.
ἑστίη, ἥτε ἄνακτος Ἀπόλλωνος ἑκάτοιο
Πυθοῖ ἐν ἠγαθέῃ ἱερὸν δόμον ἀμφιπολεύεις,
αἰεὶ σῶν πλοκάμων ἀπολείβεται ὑγρὸν ἔλαιον:
ἔρχεο τόνδ' ἀνὰ οἶκον, ἕν' ἔρχεο θυμὸν ἔχουσα 5
σὺν Διὶ μητιόεντι: χάριν δ' ἅμ' ὄπασσον ἀοιδῇ.