.
... οἳ μὲν γὰρ Δρακάνῳ σ', οἳ δ' Ἰκάρῳ ἠνεμοέσσῃ
φάσ', οἳ δ' ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα,
οἳ δέ σ' ἐπ' Ἀλφειῷ ποταμῷ βαθυδινήεντι
κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ:
5
ἄλλοι δ' ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι,
ψευδόμενοι: σὲ δ' ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
πολλὸν ἀπ' ἀνθρώπων, κρύπτων λευκώλενον Ἥρην.
ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ,
τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων,
10
... καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλ' ἐνὶ νηοῖς.
ὣς δὲ τὰ μὲν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶ
ἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας.
ἦ καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων:
ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπεῤῥώσαντο ἄνακτος
15
κρατὸς ἀπ' ἀθανάτοιο: μέγαν δ' ἐλέλιξεν Ὄλυμπον.
ὣς εἰπὼν ἐπένευσε καρήατι μητίετα Ζεύς.
ἵληθ', εἰραφιῶτα, γυναιμανές: οἱ δέ σ' ἀοιδοὶ
ᾄδομεν ἀρχόμενοι λήγοντές τ': οὐδέ πῃ ἔστι
σεῖ' ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς.
20
καὶ σὺ μὲν οὕτω χαῖρε, Διώνυσ' εἰραφιῶτα,
σὺν μητρὶ Σεμέλῃ, ἥν περ καλέουσι Θυώνην.