.
Περὶ τοῦ Κίρωνος κλήρου
Συγγραφέας: Ισαίος
Isaeus. Isaeus with an English translation by Edward Seymour Forster, M.A. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1962.
1. (ὑπόθεσις) Κίρωνος ἄπαιδος γνησίων τελευτήσαντος παίδων ἀδελφιδοῦς τις αὐτοῦ κατὰ πατέρα ἀντιποιηθεὶς τοῦ κλήρου παρέλαβε τὴν οὐσίαν αὐτοῦ παρὰ τῆς γυναικός: καὶ μετὰ ταῦτα ὁ λέγων τὸν λόγον γράφεται τὸν ἀδελφιδοῦν, φάσκων θυγατριδοῦς εἶναι Κίρωνος, καὶ ὅτι ἡ γυνὴ τοῦ τετελευτηκότος ἑκοῦσα προέδωκε τὸν κλῆρον τῷ ἀδελφιδῷ, ἵνα μέρος δοῦσα αὐτῷ τὰ λοιπὰ κερδάνῃ. καὶ ἡ μὲν ὑπόθεσις αὕτη, ἡ στάσις δὲ στοχασμός: ζητεῖται γὰρ εἴτε θυγατριδοῦς ἐστιν οὗτος τοῦ Κίρωνος γνήσιος εἴτε οὔ. ἐπιπλέκεται δ᾽ αὐτῷ καὶ ἡ κατὰ ποιότητα ζήτησις. ὁ γὰρ ἀδελφιδοῦς ἠγωνίζετο, λέγων ὅτι εἰ καὶ δῶμεν ἐκείνην γνησίαν εἶναι θυγατέρα Κίρωνος, ἐπειδὴ ἐτελεύτησεν ἐκείνη, ὁ δ᾽ υἱὸς αὐτῆς ἀμφισβητεῖ νῦν, προτιμητέος ἐστὶν ὁ κατὰ πατέρα ἀδελφιδοῦς τοῦ ἀπὸ θυγατρὸς ἐκγόνου, κατὰ τὸν νόμον ἐκεῖνον, τὸν κελεύοντα προτιμᾶσθαι τοὺς ἀπὸ τῶν ἀρρένων τῶν ἀπὸ τῶν θηλειῶν. οὗτος γὰρ τεχνικώτατα πάνυ σιωπήσας τοῦτον τὸν νόμον, ἐκ τῆς τῶν τεκόντων διαφορᾶς ἀγωνίζεται, δεικνὺς ὅτι ὅσον θυγάτηρ ἀδελφοῦ οἰκειοτέρα τοῖς τελευτῶσι, τοσοῦτον ἔκγονος ἀδελφιδοῦ διαφέρει. ἔρρωται οὖν ἐνταῦθα τῷ δικαίῳ καὶ ἀσθενεῖ τῷ νομίμῳ: τὴν δὲ ἐργασίαν τῶν κεφαλαίων κατὰ τὴν οἰκείαν πάλιν ἐργάζεται δύναμιν.
ἐπὶ τοῖς τοιούτοις, ὦ ἄνδρες, ἀνάγκη ἐστὶ χαλεπῶς φέρειν, ὅταν τινὲς μὴ μόνον τῶν ἀλλοτρίων ἀμφισβητεῖν τολμῶσιν, ἀλλὰ καὶ τὰ ἐκ τῶν νόμων δίκαια τοῖς σφετέροις αὐτῶν λόγοις ἀφανιεῖν ἐλπίζωσιν: ὅπερ καὶ νῦν οὗτοι ποιεῖν ἐγχειροῦσι. τοῦ γὰρ ἡμετέρου πάππου Κίρωνος οὐκ ἄπαιδος τελευτήσαντος, ἀλλ᾽ ἡμᾶς ἐκ θυγατρὸς αὑτοῦ γνησίας παῖδας αὑτῷ καταλελοιπότος, οὗτοί τοῦ τε κλήρου λαγχάνουσιν ὡς ἐγγυτάτω γένους ὄντες, ἡμᾶς τε ὑβρίζουσιν ὡς οὐκ ἐξ ἐκείνου θυγατρὸς ὄντας, οὐδὲ γενομένης αὐτῷ πώποτε τὸ παράπαν.
2. αἴτιον δὲ τοῦ ταῦτα ποιεῖν αὐτούς ἐστιν ἡ τούτων πλεονεξία <καὶ> τὸ πλῆθος τῶν χρημάτων ὧν Κίρων μὲν καταλέλοιπεν, οὗτοι δ᾽ ἔχουσι βιασάμενοι καὶ κρατοῦσι: καὶ τολμῶσιν ἅμα μὲν λέγειν ὡς οὐδὲν καταλέλοιπεν ἐκεῖνος, ἅμα δὲ ποιεῖσθαι τοῦ κλήρου τὴν ἀμφισβήτησιν.
3. τὴν μὲν οὖν κρίσιν οὐ δεῖ μοι νομίζειν εἶναι ταύτην πρὸς τὸν εἰληχότα τοῦ κλήρου τὴν δίκην, ἀλλὰ πρὸς Διοκλέα τὸν Φλυέα, τὸν Ὀρέστην ἐπικαλούμενον: οὗτος γάρ ἐστιν ὁ τοῦτον παρασκευάσας πράγμαθ᾽ ἡμῖν παρέχειν, ἀποστερῶν τὰ χρήματα ἃ Κίρων ὁ πάππος ἀποθνῄσκων κατέλιπεν, ἡμῖν δὲ τούτους τοὺς κινδύνους ἐπάγων, ἵνα μηδὲν ἀποδιδῷ τούτων, ἐὰν ὑμεῖς ἐξαπατηθῆτε πεισθέντες ὑπὸ τῶν τούτου λόγων.
4. δεῖ δὴ τούτων τοιαῦτα μηχανωμένων πάνθ᾽ ὑμᾶς τὰ πεπραγμένα μαθεῖν, ἵνα μηδὲν ἀγνοήσαντες τῶν γεγενημένων ἀλλὰ σαφῶς εἰδότες περὶ αὐτῶν, οὕτως ἐνέγκητε τὴν ψῆφον. εἴ τινι οὖν καὶ ἄλλῃ πώποτε δίκῃ προσέσχετε ἀκριβῶς τὸν νοῦν, δέομαι ὑμῶν καὶ ταύτῃ προσέχειν ὁμοίως, ὥσπερ καὶ τὸ δίκαιόν ἐστι. πολλῶν δὲ δικῶν ἐν τῇ πόλει γενομένων, οὐδένες ἀναιδέστερον τούτων οὐδὲ καταφανέστερον ἀντιποιησάμενοι φανήσονται τῶν ἀλλοτρίων.
5. ἔστι μὲν οὖν χαλεπόν, ὦ ἄνδρες, πρὸς παρασκευὰς λόγων καὶ μάρτυρας οὐ τἀληθῆ μαρτυροῦντας εἰς ἀγῶνα καθίστασθαι περὶ τηλικούτων, παντάπασιν ἀπείρως ἔχοντα δικαστηρίων: οὐ μὴν ἀλλὰ πολλὰς ἐλπίδας ἔχω καὶ παρ᾽ ὑμῶν τεύξεσθαι τῶν δικαίων καὶ μέχρι γε τοῦ τὰ δίκαια εἰπεῖν καὶ αὐτὸς ἀρκούντως ἐρεῖν, ἂν μή τι συμβῇ τοιοῦτον ὃ νῦν ὑπ᾽ ἐμοῦ τυγχάνει προσδοκώμενον. δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες, μετ᾽ εὐνοίας τέ μου ἀκοῦσαι, κἂν ἠδικῆσθαι δοκῶ, βοηθῆσαί μοι τὰ δίκαια.
6. πρῶτον μὲν οὖν, ὡς ἦν ἡ μήτηρ ἡ 'μὴ Κίρωνος θυγάτηρ γνησία, ἐπιδείξω τοῦτο ὑμῖν, τὰ μὲν πάλαι γεγενημένα λόγων ἀκοῇ καὶ μαρτύρων, τὰ δ᾽ ὥστε καὶ μνημονεύεσθαι, τοῖς εἰδόσι χρώμενος μάρτυσιν, ἔτι δὲ τεκμηρίοις ἃ κρείττω τῶν μαρτυριῶν ἐστιν: ἐπειδὰν δὲ ταῦτα φανερὰ καταστήσω, τόθ᾽ ὡς καὶ κληρονομεῖν μᾶλλον ἡμῖν ἢ τούτοις προσήκει τῶν Κίρωνος χρημάτων. ὅθεν οὖν ἤρξαντο περὶ αὐτῶν, ἐντεῦθεν ὑμᾶς κἀγὼ πειράσομαι διδάσκειν.
7. ὁ γὰρ πάππος ὁ ἐμός, ὦ ἄνδρες, Κίρων ἔγημε τὴν ἐμὴν τήθην οὖσαν ἀνεψιάν, ἐξ ἀδελφῆς τῆς αὑτοῦ μητρὸς αὐτὴν γεγενημένην. ἐκείνη μὲν οὖν συνοικήσασα οὐ πολὺν χρόνον, τεκοῦσα αὐτῷ τὴν ἐμὴν μητέρα, μετὰ ἐνιαυτοὺς τέτταρας τὸν βίον ἐτελεύτησεν: ὁ δὲ πάππος μιᾶς μόνης οὔσης αὐτῷ θυγατρὸς λαμβάνει πάλιν τὴν Διοκλέους ἀδελφήν, ἐξ ἧς αὐτῷ ἐγιγνέσθην ὑεῖς δύο. καὶ ἐκείνην τε ἔτρεφε παρὰ τῇ γυναικὶ καὶ μετὰ τῶν ἐξ ἐκείνης παίδων,
8. ἐκείνων τε ἔτι ζώντων, ἐπεὶ συνοικεῖν εἶχεν ἡλικίαν, ἐκδίδωσιν αὐτὴν Ναυσιμένει Χολαργεῖ, σὺν ἱματίοις καὶ χρυσίοις πέντε καὶ εἴκοσι μνᾶς ἐπιδούς. κἀκεῖνος μὲν τρισὶν ἢ τέτταρσιν ἔτεσι μετὰ ταῦτα καμὼν ἀποθνῄσκει, πρὶν αὐτῷ γενέσθαι παῖδας ἐκ τῆς ἡμετέρας μητρός: ὁ δὲ πάππος κομισάμενος αὐτήν, καὶ τὴν προῖκα οὐκ ἀπολαβὼν ὅσην ἔδωκε διὰ τὴν Ναυσιμένους ἀπορίαν τῶν πραγμάτων, πάλιν ἐκδίδωσι τῷ ἐμῷ πατρὶ καὶ χιλίας δραχμὰς προῖκ᾽ ἐπιδίδωσι.
9. ταυτὶ δὴ πάντα πρὸς τὰς αἰτίας, ἃς νῦν οὗτοι λέγουσι, πῶς ἄν τις δείξειε γεγενημένα φανερῶς; ἐγὼ ζητῶν ἐξεῦρον. ἀνάγκη τὴν ἐμὴν μητέρα, εἴτε θυγάτηρ ἦν Κίρωνος εἴτε μή, καὶ εἰ παρ᾽ ἐκείνῳ διῃτᾶτο ἢ οὔ, καὶ γάμους εἰ διττοὺς ὑπὲρ ταύτης εἱστίασεν ἢ μή, καὶ προῖκα ἥντινα ἑκάτερος ἐπ᾽ αὐτῇ τῶν γημάντων ἔλαβε, πάντα ταῦτα εἰδέναι τοὺς οἰκέτας καὶ τὰς θεραπαίνας ἃς ἐκεῖνος ἐκέκτητο.
10. βουλόμενος οὖν πρὸς τοῖς ὑπάρχουσι μάρτυσιν ἔλεγχον ἐκ βασάνων ποιήσασθαι περὶ αὐτῶν, ἵνα μᾶλλον αὐτοῖς πιστεύητε μὴ μέλλουσι δώσειν ἔλεγχον ἀλλ᾽ ἤδη δεδωκόσι περὶ ὧν μαρτυροῦσι, τούτους ἠξίουν ἐκδοῦναι τὰς θεραπαίνας καὶ τοὺς οἰκέτας περί τε τούτων καὶ περὶ τῶν ἄλλων ἁπάντων ὅσα τυγχάνουσι συνειδότες.
11. οὗτος δ᾽ ὁ νῦν ὑμᾶς ἀξιώσων τοῖς αὑτοῦ μάρτυσι πιστεύειν ἔφυγε τὴν βάσανον. καίτοι εἰ φανήσεται ταῦτα ποιῆσαι μὴ θελήσας, τί ὑπολείπεται τοῖς ἐκείνου μάρτυσιν ἢ δοκεῖν νυνὶ τὰ ψευδῆ μαρτυρεῖν, τούτου τηλικοῦτον ἔλεγχον πεφευγότος; ἐγὼ μὲν οἶμαι οὐδέν. ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβέ μοι πρῶτον ταύτην τὴν μαρτυρίαν καὶ ἀνάγνωθι.Μαρτυρία
12. ὑμεῖς μὲν τοίνυν καὶ ἰδίᾳ καὶ δημοσίᾳ βάσανον ἀκριβέστατον ἔλεγχον νομίζετε: καὶ ὁπόταν δοῦλοι καὶ ἐλεύθεροι παραγένωνται καὶ δέῃ εὑρεθῆναί τι τῶν ζητουμένων, οὐ χρῆσθε ταῖς τῶν ἐλευθέρων μαρτυρίαις, ἀλλὰ τοὺς δούλους βασανίζοντες, οὕτω ζητεῖτε εὑρεῖν τὴν ἀλήθειαν τῶν γεγενημένων. εἰκότως, ὦ ἄνδρες: σύνιστε γὰρ ὅτι τῶν μὲν μαρτυρησάντων ἤδη τινὲς ἔδοξαν οὐ τἀληθῆ μαρτυρῆσαι, τῶν δὲ βασανισθέντων οὐδένες πώποτε ἐξηλέγχθησαν ὡς οὐκ ἀληθῆ ἐκ τῶν βασάνων εἰπόντες.
13. οὗτος δ᾽ ὁ πάντων ἀναισχυντότατος ἀνθρώπων λόγοις πεπλασμένοις καὶ μάρτυσιν οὐ τἀληθῆ μαρτυροῦσιν ἀξιώσει πιστεύειν ὑμᾶς, φεύγων οὕτως ἀκριβεῖς ἐλέγχους; ἀλλ᾽ οὐχ ἡμεῖς, ἀλλὰ πρότερον ὑπὲρ τῶν μαρτυρηθήσεσθαι μελλόντων ἀξιώσαντες εἰς βασάνους ἐλθεῖν, τούτου δὲ φεύγοντος, οὕτως οἰησόμεθα δεῖν ὑμᾶς τοῖς ἡμετέροις μάρτυσι πιστεύειν. λαβὲ οὖν αὐτοῖς ταυτασὶ τὰς μαρτυρίας καὶ ἀνάγνωθι.Μαρτυρίαι
14. τίνας εἰκὸς εἰδέναι τὰ παλαιά; δῆλον ὅτι τοὺς χρωμένους τῷ πάππῳ. μεμαρτυρήκασι τοίνυν ἀκοὴν οὗτοι. τίνας εἰδέναι τὰ περὶ τὴν ἔκδοσιν τῆς μητρὸς ἀνάγκη; τοὺς ἐγγυησαμένους καὶ τοὺς ἐκείνοις παρόντας ὅτε ἠγγυῶντο. μεμαρτυρήκασι τοίνυν οἵ τε Ναυσιμένους προσήκοντες καὶ οἱ τοῦ ἐμοῦ πατρός. τίνες δὲ οἱ τρεφομένην ἔνδον καὶ θυγατέρα οὖσαν εἰδότες γνησίαν Κίρωνος; οἱ νῦν ἀμφισβητοῦντες ἔργῳ φανερῶς μαρτυροῦσιν ὅτι ταῦτ᾽ ἐστὶν ἀληθῆ, φεύγοντες τὴν βάσανον. ὥστε οὐ δήπου τοῖς ἡμετέροις ἂν ἀπιστήσαιτε εἰκότως, ἀλλὰ πολὺ μᾶλλον τοῖς τούτων μάρτυσιν.
15. ἡμεῖς τοίνυν καὶ ἄλλα τεκμήρια πρὸς τούτοις ἔχομεν εἰπεῖν, [ἵνα γνώσεσθε] ὅτι ἐκ θυγατρὸς ἡμεῖς Κίρωνός ἐσμεν. οἷα γὰρ εἰκὸς παίδων ὄντων ἐξ ἑαυτοῦ θυγατρός, οὐδεπώποτε θυσίαν ἄνευ ἡμῶν οὐδεμίαν ἐποίησεν, ἀλλ᾽ εἴ τε μικρὰ εἴ τε μεγάλα θύοι, πανταχοῦ παρῆμεν ἡμεῖς καὶ συνεθύομεν. καὶ οὐ μόνον εἰς τὰ τοιαῦτα παρεκαλούμεθα, ἀλλὰ καὶ εἰς Διονύσια εἰς ἀγρὸν ἦγεν ἀεὶ ἡμᾶς,
16. καὶ μετ᾽ ἐκείνου τε ἐθεωροῦμεν καθήμενοι παρ᾽ αὐτόν, καὶ τὰς ἑορτὰς ἤγομεν παρ᾽ ἐκεῖνον πάσας: τῷ Διί τε θύων τῷ Κτησίῳ, περὶ ἣν μάλιστ᾽ ἐκεῖνος θυσίαν ἐσπούδαζε καὶ οὔτε δούλους προσῆγεν οὔτε ἐλευθέρους ὀθνείους, ἀλλ᾽ αὐτὸς δι᾽ ἑαυτοῦ πάντ᾽ ἐποίει, ταύτης ἡμεῖς ἐκοινωνοῦμεν καὶ τὰ ἱερὰ συνεχειρουργοῦμεν καὶ συνεπετίθεμεν καὶ τἆλλα συνεποιοῦμεν, καὶ ηὔχετο ἡμῖν ὑγίειαν διδόναι καὶ κτῆσιν ἀγαθήν, ὥσπερ εἰκὸς ὄντα πάππον.
17. καίτοι εἰ μὴ θυγατριδοῦς ἡμᾶς ἐνόμιζεν εἶναι καὶ μόνους ἐκγόνους ἑώρα λοιποὺς καταλελειμμένους αὑτῷ, οὐκ ἄν ποτε ἐποίει τούτων οὐδέν, ἀλλὰ τόνδ᾽ ἂν αὑτῷ παρίστατο, ὃς ἀδελφιδοῦς αὐτοῦ νῦν εἶναι φησί. καὶ ταῦθ᾽ ὅτι ἀληθῆ πάντ᾽ ἐστίν, ἀκριβέστατα μὲν οἱ τοῦ πάππου θεράποντες ἴσασιν, οὓς οὗτος παραδοῦναι εἰς βάσανον οὐκ ἠθέλησεν, ἴσασι δὲ περιφανέστατα καὶ τῶν ἐκείνῳ χρωμένων τινές, οὓς παρέξομαι μάρτυρας. καί μοι λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι.Μαρτυρίαι
18. οὐ τοίνυν ἐκ τούτων δῆλόν ἐστι μόνον ὅτι ἦν ἡμῶν ἡ μήτηρ θυγάτηρ γνησία Κίρωνος, ἀλλὰ καὶ ἐξ ὧν ὁ πατὴρ ἡμῶν ἔπραξε καὶ ἐξ ὧν αἱ γυναῖκες αἱ τῶν δημοτῶν περὶ αὐτῆς ἐγίγνωσκον. ὅτε γὰρ ὁ πατὴρ αὐτὴν ἐλάμβανε, γάμους εἱστίασε καὶ ἐκάλεσε τρεῖς αὑτοῦ φίλους μετὰ τῶν αὑτοῦ προσηκόντων, τοῖς τε φράτορσι γαμηλίαν εἰσήνεγκε κατὰ τοὺς ἐκείνων νόμους.
19. αἵ τε γυναῖκες αἱ τῶν δημοτῶν μετὰ ταῦτα προὔκριναν αὐτὴν μετὰ τῆς Διοκλέους γυναικὸς τοῦ Πιθέως ἄρχειν εἰς τὰ Θεσμοφόρια καὶ ποιεῖν τὰ νομιζόμενα μετ᾽ ἐκείνης. ὅ τε πατὴρ ἡμῶν, ἐπειδὴ ἐγενόμεθα, εἰς τοὺς φράτορας ἡμᾶς εἰσήγαγεν, ὀμόσας κατὰ τοὺς νόμους τοὺς κειμένους ἦ μὴν ἐξ ἀστῆς καὶ ἐγγυητῆς γυναικὸς εἰσάγειν: τῶν δὲ φρατόρων οὐδεὶς ἀντεῖπεν οὐδ᾽ ἠμφισβήτησε μὴ οὐκ ἀληθῆ ταῦτ᾽ εἶναι, πολλῶν ὄντων καὶ ἀκριβῶς τὰ τοιαῦτα σκοπουμένων.
20. καίτοι μὴ οἴεσθ᾽ ἄν, εἰ τοιαύτη τις ἦν ἡ μήτηρ ἡμῶν οἵαν οὗτοί φασι, μήτ᾽ ἂν τὸν πατέρα ἡμῶν γάμους ἑστιᾶν καὶ γαμηλίαν εἰσενεγκεῖν, ἀλλὰ ἀποκρύψασθαι ταῦτα πάντα, μήτε τὰς τῶν ἄλλων δημοτῶν γυναῖκας αἱρεῖσθαι ἂν αὐτὴν συνιεροποιεῖν τῇ Διοκλέους γυναικὶ καὶ κυρίαν ποιεῖν ἱερῶν, ἀλλ᾽ ἑτέρᾳ ἄν τινι περὶ τούτων ἐπιτρέπειν, μήτε τοὺς φράτορας εἰσδέχεσθαι ἡμᾶς, ἀλλὰ κατηγορεῖν καὶ ἐξελέγχειν, εἰ μὴ πάντοθεν ἦν ὁμολογούμενον τὴν μητέρα ἡμῶν εἶναι θυγατέρα γνησίαν Κίρωνος. νῦν δὲ τῇ περιφανείᾳ τοῦ πράγματος καὶ τῷ συνειδέναι ταῦτα πολλοὺς οὐδαμόθεν ἠμφισβητήθη τοιοῦτον οὐδέν. καὶ ταῦθ᾽ ὡς ἀληθῆ λέγω, κάλει τούτων τοὺς μάρτυρας.Μάρτυρες
21. ἔτι τοίνυν, ὦ ἄνδρες, καὶ ἐξ ὧν ὁ Διοκλῆς ἔπραξεν ὅτε ἡμῶν ὁ πάππος ἐτελεύτησε, γνῶναι ῥᾴδιον ὅτι ὡμολογούμεθα εἶναι θυγατριδοῖ Κίρωνος. ἧκον γὰρ ἐγὼ κομιούμενος αὐτὸν ὡς θάψων ἐκ τῆς οἰκίας τῆς ἐμαυτοῦ, τῶν ἐμαυτοῦ οἰκείων τινὰ ἔχων, ἀνεψιὸν τοῦ πατρός: καὶ Διοκλέα μὲν οὐ κατέλαβον ἔνδον, εἰσελθὼν δὲ εἴσω κομίζειν οἷος ἦν, ἔχων τοὺς οἴσοντας.
22. δεομένης δὲ τῆς τοῦ πάππου γυναικὸς ἐκ τῆς οἰκίας αὐτὸν ἐκείνης θάπτειν, καὶ λεγούσης ὅτι βούλοιτ᾽ ἂν αὐτὴ τὸ σῶμα τὸ ἐκείνου συμμεταχειρίζεσθαι μεθ᾽ ἡμῶν καὶ κοσμῆσαι, καὶ ταῦτα ἱκετευούσης καὶ κλαιούσης, ἐπείσθην, ὦ ἄνδρες, καὶ τούτῳ προσελθὼν μαρτύρων ἐναντίον εἶπον ὅτι ἐντεῦθεν ποιήσομαι τὴν ταφήν: δεδεημένη γὰρ εἴη ταῦτα ποιεῖν ἡ τούτου ἀδελφή.
23. καὶ ταῦτα Διοκλῆς ἀκούσας οὐδὲν ἀντεῖπεν, ἀλλὰ καὶ ἐωνῆσθαί τι τῶν εἰς τὴν ταφήν, τῶν δὲ ἀρραβῶνα δεδωκέναι αὐτὸς φάσκων, ταῦτα ἠξίου παρ᾽ ἐμοῦ λαβεῖν, καὶ διωμολογήσατο τῶν μὲν ἠγορασμένων τιμὴν ἀπολαβεῖν, ὧν δὲ ἀρραβῶνα ἔφασκε δεδωκέναι, συστῆσαι τοὺς λαβόντας. εὐθὺς οὖν τοῦτο παρεφθέγγετο, ὡς οὐδ᾽ ὁτιοῦν εἴη Κίρων καταλελοιπώς, οὐδένα λόγον ἐμοῦ πω ποιουμένου περὶ τῶν ἐκείνου χρημάτων.
24. καίτοι εἰ μὴ ἦν θυγατριδοῦς Κίρωνος, οὐκ ἂν ταῦτα διωμολογεῖτο, ἀλλ᾽ ἐκείνους ἂν τοὺς λόγους ἔλεγε σὺ δὲ τίς εἶ; σοὶ δὲ τί προσήκει θάπτειν; οὐ γιγνώσκω σε: οὐ μὴ εἴσει εἰς τὴν οἰκίαν. ταῦτ᾽ εἰπεῖν προσῆκεν, ἅ περ νῦν ἑτέρους πέπεικε λέγειν. νῦν δὲ τοιοῦτον μὲν οὐδὲν εἶπεν, εἰς ἕω δὲ τἀργύριον ἐκέλευεν εἰσενεγκεῖν. καὶ ταῦτα ὡς ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.Μάρτυρες
25. οὐ τοίνυν ἐκεῖνος μόνος, ἀλλ᾽ οὐδὲ ὁ νῦν ἀμφισβητῶν τοῦ κλήρου τοιοῦτον εἶπεν οὐδέν, ἀλλ᾽ ὑπὸ τούτου παρασκευασθεὶς ἀμφισβητεῖ. κἀκείνου τὸ μὲν παρ᾽ ἐμοῦ κομισθὲν ἀργύριον οὐκ ἐθελήσαντος ἀπολαβεῖν, παρὰ τούτου δ᾽ ἀπειληφέναι τῇ ὑστεραίᾳ φάσκοντος, οὐκ ἐκωλυόμην συνθάπτειν ἀλλὰ πάντα συνεποίουν: οὐχ ὅπως τοῦδε ἀναλίσκοντος οὐδὲ Διοκλέους, ἀλλ᾽ ἐξ ὧν ἐκεῖνος κατέλιπε γιγνομένων τῶν εἰς αὐτὸν ἀναλωμάτων.
26. καίτοι καὶ τούτῳ προσῆκεν, εἰ μὴ πάππος ἦν μοι Κίρων, ὠθεῖν <καὶ> ἐκβάλλειν καὶ κωλύειν συνθάπτειν. οὐδὲν γὰρ ὅμοιον ἦν μοι πρὸς τοῦτον: ἐγὼ μὲν γὰρ εἴων αὐτὸν ἀδελφιδοῦν ὄντα τοῦ πάππου ταῦτα πάντα συμποιεῖν, τούτῳ δ᾽ ἔμ᾽ οὐ προσῆκεν ἐᾶν, εἴπερ ἀληθῆ ταῦτα ἦν ἅπερ νῦν λέγειν τολμῶσιν.
27. ἀλλ᾽ οὕτω τῇ τοῦ πράγματος ἀληθείᾳ κατεπέπληκτο, ὥστ᾽ οὐδ᾽ ἐπὶ τοῦ σήματος ἐμοῦ ποιουμένου λόγους, καὶ κατηγοροῦντος Διοκλέους ὅτι τὰ χρήματα ἀποστερῶν τοῦτόν μοι πέπεικεν ἀμφισβητεῖν, οὐκ ἐτόλμησε γρῦξαι τὸ παράπαν οὐδὲν οὐδ᾽ εἰπεῖν ἃ νῦν τολμᾷ λέγειν. καὶ ταῦθ᾽ ὅτι ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας. Μάρτυρες
28. πόθεν χρὴ πιστεύεσθαι τὰ εἰρημένα; οὐκ ἐκ τῶν μαρτυριῶν; οἶμαί γε. πόθεν δὲ τοὺς μάρτυρας; οὐκ ἐκ τῶν βασάνων; εἰκός γε. πόθεν δ᾽ ἀπιστεῖν τοῖς τούτων λόγοις; οὐκ ἐκ τοῦ φεύγειν τοὺς ἐλέγχους; ἀνάγκη μεγάλη. πῶς οὖν ἄν τις σαφέστερον ἐπιδείξειε γνησίαν οὖσαν θυγατέρα Κίρωνος τὴν μητέρα τὴν ἐμήν ἢ τοῦτον τὸν τρόπον ἐπιδεικνύς;
29. τῶν μὲν παλαιῶν ἀκοὴν μαρτυρούντων παρεχόμενος, τῶν δὲ ἔτι ζώντων τοὺς εἰδότας ἕκαστα τούτων, οἳ συνῄδεσαν παρ᾽ ἐκείνῳ τρεφομένην, θυγατέρα νομιζομένην, δὶς ἐκδοθεῖσαν, δὶς ἐγγυηθεῖσαν, ἔτι δὲ περὶ πάντων τούτους βάσανον ἐξ οἰκετῶν πεφευγότας, οἳ ταῦτα πάντα ᾔδεσαν. ἔγωγε μὰ τοὺς θεοὺς τοὺς Ὀλυμπίους οὐκ ἂν ἔχοιμι πίστεις μείζους τούτων εἰπεῖν, ἀλλ᾽ ἱκανὰς εἶναι νομίζω τὰς εἰρημένας.
30. φέρε δή, καὶ ὡς προσήκει ἐμοὶ μᾶλλον ἢ τούτῳ τῶν Κίρωνος χρημάτων, νῦν ἤδη τοῦτο ἐπιδείξω. καὶ νομίζω μὲν ἁπλῶς καὶ ὑμῖν ἤδη εἶναι φανερὸν ὅτι οὐκ ἐγγυτέρω ταῖς ἀγχιστείαις εἰσὶν οἱ μετ᾽ ἐκείνου φύντες ἢ οἱ ἐξ ἐκείνου γεγονότες (πῶς γάρ; οἱ μὲν γὰρ ὀνομάζονται συγγενεῖς, οἱ δ᾽ ἔκγονοι τοῦ τελευτήσαντος): οὐ μὴν ἀλλ᾽ ἐπειδὴ καὶ οὕτως ἐχόντων τολμῶσιν ἀμφισβητεῖν, καὶ ἐξ αὐτῶν τῶν νόμων ἀκριβέστερον διδάξομεν.
31. εἰ γὰρ ἔζη μὲν ἡ ἐμὴ μήτηρ, θυγάτηρ δὲ Κίρωνος, μηδὲν δὲ ἐκεῖνος διαθέμενος ἐτελεύτησεν, ἦν δὲ ἀδελφὸς οὗτος αὐτῷ, μὴ ἀδελφιδοῦς, συνοικῆσαι μὲν ἂν τῇ γυναικὶ κύριος ἦν, τῶν δὲ χρημάτων οὐκ ἄν, ἀλλ᾽ οἱ γενόμενοι παῖδες ἐκ τούτου καὶ ἐξ ἐκείνης, ὁπότε ἐπὶ διετὲς ἥβησαν: οὕτω γὰρ οἱ νόμοι κελεύουσιν. εἰ τοίνυν καὶ ζώσης κύριος αὐτὸς μὴ ἐγένετο τῶν τῆς γυναικός, ἀλλ᾽ οἱ παῖδες, δῆλον ὅτι καὶ τετελευτηκυίας, ἐπεὶ παῖδας ἡμᾶς καταλέλοιπεν, οὐ τούτοις ἀλλ᾽ ἡμῖν προσήκει κληρονομεῖν τῶν χρημάτων.
32. οὐ τοίνυν ἐκ τούτου μόνον, ἀλλὰ καὶ ἐκ τοῦ περὶ τῆς κακώσεως νόμου δῆλόν ἐστιν. εἰ γὰρ ἔζη μὲν ὁ πάππος, ἐνδεὴς δὲ ἦν τῶν ἐπιτηδείων, οὐκ ἂν οὗτος ὑπόδικος ἦν τῆς κακώσεως ἀλλ᾽ ἡμεῖς. κελεύει γὰρ τρέφειν τοὺς γονέας: γονεῖς δ᾽ εἰσὶ μήτηρ καὶ πατὴρ καὶ πάππος καὶ τήθη καὶ τούτων μήτηρ καὶ πατήρ, ἐὰν ἔτι ζῶσιν: ἐκεῖνοι γὰρ ἀρχὴ τοῦ γένους εἰσί, καὶ τὰ ἐκείνων παραδίδοται τοῖς ἐκγόνοις : διόπερ ἀνάγκη τρέφειν αὐτούς ἐστι, κἂν μηδὲν καταλίπωσι. πῶς οὖν δίκαιόν ἐστιν, ἐὰν μὲν μηδὲν καταλίπωσιν, ἡμᾶς ὑποδίκους εἶναι τῆς κακώσεως, ἢν μὴ τρέφωμεν, εἰ δέ τι καταλελοίπασι, τόνδ᾽ εἶναι κληρονόμον ἀλλὰ μὴ ἡμᾶς; οὐδαμῶς δήπουθεν.
33. πρὸς ἕνα δὲ τὸν πρῶτον τῶν συγγενῶν προσάξω, καὶ τοῦ γένους καθ᾽ ἕκαστον ὑμᾶς ἐρωτήσω: ῥᾷστα γὰρ οὕτω μάθοιτ᾽ ἄν. Κίρωνος πότερον θυγάτηρ ἢ ἀδελφὸς ἐγγυτέρω τοῦ γένους ἐστί: δῆλον γὰρ ὅτι θυγάτηρ: ἡ μὲν γὰρ ἐξ ἐκείνου γέγονεν, ὁ δὲ μετ᾽ ἐκείνου. θυγατρὸς δὲ παῖδες ἢ ἀδελφός; παῖδες δήπουθεν: γένος γὰρ ἀλλ᾽ οὐχὶ συγγένεια τοῦτ᾽ ἐστίν. εἰ δὴ προέχομεν ἀδελφοῦ τοσοῦτον, ἦ που τοῦδέ γ᾽ ὄντος ἀδελφιδοῦ πάμπολυ πρότεροί ἐσμεν.
34. δέδοικα δὲ μὴ λίαν ὁμολογούμενα λέγων ἐνοχλεῖν ὑμῖν δόξω: πάντες γὰρ ὑμεῖς τῶν πατρῴων, τῶν παππῴων, τῶν ἔτι περαιτέρω κληρονομεῖτε ἐκ γένους παρειληφότες τὴν ἀγχιστείαν ἀνεπίδικον, καὶ οὐκ οἶδ᾽ εἴ τινι πρὸ τοῦ πώποτε τοιοῦτος ἀγὼν συμβέβηκεν. ἀναγνοὺς οὖν τὸν τῆς κακώσεως νόμον, ὧν ἕνεκα πάντα γίγνεται, καὶ ταῦτ᾽ ἤδη πειράσομαι διδάσκειν.Νόμος
35. Κίρων γὰρ ἐκέκτητο οὐσίαν, ὦ ἄνδρες, ἀγρὸν μὲν Φλυῆσι, καὶ ταλάντου ῥᾳδίως ἄξιον, οἰκίας δ᾽ ἐν ἄστει δύο, τὴν μὲν μίαν μισθοφοροῦσαν, παρὰ τὸ ἐν Λίμναις Διονύσιον, δισχιλίας εὑρίσκουσαν, τὴν δ᾽ ἑτέραν, ἐν ᾗ αὐτὸς ᾤκει, τριῶν καὶ δέκα μνῶν: ἔτι δὲ ἀνδράποδα μισθοφοροῦντα καὶ δύο θεραπαίνας καὶ παιδίσκην, καὶ ἔπιπλα δι᾽ ὧν ᾤκει τὴν οἰκίαν, σχεδὸν σὺν τοῖς ἀνδραπόδοις ἄξια τριῶν καὶ δέκα μνῶν: σύμπαντα δὲ ὅσα φανερὰ ἦν, πλέον ἢ ἐνενήκοντα μνῶν: χωρὶς δὲ τούτων δανείσματα οὐκ ὀλίγα, ἀφ᾽ ὧν ἐκεῖνος τόκους ἐλάμβανε.
36. τούτοις Διοκλῆς μετὰ τῆς ἀδελφῆς πάλαι ἐπεβούλευεν, ἐπειδὴ τάχιστα οἱ παῖδες οἱ Κίρωνος ἐτελεύτησαν. ἐκείνην μὲν γὰρ οὐκ ἐξεδίδου δυναμένην ἔτι τεκεῖν παῖδας ἐξ ἑτέρου ἀνδρός, ἵνα μὴ χωρισθείσης περὶ τῶν αὑτοῦ βουλεύσαιτο καθάπερ προσῆκεν, ἔπειθε δὲ μένειν φάσκουσαν ἐξ αὐτοῦ κυεῖν οἴεσθαι, προσποιουμένην δὲ διαφθείρειν ἄκουσαν, ἵν᾽ ἐλπίζων ἀεὶ γενήσεσθαι παῖδας αὑτῷ μηδέτερον ἡμῶν εἰσποιήσαιτο ὑόν: καὶ τὸν πατέρα διέβαλλεν ἀεί, φάσκων αὐτὸν ἐπιβουλεύειν τοῖς ἐκείνου.
37. τά τε οὖν χρέα πάντα, ὅσα ὠφείλετο αὐτῷ, καὶ <τοὺς> τόκους ἔπειθε <πράξασθαι> τά τε φανερὰ δι᾽ αὑτοῦ ποιεῖσθαι, παράγων ἄνδρα πρεσβύτερον θεραπείαις καὶ κολακείαις, ἕως ἅπαντα τὰ ἐκείνου περιέλαβεν. εἰδὼς δὲ ὅτι πάντων ἐγὼ τούτων κατὰ τὸ προσῆκον εἶναι κύριος ζητήσω, ὁπότε ὁ πάππος τελευτήσειεν, εἰσιέναι μέν με καὶ θεραπεύειν ἐκεῖνον καὶ συνδιατρίβειν οὐκ ἐκώλυε, δεδιὼς μὴ τραχυνθεὶς εἰς ὀργὴν κατασταίη πρὸς αὑτόν, παρεσκεύαζε δέ μοι τὸν ἀμφισβητήσοντα τῆς οὐσίας, μέρος πολλοστὸν τούτῳ μεταδιδοὺς εἰ κατορθώσειεν, αὑτῷ δὲ ταῦτα πάντα περιποιῶν, καὶ οὐδὲ πρὸς τοῦτον ὁμολογῶν τὸν πάππον χρήματα καταλείπειν, ἀλλ᾽ εἶναι φάσκων οὐδέν.
38. καὶ ἐπειδὴ τάχιστα ἐτελεύτησεν, ἐντάφια προπαρασκευασάμενος τὸ μὲν ἀργύριον ἐμὲ ἐκέλευεν ἐνεγκεῖν, ὡς τῶν μαρτύρων ἠκούσατε μαρτυρησάντων, ἀπειληφέναι δὲ παρὰ τοῦδε προσεποιεῖτο, παρ᾽ ἐμοῦ δὲ οὐκέτι ἤθελεν ἀπολαβεῖν, ὑποπαρωθῶν, ὅπως ἐκεῖνος δοκοίη θάπτειν ἀλλὰ μὴ ἐγὼ τὸν πάππον. ἀμφισβητοῦντος δὲ τούτου καὶ τῆς οἰκίας ταύτης καὶ τῶν ἄλλων ὧν ἐκεῖνος κατέλιπε, καὶ οὐδὲν φάσκοντος καταλελοιπέναι, βιάσασθαι μὲν καὶ τὸν πάππον μεταφέρειν ἐν ταῖς τοιαύταις ἀκαιρίαις οὐκ ᾤμην δεῖν, τῶν φίλων μοι ταῦτα συγγιγνωσκόντων, συνεποίουν δὲ καὶ συνέθαπτον, ἐξ ὧν ὁ πάππος κατέλιπε τῶν ἀναλωμάτων γιγνομένων.
39. καὶ ταῦτα μὲν οὕτως ἀναγκασθεὶς ἔπραξα τοῦτον τὸν τρόπον: ὅπως δὲ μηδέν μου ταύτῃ πλεονεκτοῖεν, παρ᾽ ὑμῖν φάσκοντες οὐδέν με εἰς τὴν ταφὴν ἀνηλωκέναι, τὸν ἐξηγητὴν ἐρόμενος ἐκείνου κελεύσαντος ἀνήλωσα παρ᾽ ἐμαυτοῦ καὶ τὰ ἔνατα ἐπήνεγκα, ὡς οἷόν τε κάλλιστα παρασκευάσας, ἵνα αὐτῶν ἐκκόψαιμι ταύτην τὴν ἱεροσυλίαν, καὶ ἵνα μὴ δοκοῖεν οὗτοι μὲν ἀνηλωκέναι πάντα, ἐγὼ δὲ μηδέν, ἀλλ᾽ ὁμοίως κἀγώ.
40. καὶ τὰ μὲν γεγενημένα, καὶ δι᾽ ἃ τὰ πράγματα ταῦτ᾽ ἔχομεν, σχεδόν τι ταῦτ᾽ ἐστίν, ὦ ἄνδρες: εἰ δὲ εἰδείητε τὴν Διοκλέους ἀναισχυντίαν, καὶ περὶ τὰ ἄλλα οἷός ἐστιν, οὐκ ἂν ἀπιστήσαιτε τῶν εἰρημένων οὐδενί. οὗτος μὲν γὰρ ἔχει τὴν οὐσίαν, ἀφ᾽ ἧς νῦν ἐστι λαμπρός, ἀλλοτρίαν, ἀδελφῶν τριῶν ὁμομητρίων ἐπικλήρων καταλειφθεισῶν αὑτὸν τῷ πατρὶ αὐτῶν εἰσποιήσας, οὐδεμίαν ἐκείνου περὶ τούτων ποιησαμένου διαθήκην.
41. τοῖν δ᾽ ἀδελφαῖν τοῖν δυοῖν ἐπειδὴ τὰ χρήματα εἰσεπράττετο ὑπὸ τῶν ἐκείναις συνοικούντων, τὸν μὲν τὴν πρεσβυτέραν ἔχοντα κατοικοδομήσας καὶ ἐπιβουλεύσας ἠτίμωσε, καὶ γραφὴν ὕβρεως γραφεὶς οὐδέπω τούτων δίκην δέδωκε, τῆς δὲ μετ᾽ ἐκείνην γενομένης τὸν ἄνδρα ἀποκτεῖναι κελεύσας οἰκέτην ἐκεῖνον μὲν ἐξέπεμψε, τὴν δ᾽ αἰτίαν εἰς τὴν ἀδελφὴν ἔτρεψε,
42. καταπλήξας δὲ ταῖς αὑτοῦ βδελυρίαις προσαφῄρηται τὸν ὑὸν αὐτῆς τὴν οὐσίαν ἐπιτροπεύσας, καὶ κατέχει τὸν ἀγρόν, φελλέα [χωρία ἄττα] δὲ ἐκείνῳ δέδωκε. καὶ ταῦτα ὅτι ἀληθῆ λέγω, δεδίασι μὲν αὐτόν, ἴσως δ᾽ ἄν μοι καὶ μαρτυρῆσαι ἐθελήσειαν: εἰ δὲ μή, τοὺς εἰδότας παρέξομαι μάρτυρας. καί μοι κάλει δεῦρο αὐτοὺς πρῶτον.Μάρτυρες
43. οὕτω τοίνυν ἀσελγὴς ὢν καὶ βίαιος καὶ τὴν τῶν ἀδελφῶν οὐσίαν ἀπεστερηκὼς οὐκ ἀγαπᾷ τὰ ἐκείνων ἔχων, ἀλλ᾽ ὅτι δίκην οὐδεμίαν αὐτῶν δέδωκεν, ἥκει καὶ τὰ τοῦ πάππου χρήματα ἡμᾶς ἀποστερήσων, καὶ τούτῳ δύο μνᾶς (ὡς ἀκούομεν) μόνας δεδωκὼς οὐ μόνον περὶ χρημάτων ἡμᾶς ἀλλὰ καὶ περὶ τῆς πατρίδος εἰς κινδύνους καθίστησιν. ἐὰν γὰρ ἐξαπατηθῆτε ὑμεῖς πεισθέντες ὡς ἡ μήτηρ ἡμῶν οὐκ ἦν πολῖτις, οὐδ᾽ ἡμεῖς ἐσμεν: μετ᾽ Εὐκλείδην γὰρ ἄρχοντα γεγόναμεν. ἆρα περὶ μικρῶν τινῶν ἡμῖν τὸν ἀγῶνα κατεσκεύακε; καὶ ζῶντος μὲν τοῦ πάππου καὶ τοῦ πατρὸς οὐδεμίαν αἰτίαν εἴχομεν, ἀλλ᾽ ἀναμφισβήτητοι τὸν ἅπαντα χρόνον διετελέσαμεν:
44. ἐπειδὴ δ᾽ ἐκεῖνοι τετελευτήκασι, κἂν νῦν νικήσωμεν, ὄνειδος ἕξομεν, διότι ἠμφισβητήθημεν, διὰ τὸν Ὀρέστην τοῦτον τὸν κακῶς ἀπολούμενον, ὃς μοιχὸς ληφθεὶς καὶ παθὼν ὅ τι προσήκει τοὺς τὰ τοιαῦτα ποιοῦντας οὐδ᾽ ὣς ἀπαλλάττεται τοῦ πράγματος, ὡς οἱ συνειδότες καταμαρτυροῦσι. τοῦτον μὲν οὖν, οἷός ἐστι, καὶ νῦν ἀκούετε καὶ αὖθις ἀκριβέστερον πεύσεσθε, ὅταν κατ᾽ αὐτοῦ τὴν δίκην ἡμεῖς εἰσίωμεν:
45. ὑμῶν δ᾽ ἐγὼ δέομαι καὶ ἱκετεύω, μή με περιίδητε περὶ τούτων ὑβρισθέντα τῶν χρημάτων ὧν ὁ πάππος κατέλιπε, μηδ᾽ ἀποστερηθέντα, ἀλλὰ βοηθήσατε καθ᾽ ὅσον ὑμῶν ἕκαστος τυγχάνει δυνάμενος. ἔχετε δὲ πίστεις ἱκανὰς ἐκ μαρτυριῶν, ἐκ βασάνων, ἐξ αὐτῶν τῶν νόμων, ὅτι τ᾽ ἐσμὲν <ἐκ> θυγατρὸς γνησίας Κίρωνος, καὶ ὅτι προσήκει ἡμῖν μᾶλλον ἢ τούτοις κληρονομεῖν τῶν ἐκείνου χρημάτων, ἐκγόνοις οὖσι τοῦ πάππου.
46. μνησθέντες οὖν καὶ τῶν ὅρκων οὓς ὀμόσαντες δικάζετε, καὶ τῶν λόγων οὓς εἰρήκαμεν, καὶ τῶν νόμων, ᾗ δίκαιόν ἐστι, ταύτῃ τὴν ψῆφον τίθεσθε. οὐκ οἶδ᾽ ὅ τι δεῖ πλείω λέγειν: οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων. λαβὲ δ᾽ αὐτοῖς τὴν μαρτυρίαν τὴν λοιπήν, ὡς ἐλήφθη μοιχός, καὶ ἀνάγνωθι.<Μαρτυρία>