς ἐπ' αὐτῆς λόγον [57.4] ὑπὲρ τῆς πόλεως διεξῆλθεν. εἰς δὲ Ῥώμην ἔπεμψε τοὺς Ὀκταουίαν ἐκ τῆς οἰκίας ἐκβαλοῦντας. ἀπελθεῖν δέ φασιν αὐτὴν τὰ μὲν τέκνα πάντα <τὰ> Ἀντωνίου μεθ' ἑαυτῆς ἔχουσαν ἄνευ τοῦ πρεσβυτάτου τῶν ἐκ Φουλβίας -- ἐκεῖνος γὰρ ἦν παρὰ τῷ πατρί -- , κλαίουσαν δὲ καὶ δυσφοροῦσαν, εἰ δόξει μία τῶν αἰτιῶν τοῦ πολέμου καὶ [57.5] αὐτὴ γεγονέναι. Ῥωμαῖοι δ' ᾤκτιρον οὐκ ἐκείνην ἀλλ' Ἀντώνιον, καὶ μᾶλλον οἱ Κλεοπάτραν ἑωρακότες οὔτε κάλλει τῆς Ὀκταουίας οὔθ' ὥρᾳ διαφέρουσαν.
[58]
[58.1] Καῖσαρ δὲ τὸ τάχος καὶ τὸ μέγεθος τῆς παρασκευῆς ἀκούσας ἐθορυβήθη, μὴ τοῦ θέρους ἐκείνου [58.2] διαπολεμεῖν ἀναγκασθῇ. καὶ γὰρ ἐνέδει πολλά, καὶ τοὺς ἀνθρώπους ἐλύπουν αἱ τῶν χρημάτων εἰσπράξεις· ἀναγκαζόμενοι γὰρ οἱ μὲν ἄλλοι τὰ τέταρτα τῶν καρπῶν, οἱ δ' ἐξελευθερικοὶ τῶν κτημάτων αὐτῶν τὰς ὀγδόας ἀποφέρειν, κατεβόων αὐτοῦ, καὶ ταραχαὶ κατεῖχον ἐκ τούτων [58.3] ἅπασαν τὴν Ἰταλίαν. ὅθεν ἐν τοῖς μεγίστοις ἁμαρτήμασιν Ἀντωνίου τὴν ἀναβολὴν τοῦ πολέμου τίθενται. καὶ γὰρ παρασκευάσασθαι χρόνον ἔδωκε Καίσαρι, καὶ τὰς ταραχὰς τῶν ἀνθρώπων ἐξέλυσε. πραττόμενοι γὰρ [58.4] ἠγριαίνοντο, πραχθέντες δὲ καὶ δόντες ἡσύχαζον. Τίτιος δὲ καὶ Πλάγκος, Ἀντωνίου φίλοι τῶν ὑπατικῶν, ὑπὸ Κλεοπάτρας προπηλακιζόμενοι -- πλεῖστα γὰρ ἠναντιώθησαν αὐτῇ περὶ τοῦ συστρατεύειν --, ἀποδράντες ᾤχοντο πρὸς Καίσαρα καὶ περὶ τῶν Ἀντωνίου [58.5] διαθηκῶν ἐγίνοντο μηνυταί, τὰ γεγραμμένα συνειδότες. ἀπέκειντο δ' αὗται παρὰ ταῖς Ἑστιάσι παρθένοις, καὶ Καίσαρος αἰτοῦντος οὐκ ἔδωκαν· εἰ δὲ βούλοιτο λαμβάνειν, [58.6] ἐλθεῖν αὐτὸν ἐκέλευον. ἔλαβεν οὖν ἐλθών, καὶ πρῶτον μὲν αὐτὸς ἰδίᾳ τὰ γεγραμμένα διῆλθε, καὶ παρεσημήνατο τόπους τινὰς εὐκατηγορήτους, ἔπειτα τὴν βουλὴν ἀθροίσας ἀνεγίνωσκε, τῶν πλείστων ἀηδῶς ἐχόντων. [58.7] ἀλλόκοτον γὰρ ἔδοξεν εἶναι καὶ δεινόν, εὐθύνας τινὰ διδόναι ζῶντα περὶ ὧν ἐβουλήθη γενέσθαι μετὰ [58.8] τὴν τελευτήν. ἐπεφύετο δὲ τῶν γεγραμμένων μάλιστα τῷ περὶ τῆς ταφῆς. ἐκέλευε γὰρ αὑτοῦ τὸ σῶμα, κἂν ἐν Ῥώμῃ τελευτήσῃ, δι' ἀγορᾶς πομπευθὲν εἰς Ἀλεξάν[58.9]δρειαν ὡς Κλεοπάτραν ἀποσταλῆναι. Καλουΐσιος δὲ Καίσαρος ἑταῖρος ἔτι καὶ ταῦτα τῶν εἰς Κλεοπάτραν ἐγκλημάτων Ἀντωνίῳ προὔφερε· χαρίσασθαι μὲν αὐτῇ τὰς ἐκ Περγάμου βυβλιοθήκας, ἐν αἷς εἴκοσι μυριάδες [58.10] βυβλίων ἁπλῶν ἦσαν· ἐν δὲ συνδείπνῳ πολλῶν παρόντων ἀναστάντα τρίβειν αὐτῆς τοὺς πόδας ἔκ τινος [58.11] ὁρισμοῦ καὶ συνθήκης γενομένης· Ἐφεσίους δ' ἀνασχέσθαι παρόντος αὐτοῦ κυρίαν τὴν Κλεοπάτραν ἀσπασαμένους· δικάζοντα δὲ πολλάκις τετράρχαις καὶ βασιλεῦσιν ἐπὶ βήματος, δελτάρια τῶν ἐρωτικῶν ὀνύχινα καὶ κρυστάλλινα δέχεσθαι παρ' αὐτῆς καὶ ἀναγινώσκειν· Φουρνίου δὲ λέγοντος, ὃς ἦν ἀξιώματος μεγάλου καὶ δεινότατος εἰπεῖν Ῥωμαίων, τὴν μὲν Κλεοπάτραν ἐν φορείῳ διὰ τῆς ἀγορᾶς κομίζεσθαι, τὸν δ' Ἀντώνιον ὡς εἶδεν ἀναπηδήσαντα τὴν μὲν δίκην ἀπολιπεῖν, ἐκκρεμαννύμενον δὲ τοῦ φορείου παραπέμπειν ἐκείνην.
[59]
[59.1] Ἀλλὰ τούτων μὲν ἐδόκει τὰ πλεῖστα καταψεύδεσθαι [59.2] Καλουΐσιος. -- οἱ δὲ φίλοι τοῦ Ἀντωνίου περιιόντες ἐν Ῥώμῃ τὸν δῆμον ἱκέτευον, ἕνα δ' ἐξ αὑτῶν ἔπεμψαν Γεμίνιον, δεόμενοι τοῦ Ἀντωνίου μὴ περιιδεῖν αὑτὸν ἀποψηφισθέντα τῆς ἀρχῆς καὶ πολέμιον Ῥωμαίων [59.3] ἀναγορευθέντα. Γεμίνιος δὲ πλεύσας εἰς τὴν Ἑλλάδα, Κλεοπάτρᾳ μὲν ἦν ὕποπτος ὡς ὑπὲρ Ὀκταουίας πράττων, σκωπτόμενος δὲ παρὰ δεῖπνον ἀεὶ καὶ κλισίαις ἀτίμοις προπηλακιζόμενος, ἠνείχετο καιρὸν ἐντεύξεως ἀναμένων· [59.4] κελευσθεὶς δὲ λέγειν ἐφ' οἷς ἥκει παρὰ τὸ δεῖπνον, τὴν μὲν ἄλλην ἔφη νήφοντος εἶναι διάλεξιν, ἓν δὲ καὶ νήφων ἐπίστασθαι καὶ μεθύων, ὅτι καλῶς ἕξει πάντα Κλεο[59.5]πάτρας εἰς Αἴγυπτον ἀπαλλαγείσης. πρὸς τοῦτο τοῦ Ἀντωνίου χαλεπήναντος, ἡ Κλεοπάτρα "καλῶς" ἔφη "πεποίηκας ὦ Γεμίνιε, τὴν ἀλήθειαν ἄνευ βασάνων ἐξομολογησάμενος." Γεμίνιος μὲν οὖν μετ' ὀλίγας ἡμέρας [59.6] ἀποδρὰς εἰς Ῥώμην ᾤχετο. πολλοὺς δὲ καὶ τῶν ἄλλων φίλων οἱ Κλεοπάτρας κόλακες ἐξέβαλον, τὰς παροινίας καὶ βωμολοχίας οὐχ ὑπομένοντας, ὧν καὶ Μᾶρκος ἦν [59.7] Σιλανὸς καὶ Δέλλιος ὁ ἱστορικός. οὗτος δὲ καὶ δεῖσαί φησιν ἐπιβουλὴν ἐκ Κλεοπάτρας, Γλαύ[59.8]κου τοῦ ἰατροῦ φράσαντος αὐτῷ. προσέκρουσε δὲ Κλεοπάτρᾳ παρὰ δεῖπνον εἰπών, αὐτοῖς μὲν ὀξίνην ἐγχεῖσθαι, Σάρμεντον δὲ πίνειν ἐν Ῥώμῃ Φαλερῖνον· ὁ δὲ Σάρμεντος ἦν τῶν Καίσαρος παιγνίων παιδάριον, ἃ δηλίκια Ῥωμαῖοι καλοῦσιν.
[60]
[60.1] Ἐπεὶ δὲ παρεσκεύαστο Καῖσαρ ἱκανῶς, ψηφίζεται Κλεοπάτρᾳ πολεμεῖν, ἀφελέσθαι δὲ τῆς ἀρχῆς Ἀντώνιον ἧς ἐξέστη γυναικί· καὶ προσεπεῖπε Καῖσαρ, ὡς Ἀντώνιος μὲν ὑπὸ φαρμάκων οὐδ' αὑτοῦ κρατοίη, πολεμοῦσι δ' αὐτοῖς Μαρδίων ὁ εὐνοῦχος καὶ Ποθεινὸς καὶ Εἰρὰς ἡ Κλεοπάτρας κουρεύτρια καὶ Χάρμιον, ὑφ' ὧν τὰ μέγιστα διοικεῖται τῆς ἡγεμονίας. [60.2] Σημεῖα δὲ πρὸ τοῦ πολέμου τάδε γενέσθαι λέγεται. Πείσαυρα μέν, Ἀντωνίου πόλις κληρουχία ᾠκισμένη παρὰ [60.3] τὸν Ἀδρίαν, χασμάτων ὑπορραγέντων κατεπόθη. τῶν δὲ περὶ Ἄλβαν Ἀντωνίου λιθίνων ἀνδριάντων ἑνὸς ἱδρὼς ἀνεπίδυεν ἡμέρας πολλάς, ἀποματτόντων τινῶν οὐ παυόμενος. [60.4] ἐν δὲ Πάτραις διατρίβοντος αὐτοῦ, κεραυνοῖς ἐνεπρήσθη τὸ Ἡράκλειον· καὶ τῆς Ἀθήνησι γιγαντομαχίας ὑπὸ πνευμάτων ὁ Διόνυσος ἐκσεισθεὶς εἰς τὸ θέατρον [60.5] κατηνέχθη· προσῳκείου δ' ἑαυτὸν Ἀντώνιος Ἡρακλεῖ κατὰ γένος καὶ Διονύσῳ κατὰ τὸν τοῦ βίου ζῆλον ὥσπερ εἴρηται, Διόνυσος νέος προσαγορευόμενος. [60.6] ἡ δ' αὐτὴ θύελλα καὶ τοὺς Εὐμένους καὶ Ἀττάλου κολοσσοὺς ἐπιγεγραμμένους Ἀντωνιείους Ἀθήνησιν ἐμπεσοῦσα [60.7] μόνους ἐκ πολλῶν ἀνέτρεψε. ἡ δὲ Κλεοπάτρας ναυαρχὶς ἐκαλεῖτο μὲν Ἀντωνιάς, σημεῖον δὲ περὶ αὐτὴν δεινὸν ἐφάνη· χελιδόνες γὰρ ὑπὸ τὴν πρύμναν ἐνεόττευσαν, ἕτεραι δ' ἐπελθοῦσαι καὶ ταύτας ἐξήλασαν καὶ τὰ νεόττια διέφθειραν.
[61]
[61.1] Συνιόντων δὲ πρὸς τὸν πόλεμον, Ἀντωνίῳ μὲν ἦσαν αἱ μάχιμοι νῆες οὐκ ἐλάττους πεντακοσίων, ἐν αἷς ὀκτήρεις πολλαὶ καὶ δεκήρεις, κεκοσμημέναι σοβαρῶς καὶ πανηγυρικῶς, στρατοῦ δὲ μυριάδες δέκα, δισχίλιοι δ' [61.2] ἱππεῖς ἐπὶ μυρίοις. βασιλεῖς δ' ὑπήκοοι συνεμάχουν Βόκχος ὁ Λιβύων καὶ Ταρκόνδημος ὁ τῆς ἄνω Κιλικίας, καὶ Καππαδοκίας μὲν Ἀρχέλαος, Παφλαγονίας δὲ Φιλάδελφος, Κομμαγηνῆς δὲ Μιθριδάτης, Σαδάλας δὲ Θρᾴκης. [61.3] οὗτοι μὲν αὐτῷ παρῆσαν, ἐκ δὲ Πόντου Πολέμων στρατὸν ἔπεμπε, καὶ Μάλχος ἐξ Ἀραβίας καὶ Ἡρώδης ὁ Ἰουδαῖος, ἔτι δ' Ἀμύντας ὁ Λυκαόνων καὶ Γαλατῶν βασιλεύς· ἦν δὲ καὶ παρὰ τοῦ Μήδων βασιλέως ἀπεσταλμένη βοήθεια. [61.4] Καίσαρι δὲ νῆες ἦσαν πρὸς ἀλκὴν πεντήκοντα καὶ διακόσιαι, στρατοῦ δ' ὀκτὼ μυριάδες, ἱππεῖς δὲ παραπλήσιοι [61.5] τὸ πλῆθος τοῖς πολεμίοις. ἦρχον δ' Ἀντώνιος μὲν τῆς ἀπ' Εὐφράτου καὶ Ἀρμενίας μέχρι πρὸς τὸν Ἰόνιον καὶ Ἰλλυριούς, Καῖσαρ δ' ἀπ' Ἰλλυριῶν τῆς ἐπὶ τὸν ἑσπέριον ὠκεανὸν καθηκούσης καὶ τῆς ἀπ' ὠκεανοῦ πάλιν ἐπὶ τὸ [61.6] Τυρρηνικὸν καὶ Σικελικὸν πέλαγος. Λιβύης δὲ τὴν Ἰταλίᾳ καὶ Γαλατίᾳ καὶ Ἰβηρίᾳ μέχρι στηλῶν Ἡρακλείων ἀντιπαρήκουσαν εἶχε Καῖσαρ· τὰ δ' ἀπὸ Κυρήνης μέχρι Αἰθιοπίας Ἀντώνιος.
[62]
[62.1]Οὕτω δ' ἄρα προσθήκη τῆς γυναικὸς ἦν, ὥστε τῷ πεζῷ πολὺ διαφέρων ἐβούλετο τοῦ ναυτικοῦ τὸ κράτος εἶναι διὰ Κλεοπάτραν, καὶ ταῦτα πληρωμάτων ἀπορίᾳ συναρπαζομένους ὁρῶν ὑπὸ τῶν τριηραρχῶν ἐκ τῆς "πολλὰ δὴ τλάσης" Ἑλλάδος ὁδοιπόρους ὀνηλάτας θεριστὰς ἐφήβους, καὶ οὐδ' οὕτω πληρουμένας τὰς ναῦς, [62.2] ἀλλὰ τὰς πλείστας ἀποδεεῖς καὶ μοχθηρῶς πλεούσας. Καῖσαρ δ' οὐ πρὸς ὕψος οὐδ' ὄγκον ἐπιδεικτικῶς πεπηγυίαις ναυσίν, εὐστρόφοις δὲ καὶ ταχείαις καὶ πεπληρωμέναις ἀκριβῶς ἐξηρτυμένον ἐν Τάραντι καὶ Βρεντεσίῳ συνέχων ναυτικόν, ἔπεμπε πρὸς Ἀντώνιον ἀξιῶν μὴ διατρίβειν τὸν χρόνον, [62.3] ἀλλ' ἔρχεσθαι μετὰ τῶν δυνάμεων· αὐτὸς δὲ τῷ μὲν στόλῳ παρέξειν ὅρμους ἀκωλύτους καὶ λιμένας, ὑποχωρήσειν δὲ τῷ πεζῷ τῆς παραλίας ἵππου δρόμον ἀπὸ θαλάσσης, [62.4] μέχρι ἂν ἀσφαλῶς ἀποβῇ καὶ στρατοπεδεύσηται. τούτοις ἀντικομπάζων Ἀντώνιος αὐτὸν μὲν εἰς μονομαχίαν προὐκαλεῖτο καίπερ ὢν πρεσβύτερος, εἰ δὲ φεύγοι τοῦτο, περὶ Φάρσαλον ἠξίου τοῖς στρατεύμασιν ὡς πάλαι Καῖσαρ [62.5] καὶ Πομπήιος διαγωνίσασθαι. φθάνει δὲ Καῖσαρ, Ἀντωνίου περὶ τὸ Ἄκτιον ὁρμοῦντος, ἐν ᾧ τόπῳ νῦν ἡ Νικόπολις ἵδρυται, διαβαλὼν τὸν Ἰόνιον καὶ τῆς Ἠπείρου χωρίον [62.6] ὃ Τορύνη καλεῖται κατασχών· θορυβουμένων δὲ τῶν περὶ τὸν Ἀντώνιον -- ὑστέρει γὰρ ὁ πεζὸς αὐτοῖς -- , ἡ μὲν Κλεοπάτρα σκώπτουσα "τί δεινόν" ἔλεγεν "εἰ Καῖσαρ ἐπὶ τῇ τορύνῃ κάθηται;"
[63]
[63.1] Ἀντώνιος δ' ἅμ' ἡμέρᾳ τῶν πολεμίων ἐπιπλεόντων, φοβηθεὶς μὴ τῶν ἐπιβατῶν ἐρήμους ἕλωσι τὰς ναῦς, τοὺς μὲν ἐρέτας ὁπλίσας ἐπὶ τῶν καταστρωμάτων παρέταξεν ὄψεως ἕνεκα, τοὺς δὲ ταρσοὺς τῶν νεῶν ἐγείρας καὶ πτερώσας ἑκατέρωθεν, ἐν τῷ στόματι περὶ τὸ Ἄκτιον ἀντιπρῴρους συνεῖχεν, ὡς ἐνήρεις καὶ παρεσκευασμένας [63.2] ἀμύνεσθαι. καὶ Καῖσαρ μὲν οὕτω καταστρατηγηθεὶς ἀπεχώρησεν. ἔδοξε δὲ καὶ τὸ ὕδωρ εὐμηχάνως ἐρύμασί τισιν ἐμπεριλαβὼν ἀφελέσθαι τοὺς πολεμίους, τῶν ἐν [63.3] κύκλῳ χωρίων ὀλίγον καὶ πονηρὸν ἐχόντων. εὐγνωμόνως δὲ καὶ Δομιτίῳ προσηνέχθη παρὰ τὴν Κλεοπάτρας γνώμην. ἐπεὶ γὰρ ἐκεῖνος ἤδη πυρέττων εἰς μικρὸν ἐμβὰς ἀκάτιον πρὸς Καίσαρα μετέστη, βαρέως ἐνεγκὼν ὁ Ἀντώνιος ὅμως πᾶσαν αὐτῷ τὴν ἀποσκευὴν μετὰ τῶν [63.4] φίλων καὶ τῶν θεραπόντων ἀπέπεμψε. καὶ Δομίτιος μέν, ὥσπερ ἐπὶ τῷ μὴ λαθεῖν τὴν ἀπιστίαν αὐτοῦ καὶ [63.5] προδοσίαν, μεταβαλόμενος εὐθὺς ἐτελεύτησεν. ἐγένοντο δὲ καὶ βασιλέων ἀποστάσεις Ἀμύντου καὶ Δηιοτάρου πρὸς Καίσαρα. τὸ δὲ ναυτικὸν ἐν παντὶ δυσπραγοῦν καὶ πρὸς ἅπασαν ὑστερίζον βοήθειαν, αὖθις ἠνάγκαζε τῷ [63.6] πεζῷ προσέχειν τὸν Ἀντώνιον. ἔσχε δὲ καὶ Κανίδιον τὸν ἄρχοντα τοῦ πεζοῦ μεταβολὴ γνώμης παρὰ τὰ δεινά, καὶ συνεβούλευε Κλεοπάτραν μὲν ἀποπέμπειν, ἀναχωρήσαντα [63.7] δ' εἰς Θρᾴκην ἢ Μακεδονίαν πεζομαχίᾳ κρῖναι. καὶ γὰρ Δικόμης ὁ Γετῶν βασιλεὺς ὑπισχνεῖτο πολλῇ στρατιᾷ βοηθήσειν· οὐκ εἶναι δ' αἰσχρόν, εἰ Καίσαρι γεγυμνασμένῳ περὶ τὸν Σικελικὸν πόλεμον ἐκστήσονται τῆς θαλάσσης, ἀλλὰ δεινόν, εἰ τῶν πεζῶν ἀγώνων ἐμπειρότατος ὢν Ἀντώνιος οὐ χρήσεται ῥώμῃ καὶ παρασκευῇ τοσούτων ὁπλιτῶν, εἰς ναῦς διανέμων καὶ καταναλίσκων [63.8] τὴν δύναμιν. οὐ μὴν ἀλλ' ἐξενίκησε Κλεοπάτρα διὰ τῶν νεῶν κριθῆναι τὸν πόλεμον, ἤδη πρὸς φυγὴν ὁρῶσα καὶ τιθεμένη τὰ καθ' ἑαυτὴν οὐχ ὅπου πρὸς τὸ νικᾶν ἔσται χρήσιμος, ἀλλ' ὅθεν ἄπεισι ῥᾷστα τῶν πραγμάτων ἀπολλυμένων. [63.9] Ἦν δὲ μακρὰ σκέλη κατατείνοντα πρὸς τὸν ναύσταθμον τῆς στρατοπεδείας, δι' ὧν ὁ Ἀντώνιος εἰώθει [63.10] παριέναι μηδὲν ὑφορώμενος. οἰκέτου δὲ Καίσαρι φράσαντος, ὡς δυνατὸν εἴη κατιόντα διὰ τῶν σκελῶν συλλαβεῖν [63.11] αὐτόν, ἔπεμψε τοὺς ἐνεδρεύσοντας. οἱ δὲ παρὰ τοσοῦτον ἦλθον ὥστε συναρπάσαι τὸν προηγούμενον αὐτοῦ προεξαναστάντες· αὐτὸς δὲ δρόμῳ μόλις ὑπεξέφυγεν.
[64]
[64.1] Ὡς δὲ ναυμαχεῖν ἐδέδοκτο, τὰς μὲν ἄλλας ἐνέπρησε ναῦς πλὴν ἑξήκοντα τῶν Αἰγυπτίων, τὰς δ' ἀρίστας καὶ μεγίστας ἀπὸ τριήρους μέχρι δεκήρους ἐπλήρου, δισμυρίους ἐμβιβάζων ὁπλίτας καὶ δισχιλίους τοξότας. [64.2] ἔνθα πεζομάχον ἄνδρα τῶν ταξιαρχῶν λέγουσι παμπόλλους ἠγωνισμένον ἀγῶνας Ἀντωνίῳ καὶ κατατετριμμένον τὸ σῶμα τοῦ Ἀντωνίου παριόντος ἀνακλαύσασθαι [64.3] καὶ εἰπεῖν· "ὦ αὐτόκρατορ, τί τῶν τραυμάτων τούτων ἢ τοῦ ξίφους καταγνοὺς ἐν ξύλοις πονηροῖς ἔχεις τὰς ἐλπίδας; Αἰγύπτιοι καὶ Φοίνικες ἐν θαλάσσῃ μαχέσθωσαν, ἡμῖν δὲ γῆν δὸς ἐφ' ἧς εἰώθαμεν ἑστῶτες [64.4] ἀποθνῄσκειν ἢ νικᾶν τοὺς πολεμίους." πρὸς ταῦτα μηδὲν ἀποκρινάμενος, ἀλλὰ τῇ χειρὶ καὶ τῷ προσώπῳ μόνον οἷον ἐγκελευσάμενος τὸν ἄνδρα θαρρεῖν παρῆλθεν, οὐ χρηστὰς ἔχων ἐλπίδας, ὅς γε καὶ τοὺς κυβερνήτας τὰ ἱστία βουλομένους ἀπολιπεῖν ἠνάγκασεν ἐμβαλέσθαι καὶ κομίζειν, λέγων ὅτι δεῖ μηδένα φεύγοντα τῶν πολεμίων διαφυγεῖν.
[65]
[65.1] Ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τρεῖς τὰς ἐφεξῆς μεγάλῳ πνεύματι κυμανθὲν τὸ πέλαγος τὴν μάχην ἐπέσχε, πέμπτῃ δὲ νηνεμίας καὶ γαλήνης ἀκλύστου γενομένης συνῄεσαν, Ἀντώνιος μὲν τὸ δεξιὸν κέρας ἔχων καὶ Ποπλικόλας, Κοίλιος δὲ τὸ εὐώνυμον, ἐν μέσῳ δὲ [65.2] Μᾶρκος Ὀκτάβιος καὶ Μᾶρκος Ἰνστήιος. Καῖσαρ δ' ἐπὶ τοῦ εὐωνύμου τάξας Ἀγρίππαν, αὑτῷ τὸ δεξιὸν κατέλιπε. [65.3] τῶν δὲ πεζῶν τὸν μὲν Ἀντωνίου Κανίδιος, τὸν δὲ Καίσαρος Ταῦρος ἐπὶ τῆς θαλάσσης παρατάξαντες ἡσύχαζον. [65.4] αὐτῶν δὲ τῶν ἡγεμόνων Ἀντώνιος μὲν ἐπεφοίτα πανταχόσε κωπήρει, τοὺς στρατιώτας παρακαλῶν ὑπὸ βρίθους τῶν νεῶν ὥσπερ ἐκ γῆς ἑδραίους μάχεσθαι, τοῖς δὲ κυβερνήταις διακελευόμενος ὥσπερ ὁρμούσαις ἀτρέμα ταῖς ναυσὶ δέχεσθαι τὰς ἐμβολὰς τῶν πολεμίων, τὴν [65.5] περὶ τὸ στόμα δυσχωρίαν φυλάττοντας. Καίσαρι δὲ λέγεται μὲν ἔτι σκότους ἀπὸ τῆς σκηνῆς κύκλῳ περιιόντι πρὸς τὰς ναῦς ἄνθρωπος ἐλαύνων ὄνον ἀπαντῆσαι, πυθομένῳ δὲ τοὔνομα γνωρίσας αὐτὸν εἰπεῖν· "ἐμοὶ μὲν Εὔτυχος ὄνομα, τῷ δ' ὄνῳ Νίκων". διὸ καὶ τοῖς ἐμβόλοις τὸν τόπον κοσμῶν ὕστερον, ἔστησε χαλκοῦν ὄνον [65.6] καὶ ἄνθρωπον. ἐπιδὼν δὲ τὴν ἄλλην παράταξιν ἐν πλοίῳ πρὸς τὸ δεξιὸν κομισθείς, ἐθαύμασεν ἀτρεμοῦντας ἐν τοῖς στενοῖς τοὺς πολεμίους· ἡ γὰρ ὄψις ἦν τῶν νεῶν ἐπ' ἀγκύραις ὁρμουσῶν. καὶ τοῦτο μέχρι πολλοῦ πεπεισμένος, ἀνεῖχε τὰς ἑαυτοῦ περὶ ὀκτὼ στάδια τῶν ἐναντίων [65.7] ἀφεστώσας. ἕκτη δ' ἦν ὥρα, καὶ πνεύματος αἰρομένου πελαγίου δυσανασχετοῦντες οἱ Ἀντωνίου πρὸς τὴν διατριβήν, καὶ τοῖς ὕψεσι καὶ μεγέθεσι τῶν οἰκείων νεῶν [65.8] πεποιθότες ὡς ἀπροσμάχοις, τὸ εὐώνυμον ἐκίνησαν. ἰδὼν δὲ Καῖσαρ ἥσθη καὶ πρύμναν ἐκρούσατο τῷ δεξιῷ, βουλόμενος ἔτι μᾶλλον ἐκ τοῦ κόλπου καὶ τῶν στενῶν ἔξω τοὺς πολεμίους ἐπισπάσασθαι, καὶ περιπλέων εὐήρεσι σκάφεσι τοῖς ἑαυτοῦ συμπλέκεσθαι πρὸς [τὰς] ναῦς ὑπ' ὄγκου καὶ πληρωμάτων ὀλιγότητος ἀργὰς καὶ βραδείας.
[66]
[66.1] Ἀρχομένου δὲ τοῦ ἀγῶνος ἐν χερσὶν εἶναι, ἐμβολαὶ μὲν οὐκ ἦσαν οὐδ' ἀναρρήξεις νεῶν, τῶν μὲν Ἀντωνίου διὰ βάρος ῥύμην οὐκ ἐχουσῶν, ἣ μάλιστα ποιεῖ τὰς τῶν ἐμβόλων πληγὰς ἐνεργούς, τῶν δὲ Καίσαρος οὐ μόνον ἀντιπρῴρων συμφέρεσθαι πρὸς χαλκώματα στερεὰ καὶ τραχέα φυλασσομένων, ἀλλὰ μηδὲ κατὰ πλευρὰν ἐμβολὰς [66.2] διδόναι θαρρούντων. ἀπεθραύοντο γὰρ τὰ ἔμβολα ῥᾳδίως ᾗ προσπέσοιεν σκάφεσι τετραγώνων ξύλων μεγάλων σιδήρῳ [66.3] συνηρμοσμένων πρὸς ἄλληλα δεδεμένοις. ἦν οὖν πεζομαχίᾳ προσφερὴς ὁ ἀγών, τὸ δ' ἀληθέστερον εἰπεῖν, τειχομαχίᾳ. τρεῖς γὰρ ἅμα καὶ τέσσαρες περὶ μίαν τῶν Ἀντωνίου συνείχοντο, γέρροις καὶ δόρασι καὶ κοντοῖς χρωμένων καὶ πυροβόλοις· οἱ δ' Ἀντωνίου καὶ καταπέλταις [66.4] ἀπὸ ξυλίνων πύργων ἔβαλλον· Ἀγρίππου δὲ θάτερον κέρας εἰς κύκλωσιν ἐκτείνοντος, ἀντανάγειν Ποπλικόλας ἀναγκαζόμενος ἀπερρήγνυτο τῶν μέσων. [66.5] θορυβουμένων δὲ τούτων καὶ συμπλεκομένων τοῖς περὶ τὸν Ἀρρούντιον, ἀκρίτου δὲ καὶ κοινῆς ἔτι τῆς ναυμαχίας συνεστώσης, αἰφνίδιον αἱ Κλεοπάτρας ἑξήκοντα νῆες ὤφθησαν αἰρόμεναι πρὸς ἀπόπλουν τὰ ἱστία καὶ διὰ μέσου φεύγουσαι τῶν μαχομένων· ἦσαν γὰρ ὀπίσω τεταγμέναι τῶν μεγάλων καὶ διεκπίπτουσαι ταραχὴν [66.6] ἐποίουν. οἱ δ' ἐναντίοι θαυμάζοντες ἐθεῶντο, τῷ πνεύματι χρωμένας ὁρῶντες ἐπεχούσας πρὸς τὴν Πελο[66.7]πόννησον. ἔνθα δὴ φανερὸν αὑτὸν Ἀντώνιος ἐποίησεν οὔτ' ἄρχοντος οὔτ' ἀνδρὸς οὔθ' ὅλως ἰδίοις λογισμοῖς διοικούμενον, ἀλλ' -- ὅπερ τις παίζων εἶπε τὴν ψυχὴν τοῦ ἐρῶντος ἐν ἀλλοτρίῳ σώματι ζῆν -- ἑλκόμενος ὑπὸ τῆς [66.8] γυναικὸς ὥσπερ συμπεφυκὼς καὶ συμμεταφερόμενος. οὐ γὰρ ἔφθη τὴν ἐκείνης ἰδὼν ναῦν ἀποπλέουσαν, καὶ πάντων ἐκλαθόμενος, καὶ προδοὺς καὶ ἀποδρὰς τοὺς ὑπὲρ αὐτοῦ μαχομένους καὶ θνῄσκοντας, εἰς πεντήρη μεταβάς, Ἀλεξᾶ τοῦ Σύρου καὶ Σκελλίου μόνων αὐτῷ συνεμβάντων, ἐδίωκε τὴν <ἑαυτὴν> ἀπολωλεκυῖαν ἤδη καὶ προσαπολοῦσαν αὐτόν.
[67]
[67.1] Ἐκείνη δὲ γνωρίσασα σημεῖον ἀπὸ τῆς νεὼς ἀνέσχε, καὶ προσενεχθεὶς οὕτω καὶ ἀναληφθείς, ἐκείνην μὲν οὔτ' εἶδεν οὔτ' ὤφθη, παρελθὼν δὲ μόνος εἰς πρῴραν ἐφ' ἑαυτοῦ καθῆστο σιωπῇ, ταῖς χερσὶν ἀμφοτέραις ἐχόμενος [67.2] τῆς κεφαλῆς. ἐν τούτῳ δὲ λιβυρνίδες ὤφθησαν διώκουσαι παρὰ Καίσαρος· ὁ δ' ἀντίπρῳρον ἐπιστρέφειν τὴν ναῦν κελεύσας, τὰς μὲν ἄλλας ἀνέστειλεν, Εὐρυκλῆς δ' ὁ Λάκων ἐνέκειτο σοβαρῶς, λόγχην τινὰ κραδαίνων ἀπὸ [67.3] τοῦ καταστρώματος ὡς ἀφήσων ἐπ' αὐτόν. ἐπιστάντος δὲ τῇ πρῴρᾳ τοῦ Ἀντωνίου καὶ "τίς οὗτος" εἰπόντος "ὁ διώκων Ἀντώνιον;" "ἐγώ" εἶπεν "Εὐρυκλῆς ὁ Λαχάρους, τῇ Καίσαρος τύχῃ τὸν τοῦ πατρὸς ἐκδικῶν θάνατον". ὁ δὲ Λαχάρης ὑπ' Ἀντωνίου λῃστείας αἰτίᾳ περιπεσὼν ἐπελεκίσθη. [67.4] πλὴν οὐκ ἐνέβαλεν ὁ Εὐρυκλῆς εἰς τὴν Ἀντωνίου ναῦν, ἀλλὰ τὴν ἑτέραν τῶν ναυαρχίδων -- δύο γὰρ ἦσαν -- τῷ χαλκώματι πατάξας περιερρόμβησε, καὶ ταύτην τε πλαγίαν περιπεσοῦσαν εἷλε καὶ τῶν ἄλλων μίαν, ἐν ᾗ [67.5] πολυτελεῖς σκευαὶ τῶν περὶ δίαιταν ἦσαν. ἀπαλλαγέντος δὲ τούτου, πάλιν ὁ Ἀντώνιος εἰς τὸ αὐτὸ σχῆμα καθεὶς ἑαυτὸν ἡσυχίαν ἦγε· καὶ τρεῖς ἡμέρας καθ' ἑαυτὸν ἐν πρῴρᾳ διαιτηθείς, εἴθ' ὑπ' ὀργῆς εἴτ' αἰδούμενος ἐκείνην, [67.6] Ταινάρῳ προσέσχεν. ἐνταῦθα δ' αὐτοὺς αἱ συνήθεις γυναῖκες πρῶτον μὲν εἰς λόγους ἀλλήλοις συνήγαγον, εἶτα [67.7] συνδειπνεῖν καὶ συγκαθεύδειν ἀνέπεισαν. ἤδη δὲ καὶ τῶν στρογγύλων πλοίων οὐκ ὀλίγα καὶ τῶν φίλων τινὲς ἐκ τῆς τροπῆς ἠθροίζοντο πρὸς αὐτούς, ἀγγέλλοντες ἀπολωλέναι τὸ ναυτικόν, οἴεσθαι δὲ τὸ πεζὸν συνεστάναι. [67.8] Ἀντώνιος δὲ πρὸς μὲν Κανίδιον ἀγγέλους ἔπεμπεν, ἀναχωρεῖν διὰ Μακεδονίας εἰς Ἀσίαν τῷ στρατῷ κατὰ τάχος κελεύων, αὐτὸς δὲ μέλλων ἀπὸ Ταινάρου πρὸς τὴν Λιβύην διαίρειν, ὁλκάδα μίαν πολὺ μὲν νόμισμα, πολλοῦ δ' ἀξίας ἐν ἀργύρῳ καὶ χρυσῷ κατασκευὰς τῶν βασιλικῶν κομίζουσαν ἐξελόμενος τοῖς φίλοις ἐπέδωκε [67.9] κοινῇ, νείμασθαι καὶ σῴζειν ἑαυτοὺς κελεύσας. ἀρνουμένους δὲ καὶ κλαίοντας εὐμενῶς πάνυ καὶ φιλοφρόνως παραμυθησάμενος καὶ δεηθεὶς ἀπέστελλε, γράψας πρὸς Θεόφιλον τὸν ἐν Κορίνθῳ διοικητήν, ὅπως ἀσφάλειαν ἐκπορίσῃ καὶ ἀποκρύψῃ τοὺς ἄνδρας, ἄχρι ἂν ἱλάσασθαι [67.10] Καίσαρα δυνηθῶσιν. οὗτος ἦν Θεόφιλος Ἱππάρχου πατὴρ τοῦ πλεῖστον παρ' Ἀντωνίῳ δυνηθέντος, πρώτου δὲ πρὸς Καίσαρα τῶν ἀπελευθέρων μεταβαλομένου καὶ κατοικήσαντος ὕστερον ἐν Κορίνθῳ.
[68]
[68.1] Ταῦτα μὲν οὖν τὰ κατ' Ἀντώνιον. ἐν Ἀκτίῳ δὲ πολὺν ὁ στόλος ἀντισχὼν Καίσαρι χρόνον, καὶ μέγιστον βλαβεὶς ὑπὸ τοῦ κλύδωνος ὑψηλοῦ κατὰ πρῴραν ἱσταμένου, [68.2] μόλις ὥρας δεκάτης ἀπεῖπε. καὶ νεκροὶ μὲν οὐ πλείους ἐγένοντο πεντακισχιλίων, ἑάλωσαν δὲ τριακόσιαι νῆες, ὡς [68.3] αὐτὸς ἀνέγραψε Καῖσαρ. ᾔσθοντο δ' οὐ πολλοὶ πεφευγότος Ἀντωνίου, καὶ τοῖς πυθομένοις τὸ πρῶτον ἄπιστος ἦν ὁ λόγος, εἰ δέκα καὶ ἐννέα τάγματα πεζῶν ἀηττήτων καὶ δισχιλίους ἐπὶ μυρίοις ἱππεῖς ἀπολιπὼν οἴχεται, καθάπερ οὐ πολλάκις ἐπ' ἀμφότερα τῇ τύχῃ κεχρημένος, οὐδὲ μυρίων ἀγώνων καὶ πολέμων μεταβολαῖς [68.4] ἐγγεγυμνασμένος. οἱ δὲ στρατιῶται καὶ πόθον τινὰ καὶ προσδοκίαν εἶχον, ὡς αὐτίκα ποθὲν ἐπιφανησομένου, καὶ τοσαύτην ἐπεδείξαντο πίστιν καὶ ἀρετήν, ὥστε καὶ τῆς φυγῆς αὐτοῦ φανερᾶς γενομένης ἡμέρας ἑπτὰ συμμεῖναι, [68.5] περιορῶντες ἐπιπρεσβευόμενον αὐτοῖς Καίσαρα. τέλος δὲ τοῦ στρατηγοῦ Κανιδίου νύκτωρ ἀποδράντος καὶ καταλιπόντος τὸ στρατόπεδον, γενόμενοι πάντων ἔρημοι καὶ προδοθέντες ὑπὸ τῶν ἀρχόντων, τῷ κρατοῦντι προσεχώρησαν. [68.6] Ἐκ τούτου Καῖσαρ μὲν ἐπ' Ἀθήνας ἔπλευσε, καὶ διαλλαγεὶς τοῖς Ἕλλησι τὸν περιόντα σῖτον ἐκ τοῦ πολέμου διένειμε ταῖς πόλεσι, πραττούσαις ἀθλίως καὶ περικεκομμέναις [68.7] χρημάτων, ἀνδραπόδων, ὑποζυγίων. ὁ γοῦν πρόπαππος ἡμῶν Νίκαρχος διηγεῖτο τοὺς πολίτας ἅπαντας ἀναγκάζεσθαι τοῖς ὤμοις καταφέρειν μέτρημα πυρῶν τεταγμένον ἐπὶ τὴν πρὸς Ἀντίκυραν θάλασσαν, ὑπὸ [68.8] μαστίγων ἐπιταχυνομένους· καὶ μίαν μὲν οὕτω φορὰν ἐνεγκεῖν, τὴν δὲ δευτέραν ἤδη μεμετρημένοις καὶ μέλλουσιν αἴρεσθαι νενικημένον Ἀντώνιον ἀγγελῆναι, καὶ τοῦτο διασῶσαι τὴν πόλιν· εὐθὺς γὰρ τῶν Ἀντωνίου διοικητῶν καὶ στρατιωτῶν φυγόντων, διανείμασθαι τὸν σῖτον αὐτούς.
[69]
[69.1] Ἀντώνιος δὲ Λιβύης ἁψάμενος, καὶ Κλεοπάτραν εἰς Αἴγυπτον ἐκ Παραιτονίου προπέμψας, αὐτὸς ἀπέλαυεν ἐρημίας ἀφθόνου, σὺν δυσὶ φίλοις ἀλύων καὶ πλανώμενος, Ἕλληνι μὲν Ἀριστοκράτει ῥήτορι, Ῥωμαίῳ δὲ Λουκιλίῳ, [69.2] περὶ οὗ δι' ἑτέρων γεγράφαμεν, ὡς ἐν Φιλίπποις ὑπὲρ τοῦ διαφυγεῖν Βροῦτον αὐτὸς αὑτὸν ὡς δὴ Βροῦτος ὢν ἐνεχείρισε τοῖς διώκουσι, καὶ διασωθεὶς ὑπ' Ἀντωνίου, διὰ τοῦτο πιστὸς αὐτῷ καὶ βέβαιος ἄχρι τῶν [69.3] ἐσχάτων καιρῶν παρέμεινεν. ἐπεὶ δὲ καὶ τὴν ἐν Λιβύῃ δύναμιν ὁ πεπιστευμένος ἀπέστησεν, ὁρμήσας ἑαυτὸν ἀνελεῖν, καὶ διακωλυθεὶς ὑπὸ τῶν φίλων καὶ ἀνακομισθεὶς εἰς Ἀλεξάνδρειαν, εὗρε Κλεοπάτραν ἐπιτολμῶσαν ἔργῳ [69.4] παραβόλῳ καὶ μεγάλῳ. τοῦ γὰρ εἴργοντος ἰσθμοῦ τὴν Ἐρυθρὰν ἀπὸ τῆς κατ' Αἴγυπτον θαλάσσης καὶ δοκοῦντος Ἀσίαν καὶ Λιβύην ὁρίζειν, ᾗ σφίγγεται μάλιστα τοῖς πελάγεσι καὶ βραχύτατος εὖρός ἐστι, τριακοσίων σταδίων ὄντων, ἐνεχείρησεν ἄρασα τὸν στόλον ὑπερνεωλκῆσαι, καὶ καθεῖσα τὰς ναῦς εἰς τὸν Ἀραβικὸν κόλπον μετὰ χρημάτων πολλῶν καὶ δυνάμεως ἔξω κατοικεῖν, ἀποφυγοῦσα [69.5] δουλείαν καὶ πόλεμον. ἐπεὶ δὲ τὰς πρώτας ἀνελκομένας τῶν νεῶν οἱ περὶ τὴν Πέτραν Ἄραβες κατέκαυσαν, ἔτι δ' Ἀντώνιος τὸν ἐν Ἀκτίῳ στρατὸν ᾤετο συμμένειν, ἐπαύσατο καὶ τὰς ἐμβολὰς ἐφύλαττεν. [69.6] Ἀντώνιος δὲ τὴν πόλιν ἐκλιπὼν καὶ τὰς μετὰ τῶν φίλων διατριβάς, οἴκησιν ἔναλον κατεσκεύαζεν αὑτῷ περὶ [69.7] τὴν Φάρον, εἰς τὴν θάλασσαν χῶμα προβαλών· καὶ διῆγεν αὐτόθι φυγὰς ἀνθρώπων, καὶ τὸν Τίμωνος ἀγαπᾶν καὶ ζηλοῦν βίον ἔφασκεν, ὡς δὴ πεπονθὼς ὅμοια· καὶ γὰρ αὐτὸς ἀδικηθεὶς ὑπὸ τῶν φίλων καὶ ἀχαριστηθείς, διὰ τοῦτο καὶ πᾶσιν ἀνθρώποις ἀπιστεῖν καὶ δυσχεραίνειν.
[70]
[70.1] Ὁ δὲ Τίμων ἦν Ἀθηναῖος [ὃς] καὶ γέγονεν ἡλικίᾳ μάλιστα κατὰ τὸν Πελοποννησιακὸν πόλεμον, ὡς ἐκ τῶν Ἀριστοφάνους καὶ Πλάτωνος [70.2] δραμάτων λαβεῖν ἔστι· κωμῳδεῖται γὰρ ἐν ἐκείνοις ὡς δυσμενὴς καὶ μισάνθρωπος· ἐκκλίνων δὲ καὶ διωθούμενος ἅπασαν ἔντευξιν, Ἀλκιβιάδην νέον ὄντα καὶ θρασὺν ἠσπάζετο καὶ κατεφίλει προθύμως. Ἀπημάντου δὲ θαυμάσαντος καὶ πυθομένου τὴν αἰτίαν, φιλεῖν ἔφη τὸν νεανίσκον εἰδὼς ὅτι πολλῶν Ἀθηναίοις κακῶν [70.3] αἴτιος ἔσοιτο. τὸν δ' Ἀπήμαντον μόνον ὡς ὅμοιον αὐτῷ καὶ ζηλοῦντα τὴν δίαιταν ἔστιν ὅτε προσίετο· καί ποτε τῆς τῶν Χοῶν οὔσης ἑορτῆς, εἱστιῶντο καθ' αὑτοὺς οἱ δύο. τοῦ δ' Ἀπημάντου φήσαντος "ὡς καλὸν ὦ Τίμων τὸ [70.4] συμπόσιον ἡμῶν" "εἴγε σύ" ἔφη "μὴ παρῆς". λέγεται δ' Ἀθηναίων ἐκκλησιαζόντων ἀναβὰς ἐπὶ τὸ βῆμα ποιῆσαι σιωπὴν καὶ προσδοκίαν μεγάλην διὰ τὸ παράδοξον, εἶτ' [70.5] εἰπεῖν· "ἔστι μοι μικρὸν οἰκόπεδον ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συκῆ τις ἐν αὐτῷ πέφυκεν, ἐξ ἧς ἤδη συχνοὶ τῶν πολιτῶν ἀπήγξαντο. μέλλων οὖν οἰκοδομεῖν τὸν τόπον, ἐβουλήθην δημοσίᾳ προειπεῖν, ἵν', ἂν ἄρα τινὲς ἐθέλωσιν [70.6] ὑμῶν, πρὶν ἐκκοπῆναι τὴν συκῆν ἀπάγξωνται." τελευτήσαντος δ' αὐτοῦ καὶ ταφέντος Ἁλῆσι παρὰ τὴν θάλασσαν, ὤλισθε τὰ προὔχοντα τοῦ αἰγιαλοῦ, καὶ τὸ κῦμα περιελθὸν ἄβατον καὶ ἀπροσπέλαστον ἀνθρώπῳ πεποίηκε τὸν [70.7] τάφον. ἦν δ' ἐπιγεγραμμένον·
ἐνθάδ' ἀπορρήξας ψυχὴν βαρυδαίμονα κεῖμαι. τοὔνομα δ' οὐ πεύσεσθε, κακοὶ δὲ κακῶς ἀπόλοισθε.
[70.8] καὶ τοῦτο μὲν αὐτὸν ἔτι ζῶντα πεποιηκέναι λέγουσι, τὸ δὲ περιφερόμενον Καλλιμάχειόν ἐστι·
Τίμων μισάνθρωπος ἐνοικέω. ἀλλὰ πάρελθε, οἰμώζειν εἴπας πολλά, πάρελθε μόνον.
[71]
[71.1] Ταῦτα μὲν περὶ Τίμωνος ἀπὸ πολλῶν ὀλίγα. Τῷ δ' Ἀντωνίῳ Κανίδιός τε τῆς ἀποβολῆς τῶν ἐν Ἀκτίῳ δυνάμεων αὐτάγγελος ἦλθε, καὶ τὸν Ἰουδαῖον Ἡρώδην ἔχοντά τινα τάγματα καὶ σπείρας ἤκουσε Καίσαρι προσκεχωρηκέναι, καὶ τοὺς ἄλλους ὁμοίως δυνάστας [71.2] ἀφίστασθαι καὶ μηδὲν ἔτι συμμένειν τῶν ἐκτός. οὐ μὴν διετάραξέ τι τούτων αὐτόν, ἀλλ' ὥσπερ ἄσμενος τὸ ἐλπίζειν ἀποτεθειμένος ἵνα καὶ τὸ φροντίζειν, τὴν μὲν ἔναλον [71.3] ἐκείνην δίαιταν ἣν Τιμώνειον ὠνόμαζεν ἐξέλιπεν, ἀναληφθεὶς δ' ὑπὸ τῆς Κλεοπάτρας εἰς τὰ βασίλεια, πρὸς δεῖπνα καὶ πότους καὶ διανομὰς ἔτρεψε τὴν πόλιν, ἐγγράφων μὲν εἰς ἐφήβους τὸν Κλεοπάτρας παῖδα καὶ Καίσαρος, τὸ δ' ἀπόρφυρον καὶ τέλειον ἱμάτιον Ἀντύλλῳ τῷ ἐκ Φουλβίας περιτιθείς, ἐφ' οἷς ἡμέρας πολλὰς συμπόσια [71.4] καὶ κῶμοι καὶ θαλίαι τὴν Ἀλεξάνδρειαν κατεῖχον. αὐτοὶ δὲ τὴν μὲν τῶν Ἀμιμητοβίων ἐκείνην σύνοδον κατέλυσαν, ἑτέραν δὲ συνέταξαν οὐδέν τι λειπομένην ἐκείνης ἁβρότητι καὶ τρυφαῖς καὶ πολυτελείαις, ἣν Συναποθανουμένων [71.5] ἐκάλουν. ἀπεγράφοντο γὰρ οἱ φίλοι συναποθανουμένους ἑαυτούς, καὶ διῆγον εὐπαθοῦντες ἐν δείπνων περιόδοις. [71.6] Κλεοπάτρα δὲ φαρμάκων θανασίμων συνῆγε παντοδαπὰς δυνάμεις, ὧν ἑκάστης τὸ ἀνώδυνον ἐλέγχουσα, προὔβαλλε [71.7] τοῖς ἐπὶ θανάτῳ φρουρουμένοις. ἐπεὶ δ' ἑώρα τὰς μὲν ὠκυμόρους τὴν ὀξύτητα τοῦ θανάτου δι' ὀδύνης ἐπιφερούσας, τὰς δὲ πραοτέρας τάχος οὐκ ἐχούσας, τῶν θηρίων ἀπεπειρᾶτο, θεωμένης αὐτῆς ἕτερον ἑτέρῳ προσφερόντων. [71.8] ἐποίει δὲ τοῦτο καθ' ἡμέραν· καὶ σχεδὸν ἐν πᾶσι μόνον εὕρισκε τὸ δῆγμα τῆς ἀσπίδος ἄνευ σπασμοῦ καὶ στεναγμοῦ κάρον ὑπνώδη καὶ καταφορὰν ἐφελκόμενον, ἱδρῶτι μαλακῷ τοῦ προσώπου καὶ τῶν αἰσθητηρίων ἀμαυρώσει παραλυομένων ῥᾳδίως, καὶ δυσχεραινόντων πρὸς τὰς ἐξεγέρσεις καὶ ἀνακλήσεις ὥσπερ οἱ βαθέως καθεύδοντες.
[72]
[72.1] Ἅμα δὲ καὶ πρὸς Καίσαρα πρέσβεις ἔπεμπον εἰς Ἀσίαν, ἡ μὲν αἰτουμένη τὴν ἐν Αἰγύπτῳ τοῖς παισὶν ἀρχήν, ὁ δ' ἀξιῶν Ἀθήνησιν, εἰ μὴ δοκοίη περὶ Αἴγυπτον, [72.2] ἰδιώτης καταβιῶναι. φίλων δ' ἀπορίᾳ καὶ ἀπιστίᾳ διὰ τὰς αὐτομολίας ὁ τῶν παίδων διδάσκαλος ἐπέμφθη [72.3] πρεσβεύων Εὐφρόνιος. καὶ γὰρ Ἀλεξᾶς ὁ Λαοδικεύς, γνωρισθεὶς μὲν ἐν Ῥώμῃ διὰ Τιμαγένους καὶ πλεῖστον Ἑλλήνων δυνηθείς, γενόμενος δὲ τῶν Κλεοπάτρας ἐπ' Ἀντώνιον ὀργάνων τὸ βιαιότατον καὶ τῶν ὑπὲρ Ὀκταουίας ἱσταμένων ἐν αὐτῷ λογισμῶν ἀνατροπεύς, ἐπέμφθη μὲν Ἡρώδην τὸν βασιλέα τῆς μεταβολῆς ἐφέξων, αὐτοῦ δὲ καταμείνας καὶ προδοὺς Ἀντώνιον, ἐτόλμησεν εἰς [72.4] ὄψιν ἐλθεῖν Καίσαρος, Ἡρώδῃ πεποιθώς. ὤνησε δ' αὐτὸν οὐδὲν Ἡρώδης, ἀλλ' εὐθὺς εἱρχθεὶς καὶ κομισθεὶς εἰς τὴν ἑαυτοῦ πατρίδα δέσμιος, ἐκεῖ Καίσαρος κελεύσαντος ἀνῃρέθη. τοιαύτην μὲν Ἀλεξᾶς ἔτι ζῶντι δίκην Ἀντωνίῳ τῆς ἀπιστίας ἐξέτεισε.
[73]
[73.1] Καῖσαρ δὲ τοὺς μὲν ὑπὲρ Ἀντωνίου λόγους οὐκ ἠνέσχετο, Κλεοπάτραν δ' ἀπεκρίνατο μηδενὸς ἁμαρτήσεσθαι τῶν ἐπιεικῶν, ἀνελοῦσαν Ἀντώνιον ἢ ἐκβαλοῦσαν. [73.2] συνέπεμψε δὲ καὶ παρ' αὑτοῦ τινα τῶν ἀπελευθέρων Θύρσον, οὐκ ἀνόητον ἄνθρωπον οὐδ' ἀπιθάνως ἂν ἀφ' ἡγεμόνος νέου διαλεχθέντα πρὸς γυναῖκα σοβαρὰν καὶ [73.3] θαυμαστὸν ὅσον ἐπὶ κάλλει φρονοῦσαν. οὗτος ἐντυγχάνων αὐτῇ μακρότερα τῶν ἄλλων καὶ τιμώμενος διαφερόντως, ὑπόνοιαν τῷ Ἀντωνίῳ παρέσχε, καὶ συλλαβὼν αὐτὸν ἐμαστίγωσεν, εἶτ' ἀφῆκε πρὸς Καίσαρα, γράψας ὡς ἐντρυφῶν καὶ περιφρονῶν παροξύνειεν αὐτόν, εὐπαρόξυντον [73.4] ὑπὸ κακῶν ὄντα. "σὺ δ' εἰ μὴ φέρεις τὸ πρᾶγμα" ἔφη "μετρίως, ἔχεις ἐμὸν ἀπελεύθερον Ἵππαρχον. τοῦτον [73.5] κρεμάσας μαστίγωσον, ἵν' ἴσον ἔχωμεν." ἐκ τούτου Κλεοπάτρα μὲν ἀπολυομένη τὰς αἰτίας καὶ ὑπονοίας ἐθεράπευεν αὐτὸν περιττῶς· καὶ τὴν ἑαυτῆς γενέθλιον ταπεινῶς διαγαγοῦσα καὶ ταῖς τύχαις πρεπόντως, τὴν ἐκείνου πᾶσαν ὑπερβαλλομένη λαμπρότητα καὶ πολυτέλειαν ἑώρτασεν, ὥστε πολλοὺς τῶν κεκλημένων ἐπὶ τὸ δεῖπνον [73.6] πένητας ἐλθόντας ἀπελθεῖν πλουσίους. Καίσαρα δ' Ἀγρίππας ἀνεκαλεῖτο πολλάκις ἀπὸ Ῥώμης γράφων, ὡς τῶν ἐκεῖ πραγμάτων τὴν παρουσίαν αὐτοῦ ποθούντων.
[74]
[74.1] Ἔσχεν οὖν ἀναβολὴν ὁ πόλεμος τότε· τοῦ δὲ χειμῶνος παρελθόντος αὖθις ἐπῄει διὰ Συρίας, οἱ δὲ στρατηγοὶ διὰ Λιβύης. ἁλόντος δὲ Πηλουσίου, λόγος ἦν ἐνδοῦναι Σέλευκον οὐκ ἀκούσης τῆς Κλεοπάτρας. [74.2] ἡ δ' ἐκείνου μὲν γυναῖκα καὶ παῖδας Ἀντωνίῳ κτεῖναι παρεῖχεν, αὐτὴ δὲ θήκας ἔχουσα καὶ μνήματα κατεσκευασμένα περιττῶς εἴς τε κάλλος καὶ ὕψος, ἃ προσῳκοδόμησε τῷ ναῷ τῆς Ἴσιδος, ἐνταῦθα τῶν βασιλικῶν συνεφόρει τὰ πλείστης ἄξια σπουδῆς, χρυσὸν ἄργυρον [74.3] σμάραγδον μαργαρίτην ἔβενον ἐλέφαντα κινάμωμον, ἐπὶ πᾶσι δὲ δᾷδα πολλὴν καὶ στυππεῖον, ὥστε δείσαντα περὶ τῶν χρημάτων Καίσαρα, μὴ τραπομένη πρὸς ἀπόγνωσιν ἡ γυνὴ διαφθείρῃ καὶ καταφλέξῃ τὸν πλοῦτον, ἀεί τινας ἐλπίδας αὐτῇ φιλανθρώπους προσπέμπειν, ἅμα [74.4] τῷ στρατῷ πορευόμενον ἐπὶ τὴν πόλιν. ἱδρυθέντος δ' αὐτοῦ περὶ τὸν ἱππόδρομον, Ἀντώνιος ἐπεξελθὼν ἠγωνίσατο λαμπρῶς καὶ τροπὴν τῶν Καίσαρος ἱππέων [74.5] ἐποίησε, καὶ κατεδίωξεν ἄχρι τοῦ στρατοπέδου. μεγαλυνόμενος δὲ τῇ νίκῃ παρῆλθεν εἰς τὰ βασίλεια, καὶ τὴν Κλεοπάτραν κατεφίλησεν ἐν τοῖς ὅπλοις, καὶ τὸν [74.6] ἠγωνισμένον προθυμότατα τῶν στρατιωτῶν συνέστησεν. ἡ δ' ἀριστεῖον αὐτῷ θώρακα χρυσοῦν καὶ κράνος ἔδωκεν· ἐκεῖνος μὲν οὖν ὁ ἄνθρωπος λαβὼν ταῦτα διὰ νυκτὸς ηὐτομόλησεν ὡς Καίσαρα.
[75]
[75.1] Πάλιν δ' Ἀντώνιος ἔπεμπε Καίσαρα μονομαχῆσαι προκαλούμενος. ἀποκριναμένου δ' ἐκείνου πολλὰς ὁδοὺς Ἀντωνίῳ παρεῖναι θανάτου, συμφρονήσας ὅτι τοῦ διὰ μάχης οὐκ ἔστιν αὐτῷ βελτίων θάνατος, ἔγνω καὶ κατὰ [75.2] γῆν ἅμα καὶ θάλατταν ἐπιχειρεῖν. καὶ παρὰ δεῖπνον ὡς λέγεται τοὺς οἰκέτας ἐκέλευεν ἐπεγχεῖν καὶ προθυμότερον εὐωχεῖν αὐτόν· ἄδηλον γὰρ εἰ τοῦτο ποιήσουσιν αὔριον ἢ δεσπόταις ἑτέροις ὑπηρετήσουσιν, αὐτὸς δὲ κείσεται [75.3] σκελετὸς καὶ τὸ μηδὲν γενόμενος. τοὺς δὲ φίλους ἐπὶ τούτοις δακρύοντας ὁρῶν, ἔφη μὴ προάξειν ἐπὶ τὴν μάχην, ἐξ ἧς αὑτῷ θάνατον εὐκλεᾶ μᾶλλον ἢ σωτηρίαν ζητεῖν καὶ [75.4] νίκην. ἐν ταύτῃ τῇ νυκτὶ λέγεται μεσούσῃ σχεδόν, ἐν ἡσυχίᾳ καὶ κατηφείᾳ τῆς πόλεως διὰ φόβον καὶ προσδοκίαν τοῦ μέλλοντος οὔσης, αἰφνίδιον ὀργάνων τε παντοδαπῶν ἐμμελεῖς φωνὰς ἀκουσθῆναι καὶ βοὴν ὄχλου μετ' εὐασμῶν καὶ πηδήσεων σατυρικῶν, ὥσπερ θιάσου τινὸς οὐκ [75.5] ἀθορύβως ἐξελαύνοντος· εἶναι δὲ τὴν ὁρμὴν ὁμοῦ τι διὰ τῆς πόλεως μέσης ἐπὶ τὴν πύλην ἔξω τὴν τετραμμένην πρὸς τοὺς πολεμίους, καὶ ταύτῃ τὸν θόρυβον ἐκπεσεῖν [75.6] πλεῖστον γενόμενον. ἐδόκει δὲ τοῖς ἀναλογιζομένοις τὸ σημεῖον ἀπολείπειν ὁ θεὸς Ἀντώνιον, ᾧ μάλιστα συνεξομοιῶν καὶ συνοικειῶν ἑαυτὸν διετέλεσεν.
[76]
[76.1] Ἅμα δ' ἡμέρᾳ τὸν πεζὸν αὐτὸς ἐπὶ τῶν πρὸ τῆς πόλεως λόφων ἱδρύσας, ἐθεᾶτο τὰς ναῦς ἀνηγμένας καὶ ταῖς τῶν πολεμίων προσφερομένας, καὶ περιμένων ἔργον [76.2] τι παρ' ἐκείνων ἰδεῖν ἡσύχαζεν. οἱ δ' ὡς ἐγγὺς ἐγένοντο, ταῖς κώπαις ἠσπάσαντο τοὺς Καίσαρος, ἐκείνων τ' ἀντασπασαμένων μετεβάλοντο, καὶ πάσαις ἅμα ταῖς ναυσὶν ὁ στόλος εἷς γενόμενος ἐπέπλει πρὸς τὴν πόλιν ἀντίπρῳρος. [76.3] τοῦτ' Ἀντώνιος ἰδὼν ἀπελείφθη μὲν εὐθὺς ὑπὸ τῶν ἱππέων μεταβαλομένων, ἡττηθεὶς δὲ τοῖς πεζοῖς ἀνεχώρησεν εἰς τὴν πόλιν, ὑπὸ Κλεοπάτρας προδεδόσθαι βοῶν [76.4] οἷς δι' ἐκείνην ἐπολέμησεν. ἡ δὲ τὴν ὀργὴν αὐτοῦ φοβηθεῖσα καὶ τὴν ἀπόνοιαν, εἰς τὸν τάφον κατέφυγε καὶ τοὺς καταρράκτας ἀφῆκε κλείθροις καὶ μοχλοῖς καρτεροὺς ὄντας· πρὸς δ' Ἀντώνιον ἔπεμψε τοὺς ἀπαγγελοῦντας [76.5] ὅτι τέθνηκε. πιστεύσας δ' ἐκεῖνος καὶ εἰπὼν πρὸς αὑτόν "τί ἔτι μέλλεις Ἀντώνιε; τὴν μόνην ἡ τύχη καὶ λοιπὴν ἀφῄρηκε τοῦ φιλοψυχεῖν πρόφασιν", εἰσῆλθεν εἰς τὸ [76.6] δωμάτιον· καὶ τὸν θώρακα παραλύων καὶ διαστέλλων, "ὦ Κλεοπάτρα" εἶπεν "οὐκ ἄχθομαί σου στερόμενος, αὐτίκα γὰρ εἰς ταὐτὸν ἀφίξομαι, ἀλλ' ὅτι γυναικὸς ὁ τηλικοῦτος αὐτοκράτωρ εὐψυχίᾳ πεφώραμαι λειπόμενος." [76.7] ἦν δέ τις οἰκέτης αὐτῷ πιστὸς Ἔρως ὄνομα. τοῦτον ἐκ πολλοῦ παρακεκληκὼς εἰ δεήσειεν ἀνελεῖν αὐτόν, ἀπῄτει [76.8] τὴν ὑπόσχεσιν. ὁ δὲ σπασάμενος τὸ ξίφος, ἀνέσχε μὲν ὡς παίσων ἐκεῖνον, ἀποστρέψαντος δὲ τὸ πρόσωπον, [76.9] ἑαυτὸν ἀπέκτεινε. πεσόντος δ' αὐτοῦ πρὸς τοὺς πόδας, ὁ Ἀντώνιος "εὖγε" εἶπεν "ὦ Ἔρως, ὅτι μὴ δυνηθεὶς αὐτὸς ἐμὲ ποιεῖν ὃ δεῖ διδάσκεις". καὶ παίσας διὰ τῆς κοιλίας [76.10] ἑαυτὸν ἀφῆκεν εἰς τὸ κλινίδιον. ἦν δ' οὐκ εὐθυθάνατος ἡ πληγή. διὸ καὶ τῆς φορᾶς τοῦ αἵματος ἐπεὶ κατεκλίθη παυσαμένης, ἀναλαβὼν ἐδεῖτο τῶν παρόντων ἐπισφάττειν [76.11] αὐτόν. οἱ δ' ἔφευγον ἐκ τοῦ δωματίου βοῶντος καὶ σφαδάζοντος, ἄχρι οὗ παρὰ Κλεοπάτρας ἧκε Διομήδης ὁ γραμματεύς, κομίζειν αὐτὸν ὡς ἐκείνην εἰς τὸν τάφον κελευσθείς.
[77]
[77.1] Γνοὺς οὖν ὅτι ζῇ, προθύμως ἐκέλευσεν ἄρασθαι τοῖς ὑπηρέταις τὸ σῶμα, καὶ διὰ χειρῶν προσεκομίσθη [77.2] ταῖς θύραις τοῦ οἰκήματος. ἡ δὲ Κλεοπάτρα τὰς μὲν θύρας οὐκ ἀνέῳξεν, ἐκ δὲ θυρίδων τινῶν φανεῖσα σειρὰς καὶ καλώδια καθίει, καὶ τούτοις ἐναψάντων τὸν Ἀντώνιον ἀνεῖλκεν αὐτὴ καὶ δύο γυναῖκες, ἃς μόνας [77.3] ἐδέξατο μεθ' αὑτῆς εἰς τὸν τάφον. οὐδὲν ἐκείνου λέγουσιν οἰκτρότερον γενέσθαι οἱ παραγενόμενοι θέαμα. πεφυρμένος γὰρ αἵματι καὶ δυσθανατῶν εἵλκετο, τὰς [77.4] χεῖρας ὀρέγων εἰς ἐκείνην καὶ παραιωρούμενος. οὐ γὰρ ἦν γυναικὶ ῥᾴδιον τὸ ἔργον, ἀλλὰ μόλις ἡ Κλεοπάτρα ταῖν χεροῖν ἐμπεφυκυῖα καὶ κατατεινομένη τῷ προσώπῳ τὸν δεσμὸν ἀνελάμβανεν, ἐπικελευομένων τῶν κάτωθεν αὐτῇ [77.5] καὶ συναγωνιώντων. δεξαμένη δ' αὐτὸν οὕτως καὶ κατακλίνασα, περιερρήξατό τε τοὺς πέπλους ἐπ' αὐτῷ, καὶ τὰ στέρνα τυπτομένη καὶ σπαράττουσα ταῖς χερσί, καὶ τῷ προσώπῳ τοῦ αἵματος ἀναματτομένη, δεσπότην ἐκάλει καὶ ἄνδρα καὶ αὐτοκράτορα· καὶ μικροῦ δεῖν ἐπιλέληστο [77.6] τῶν αὑτῆς κακῶν οἴκτῳ τῶν ἐκείνου. καταπαύσας δὲ τὸν θρῆνον αὐτῆς Ἀντώνιος ᾔτησε πιεῖν οἶνον, εἴτε [77.7] διψῶν εἴτε συντομώτερον ἐλπίζων ἀπολυθήσεσθαι. πιὼν δὲ παρῄνεσεν αὐτῇ, τὰ μὲν ἑαυτῆς ἂν ᾖ μὴ μετ' αἰσχύνης σωτήρια τίθεσθαι, μάλιστα τῶν Καίσαρος ἑταίρων Προκληίῳ πιστεύουσαν, αὐτὸν δὲ μὴ θρηνεῖν ἐπὶ ταῖς ὑστάταις μεταβολαῖς, ἀλλὰ μακαρίζειν ὧν ἔτυχε καλῶν, ἐπιφανέστατος ἀνθρώπων γενόμενος καὶ πλεῖστον ἰσχύσας, καὶ νῦν οὐκ ἀγεννῶς Ῥωμαῖος ὑπὸ Ῥωμαίου κρατηθείς.
[78]
[78.1] Ὅσον οὔπω δ' ἐκλιπόντος αὐτοῦ, Προκλήιος ἧκε παρὰ Καίσαρος. ἐπεὶ γὰρ ἑαυτὸν πατάξας ὁ Ἀντώνιος ᾤχετο πρὸς Κλεοπάτραν κομιζόμενος, Δερκεταῖός τις τῶν δορυφόρων λαβὼν τὸ ἐγχειρίδιον αὐτοῦ καὶ ἀποκρύψας ὑπεξῆλθε, καὶ δραμὼν πρὸς Καίσαρα πρῶτος ἤγγειλε τὴν Ἀντωνίου τελευτήν, καὶ τὸ ξίφος ἔδειξεν [78.2] ᾑμαγμένον. ὁ δ' ὡς ἤκουσεν, ἐνδοτέρω τῆς σκηνῆς ὑποστὰς ἀπεδάκρυσεν ἄνδρα κηδεστὴν γενόμενον καὶ συνάρχοντα [78.3] καὶ πολλῶν ἀγώνων καὶ πραγμάτων κοινωνόν. εἶτα τὰς ἐπιστολὰς λαβὼν καὶ τοὺς φίλους καλέσας ἀνεγίνωσκεν, ὡς εὐγνώμονα γράφοντος αὐτοῦ καὶ δίκαια φορτικὸς [78.4] ἦν καὶ ὑπερήφανος ἀεὶ περὶ τὰς ἀποκρίσεις ἐκεῖνος. ἐκ δὲ τούτου τὸν Προκλήιον ἔπεμψε, κελεύσας ἢν δύνηται μάλιστα τῆς Κλεοπάτρας ζώσης κρατῆσαι· καὶ γὰρ ἐφοβεῖτο περὶ τῶν χρημάτων, καὶ μέγα πρὸς δόξαν ἡγεῖτο [78.5] τοῦ θριάμβου καταγαγεῖν ἐκείνην. εἰς μὲν οὖν χεῖρας τῷ Προκληίῳ συνελθεῖν οὐκ ἠθέλησεν· ἐγίνοντο δὲ λόγοι [ἐν] τῷ οἰκήματι προσελθόντος ἔξωθεν αὐτοῦ κατὰ θύρας ἐπιπέδους, ἀποκεκλειμένας μὲν ὀχυρῶς, φωνῇ δὲ διέξοδον [78.6] ἐχούσας. καὶ διελέχθησαν, ἡ μὲν αἰτουμένη τοῖς παισὶ τὴν βασιλείαν, ὁ δὲ θαρρεῖν καὶ πάντα πιστεύειν Καίσαρι κελεύων.
[79]
[79.1] Ὡς δὲ κατιδὼν τὸν τόπον ἀπήγγειλε Καίσαρι, Γάλλος μὲν ἐπέμφθη πάλιν ἐντευξόμενος αὐτῇ, καὶ πρὸς [79.2] τὰς θύρας ἐλθὼν ἐπίτηδες ἐμήκυνε τὸν λόγον. ἐν τούτῳ δὲ Προκλήιος κλίμακος προστεθείσης διὰ τῆς θυρίδος εἰσῆλθεν, ᾗ τὸν Ἀντώνιον αἱ γυναῖκες ἐδέξαντο, καὶ πρὸς τὰς θύρας [αὐτοῦ] εὐθύς, αἷς ἡ Κλεοπάτρα παρειστήκει προσέχουσα τῷ Γάλλῳ, κατέβαινεν ὑπηρέτας ἔχων δύο [79.3] μεθ' αὑτοῦ. τῶν δὲ συγκαθειργμένων τῇ Κλεοπάτρᾳ γυναικῶν τῆς ἑτέρας ἀνακραγούσης "τάλαινα Κλεοπάτρα, ζωγρεῖ", μεταστραφεῖσα καὶ θεασαμένη τὸν Προκλήιον, ὥρμησε μὲν αὑτὴν πατάξαι· παρεζωσμένη γὰρ ἐτύγχανέ [79.4] τι τῶν λῃστρικῶν ξιφιδίων. προσδραμὼν δὲ ταχὺ καὶ περισχὼν αὐτὴν ταῖς χερσὶν ἀμφοτέραις ὁ Προκλήιος "ἀδικεῖς" εἶπεν "ὦ Κλεοπάτρα καὶ σεαυτὴν καὶ Καίσαρα, μεγάλην ἀφαιρουμένη χρηστότητος ἐπίδειξιν αὐτοῦ καὶ διαβάλλουσα τὸν πραότατον ἡγεμόνων ὡς ἄπιστον καὶ [79.5] ἀδιάλλακτον." ἅμα δὲ καὶ τὸ ξίφος αὐτῆς παρείλετο καὶ [79.6] τὴν ἐσθῆτα μὴ κρύπτοι τι φάρμακον ἐξέσεισεν. ἐπέμφθη δὲ καὶ παρὰ Καίσαρος τῶν ἀπελευθέρων Ἐπαφρόδιτος, ᾧ προσετέτακτο ζῶσαν αὐτὴν φυλάττειν ἰσχυρῶς ἐπιμελόμενον, τἆλλα <δὲ> πρὸς τὸ ῥᾷστον ἐνδιδόναι καὶ ἥδιστον.
[80]
[80.1] Αὐτὸς δὲ Καῖσαρ εἰσήλαυνεν εἰς τὴν πόλιν, Ἀρείῳ τῷ φιλοσόφῳ προσδιαλεγόμενος καὶ τὴν δεξιὰν ἐνδεδωκώς, ἵν' εὐθὺς ἐν τοῖς πολίταις περίβλεπτος εἴη καὶ [80.2] θαυμάζοιτο τιμώμενος ὑπ' αὐτοῦ διαπρεπῶς. εἰς δὲ τὸ γυμνάσιον εἰσελθὼν καὶ ἀναβὰς ἐπὶ βῆμά τι πεποιημένον, ἐκπεπληγμένων ὑπὸ δέους τῶν ἀνθρώπων καὶ προσπιπτόντων, ἀναστῆναι κελεύσας ἔφη πάσης αἰτίας τὸν δῆμον ἀφιέναι, πρῶτον μὲν διὰ τὸν κτίστην Ἀλέξανδρον, δεύτερον δὲ τῆς πόλεως θαυμάζων τὸ κάλλος καὶ τὸ [80.3] μέγεθος, τρίτον δ' Ἀρείῳ τῷ ἑταίρῳ χαριζόμενος. ταύτης δὴ τῆς τιμῆς ἔτυχε παρὰ Καίσαρος Ἄρειος, καὶ τῶν ἄλλων ἐξῃτήσατο συχνούς· ὧν ἦν καὶ Φιλόστρατος, ἀνὴρ εἰπεῖν μὲν ἐξ ἐπιδρομῆς τῶν τότε σοφιστῶν ἱκανώτατος, εἰσποιῶν δὲ μὴ προσηκόντως ἑαυτὸν τῇ Ἀκαδημείᾳ· διὸ καὶ Καῖσαρ αὐτοῦ βδελυττόμενος τὸν τρόπον, οὐ προσίετο [80.4] τὰς δεήσεις. ὁ δὲ πώγωνα πολιὸν καθεὶς καὶ φαιὸν ἱμάτιον περιβαλόμενος, ἐξόπισθεν Ἀρείῳ παρηκολούθει, τοῦτον ἀεὶ τὸν στίχον ἀναφθεγγόμενος· σοφοὶ σοφοὺς σῴζουσιν, ἂν ὦσιν σοφοί.
[80.5] πυθόμενος δὲ Καῖσαρ, καὶ τοῦ φθόνου μᾶλλον Ἄρειον ἢ τοῦ δέους Φιλόστρατον ἀπαλλάξαι βουλόμενος, διῆκε.
[81]
[81.1] Τῶν δ' Ἀντωνίου παίδων ὁ μὲν ἐκ Φουλβίας Ἄντυλλος ὑπὸ Θεοδώρου τοῦ παιδαγωγοῦ παραδοθεὶς [81.2] ἀπέθανε· καὶ τὴν κεφαλὴν αὐτοῦ τῶν στρατιωτῶν ἀποτεμνόντων, ὁ παιδαγωγὸς ἀφελὼν ὃν ἐφόρει περὶ τῷ τραχήλῳ πολυτιμότατον λίθον εἰς τὴν ζώνην κατέρραψεν· [81.3] ἀρνησάμενος δὲ καὶ φωραθεὶς ἀνεσταυρώθη. τὰ δὲ Κλεοπάτρας παιδία φρουρούμενα μετὰ τῶν τρεφόντων [81.4] ἐλευθέριον εἶχε δίαιταν. Καισαρίωνα δὲ τὸν ἐκ Καίσαρος γεγονέναι λεγόμενον ἡ μὲν μήτηρ ἐξέπεμψε μετὰ χρημάτων πολλῶν εἰς τὴν Ἰνδικὴν δι' Αἰθιοπίας, ἕτερος δὲ παιδαγωγὸς ὅμοιος Θεοδώρῳ Ῥόδων ἀνέπεισεν ἐπανελθεῖν, ὡς Καίσαρος αὐτὸν ἐπὶ βασιλείαν καλοῦντος. [81.5] βουλευομένου δὲ Καίσαρος, Ἄρειον εἰπεῖν λέγουσιν·
οὐκ ἀγαθὸν πολυκαισαρίη.
[82]
[82.1] Τοῦτον μὲν οὖν ὕστερον ἀπέκτεινε μετὰ τὴν Κλεο[82.2]πάτρας τελευτήν. Ἀντώνιον δὲ πολλῶν αἰτουμένων θάψαι καὶ βασιλέων καὶ στρατηγῶν, οὐκ ἀφείλετο Κλεοπάτρας τὸ σῶμα Καῖσαρ, ἀλλ' ἐθάπτετο ταῖς ἐκείνης χερσὶ πολυτελῶς καὶ βασιλικῶς, πᾶσιν ὡς ἐβούλετο χρῆσθαι [82.3] λαβούσης. ἐκ δὲ λύπης ἅμα τοσαύτης καὶ ὀδύνης -- ἀνεφλέγμηνε γὰρ αὐτῆς τὰ στέρνα τυπτομένης καὶ ἥλκωτο -- πυρετῶν ἐπιλαβόντων, ἠγάπησε τὴν πρόφασιν, ὡς ἀφεξομένη τροφῆς διὰ τοῦτο καὶ παραλύσουσα [82.4] τοῦ ζῆν ἀκωλύτως ἑαυτήν. ἦν δ' ἰατρὸς αὐτῇ συνήθης Ὄλυμπος, ᾧ φράσασα τἀληθὲς ἐχρῆτο συμβούλῳ καὶ συνεργῷ τῆς καθαιρέσεως, ὡς αὐτὸς ὁ Ὄλυμπος εἴρηκεν, ἱστορίαν τινὰ τῶν πραγμάτων τούτων ἐκδεδωκώς. [82.5] ὑπονοήσας δὲ Καῖσαρ ἀπειλὰς μέν τινας αὐτῇ καὶ φόβους περὶ τῶν τέκνων προσέβαλλεν, οἷς ἐκείνη καθάπερ μηχανήμασιν ὑπηρείπετο, καὶ παρεδίδου τὸ σῶμα θεραπεύειν καὶ τρέφειν τοῖς χρῄζουσιν.
[83]
[83.1] Ἧκε δὲ καὶ αὐτὸς ἡμέρας ὀλίγας διαλιπὼν ἐντευξόμενος αὐτῇ καὶ παρηγορήσων. ἡ δ' ἔτυχε μὲν ἐν στιβάδι κατακειμένη ταπεινῶς, εἰσιόντι δ' αὐτῷ μονοχίτων ἀναπηδήσασα προσπίπτει, δεινῶς μὲν ἐξηγριωμένη κεφαλὴν καὶ πρόσωπον, ὑπότρομος δὲ τῇ φωνῇ καὶ συντετηκυῖα [83.2] ταῖς ὄψεσιν. ἦν δὲ πολλὰ καὶ τῆς περὶ τὸ στέρνον αἰκίας καταφανῆ, καὶ ὅλως οὐθὲν ἐδόκει τὸ σῶμα τῆς [83.3] ψυχῆς ἔχειν βέλτιον. ἡ μέντοι χάρις ἐκείνη καὶ τὸ τῆς ὥρας ἰταμὸν οὐ κατέσβεστο παντάπασιν, ἀλλὰ καίπερ οὕτως διακειμένης ἔνδοθέν ποθεν ἐξέλαμπε καὶ συνεπεφαίνετο [83.4] τοῖς κινήμασι τοῦ προσώπου. κελεύσαντος δὲ τοῦ Καίσαρος αὐτὴν κατακλιθῆναι καὶ πλησίον αὐτῆς καθίσαντος, ἥψατο μέν τινος δικαιολογίας, εἰς ἀνάγκην καὶ φόβον Ἀντωνίου τὰ πεπραγμένα τρεπούσης· ἐνισταμένου δὲ πρὸς ἕκαστον αὐτῇ τοῦ Καίσαρος, ἐξελεγχομένη ταχὺ πρὸς οἶκτον μεθηρμόσατο καὶ δέησιν, ὡς δή τις ἂν μάλιστα [83.5] τοῦ ζῆν περιεχομένη. τέλος δὲ τοῦ πλήθους τῶν χρημάτων ἀναγραφὴν ἔχουσα προσέδωκεν αὐτῷ· Σελεύκου δέ τινος τῶν ἐπιτρόπων ἐλέγχοντος ὡς ἔνια κρύπτουσαν καὶ διακλέπτουσαν, ἀναπηδήσασα καὶ τῶν τριχῶν αὐτοῦ λαβομένη, πολλὰς ἐνεφόρει τῷ προσώπῳ [83.6] πληγάς. τοῦ δὲ Καίσαρος μειδιῶντος καὶ καταπαύοντος αὐτήν, "ἀλλ' οὐ δεινόν" εἶπεν "ὦ Καῖσαρ, εἰ σὺ μὲν ἠξίωσας ἀφικέσθαι πρὸς ἐμὲ καὶ προσειπεῖν οὕτω πράττουσαν, οἱ δὲ δοῦλοί μου κατηγοροῦσιν, εἴ τι τῶν γυναικείων ἀπεθέμην, οὐκ ἐμαυτῇ δήπουθεν, ἡ τάλαινα, κόσμον, ἀλλ' ὅπως Ὀκταουίᾳ καὶ Λιβίᾳ τῇ σῇ μικρὰ δοῦσα, δι' [83.7] ἐκείνων ἵλεώ σου τύχοιμι καὶ πραοτέρου;" τούτοις ὁ Καῖσαρ ἥδετο, παντάπασιν αὐτὴν φιλοψυχεῖν οἰόμενος. εἰπὼν οὖν ὅτι καὶ ταῦτα ἐπιτρέπει καὶ τἆλλα πάσης ἐλπίδος αὐτῇ χρήσεται λαμπρότερον, ᾤχετο ἀπιών, ἐξηπατηκέναι μὲν οἰόμενος, ἐξηπατημένος δὲ μᾶλλον.
[84]
[84.1] Ἦν δὲ Κορνήλιος Δολοβέλλας ἐπιφανὴς νεανίσκος [84.2] ἐν τοῖς Καίσαρος ἑταίροις. οὗτος εἶχε πρὸς τὴν Κλεοπάτραν οὐκ ἀηδῶς· καὶ τότε χαριζόμενος αὐτῇ δεηθείσῃ κρύφα πέμψας ἐξήγγειλεν, ὡς αὐτὸς μὲν ὁ Καῖσαρ ἀναζεύγνυσι πεζῇ διὰ Συρίας, ἐκείνην δὲ μετὰ τῶν τέκνων ἀποστέλλειν εἰς <Ῥώμην μετὰ> τρίτην ἡμέραν ἔγνωκεν. [84.3] ἡ δ' ἀκούσασα ταῦτα πρῶτον μὲν ἐδεήθη Καίσαρος, ὅπως αὐτὴν ἐάσῃ χοὰς ἐπενεγκεῖν Ἀντωνίῳ· καὶ συγχωρήσαντος, ἐπὶ τὸν τάφον κομισθεῖσα καὶ περιπεσοῦσα τῇ [84.4] σορῷ μετὰ τῶν συνήθων γυναικῶν "ὦ φίλ' Ἀντώνιε" εἶπεν "ἔθαπτον μέν σε πρώην ἔτι χερσὶν ἐλευθέραις, σπένδω δὲ νῦν αἰχμάλωτος οὖσα καὶ φρουρουμένη μήτε κοπετοῖς μήτε θρήνοις αἰκίσασθαι τὸ δοῦλον τοῦτο σῶμα [84.5] καὶ τηρούμενον ἐπὶ τοὺς κατὰ σοῦ θριάμβους. ἄλλας δὲ μὴ προσδέχου τιμὰς ἢ χοάς· ἀλλ' αὗταί σοι τελευταῖαι [84.6] Κλεοπάτρας ἀγομένης. ζῶντας μὲν γὰρ ἡμᾶς οὐθὲν ἀλλήλων διέστησε, κινδυνεύομεν δὲ τῷ θανάτῳ διαμείψασθαι τοὺς τόπους, σὺ μὲν ὁ Ῥωμαῖος ἐνταῦθα κείμενος, ἐγὼ δ' ἡ δύστηνος ἐν Ἰταλίᾳ, τοσοῦτο τῆς σῆς [84.7] μεταλαβοῦσα χώρας μόνον. ἀλλ' εἰ δή τις τῶν ἐκεῖ θεῶν ἀλκὴ καὶ δύναμις -- οἱ γὰρ ἐνταῦθα προὔδωκαν ἡμᾶς -- , μὴ πρόῃ ζῶσαν τὴν σεαυτοῦ γυναῖκα, μηδ' ἐν ἐμοὶ περιίδῃς θριαμβευόμενον σεαυτόν, ἀλλ' ἐνταῦθά με κρύψον μετὰ σεαυτοῦ καὶ σύνθαψον, ὡς ἐμοὶ μυρίων κακῶν ὄντων οὐδὲν οὕτω μέγα καὶ δεινόν ἐστιν, ὡς ὁ βραχὺς οὗτος χρόνος ὃν σοῦ χωρὶς ἔζηκα."
[85]
[85.1] Τοιαῦτ' ὀλοφυραμένη καὶ στέψασα καὶ κατασπασαμένη τὴν σορόν, ἐκέλευσεν αὑτῇ λουτρὸν γενέσθαι. λουσαμένη δὲ καὶ κατακλιθεῖσα, λαμπρὸν ἄριστον ἠρίστα. [85.2] καί τις ἧκεν ἀπ' ἀγροῦ κίστην τινὰ κομίζων· τῶν δὲ φυλάκων ὅ τι φέροι πυνθανομένων, ἀνοίξας καὶ ἀφελὼν τὰ [85.3] θρῖα σύκων ἐπίπλεων τὸ ἀγγεῖον ἔδειξε. θαυμασάντων δὲ τὸ κάλλος καὶ τὸ μέγεθος, μειδιάσας παρεκάλει λαβεῖν· [85.4] οἱ δὲ πιστεύσαντες ἐκέλευον εἰσενεγκεῖν. μετὰ δὲ τὸ ἄριστον ἡ Κλεοπάτρα δέλτον ἔχουσα γεγραμμένην καὶ κατασεσημασμένην ἀπέστειλε πρὸς Καίσαρα, καὶ τοὺς ἄλλους ἐκποδὼν ποιησαμένη πλὴν τῶν δυεῖν ἐκείνων [85.5] γυναικῶν, τὰς θύρας ἔκλεισε. Καῖσαρ δὲ λύσας τὴν δέλτον, ὡς ἐνέτυχε λιταῖς καὶ ὀλοφυρμοῖς δεομένης αὐτὴν σὺν Ἀντωνίῳ θάψαι, ταχὺ συνῆκε τὸ πεπραγμένον. καὶ πρῶτον μὲν αὐτὸς ὥρμησε βοηθεῖν, ἔπειτα τοὺς σκεψομένους κατὰ τάχος ἔπεμψεν. ἐγεγόνει δ' ὀξὺ τὸ πάθος. [85.6] δρόμῳ γὰρ ἐλθόντες, καὶ τοὺς μὲν φυλάττοντας οὐδὲν ᾐσθημένους καταλαβόντες, τὰς δὲ θύρας ἀνοίξαντες, εὗρον αὐτὴν τεθνηκυῖαν ἐν χρυσῇ κατακειμένην κλίνῃ [85.7] κεκοσμημένην βασιλικῶς. τῶν δὲ γυναικῶν ἡ μὲν Εἰρὰς λεγομένη πρὸς τοῖς ποσὶν ἀπέθνῃσκεν, ἡ δὲ Χάρμιον ἤδη σφαλλομένη καὶ καρηβαροῦσα κατεκόσμει τὸ διάδημα τὸ περὶ τὴν κεφαλὴν αὐτῆς. εἰπόντος δέ τινος ὀργῇ· [85.8] "καλὰ ταῦτα Χάρμιον;" "κάλλιστα μὲν οὖν" ἔφη "καὶ πρέποντα τῇ τοσούτων ἀπογόνῳ βασιλέων." πλέον δ' οὐδὲν εἶπεν, ἀλλ' αὐτοῦ παρὰ τὴν κλίνην ἔπεσε.
[86]
[1] Λέγεται δὲ τὴν ἀσπίδα κομισθῆναι σὺν τοῖς σύκοις ἐκείνοις καὶ τοῖς θρίοις ἄνωθεν ἐπικαλυφθεῖσαν· οὕτω γὰρ τὴν Κλεοπάτραν κελεῦσαι, μηδ' αὐτῆς ἐπισταμένης τῷ [86.2] σώματι προσπεσεῖν τὸ θηρίον· ὡς δ' ἀφαιροῦσα τῶν σύκων εἶδεν, εἰπεῖν· "ἐνταῦθ' ἦν ἄρα τοῦτο". καὶ τὸν [86.3] βραχίονα παρασχεῖν τῷ δήγματι γυμνώσασαν. οἱ δὲ τηρεῖσθαι μὲν ἐν ὑδρίᾳ τὴν ἀσπίδα καθειργμένην φάσκουσιν, ἠλακάτῃ δέ τινι χρυσῇ τῆς Κλεοπάτρας ἐκκαλουμένης αὐτὴν καὶ διαγριαινούσης, ὁρμήσασαν ἐμφῦναι τῷ [86.4] βραχίονι. τὸ δ' ἀληθὲς οὐδεὶς οἶδεν· ἐπεὶ καὶ φάρμακον αὐτὴν ἐλέχθη φορεῖν ἐν κνηστίδι κοίλῃ, τὴν δὲ κνηστίδα κρύπτειν τῇ κόμῃ· πλὴν οὔτε κηλὶς ἐξήνθησε τοῦ σώματος [86.5] οὔτ' ἄλλο φαρμάκου σημεῖον. οὐ μὴν οὐδὲ τὸ θηρίον ἐντὸς ὤφθη, συρμοὺς δέ τινας αὐτοῦ παρὰ θάλασσαν, ᾗ τὸ δωμάτιον ἀφεώρα καὶ θυρίδες ἦσαν, ἰδεῖν ἔφασκον· ἔνιοι δὲ καὶ τὸν βραχίονα τῆς Κλεοπάτρας ὀφθῆναι δύο νυγμὰς ἔχοντα λεπτὰς καὶ ἀμυδράς. οἷς ἔοικε πιστεῦσαι καὶ ὁ [86.6] Καῖσαρ. ἐν γὰρ τῷ θριάμβῳ τῆς Κλεοπάτρας αὐτῆς εἴδωλον ἐκομίζετο καὶ τῆς ἀσπίδος ἐμπεφυκυίας. ταῦτα [86.7] μὲν οὖν οὕτω λέγεται γενέσθαι. Καῖσαρ δέ, καίπερ ἀχθεσθεὶς ἐπὶ τῇ τελευτῇ τῆς γυναικός, ἐθαύμασε τὴν εὐγένειαν αὐτῆς, καὶ ταφῆναι τὸ σῶμα σὺν Ἀντωνίῳ λαμπρῶς καὶ βασιλικῶς ἐκέλευσεν. ἐντίμου δὲ καὶ τὰ γύναια κηδείας ἔτυχεν αὐτοῦ προστάξαντος. [86.8] Ἐτελεύτησε δὲ Κλεοπάτρα μὲν ἑνὸς δέοντα τεσσαράκοντα ἔτη βιώσασα, καὶ τούτων δύο καὶ εἴκοσι βασιλεύσασα, συνάρξασα δ' Ἀντωνίῳ πλείω τῶν δεκατεσσάρων. Ἀντώνιον δ' οἱ μὲν ἕξ, οἱ δὲ τρισὶ τὰ πεντήκοντα [86.9] ὑπερβαλεῖν φασιν. αἱ μὲν οὖν Ἀντωνίου καθῃρέθησαν εἰκόνες, αἱ δὲ Κλεοπάτρας κατὰ χώραν ἔμειναν, Ἀρχιβίου τινὸς τῶν φίλων αὐτῆς δισχίλια τάλαντα Καίσαρι δόντος, ἵνα μὴ τὸ αὐτὸ ταῖς Ἀντωνίου πάθωσιν.
[87]
[87.1] Ἀντωνίου δὲ γενεὰν ἀπολιπόντος ἐκ τριῶν γυναικῶν ἑπτὰ παῖδας, ὁ πρεσβύτατος Ἄντυλλος ὑπὸ Καίσαρος ἀνῃρέθη μόνος· τοὺς δὲ λοιποὺς Ὀκταουία [87.2] παραλαβοῦσα μετὰ τῶν ἐξ ἑαυτῆς ἔθρεψε. καὶ Κλεοπάτραν μὲν τὴν ἐκ Κλεοπάτρας Ἰόβᾳ τῷ χαριεστάτῳ βασιλέων συνῴκισεν, Ἀντώνιον δὲ τὸν ἐκ Φουλβίας οὕτω μέγαν ἐποίησεν, ὥστε τὴν πρώτην παρὰ Καίσαρι τιμὴν Ἀγρίππου, τὴν δὲ δευτέραν τῶν Λιβίας παίδων ἐχόντων, τρίτον εἶναι [87.3] καὶ δοκεῖν Ἀντώνιον, ἐκ δὲ Μαρκέλλου δυεῖν αὐτῇ θυγατέρων οὐσῶν, ἑνὸς δ' υἱοῦ Μαρκέλλου, τοῦτον μὲν ἅμα παῖδα καὶ γαμβρὸν ἐποιήσατο Καῖσαρ, τῶν δὲ [87.4] θυγατέρων Ἀγρίππᾳ τὴν ἑτέραν ἔδωκεν. ἐπεὶ δὲ Μάρκελλος ἐτελεύτησε κομιδῇ νεόγαμος, καὶ Καίσαρι γαμβρὸν ἔχοντα πίστιν οὐκ εὔπορον ἦν ἐκ τῶν ἄλλων φίλων ἑλέσθαι, λόγον ἡ Ὀκταουία προσήνεγκεν ὡς χρὴ τὴν Καίσαρος θυγατέρα λαβεῖν Ἀγρίππαν, ἀφέντα τὴν ἑαυτῆς. [87.5] πεισθέντος δὲ Καίσαρος πρῶτον, εἶτ' Ἀγρίππου, τὴν μὲν αὑτῆς ἀπολαβοῦσα συνῴκισεν Ἀντωνίῳ, τὴν δὲ Καίσαρος [87.6] Ἀγρίππας ἔγημεν. ἀπολειπομένων δὲ τῶν Ἀντωνίου καὶ Ὀκταουίας δυεῖν θυγατέρων τὴν μὲν Δομίτιος Ἀηνόβαρβος ἔλαβε, τὴν δὲ σωφροσύνῃ καὶ κάλλει περιβόητον Ἀντωνίαν [87.7] Δροῦσος, ὁ Λιβίας υἱός, πρόγονος δὲ Καίσαρος. ἐκ τούτων ἐγένετο Γερμανικὸς καὶ Κλαύδιος· ὧν Κλαύδιος μὲν [87.8] ὕστερον ἦρξε· τῶν δὲ Γερμανικοῦ παίδων Γάιος μὲν ἄρξας ἐπιφανῶς οὐ πολὺν χρόνον ἀνῃρέθη μετὰ τέκνου καὶ γυναικός, Ἀγριππίνα δ' υἱὸν ἐξ Ἀηνοβάρβου Λεύκιον Δομίτιον ἔχουσα, Κλαυδίῳ Καίσαρι συνῴκησε· καὶ θέμενος τὸν υἱὸν αὐτῆς Κλαύδιος Νέρωνα Γερμανικὸν [87.9] προσωνόμασεν. οὗτος ἄρξας ἐφ' ἡμῶν ἀπέκτεινε τὴν μητέρα καὶ μικρὸν ἐδέησεν ὑπ' ἐμπληξίας καὶ παραφροσύνης ἀνατρέψαι τὴν Ῥωμαίων ἡγεμονίαν, πέμπτος ἀπ' Ἀντωνίου κατ' ἀριθμὸν διαδοχῆς γενόμενος.