.
ἑστίη, ἣ πάντων ἐν δώμασιν ὑψηλοῖσιν
ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ' ἀνθρώπων
ἕδρην ἀίδιον ἔλαχες, πρεσβηίδα τιμήν,
καλὸν ἔχουσα γέρας καὶ τίμιον: οὐ γὰρ ἄτερ σοῦ
εἰλαπίναι θνητοῖσιν, ἵν' οὐ πρώτῃ πυμάτῃ τε 5
Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον:
καὶ σύ μοι, Ἀργειφόντα, Διὸς καὶ Μαιάδος υἱέ,
ἄγγελε τῶν μακάρων, χρυσόῤῥαπι, δῶτορ ἐάων,
ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε. 10
ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισιν 5
εἰδότες: ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπων 11
εἰδότες ἔργματα καλὰ νόῳ θ' ἕσπεσθε καὶ ἥβῃ.
χαῖρε, Κρόνου θύγατερ, σύ τε καὶ χρυσόῤῥαπις Ἑρμῆς:
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ' ἀοιδῆς.