.
κυπρογενῆ Κυθέρειαν ἀείσομαι, ἥτε βροτοῖσι
μείλιχα δῶρα δίδωσιν, ἐφ' ἱμερτῷ δὲ προσώπῳ
αἰεὶ μειδιάει καὶ ἐφ' ἱμερτὸν θέει ἄνθος.
χαῖρε, θεά, Σαλαμῖνος ἐυκτιμένης μεδέουσα 5
εἰναλίης τε Κύπρου: δὸς δ' ἱμερόεσσαν ἀοιδήν.
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.