.
ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομ' ἀείδειν,
υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνὶς
Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύου βασιλῆος,
χάρμα μέγ' ἀνθρώποισι, κακῶν θελκτῆρ' ὀδυνάων.
καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ: λίτομαι δέ σ' ἀοιδῇ. 5