ART

.


ἥλιον ὑμνεῖν αὖτε Διὸς τέκος ἄρχεο Μοῦσα,
Καλλιόπη, φαέθοντα, τὸν Εὐρυφάεσσα βοῶπις
γείνατο Γαίης παιδὶ καὶ Οὐρανοῦ ἀστερόεντος:
γῆμε γὰρ Εὐρυφάεσσαν ἀγακλειτὴν Ὑπερίων,
αὐτοκασιγνήτην, ἥ οἱ τέκε κάλλιμα τέκνα, 5
Ἠῶ τε ῥοδόπηχυν ἐυπλόκαμόν τε Σελήνην
Ἠέλιόν τ' ἀκάμαντ', ἐπιείκελον ἀθανάτοισιν,
ὃς φαίνει θνητοῖσι καὶ ἀθανάτοισι θεοῖσιν
ἵπποις ἐμβεβαώς: σμερδνὸν δ' ὅ γε δέρκεται ὄσσοις
χρυσέης ἐκ κόρυθος: λαμπραὶ δ' ἀκτῖνες ἀπ' αὐτοῦ 10
αἰγλῆεν στίλβουσι παρὰ κροτάφων δέ τ' ἔθειραι
λαμπραὶ ἀπὸ κρατὸς χαρίεν κατέχουσι πρόσωπον
τηλαυγές: καλὸν δὲ περὶ χροὶ̈ λάμπεται ἔσθος
λεπτουργές, πνοιῇ ἀνέμων: ὕπο δ' ἄρσενες ἵπποι.
ἔνθ' ἄρ' ὅ γε στήσας χρυσόζυγον ἅρμα καὶ ἵππους, 15
[αὐτόθι παύεται ἄκρου ἐπ' οὐρανοῦ, εἰσόκεν αὖτις] 15α
θεσπέσιος πέμπῃσι δι' οὐρανοῦ Ὠκεανόνδε.

χαῖρε, ἄναξ, πρόφρων δὲ βίον θυμήρε' ὄπαζε.
ἐκ σέο δ' ἀρξάμενος κλῄσω μερόπων γένος ἀνδρῶν
ἡμιθέων, ὧν ἔργα θεαὶ θνητοῖσιν ἔδειξαν.

 

Ομηρικοί Ύμνοι

Κείμενα

Hellenica World - Scientific Library