.
μουσάων ἄρχωμαι Ἀπόλλωνός τε Διός τε:
ἐκ γὰρ Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος
ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί,
ἐκ δὲ Διὸς βασιλῆες: ὃ δ' ὄλβιος, ὅν τινα Μοῦσαι 5
φίλωνται: γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.
χαίρετε, τέκνα Διός, καὶ ἐμὴν τιμήσατ' ἀοιδήν:
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ' ἀοιδῆς.