.
Περὶ ἀγμῶν
Συγγραφέας: Ιπποκράτης
Hippocrates Collected Works I. Hippocrates. W. H. S. Jones. Cambridge. Harvard University Press. 1868.
1. Ἐχρῆν τὸν ἰητρὸν τῶν ἐκπτωσίων τε καὶ κατηγμάτων ὡς ἰθυτάτας τὰς κατατάσιας ποιέεσθαι αὕτη γὰρ ἡ δικαιοτάτη φύσις. Ἢν δέ τι ἐγκλίνῃ ἢ τῇ ἢ τῇ, ἐπὶ τὸ πρηνὲς ῥέπειν ἐλάσσων γὰρ ἡ ἁμαρτὰς ἢ ἐπὶ τὸ ὕπτιον. Οἱ μὲν οὖν μηδὲν προβουλεύσαντες οὐδὲν ἐξαμαρτάνουσιν ὡς ἐπὶ τὸ πουλύ αὐτὸς γὰρ ὁ ἐπιδεόμενος τὴν χεῖρα ἀπορέγει, οὕτως
ὑπὸ τῆς δικαίης φύσιος ἀναγκαζόμενος οἱ δὲ ἰητροὶ σοφιζόμενοι δῆθεν ἐστὶν οἳ ἁμαρτάνουσιν. Σπουδὴ μὲν οὐ πολλὴ χεῖρα κατεαγυῖαν χειρίσαι, καὶ παντὸς δὲ ἰητροῦ, ὡς ἔπος εἰπεῖν ἀναγκάζομαι δ' ἐγὼ πλείω γράφειν περὶ αὐτέου, ὅτι οἶδα ἰητροὺς σοφοὺς δόξαντας εἶναι ἀπὸ σχημάτων χειρὸς εν ἐπιδέσει, ἀφ' ὧν ἀμαθέας αὐτέους ἐχρῆν δοκέειν εἶναι. Ἄλλα γὰρ πολλὰ οὕτω ταύτης τῆς τέχνης κρίνεται τὸ γὰρ ξενοπρεπὲς οὔπω ξυνιέντες εἰ χρηστὸν, μᾶλλον ἐπαινέουσιν, ἢ τὸ ξύνηθες, ὃ ἤδη οἴδασιν ὅτι χρηστὸν, καὶ τὸ ἀλλόκοτον, ἢ τὸ εὔδηλον. Ῥητέον οὖν ὁκόσας ἐθέλω τῶν ἁμαρτάδων τῶν ἰητρῶν, τὰς μὲν ἀποδιδάξαι, τὰς δὲ διδάξαι περὶ τῆς φύσιος τῆς χειρός καὶ γὰρ ἄλλων ὀστέων τῶν κατὰ τὸ σῶμα δίδαγμα ὅδε ὁ λόγος ἐστίν.
2. Τὴν μὲν οὖν χεῖρα, περὶ οὗ ὁ λόγος, ἔδωκέ τις ἐπιδῆσαι,
πρηνέα ποιήσας ὁ δ' ἠνάγκαζεν οὕτως ἔχειν, ὥς περ οἱ τοξεύοντες, ἐπὴν τὸν ὦμον ἐμβάλλωσι, καὶ οὕτως ἔχουσαν ἐπέδει, νομίζων ἑωυτῷ εἶναι τοῦτο αὐτέῃ τὸ κατὰ φύσιν καὶ μαρτύριον ἐπήγετο τά τε ὀστέα ἅπαντα τὰ ἐν τῷ πήχει, ὅτι ἰθυωρίην κατάλληλα εἶχε, τήν τε ὁμοχροίην, ὅτι αὐτὴ καθ' ἑωυτὴν τὴν ἰθυωρίην ἔχει οὕτω καὶ ἐκ τοῦ ἔξωθεν μέρεος καὶ ἐκ τοῦ ἔσωθεν οὕτω δὲ ἔφη καὶ τὰς σάρκας καὶ τὰ νεῦρα πεφυκέναι, καὶ τὴν τοξικὴν ἐπήγετο μαρτύριον. Ταῦτα λέγων καὶ ταῦτα ποιέων, σοφὸς ἐδόκεεν εἶναι τῶν δὲ ἄλλων τεχνέων ἐπελελήθει, καὶ ὁκόσα ἰσχύϊ ἐργάζονται, καὶ ὁκόσα τεχνήμασιν, οὐκ εἰδὼς ὅτι ἄλλο ἐν ἄλλῳ τὸ κατὰ φύσιν σχῆμά ἐστιν, καὶ ἐν τῷ αὐτέῳ ἔργῳ ἕτερα τῆς δεξιῆς χειρὸς σχήματα κατὰ φύσιν ἐστὶ, καὶ ἕτερα τῆς ἀριστερῆς, ἢν οὕτω τύχῃ. Ἄλλο μὲν γὰρ σχῆμα ἐν
ἀκοντισμῷ κατὰ φύσιν, ἄλλο δὲ ἐν σφενδονήσει, ἄλλο δὲ ἐν λιθοβολίῃσιν, ἄλλο ἐν πυγμῇ, ἄλλο ἐν τῷ ἐλινύειν. Ὁκόσας δ' ἄν τις τέχνας εὕροι, ἐννοέοι οὐ τὸ αὐτὸ σχῆμα τῶν χειρέων κατὰ φύσιν εἶναι ἐν ἑκάστῃ τῶν τεχνέων ἀλλὰ πρὸς τὸ ἄρμενον ὃ ἂν ἔχῃ ἕκαστος, καὶ πρὸς τὸ ἔργον ὃ ἂν ἐπιτελέσασθαι θέλῃ, σχηματίζονται αἱ χεῖρες. Τοξικὴν δὲ ἀσκέοντι εἰκὸς τοῦτο τὸ σχῆμα κράτιστον εἶναι τῆς ἑτέρης χειρός τοῦ γὰρ βραχίονος τὸ γιγγλυμοειδὲς, ἐν τῇ τοῦ πήχεος βαθμίδι ἐν τουτέῳ τῷ σχήματι ἐρεῖδον, ἰθυωρίην ποιέει τοῖσιν ὀστέοισι τοῦ πήχεος καὶ τοῦ βραχίονος, ὡς εἰ ἓν εἴη τὸ πᾶν καὶ ἡ ἀνάκλασις τοῦ ἄρθρου κέκλασται ἐν τουτέῳ τῷ σχήματι. Εἰκὸς μὲν οὖν οὕτως ἀκαμπτότατόν τε καὶ τετανώτατον εἶναι τὸ χωρίον, καὶ μὴ ἡσσᾶσθαι, μηδὲ ξυνδιδόναι, ἑλκομένης τῆς νευρῆς ὑπὸ τῆς δεξιῆς χειρός
καὶ οὕτως ἐπὶ πλεῖστον μὲν τὴν νευρὴν ἑλκύσει, ἀφήσει δὲ ἀπὸ στερεωτάτου καὶ ἀθροωτάτου ἀπὸ τῶν τοιουτέων γὰρ ἀφεσίων τῶν τοξευμάτων, ταχεῖαι καὶ αἱ ἰσχύες καὶ τὰ μήκεα γίνονται. Ἐπιδέσει δὲ καὶ τοξικῇ οὐδὲν κοινόν. Τοῦτο μὲν γὰρ, εἰ ἐπιδήσας ἔχειν τὴν χεῖρα οὕτως ἐκέλευε, πόνους ἂν ἄλλους πολλοὺς προσετίθει μείζονας τοῦ τρώματος τοῦτο δ', εἰ ξυγκάμψαι ἐκέλευεν, οὔτε τὰ ὀστέα, οὔτε τὰ νεῦρα, οὔτε αἱ σάρκες ἔτι ἐν τῷ αὐτέῳ ἐγίνοντο, ἀλλὰ ἄλλῃ μετεκοσμεῖτο, κρατέοντα τὴν ἐπίδεσιν καὶ τί ὄφελός ἐστι τοξικοῦ σχήματος; Καὶ ταῦτα ἴσως οὐκ ἂν ἐξημάρτανε σοφιζόμενος, εἰ εἴα τὸν τετρωμένον αὐτὸν τὴν χεῖρα παρασχέσθαι.
3. Ἄλλος δ' αὖ τις τῶν ἰητρῶν ὑπτίην τὴν χεῖρα δοὺς, οὕτω κατατείνειν ἐκέλευε, καὶ οὕτως ἔχουσαν ἐπέδει, τοῦτο νομίζων τὸ κατὰ φύσιν εἶναι, τῷ τε χροϊ σημαινόμενος, καὶ τὰ ὀστέα νομίζων κατὰ φύσιν εἶναι οὕτως, ὅτι φαίνεται τὸ ἐξέχον ὀστέον τὸ παρὰ τὸν καρπὸν, ἧ ὁ σμικρὸς δάκτυλος, κατ' ἰθυωρίην εἶναι τοῦ ὀστέου ἀφ'
ὁτέου τὸν πῆχυν οἱ ἄνθρωποι μετρέουσιν. Ταῦτα τὰ μαρτύρια ἐπήγετο, ὅτι κατὰ φύσιν οὕτως ἔχει, καὶ ἐδόκεεν εὖ λέγειν. Ἀλλὰ τοῦτο μὲν, εἰ ὑπτίη ἡ χεὶρ κατατείνοιτο, ἰσχυρῶς πονοίη ἄν γνοίη δ' ἄν τις τὴν ἑωυτοῦ χεῖρα κατατείνας, ὡς ἐπώδυνον τὸ σχῆμα. Ἐπεὶ καὶ ἀνὴρ ἥσσων κρέσσονα διαλαβὼν οὕτως εὖ τῇσιν ἑωυτοῦ χερσὶν, ὡς κλᾶται ὁ ἄγκων ὕπτιος, ἄγοι ἂν ὅπῃ ἐθέλοι οὔτε γὰρ εἰ ξίφος ἐν ταύτῃ τῇ χειρὶ ἔχοι, ἔχοι ἂν ὅ τι χρήσαιτο τῷ ξίφει, οὕτω βίαιον τοῦτο τὸ σχῆμά ἐστιν. Τοῦτο δὲ, εἰ ἐπιδήσας τις ἐν τουτέῳ τῷ σχήματι ἐώη, μέζων μὲν πόνος, εἰ περιιοι, μέγας δὲ καὶ εἰ κατακέοιτο. Τοῦτο δὲ, εἰ ξυγκάμψει τὴν χεῖρα, ἀνάγκη πᾶσα τούς τε μύας καὶ τὰ ὀστέα ἄλλο σχῆμα ἔχειν. Ἠγνόει δὲ καὶ τάδε τὰ ἐν τῷ σχήματι χωρὶς τῆς ἄλλης λύμης τὸ γὰρ ὀστέον τὸ παρὰ τὸν καρπὸν ἐξέχον, τὸ κατὰ τὸν σμικρὸν δάκτυλον, τοῦτο μὲν τοῦ πήχεός ἐστιν τὸ δ' ἐν τῆ ξυγκάμψει ἐὸν, ἀπ' ὅτευ τὸν πῆχυν οἱ ἄνθρωποι μετρέουσι, τοῦτο δὴ
τοῦ βραχίονος ἡ κεφαλή ἐστιν. Ὁ δὲ ᾤετο τωὐτὸ ὀστέον εἶναι τοῦτό τε κακεῖνο, πολλοὶ δὲ καὶ ἄλλοι ἔστι δ' ἐκείνῳ τῷ ὀστέῳ τωὐτὸ ὁ ἄγκων καλεόμενος, ᾧ ποτὶ στηριζόμεθα. Οὕτως οὖν ὑπτίην ἔχοντι τὴν χεῖρα, τοῦτο μὲν, τὸ ὀστέον διεστραμμένον φαίνεται τοῦτο δὲ, τὰ νεῦρα τὰ ἀπὸ τοῦ καρποῦ τείνοντα ἐκ τοῦ εἴσω μέρεος καὶ ἀπὸ τῶν δακτύλων, ταῦτα ὑπτίην ἔχοντι τὴν χεῖρα διεστραμμένα γίνεται τείνει τε γὰρ ταῦτα τὰ νεῦρα πρὸς τὸ τοῦ βραχίονος ὀστέον, ὅθεν ὁ πῆχυς μετρεῖται. Αὗται τοσαῦται καὶ τοιαῦται αἱ ἁμαρτάδες καὶ ἄγνοιαι τῆς φύσιος τῆς χειρός. Εἰ δ', ὡς ἐγὼ κελεύω, χεῖρα κατεαγυῖαν κατατείνοι τις, ἐπιστρέψει μὲν τὸ ὀστέον ἐς ἰθὺ, τὸ κατὰ τὸν σμικρὸν δάκτυλον, τὸ ἐς τὸν ἀγκῶνα τεῖνον, ἰθυωρίην δὲ ἕξει τὰ νεῦρα τὰ ἀπὸ τοῦ καρποῦ πρὸς τοῦ βραχίονος τὰ ἄκρα τείνοντα ἀναλαμβανομένη δὲ ἡ χεὶρ ἐν παραπλησίῳ σχήματι ἔσται, ἐν ᾧ περ καὶ ἐπιδεομένη, ἄπονος μὲν ὁδοιπορέοντι, ἄπονος δὲ κατακειμένῳ καὶ ἀκάματος. Καθίννυσθαι δὲ χρὴ τὸν ἄνθρωπον οὕτως, ὅκως ᾖ τὸ ἐξέχον τοῦ ὀστέου πρὸς τὴν λαμπροτάτην τῶν παρεουσέων αὐγέων, ὡς μὴ λάθῃ τὸν χειρίζοντα ἐν τῇ κατατάσει, εἰ ἱκανῶς ἐξίθυνται. Τοῦ γε μὴν ἐμπείρου οὐδ' ἂν τὴν χεῖρα λάθοι ἐπαγομένην τὸ ἐξέχον ἀτὰρ καὶ ἀλγέει μάλιστα κατὰ τὸ ἐξέχον ψαυόμενον.
4. Τῶν δὲ ὀστέων τοῦ πήχεος, ὧν μὴ ἀμφότερα κατέηγε, ῥᾴων ἡ ἴησις, ἢν τὸ ἄνω ὀστέον τετρωμένον ἔῃ, καί περ παχύτερον ἐόν ἅμα μὲν ὅτι τὸ ὑγιὲς ὑποτεταμένον γίνεται ἀντὶ θεμελίου, ἅμα δ' ὅτι εὐκρυπτότερον γίνεται, πλὴν εἰ τὸ ἐγγὺς τοῦ καρποῦ παχείη γὰρ ἡ τῆς σαρκὸς ἐπίφυσις ἡ ἐπὶ τὸ ἄνω. Τὸ δὲ κάτω ὀστέον ἄσαρκον, καὶ οὐκ εὐξύγκρυπτον, καὶ κατατάσιος ἰσχυροτέρης δέεται. Ἢν δὲ μὴ τοῦτο ξυντριβῇ, ἀλλὰ τὸ ἕτερον, φαυλοτέρη ἡ κατάτασις ἀρκέει ἢν δὲ ἀμφότερα κατεηγῇ, ἰσχυροτάτης κατατάσιος δεῖται παιδίου μὲν γὰρ ἤδη εἶδον καταταθέντα μᾶλλον ἢ ὡς ἔδει, οἱ δὲ πλεῖστοι ἧσσον τείνονται ἢ ὡς δεῖ. Χρὴ δ', ἐπὴν τείνωσι, τὰ θέναρα προσβάλλοντα
διορθοῦν ἔπειτα χρίσαντα κηρωτῇ μὴ πάνυ πουλλῇ, ὡς μὴ περιπλέῃ τὰ ἐπιδέσματα, οὕτως ἐπιδεῖν, ὅκως μὴ κατωτέρω ἄκρην τὴν χεῖρα ἕξει τοῦ ἀγκῶνος, ἀλλὰ σμικρῷ τινι ἀνωτέρω, ὡς μὴ τὸ αἷμα ἐς ἄκρον ἐπιρρέῃ, ἀλλὰ ἀπολαμβάνηται ἔπειτα ἐπιδεῖν τῷ ὀθονίῳ, τὴν ἀρχὴν βαλλόμενος κατὰ τὸ κάτηγμα ἐρείδων μὲν οὖν, μὴ πιέζων δὲ κάρτα. Ἐπὴν δὲ περιβάλλῃ κατὰ τωὐτὸ δὶς ἢ τρὶς, ἐπὶ τὸ ἄνω νεμέσθω ἐπιδέων, ἵνα αἱ ἐπιρροαὶ τοῦ αἵματος ἀπολαμβάνωνται, καὶ τελευτησάτω κεῖθι χρὴ δὲ μὴ μακρὰ εἶναι τὰ πρῶτα ὀθόνια. Τῶν δὲ δευτέρων ὀθονίων, τὴν μὲν ἀρχὴν βάλλεσθαι ἐπὶ τὸ κάτηγμα περιβαλὼν δὲ ἅπαξ ἐς τωὐτὸ, ἔπειτα νεμέσθω ἐς τὸ κάτω, καὶ ἐπὶ ἧσσον πιέζων, καὶ ἐπὶ μέζον διαβιβάσκων, ὡς ἂν αὐτὸ ἱκανὸν γένηται τὸ ὀθόνιον ἀναπαλινδρομῆσαι κεῖθι, ἵνα περ τὸ ἕτερον ἐτελεύτησεν. Ἐνταῦθα μὲν οὖν τὰ ὀθόνια ἐπ' ἀριστερὰ ἢ ἐπὶ δεξιὰ ἐπιδεδέσθω ἢ ἐπὶ ὁκότερα ἂν ξυμφέρῃ πρὸς τὸ σχῆμα τοῦ κατεηγότος, καὶ ἐφ' ὁκότερα ἂν περιρρέπειν ξυμφέρῃ. Μετὰ δὲ ταῦτα, σπλῆνας κατατείνειν χρὴ κεχρισμένους κηρωτῇ ὀλίγῃ καὶ γὰρ προσηνέστερον καὶ εὐθετώτερον ἔπειτα οὕτως ἐπιδεῖν τοῖσιν ὀθονίοισιν ὡς
ἐναλλὰξ, ὁτὲ μὲν ἐπὶ δεξιὰ, ὁτὲ δὲ ἐπ' ἀριστερά καὶ τὰ μὲν πλείω κάτωθεν ἀρχόμενος, ἐς τὸ ἄνω ἄγειν, ἔστι δ' ὅτε καὶ ἄνωθεν ἐς τὸ κάτω. Τὰ δὲ ὑπόξηρα ἀκέεσθαι τοῖσι σπλήνεσι κυκλεῦντα τῷ δὲ πλήθει τῶν. περιβολέων μὴ πᾶν ἀθρόον ξυνδιορθοῦντα, ἀλλὰ κατὰ μέρος περιβάλλειν δὲ χρὴ χαλαρὰ καὶ περὶ τὸν καρπὸν τῆς χειρὸς, ἄλλοτε καὶ ἄλλοτε. Πλῆθος δὲ τῶν ὀθονίων ἱκανὸν τὸ πρῶτον, αἱ δύο μοῖραι.
5. Σημεῖα δὲ τοῦ καλῶς ἰητρευμένου ταῦτα, καὶ ὀρθῶς ἐπιδεομένου, εἰ ἐρωτώης αὐτὸν εἰ πεπίεκται, καὶ εἰ φαίη μὲν πεπιέχθαι, ἡσύχως δὲ, καὶ μάλιστα εἰ κατὰ τὸ κάτηγμα φαίη τοιαῦτα τοίνυν φάναι χρὴ πεπρηγμένα διὰ τέλεος τὸν ὀρθῶς ἐπιδεόμενον. Σημεῖα δὲ ταῦτα τῆς μετριότητος, τὴν μὲν ἡμέρην ἣν ἂν ἐπιδεθῇ, καὶ τὴν νύκτα δοκείτω αὐτὸς ἑωυτῷ μὴ ἐπὶ ἧσσον πεπιέχθαι, ἀλλ' ἐπὶ μᾶλλον τῇ δ' ὑστεραίῃ οἰδημάτιον ἐλθεῖν ἐς χεῖρα ἄκρην μαλθακόν μετριότητος γὰρ σημεῖον τῆς πιέξιός σου. Τελευτώσης δὲ τῆς ἡμέρης, ἐπὶ ἧσσον δοκείτω πεπιέχθαι τῇ δὲ τρίτῃ, χαλαρά σοι δοκείτω εἶναι τὰ ἐπιδέσματα. Κἢν μέν τι τούτων τῶν εἰρημένων ἐλλείπῃ, γινώσκειν χρὴ ὅτι χαλαρωτέρη ἡ ἐπίδεσις τοῦ μετρίου ἢν δέ τι
τῶν εἰρημένων πλεονάζῃ, χρὴ γινώσκειν ὅτι μᾶλλον ἐπιέχθη τοῦ μετρίου καὶ τουτέοισι σημαινόμενος, τὸ ὕστερον ἐπιδέων, ἢ χαλᾷν μᾶλλον, ἢ πιέζειν. Ἀπολύσαντα δὲ χρὴ τριταῖον ἐόντα, κατατεινάμενον καὶ διορθωσάμενον, αὖθις ἐπιδῆσαι κἢν μετρίως τὸ πρῶτον τετυχήκῃς ἐπιδήσας, ταύτην τὴν ἐπίδεσιν χρὴ ὀλίγῳ μᾶλλον ἢ ἐκείνην πιέσαι. Βάλλεσθαι δὲ χρὴ τὰς ἀρχὰς κατὰ τὸ κάτηγμα, ὥσπερ καὶ τὸ πρότερον ἢν μὲν γὰρ τοῦτο πρότερον ἐπιδέῃς, ἐξειρύαται ἐκ τούτου οἱ ἰχῶρες ἐς τὰς ἐσχατιὰς ἔνθα καὶ ἔνθα ἢν δέ τι ἄλλο πρότερον πιέζῃς, ἐς τοῦτο ἐξειρύαται ἐκ τοῦ πιεχθέντος ἐς πολλὰ δ' εὔχρηστον τὸ ξυνιέναι. Οὕτως οὖν ἄρχεσθαι μὲν αἰεὶ χρὴ τὴν ἐπίδεσιν καὶ τὴν πίεξιν ἐκ τουτέου τοῦ χωρίου, τὰ δ' ἄλλὰ κατὰ λόγον, ὡς προσωτέρω ἀπὸ τοῦ κατήγματος ἀγάγῃς, ἐπὶ ἧσσον τὴν πίεξιν ποιέεσθαι. Χαλαρὰ δὲ παντάπασι μηδέποτε περιβάλλειν, ἀλλὰ προσπεπτωκότα.
Ἔπειτα δὲ πλείοσιν ὀθονίοισι χρὴ ἐπιδεῖν ἑκάστην τῶν ἐπιδεσίων. Ἐρωτώμενος δὲ φάτω ὀλίγῳ μᾶλλόν οἱ πεπιέχθαι, ἢ τὸ πρότερον, καὶ μάλιστα φάτω κατὰ τὸ κάτηγμα, καὶ τὰ ἄλλα δὲ κατὰ λόγον καὶ ἀμφὶ τῷ οἰδήματι, καὶ ἀμφὶ τῷ πονέειν, καὶ ἀμφὶ τῷ ῥῃΐζειν, κατὰ λόγον τῆς προτέρης ἐπιδέσιος γινέσθω. Ἐπὴν δὲ τριταῖος ᾖ, χαλαρώτερά οἱ δοκείτω εἶναι τὰ ἐπιδέσματα. Ἔπειτα ἀπολύσαντα χρὴ αὖθις ἐπιδῆσαι, ὀλίγῳ μᾶλλον πιέζοντα, καὶ ἐν πᾶσι τοῖσιν ὀθονίοισιν οἷσί περ ἤμελλεν ἐπιδεῖσθαι καὶ ἔπειτα αὐτὸν πάντα ταῦτα καταλαβέτω, ἅπερ καὶ ἐν τῇσι πρώτῃσι περιόδοισι τῶν ἐπιδεσίων.
6. Ἐπὴν δὲ τριταῖος γένηται, ἑβδομαῖος δὲ ἀπὸ τῆς πρώτης ἐπιδέσιος, ἢν ὀρθῶς ἐπιδέηται, τὸ μὲν οἴδημα ἐν ἄκρῃ τῇ χειρὶ ἔσται, οὐδὲ τοῦτο λίην μέγα τὸ δ' ἐπιδεόμενον χωρίον ἐν πάσῃσι τῇσιν ἐπιδέσεσιν ἐπὶ τὸ λεπτότερον καὶ ἰσχνότερον εὑρεθήσεται, ἐν δὲ τῇ ἑβδόμῃ καὶ πάνυ λεπτὸν, καὶ τὰ ὀστέα τὰ κατεηγότα ἐπὶ μᾶλλον κινεύμενα καὶ εὐπαράγωγα ἐς κατόρθωσιν. Καὶ ἢν ᾖ ταῦτα τοιαῦτα, κατορθωσάμενον χρὴ ἐπιδῆσαι ὡς ἐς νάρθηκας, ὀλίγῳ μᾶλλον πιέσαντα, ἢ τὸ πρότερον, ἢν μὴ πόνος τις πλείων ᾖ ἀπὸ τοῦ οἰδήματος τοῦ ἐν ἄκρῃ τῇ χειρί. Ἐπὴν δὲ ἐπιδήσῃς τοῖσιν ὀθονίοισι, τοὺς νάρθηκας περιθεῖναι χρὴ καὶ περιλαβεῖν ἐν τοῖσι δεσμοῖσιν ὡς χαλαρωτάτοισιν, ὁκόσον ἠρεμέειν, ὥστε μηδὲν ξυμβάλλεσθαι ἐς τὴν πίεξιν τῆς χειρὸς τὴν τῶν ναρθήκων πρόσθεσιν.
Μετὰ δὲ ταῦτα, ὅ τε πόνος, αἵ τε ῥᾳστῶναι αἱ αὐταὶ γινέσθωσαν, αἵ περ καὶ ἐν τῇσι πρώτῃσι περιόδοισι τῶν ἐπιδεσίων. Ἐπὴν δὲ τριταῖος ἐὼν φῇ χαλαρὸν εἶναι, τότ' ἔπειτα χρὴ τοὺς νάρθηκας ἐρείσασθαι, μάλιστα μὲν κατὰ τὸ κάτηγμα, ἀτὰρ καὶ τἄλλα, κατὰ λόγον, ᾗπερ καὶ ἡ ἐπίδεσις ἐχάλα μᾶλλον ἢ ἐπίεζεν. Παχύτατον δὲ χρὴ εἶναι τὸν νάρθηκα, ᾗ ἐξέστη τὸ κάτηγμα, μὴ μὴν πολλῷ. Ἐπιτηδεύειν δὲ χρὴ μάλιστα μὲν κατ' ἰθυωρίην τοῦ μεγάλου δακτύλου, ὡς μὴ κείσηται ὁ νάρθηξ, ἀλλὰ τῇ ἢ τῇ, μηδὲ κατὰ τὴν τοῦ σμικροῦ ἰθυωρίην ᾗ τὸ ὀστέον ὑπερέχει ἐν τῷ καρπῷ, ἀλλὰ τῇ ἢ τῇ. Ἢν δὲ ἄρα πρὸς τὸ κάτηγμα ξυμφέρῃ κεῖσθαι κατὰ ταῦτά τινας τῶν ναρθήκων, βραχυτέρους αὐτοὺς χρὴ τῶν ἄλλων ποιέειν, ὡς μὴ ἐξικνέωνται πρὸς τὰ ὀστέα τὰ ὑπερέχοντα παρὰ τὸν καρπόν κίνδυνος γὰρ ἑλκώσιος, καὶ νεύρων ψιλώσιος. Χρὴ δὲ διὰ τρίτης ἐρείδειν τοῖσι νάρθηξι πάνυ ἡσυχῇ, οὕτω τῇ γνώμῃ ἔχοντα, ὡς οἱ νάρθηκες φυλακῆς εἵνεκα τῆς ἐπιδέσιος προσκέωνται, ἀλλ' οὐ τῆς πιέξιος εἵνεκεν ἐπιδέωνται.
7. Ἢν μὲν οὖν εὖ εἰδῇς ὅτι ἱκανῶς τὰ ὀστέα ἀπίθυνται ἐν τῇσι προτέρῃσιν ἐπιδέσεσι, καὶ μήτε κνησμοί τινες λυπέωσι, μήτε τις ἕλκωσις μηδεμία ὑποπτεύηται εἶναι, ἐᾷν χρὴ
ἐπιδεδέσθαι ἐν τοῖσι νάρθηξιν, ἔστ' ἂν ὑπὲρ εἴκοσιν ἡμέρας γίνηται. Ἐν τριήκοντα δὲ μάλιστα τῇσι ξυμπάσῃσι κρατύνεται ὀστέα τὰ ἐν τῷ πήχει τὸ ἐπίπαν ἀτρεκὲς δὲ οὐδέν μάλα γὰρ καὶ φύσις φύσιος, καὶ ἡλικίη ἡλικίης διαφέρει. Ἐπὴν δὲ λύσῃς, ὕδωρ θερμὸν καταχέαι χρὴ, καὶ μετεπιδῆσαι, ἧσσον μὲν ὀλίγῳ πιέσαντα, ἢ τὸ πρόσθεν, ἐλάσσοσι δὲ τοῖσιν ὀθονίοισιν, ἢ τὸ πρότερον καὶ ἔπειτα διὰ τρίτης ἡμέρης λύσαντα ἐπιδεῖν, ἐπὶ μὲν ἧσσον πιέζοντα, ἐπὶ δὲ ἐλάσσοσι τοῖσιν ὀθονίοισιν. Ἐπὴν δὲ, ὅταν τοῖσι νάρθηξι δεθῇ, ὑποπτεύῃς τὰ ὀστέα μὴ ὀρθῶς κεῖσθαι, ἢ ἄλλο τι ὀχλέῃ τὸν τετρωμένον, λῦσαι ἐν τῷ ἡμίσει τοῦ χρόνου, ἢ ὀλίγῳ πρόσθεν, καὶ αὖθις μετεπιδῆσαι. Δίαιτα δὲ τουτέοισιν, οἷσιν ἂν μὴ ἕλκεα ἐξ ἀρχῆς γένηται, ἢ ὀστέα ἔξω ἐξίσχῃ, ἀρκέει ὑποφαύλη ἐνδεέστερον δὲ χρὴ διαιτᾷν ἄχρις ἡμερέων δέκα, ἅτε ἤδη καὶ ἐλινύοντας καὶ ὄψοισιν ἁπαλοῖσι χρῆσθαι, ὁκόσα τῇ διεξόδῳ μετριότητα παρασχήσει οἴνου δὲ καὶ κρεηφαγίης ἀπέχεσθαι ἔπειτα μέντοι ἐκ προσαγωγῆς
ἀνακομίζεσθαι. Οὗτος ὁ λόγος ὥσπερ νόμος κεῖται δίκαιος περὶ κατηγμάτων ἰήσιος, ὥστε χειρίζειν χρὴ, καὶ ὥστε ἀποβαίνει ἀπὸ τῆς δικαίης χειρίξιος ὅ τι δ' ἂν μὴ οὕτως ἀποβαίνῃ, εἰδέναι χρὴ ὅτι ἐν τῇ χειρίξει τι ἐνδεὲς πεποίηται, ἢ πεπλεόνασται. Ἔτι δὲ τάδε χρὴ προσξυνιέναι ἐν τούτῳ τῷ ἁπλῷ τρόπῳ, ἃ οὐ κάρτα ἐπιμελέονται οἱ ἰητροὶ, καίτοι πᾶσαν μελέτην καὶ πᾶσαν ἐπίδεσιν οἷά τε διαφθείρειν ἐστὶ, μὴ ὀρθῶς ποιεύμενα ἢν γὰρ τὰ μὲν ὀστέα ἄμφω κατηγῇ, ἢ τὸ κάτω μοῦνον, ὁ δὲ ἐπιδεδεμένος ἐν ταινίῃ τινὶ τὴν χεῖρα ἔχῃ ἀναλελαμμένην, τυγχάνῃ δὲ ἡ ταινίη κατὰ τὸ κάτηγμα πλείστη ἐοῦσα, ἔνθεν δὲ καὶ ἔνθεν ἡ χεὶρ ἀπαιωρέηται, τοῦτον ἀνάγκη τὸ ὀστέον εὑρεθῆναι διεστραμμένον ἔχοντα πρὸς τὸ ἄνω μέρος ἢν δὲ, κατεηγότων τῶν ὀστέων οὕτως, ἄκρην τε τὴν χεῖρα ἐν τῇ ταινίῃ ἔχῃ καὶ παρὰ τὸν ἀγκῶνα, ὁ δὲ ἄλλος πῆχυς μὴ μετέωρος ἔῃ, οὗτος εὑρεθήσεται τὸ ὀστέον ἐς τὸ κάτω μέρος διεστραμμένον ἔχων. Χρὴ οὖν ἐν ταινίῃ πλάτος ἐχούσῃ, μαλθακῇ, τὸ πλεῖστον τοῦ πήχεος καὶ τὸν καρπὸν τῆς χειρὸς ὁμαλῶς αἰωρέεσθαι.
8. Ἢν δὲ ὁ βραχίων καταγῇ, ἢν μέν τις ἀποτανύσας τὴν χεῖρα ἐν τουτέῳ τῷ σχήματι διατείνῃ, ὁ μῦς τοῦ βραχίονος κατατεταμένος ἐπιδεθήσεται ἐπὴν δ' ἐπιδεθεὶς ξυγκάμψῃ τὸν ἀγκῶνα, ὁ μῦς τοῦ βραχίονος ἄλλο σχῆμα σχήσει. Δικαιοτάτη οὖν βραχίονος κατάτασις ἥδε ξύλον πηχυαῖον ἢ ὀλίγῳ βραχύτερον, ὁκοῖοι οἱ στειλαιοί εἰσι τῶν σκαφίων, κρεμάσαι χρὴ, ἔνθεν καὶ ἔνθεν σειρῇ δήσαντα καθίσαντα δὲ τὸν ἄνθρωπον ἐπὶ ὑψηλοῦ τινος, τὴν χεῖρα ὑπερκεῖσθαι, ὡς ὑπὸ τῇ μασχάλῃ γένηται ὁ στειλαιὸς ἔχων ξυμμέτρως, ὥστε μόλις δύνασθαι καθίννυσθαι τὸν ἄνθρωπον, σμικροῦ δέοντα μετέωρον εἶναι ἔπειτα θέντα τι ἄλλο ἔφεδρον, καὶ ὑποθέντα σκύτινον ὑποκεφάλαιον, ἢ ἓν ἢ πλείω ὅκως ξυμμέτρως σχοίη ὕψεος τοῦ πήχεος πλαγίου πρὸς ὀρθὴν γωνίην. Ἄριστον μὲν σκύτος πλατὺ καὶ μαλθακὸν, ἢ ταινίην πλατέην ἀμφιβάλλοντα, τῶν μεγάλων τι σταθμίων ἐξαρτῆσαι, ὅ τι μετρίως ἕξει κατατείνειν εἰ δὲ μὴ, τῶν ἀνδρῶν ὅστις ἐρρωμένος, ἐν τούτῳ τῷ σχήματι τοῦ πήχεος ἐόντος, παρὰ τὸν ἀγκῶνα καταναγκαζέτω
ἐς τὸ κάτω. Ὁ δὲ ἰητρὸς ὀρθὸς μὲν ἐὼν χειριζέτω, τὸν ἕτερον πόδα ἐπὶ ὑψηλοτέρου τινὸς ἔχων, κατορθώσας δὲ τοῖσι θέναρσι τὸ ὀστέον ῥηϊδίως δὲ κατορθώσεται ἀγαθὴ γὰρ ἡ κατάστασις, ἤν τις καλῶς παρασκευάσηται. Ἔπειτα ἐπιδείτω, τάς τε ἀρχὰς βαλλόμενος ἐπὶ τὸ κάτηγμα, καὶ τἄλλα πάντα ὥσπερ πρότερον παρῃνέθη, χειριζέτω καὶ ἐρωτήματα ταὐτὰ ἐρωτάτω καὶ σημείοισι χρήσθω τοῖσιν αὐτέοισιν, εἰ μετρίως ἔχει, ἢ οὔ καὶ διὰ τρίτης ἐπιδείτω, καὶ ἐπὶ μᾶλλον πιεζέτω καὶ ἑβδομαῖον ἢ ἐναταῖον ἐν νάρθηξι δησάτω [, ἔστ' ἂν ὑπὲρ τριήκοντα ἡμέρας γίνηται]. Καὶ ἢν ὑποπτεύσῃ μὴ καλῶς κεῖσθαι τὸ ὀστέον, μεσηγὺ τουτέου τοῦ χρόνου λυσάτω, καὶ εὐτεθισάμενος μετεπιδησάτω. Κρατύνεται δὲ μάλιστα βραχίονος ὀστέον ἐν τεσσαράκοντα ἡμέρῃσιν. Ἐπὴν δὲ ταύτας ὑπερβάλῃ, λύειν χρὴ, καὶ ἐπὶ ἧσσον πιέζειν τοῖσιν ὀθονίοισι, καὶ ἐπὶ ἐλάσσοσιν ἐπιδεῖν. Δίαιταν δὲ ἀκριβεστέρην τινὰ ἢ τὸ πρότερον διαιτᾷν, καὶ πλείω χρόνον τεκμαίρεσθαι δὲ πρὸς τοῦ οἰδήματος τοῦ ἐν ἄκρῃ τῇ χειρὶ,
τὴν ῥώμην ὁρέων. Προσξυνιέναι δὲ χρὴ καὶ τάδε, ὅτι ὁ βραχίων κυρτὸς πέφυκεν ἐς τὸ ἔξω μέρος ἐς τοῦτο τοίνυν τὸ μέρος διαστρέφεσθαι φιλέει, ἐπὴν μὴ καλῶς ἰητρεύηται ἀτὰρ καὶ τἄλλα πάντα ὀστέα, ἐς ὅπερ πέφυκε διεστραμμένα, ἐς τοῦτο καὶ ἰητρευόμενα φιλέει διαστρέφεσθαι, ἐπὴν κατεαγῇ. Χρὴ τοίνυν, ἐπὴν τοιοῦτό τι ὑποπτεύηται, ταινίῃ πλατείῃ προσεπιλαμβάνειν τὸν βραχίονα κύκλῳ περὶ τὸ στῆθος περιδέοντα καὶ ἐπὴν ἀναπαύεσθαι μέλλῃ, μεσηγὺ τοῦ ἀγκῶνος καὶ τῶν πλευρέων σπλῆνά τινα πουλύπτυχον πτύξαντα ὑποτιθέναι, ἢ ἄλλο τι ὃ τουτέῳ ἔοικεν οὕτω γὰρ ἂν ἰθὺ τὸ κύρτωμα τοῦ ὀστέου γένοιτο φυλάσσεσθαι μέντοι χρὴ, ὅπως μὴ ᾖ ἄγαν ἐς τὸ ἔσω μέρος.
9. Ποὺς δὲ ἀνθρώπου ἐκ πολλῶν καὶ μικρῶν ὀστέων ξύγκειται, ὥσπερ χεὶρ ἄκρη. Κατάγνυται μὲν οὐ πάνυ τι ταῦτα τὰ ὀστέα, ἢν μὴ ξὺν τῷ χρωτὶ τιτρωσκομένῳ ὑπὸ ὀξέος τινὸς ἢ βαρέος τὰ μὲν οὖν τιτρωσκόμενα, ἐν ἑλκωσίων μέρει εἰρήσεται, ὡς χρὴ ἰητρεύειν. Ἢν δέ τι κινηθῇ ἐκ τῆς χώρης, ἢ τῶν δακτύλων ἄρθρον, ἢ ἄλλο τι τῶν ὀστέων τοῦ ταρσοῦ καλεομένου, ἀναγκάζειν μὲν χρὴ ἐς τὴν ἑωυτοῦ χώρην ἕκαστον, ὥσπερ
καὶ τὰ ἐν τῇ χειρὶ εἴρηται ἰητρεύειν δὲ κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν, ὥσπερ καὶ τὰ κατήγματα, πλὴν τῶν ναρθήκων, τὸν μὲν α̣τὸν τρόπον πιεζεῦντα, διὰ τρίτης δὲ ἐπιδέοντα ὑποκρινέσθω δὲ ὁ ἐπιδεόμενος παραπλήσια, οἷά περ καὶ ἐν τοῖσι κατήγμασι, καὶ περὶ τοῦ πεπιέχθαι, καὶ περὶ τοῦ χαλᾷν. Ὑγιέα δὲ γίνεται ἐν εἴκοσιν ἡμέρῃσι τελέως ἅπαντα, πλὴν ὁκόσα κοινωνέει τοῖσι τῆς κνήμης ὀστέοισι καὶ αὐτέῃ τῇ ἴξει. Ξυμφέρει δὲ κατακεῖσθαι τοῦτον τὸν χρόνον ἀλλὰ γὰρ οὐ τολμέουσιν ὑπερορῶντες τὸ νόσημα, ἀλλὰ περιέρχονται, πρὶν ὑγιέες γενέσθαι. Διὰ τοῦτο καὶ οἱ πλεῖστοι οὐκ ἐξυγιαίνουσι τελέως. Ἀλλὰ πολλάκις αὐτοὺς ὁ πόνος ὑπομιμνήσκει εἰκότως ὅλον γὰρ τὸ ἄχθος τοῦ σώματος οἱ πόδες ὀχέουσιν. Ὁκόταν οὖν μήπω ὑγιέες ἐόντες ὁδοιπορέωσι, φλαύρως ξυναλθάσσεται τὰ ἄρθρα τὰ κινηθέντα διὰ τοῦτο ἄλλοτε καὶ ἄλλοτε ὁδοιπορέοντες ὀδυνῶνται τὰ πρὸς τῇ κνήμῃ.
10. Τὰ δὲ κοινωνέοντα τοῖσι τῆς κνήμης ὀστέοισι μείζω τε τῶν ἑτέρων ἐστὶ, καὶ κινηθέντων τούτων πουλυχρονιωτέρη ἡ ἄλθεξις. Ἴησις μὲν οὖν ἡ αὐτή ὀθονίοισι δὲ πλείοσι
χρέεσθαι, καὶ σπλήνεσιν καὶ ἐπὶ πᾶν ἔνθεν καὶ ἔνθεν ἐπιδέειν πιέζειν δὲ, ὥσπερ καὶ τἄλλα πάντα, ταύτῃ μάλιστα ᾗ ἐκινήθη, καὶ τὰς πρώτας περιβολὰς τῶν ὀθονίων κατὰ ταῦτα ποιέεσθαι. Ἐν δὲ ἑκάστῃ τῶν ἀπολυσίων ὕδατι πολλῷ θερμῷ χρέεσθαι ἐν πᾶσι δὲ πολλὸν ὕδωρ θερμὸν καταχέειν τοῖσι κατ' ἄρθρα σίνεσιν. Αἱ δὲ πιέξιες καὶ αἱ χαλάσιες ἐν τοῖσιν αὐτέοισι χρόνοισι τὰ αὐτὰ σημεῖα δεικνυόντων, ἅπερ ἐπὶ τοῖσι πρόσθεν καὶ τὰς μετεπιδέσιας ὡσαύτως χρὴ ποιέεσθαι. Ὑγιέες δὲ τελέως οὗτοι γίνονται ἐν τεσσαράκοντα ἡμέρῃσι μάλιστα, ἢν τολμέωσι κατακεῖσθαι ἢν δὲ μὴ, πάσχουσι ταῦτα ἃ καὶ πρότερον, καὶ ἐπὶ μᾶλλον.
11. Ὅσοι δὲ πηδήσαντες ἀφ' ὑψηλοῦ τινος ἐστηρίξαντο τῇ πτέρνῃ ἰσχυρῶς, τουτέοισι διισταται μὲν τὰ ὀστέα, φλέβια δ' ἐκχυμοῦνται ἀμφιφλασθείσης τῆς σαρκὸς ἀμφὶ τὸ ὀστέον, οἴδημα δὲ ἐπιγίνεται καὶ πόνος πουλύς. Τὸ γὰρ ὀστέον τοῦτο οὐ σμικρόν ἐστι, καὶ ὑπερέχει μὲν ὑπὸ τὴν ἰθυωρίην τῆς κνήμης, κοινωνέει δὲ φλεψὶ καὶ νεύροισιν ἐπικαίροισιν ὁ τένων δὲ ὁ ὀπίσθιος τούτῳ προσήρτηται τῷ ὀστέῳ. Τούτους χρὴ ἰητρεύειν μὲν κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν ὕδατι δὲ θερμῷ πλείστῳ ἐπὶ τουτέοισι χρῆσθαι καὶ ὀθονίων πλειόνων ἐπὶ τουτέοισι δεῖ, καὶ ἄλλως ὡς βελτίστων καὶ προσηνεστάτων. Καὶ ἢν μὲν τύχῃ
ἁπαλὸν τὸ δέρμα φύσει ἔχων τὸ ἀμφὶ τῇ πτέρνῃ, ἐᾷν οὕτως ἢν δὲ παχὺ καὶ σκληρὸν, οἷα μετεξέτεροι ἴσχουσιν, κατᾶτάμνειν χρὴ ὁμαλῶς, καὶ διαλεπτύνειν μὴ διατιτρώσκ̣ντ̣. Ἐπιδεῖν δὲ ἀγαθῶς οὐ παντὸς ἀνδρός ἐστι τὰ τοιαῦτα ἢν γάρ τις ἐπιδέῃ, ὥσπερ καὶ τὰ ἄλλα τὰ κατὰ τὰ σφυρὰ ἐπιδεῖται, ὁτὲ μὲν περὶ τὸν πόδα περιβαλλόμενος, ὁτὲ δὲ περὶ τὸν τένοντα, αἱ ἀποσφίγξιες αὗται χωρίζουσι τὴν πτέρνην, ᾗ τὸ φλάσμα ἐγένετο καὶ οὕτω κίνδυνος σφακελίσαι τὸ ὀστέον τὸ τῆς πτέρνης καίτοι ἢν σφακελίσῃ, τὸν αἰῶνα πάντα ἱκανὸν ἀντίσχειν τὸ νόσημα. Καὶ γὰρ τἄλλα ὅσα μὴ ἐκ τοιούτου τρόπου σφακελίζει, ἀλλ' ἐν κατακλίσει μελανθείσης τῆς πτέρνης ὑπὸ ἀμελείης τοῦ σχήματος, ἢ ἐν κνήμῃ τρώματος γενομένου ἐπικαίρου καὶ χρονίου καὶ κοινοῦ τῇ πτέρνῃ, ἢ ἐν μηρῷ, ἢ ἐπὶ ἄλλῳ νουσήματι ὑπτιασμοῦ χρονίου γενομένου, ὁμῶς καὶ τοῖσι τοιούτοισι χρόνια, καὶ ὀχλώδεα, καὶ πολλάκις ἀναρρηγνύμενα, ἢν μὴ χρηστῇ μὲν μελέτῃ θεραπευθῇ, πολλῇ δ' ἡσυχίῃ, ὡς τά
γε σφακελίζοντα ἐκ τοῦ τοιούτου δὲ τρόπου σφακελίζοντα καὶ κινδύνους μεγάλους τῷ σώματι παρέχει πρὸς τῇ ἄλλῃ λύμῃ Καὶ γὰρ πυρετοὶ ὑπεροξέες, ξυνεχέες, τρομώδεες, λυγγώδεες, γνώμης ἁπτόμενοι, καὶ ὀλιγήμεροι, κτείνοντές τε γένοιντο δ' ἂν καὶ φλεβῶν αἱμορρόων πελιώσιες, ναυσιώσιες, καὶ γαγγραινώσιες ὑπὸ τῆς πιέξιος γένοιτο δ' ἂν ταῦτα ἔξω τοῦ ἄλλου σφακελισμοῦ. Ταῦτα μὲν οὖν εἴρηται, οἷα τὰ ἰσχυρότατα φλάσματα ̣ίνεται τὰ μέντοι πλεῖστα ἡσυχαίως ἀμφιφλᾶται, καὶ οὐδεμίη πολλὴ σπουδὴ τῆς μελέτης, ἀλλ' ὅμως ὀρθῶς γε χρὴ χειρίζειν. Ἐπὴν μέντοι ἰσχυρὸν δόξῃ εἶναι τὸ ἔρεισμα, τά τε εἰρημένα ποιέειν χρὴ, καὶ τὴν ἐπίδεσιν τὴν πλείστην ποιέεσθαι ἀμφὶ τὴν πτέρνην περιβάλλοντα, ἄλλοτε πρὸς τὰ ἄκρα τοῦ ποδὸς ἀντιπεριβάλλοντα, ἄλλοτε πρὸς τὰ μέσα, ἄλλοτε πρὸς τὰ περὶ τὴν κνήμην προσεπιδεῖν δὲ καὶ τὰ πλησίον πάντα ἔνθεν καὶ ἔνθεν, ὥσπερ καὶ πρόσθεν εἴρηται καὶ ἰσχυρὴν μὲν μὴ ποιέεσθαι τὴν πίεξιν, ἐν πολλοῖσι δὲ τοῖσιν ὀθονίοισιν ἄμεινον δὲ καὶ ἐλλέβορον
πιπίσκειν αὐθημερὸν, ἢ τῇ ὑστεραίῃ ἀπολῦσαι δὲ τριταῖον, καὶ αὖθις μετεπιδῆσαι. Σημεῖα δὲ τάδε, ἢν παλιγκοταίνῃ, ἢ οὔ ἐπὴν μὲν τὰ ἐκχυμώματα τῶν φλεβῶν, καὶ τὰ μελάσματα, καὶ τὰ ἐγγὺς ἐκείνων ὑπέρυθρα γινηται καὶ ὑπόσκληρα, κίνδυνος παλιγκοτῆσαι. Ἀλλ' ἢν μὲν ἀπύρετος ᾖ, φαρμακεύειν ἄνω χρὴ, ὥσπερ εἴρηται, καὶ ὅσα ἂν μὴ ξυνεχῆ πυρεταίνηται ἢν δὲ ξυνεχῆ πυρεταίνηται, μὴ φάρμακεύειν, ἀπέχειν δὲ σιτίων καὶ ῥοφημάτων, ποτῷ δὲ χρῆσθαι ὕδατι, καὶ μὴ οἴνῳ, ἀλλὰ τῷ ὀξυγλυκεῖ. Ἢν δὲ μὴ μέλλῃ παλιγκοταίνειν, τὰ ἐκχυμώματα καὶ τὰ μελάσματα καὶ τὰ περιέχοντα ὑπόχλωρα γίνεται καὶ οὐ σκληρά ἀγαθὸν τοῦτο τὸ μαρτύριον ἐν πᾶσι τοῖσιν ἐκχυμώμασιν, τοῖσι μὴ μέλλουσι παλιγκοταίνειν ὅσα δὲ σὺν σκληρύσμασι πελιοῦται, κίνδυνος μὲν μελανθῆναι. Τὸν δὲ πόδα ἐπιτηδεύειν χρὴ, ὅκως ἀνωτέρω τοῦ ἄλλου σώματος ἔσται τὰ πλεῖστα ὀλίγον. Ὑγιὴς δ' ἂν γένοιτο ἐν ἑξήκοντα ἡμέρῃσιν, εἰ ἀτρεμέοι.
12. Ἡ δὲ κνήμη δύο ὀστέα ἐστὶ, τῇ μὲν συχνῷ λεπτότερον τὸ ἕτερον τοῦ ἑτέρου, τῇ δὲ οὐ πολλῷ λεπτότερον ξυνέχεται δὲ ἀλλήλοισι τὰ πρὸς τοῦ ποδὸς, καὶ ἐπίφυσιν κοινὴν ἔχει, ἐν ἰθυωρίῃ δὲ τῆς κνήμης οὐ ξυνέχεται τὰ δὲ πρὸς τοῦ μηροῦ ξυνέχεται, και ἐπίφυσιν ἔχει, καὶ ἡ ἐπίφυσις διάφυσιν μακρότερον δὲ τὸ ἕτερον ὀστέον σμικρῷ τὸ κατὰ τὸν σμικρὸν δάκτυλον ἡ μὲν φύσις τοιαύτη τῶν ὀστέων τῶν ἐν τῇ κνήμῃ.
13. Ὀλισθάνει δὲ ἔστιν ὅτε τὰ πρὸς τοῦ ποδὸς, ὁτὲ μὲν ξὺν τῇ ἐπιφύσει ἀμφότερα τὰ ὀστέα, ὁτὲ δὲ ἡ ἐπίφυσις ἐκινήθη, ὁτὲ δὲ τὸ ἕτερον ὀστέον. Ταῦτα δὲ ὀχλώδεα μὲν ἧσσον, ἢ τὰ ἐν τῷ
καρπῷ τῶν χειρέων, εἰ τολμῷεν ἀτρεμέειν οἱ ἄνθρωποι. Ἴησις δὲ παραπλησίη, οἵη περ ἐκείνων τήν τε γὰρ ἐμβολὴν χρὴ ποιέεσθαι ἐκ κατατάσιος ὥσπερ ἐκείνων, ἰσχυροτέρης δὲ δεῖται τῆς κακατάσιος, ὅσῳ καὶ ἰσχυρότερον τὸ σῶμα ταύτῃ. Ἐς τὰ πλεῖστα μὲν γὰρ ἀρκέουσιν ἄνδρες δύο, ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν τείνοντες. Ἢν δὲ μὴ ἰσχύωσιν, ἰσχυροτέρην ῥηΐδιόν ἐστι ποιέειν τὴν κατάτασιν ἢ γὰρ πλήμνην κατορύξαντα χρὴ, ἢ ἄλλο τι ὅ τι τούτῳ ἔοικεν, μαλθακόν τι περὶ τὸν πόδα περιβάλλειν ἔπειτα πλατέσι βοείοισιν ἱμᾶσι περιδήσαντα τὸν πόδα, τὰς ἀρχὰς τῶν ἱμάντων, ἢ πρὸς ὕπερον, ἢ πρὸς ἕτερον ξύλον προσδήσαντα, τὸ ξύλον πρὸς τὴν πλήμνην ἄκρον ἐνθέντα ἐπανακλᾷν τοὺς δὲ ἀντιτείνειν, ἄνωθεν τῶν τε ὤμων ἐχομένους καὶ τῆς ἰγνύης. Ἔστι δὲ καὶ τὸ ἄνω τοῦ σώματος ἀνάγκῃ προσλαβεῖν τοῦτο μὲν ἢν βούλῃ,
ξύλον στρογγύλον, λεῖον, κατορύξας βαθέως, μέρος τι αὐτοῦ ὑπερέχον τοῦ ξύλου μεσηγὺ τῶν σκελέων ποιήσασθαι παρὰ τὸν περίνεον, ὡς κωλύῃ ἀκολουθέειν τὸ σῶμα τοῖσι πρὸς ποδῶν τείνουσιν ἔπειτα πρὸς τὸ τεινόμενον σκέλος μὴ ῥέπειν, τὸν δέ τινα πλάγιον παρακαθήμενον ἀπωθέειν τὸν γλουτὸν, ὡς μὴ περιέλκηται τὸ σῶμα. Τοῦτο δὲ καὶ ἢν βούλῃ, περὶ τὰς μασχάλας ἔνθεν καὶ ἔνθεν τὰ ξύλα παραπέπηγεν, αἱ δὲ χεῖρες παρατεταμέναι φυλάσσονται, προσεπιλαμβανέτω δέ τις κατὰ τὸ γόνυ, καὶ οὕτως ἀντιτείνοιτο. Τοῦτο δ' ἢν παρὰ τὸ γόνυ βούληται, ἄλλους ἱμάντας περιδήσας, ἢ περὶ τὸν μηρὸν, πλήμνην ἄλλην ὑπὲρ κεφαλῆς κατορύξας, ἐξαρτήσας τοὺς ἱμάντας ἔκ τινος ξύλου, τὸ ξύλον στηρίζων ἐς τὴν πλήμνην, τἀναντία τῶν πρὸς ποδῶν ἕλκειν. Τοῦτο δ' ἢν βούλῃ, ἀντὶ τῶν πλημνέων δοκίδα ὑποτείνας ὑπὸ τὴν κλίνην μετρίην, ἔπειτα πρὸς τῆς δοκίδος ἔνθεν καὶ ἔνθεν τὴν κεφαλὴν στηρίζων
καὶ ἀνακλῶν τὰ ξύλα, κατατείνειν τοὺς ἱμάντας ἢν δὲ θέλῃς, ὀνίσκους καταστήσας ἔνθεν καὶ ἔνθεν, ἐπ' ἐκείνων τὴν κατάτασιν ποιέεσθαι. Πολλοὶ δὲ καὶ ἄλλοι τρόποι κατατασίων. Ἄριστον δὲ, ὅστις ἐν πόλει μεγάλῃ ἰητρεύει, κεκτῆσθαι ἐσκευασμένον ξύλον, ἐν ᾧ πᾶσαι αἱ ἀνάγκαι ἔσονται πάντων μὲν κατηγμάτων, πάντων δὲ ἄρθρων ἐμβολῆς ἐκ κατατάσιος καὶ μοχλεύσιος ἀρκέει δὲ τὸ ξύλον, ἢν ᾖ τοιοῦτον οἷον οἱ τετράγωνοι τρίβολοι δρύϊνοι γίνονται, μῆκος καὶ πλάτος καὶ πάχος.
14. Ἐπὴν δὲ ἱκανῶς κατατανύσῃς, ῥηΐδιον ἤδη τὸ ἄρθρον ἐμβαλεῖν ὑπεραιωρέεται γὰρ ἐς ἰθυωρίην ὑπὲρ τῆς αρχαίης ἕδρης. κατορθοῦσθαι οὖν χρὴ τοῖσι θέναρσι τῶν χειρῶν, τοῖσι μὲν ἐς τὸ ἐξεστηκὸς ἐρείδοντα, τοῖσι δὲ ἐπὶ θάτερα κατώτερον τοῦ σφυροῦ ἀντερείδοντα. Ἐπὴν δὲ ἐμβάλῃς, ἢν μὲν οἷόν τε ᾖ, κατατεταμένα ἐπιδεῖν χρή ἢν δὲ κωλύηται ὑπὸ τῶν ἱμάντων, ἐκείνους λύσαντα ἀντικατατείνειν, ἔστ' ἄν ἐπιδήσῃς. Ἐπιδεῖν δὲ τὸν αὐτὸν τρόπον, καὶ τὰς ἀρχὰς ὡσαύτως βαλλόμενον κατὰ τὸ ἐξεστηκὸς, καὶ τὰς περιβολὰς τὰς πρώτας πλείστας κατὰ τοῦτο ποιέεσθαι, καὶ τοὺς σπλῆνας πλείστους κατὰ τοῦτο, καὶ τὴν πίεξιν μάλιστα κατὰ
τωὐτό προσεπιδεῖν δὲ καὶ ἔνθεν καὶ ἔνθεν ἐπὶ συχνόν. Μᾶλλον δέ τι τοῦτο τὸ ἄρθρον πεπιέχθαι χρὴ ἐν τῇ πρώτῃ ἐπιδέσει, ἢ τὸ ἐν τῇ χειρί. Ἐπὴν δὲ ἐπιδήσῃς, ἀνωτέρω μὲν τοῦ ἄλλου σώματος ἐχέτω τὸ ἐπιδεθὲν, τὴν δὲ θέσιν δεῖ ποιέεσθαι οὕτως, ὅκως ἥκιστα ἀπαιωρηθήσεται ὁ πούς. Τὸν δὲ ἰσχνασμὸν τοῦ σώματος οὕτω ποιέεσθαι, ὁκοίην τινὰ δύναμιν ἔχει καὶ τὸ ὀλίσθημα τὰ μὲν γὰρ σμικρὸν, τὰ δὲ μέγα ὀλισθάνει. Τὸ ἐπίπαν δὲ ἰσχναίνειν μᾶλλον καὶ ἐπὶ πλείω χρόνον χρὴ ἐν τοῖσι κατὰ τὰ σκέλεα τρώμασιν, ἢ ἐν τοῖσι κατὰ τὰς χεῖρας καὶ γὰρ μέζω καὶ παχύτερα ταῦτα ἐκείνων καὶ δὴ καὶ ἀναγκαῖον ἐλινύειν τὸ σῶμα καὶ κατακεῖσθαι. Μετεπιδῆσαι δὲ τὸ ἄρθρον, οὔτε τι κωλύει τριταῖον, οὔτε κατεπείγει. Καὶ τὰ ἄλλα πάντα παραπλησίως χρὴ ἰητρεύειν, ὥσπερ καὶ τὰ παροιχόμενα. Καὶ ἢν μὲν τολμᾷ ἀτρέμα κατακεῖσθαι, ἱκαναὶ τεσσαράκοντα ἡμέραι, ἢν μοῦνον ἐς τὴν ἑωυτῶν χώρην τὰ ὀστέα αὖθις καθίζηται ἢν δὲ μὴ θέλῃ ἀτρεμέειν, χρῷτο μὲν ἂν οὐ ῥᾳδίως τῶ σκέλεϊ, ἐπιδεῖσθαι δὲ ἀναγκάζοιτ' ἂν πουλὺν χρόνον.
Ὁκόσα μέντοι τῶν ὀστέων μὴ τελέως ἵζει ἐς τὴν ἑωυτῶν χώρην, ἀλλά τι ἐπιλείπει, τῷ χρόνῳ λεπτύνεται ἰσχίον καὶ μηρὸς καὶ κνήμη καὶ ἢν μὲν εἴσω ὀλίσθῃ, τὸ ἔξω μέρος λεπτύνεται, ἢν δὲ ἔξω, τὸ εἴσω. Τὰ πλεῖστα δὲ ἐς τὸ ἔσω ὀλισθάνει.
15. Ἐπὴν δὲ κνήμης ὀστέα ἀμφότερα καταγῇ ἄνευ ἑλκώσιος, κατατάσιος ἰσχυροτέρης δεῖται. Τείνειν δὲ τουτέων τῶν τρόπων ἐνίοισι τῶν προειρημένων, ἢν μεγάλαι αἱ παραλλάξιες ἔωσιν. Ἰκαναὶ δὲ καὶ αἱ ἀπὸ τῶν ἀνδρῶν κατατάσιες τὰ πλεῖστα γὰρ ἀρκέοιεν ἂν δύο ἄνδρες ἐρρωμένοι, ὁ μὲν ἔνθεν, ὁ δ' ἔνθεν ἀντιτείνοντες. Τείνειν δὲ ἐς τὸ ἰθὺ χρὴ κατὰ φύσιν καὶ κατὰ τὴν ἰθυωρίην τῆς κνήμης καὶ τοῦ μηροῦ, καὶ ἢν κνήμης ὀστέα κατεηγυίης κατατείνῃς, καὶ ἢν μηροῦ. Καὶ ἐπιδεῖν δὲ οὕτως, ἐκτεταμένων ἀμφοτέρων, ὁκότερον ἂν τουτέων ἐπιδέῃς οὐ γὰρ ταὐτὰ ξυμφέρει σκέλει τε καὶ χειρί. Πήχεος μὲν γὰρ καὶ βραχίονος ἐπὴν ἐπιδεθῶσιν ὀστέα κατεηγότα, ἀναλαμβάνεται ἡ χεὶρ, καὶ ἢν ἐκτεταμένα ἐπιδέῃς, τὰ σχήματα τῶν σαρκῶν ἑτεροιοῦται ἐν τῇ ξυγκάμψει τοῦ ἀγκῶνος ἀδύνατος γὰρ ὁ ἀγκὼν ἐκτετάσθαι πουλὺν χρόνον οὐ γὰρ πολλάκις ἐν τοιούτῳ
εἴθισται ἐσχηματίσθαι, ἀλλ' ἐν τῷ ξυγκεκάμφθαι καὶ δὴ καὶ ἅτε δυνάμενοι οἱ ἄνθρωποι περιιέναι, ἐπὴν κατὰ χεῖρα τρωθῶσι, ξυγκεκάμφθαι κατὰ τὸν ἀγκῶνα δέονται. Σκέλος δὲ ἔν τε τῇσιν ὁδοιπορίῃσιν καὶ ἐν τῷ ἑστάναι εἴθισται ὁτὲ μὲν ἐκτετάσθαι, ὁτὲ δὲ σμικροῦ δεῖν ἐκτετάσθαι καὶ εἴθισται καθεῖσθαι ἐς τὸ κάτω κατὰ φύσιν, καὶ δὴ καὶ πρὸς τὸ ὀχέειν τὸ ἄλλο σῶμα διὰ τοῦτο εὔφορον αὐτῷ ἐστι τὸ ἐκτετάσθαι, ὅταν ἀνάγκη ἔχῃ καὶ δὴ καὶ ἐν τῇσι κοίτῃσι πολλάκις ἐν τῷ σχήματι τουτέῳ ἐστίν ἐπὴν δὲ δὴ τρωθῇ, ἀνάγκη καταδουλοῦται τὴν γνώμην, ὅτι ἀδύνατοι μετεωρίζεσθαι γίνονται, ὥστε οὐδὲ μέμνηνται περὶ τοῦ ξυγκαμφθῆναι καὶ ἀναστῆναι, ἀλλὰ ἀτρεμέουσιν ἐν τουτέῳ τῷ σχήματι κείμενοι. Διὰ οὖν ταύτας τὰς προφάσιας χειρὸς καὶ σκέλεος, οὔτε ἡ κατάτασις, οὔτε ἡ ἐπίδεσις τοῦ σχήματος ξυμφέρει ἡ αὐτή. Ἢν μὲν οὖν ἱκανὴ ἡ κατάτασις ἡ ἀπὸ τῶν ἀνδρῶν ᾖ, οὐ δεῖ μάτην πονέεσθαι καὶ γὰρ σολοικότερον μηχανοποιέειν μηδὲν δέον ἢν δὲ μὴ ἱκανὴ ἡ κατάτασις ἡ ἀπὸ τῶν ἀνδρῶν, καὶ τῶν ἄλλων τινὰ τῶν ἀναγκέων προσφέρειν,
ἥν τινά γε προσχωρέοι. Ὅταν δὲ δὴ ἱκανῶς καταταθῇ, ῥηΐδιον ἤδη κατορθώσασθαι τὰ ὀστέα καὶ ἐς τὴν φύσιν ἀγαγεῖν, τοῖσι θέναρσι τῶν χειρέων ἀπευθύνοντα καὶ ἐξευκρινέοντα.
16. Ἐπὴν δὲ κατορθώσῃ, ἐπιδεῖν τοῖσιν ὀθονίοισι κατατεταμένα, ἤν τ' ἐπὶ δεξιὰ, ἤν τ' ἐπ' ἀριστερὰ περιφέρειν ξυμφέρῃ αὐτέοισι τὰ πρῶτα ὀθόνια βαλλέσθω δὲ τὴν ἀρχὴν τοῦ ὀθονίου κατὰ τὸ κάτηγμα, καὶ περιβαλλέσθω κατὰ τοῦτο τὰς πρώτας περιβολάς κἄπειτα νεμέσθω ἐπὶ τὴν ἄνω κνήμην ἐπιδέων, ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισι κατήγμασιν εἴρηται. Τὰ δὲ ὀθόνια πλατύτερα χρὴ εἶναι, καὶ μακρότερα καὶ πλέω πουλὺ τὰ κατὰ τὸ σκέλος τῶν ἐν τῇ χειρί. Ἐπὴν δὲ ἐπιδήσῃς, καταθεῖναι ἐφ' ὁμαλοῦ τινος καὶ μαλθακοῦ, ὥστε μὴ διεστράφθαι ἢ τῇ, ἢ τῇ, μήτε λορδὸν, μήτε κυφὸν εἶναι μάλιστα δὲ ξυμφέρει προσκεφάλαιον, ἢ λίνεον, ἢ ἐρίνεον, μὴ σκληρὸν, λαπαρὸν μέσον κατὰ μῆκος ποιήσαντα, ὑποθεῖναι, ἢ ἄλλο τι ὃ τούτῳ ἔοικεν. Περὶ γὰρ τῶν σωλήνων τῶν ὑποτιθεμένων ὑπὸ τὰ σκέλεα τὰ κατεηγότα, ἀπορέω ὅ τι ξυμβουλεύσω, εἰ ὑποτιθέναι χρὴ ἢ οὔ. Ωφελέουσι μὲν γὰρ, οὐχ ὅσον δὲ οἱ ὑποτιθέντες οἴονται. Οὐ γὰρ
ἀναγκάζουσιν οἱ σωλῆνες ἀτρεμέειν, ὡς οἴονται οὔτε γὰρ τῷ ἄλλῳ σώματι στρεφομένῳ ἢ ἔνθα, ἢ ἔνθα, ἐπαναγκάζει ὁ σωλὴν μὴ ἐπακολουθέειν τὸ σκέλος, ἢν μὴ ἐπιμελῆται αὐτὸς ὥνθρωπος. οὔτε αὖ τὸ σκέλος ἄνευ τοῦ σώματος κωλύει ὁ σωλὴν κινηθῆναι ἢ τῇ ἢ τῇ. Ἀλλὰ μὴν ἀστεργέστερον ξύλον ὑποτετάσθαι, ἢν μὴ ὁμῶς ἄν τις μαλθακόν τι ἐς αὐτὸ ἐντεθῇ. Εὐχρηστότατον δέ ἐστιν ἐν τῇσι μεθυποστρώσεσι, καὶ ἐν τῇσιν ἐς ἄφοδον προχωρήσεσιν. Ἔστιν οὖν σὺν σωλῆνι καὶ ἄνευ σωλῆνος καὶ καλῶς καὶ αἰσχρῶς κατασκευάσασθαι πιθανώτερον δὲ τοῖσι δημότῃσίν ἐστι, καὶ τὸν ἰητρὸν ἀναμαρτητότερον εἶναι, ἢν σωλὴν ὑποκέηται καίτοι ἀτεχνέστερόν γέ ἐστιν. Δεῖ μὲν γὰρ ἐφ' ὁμαλοῦ καὶ μαλθακοῦ κεῖσθαι πάντη πάντως ἐς ἰθύ ἐπεί τοί γε ἀνάγκη κρατηθῆναι τὴν ἐπίδεσιν ὑπὸ τῆς διαστροφῆς τῆς ἐν τῇ θέσει, ὅποι ἂν ῥέπῃ, καὶ ὁκόσα ἂν ῥέπῃ. Ὑποκρινέσθω δὲ ὁ ἐπιδεδεμένος ταὐτὰ, ἅπερ καὶ πρότερον εἴρηται καὶ γὰρ τὴν ἐπίδεσιν χρὴ τοιαύτην εἶναι, καὶ τὸ οἴδημα οὕτως ἐξαείρεσθαι ἐς τὰ ἄκρεα, καὶ τὰς χαλάσιας οὕτω, καὶ τὰς μετεπιδέσιας διὰ τρίτης, καὶ εὑρισκέσθω
ἰσχνότερον τὸ ἐπιδεόμενον, καὶ τὰς ἐπιδέσιας ἐπὶ μᾶλλον ποιέεσθαι, καὶ πλέοσι τοῖσιν ὀθονίοισιν περιλαμβάνειν τε καὶ τὸν πόδα χαλαρῶς, ἢν μὴ ἄγαν ἐγγὺς ᾖ τοῦ γούνατος τὸ τρῶμα. Κατατείνειν δὲ μετρίως καὶ ἐπικατορθοῦν ἐφ' ἑκάστῃ ἐπιδέσει χρὴ τὰ ὀστέα ἢν γὰρ ὀρθῶς μὲν ἰητρεύηται, κατὰ λόγον δὲ τὸ οἴδημα χωρέῃ, ἔτι μὲν λεπτότερον καὶ ἰσχνότερον τὸ ἐπιδεόμενον χωρίον ἔσται, ἔτι δὲ αὖ παραγωγότερα τὰ ὀστέα, ἐνακούοντα τῆς κατατάσιος μᾶλλον. Ἐπὴν δὲ ἑβδομαῖος, ἢ ἐναταῖος, ἢ ἑνδεκαταῖος γένηται, τοὺς νάρθηκας προστιθέναι, ὥσπερ καὶ ἐπὶ τοῖσιν ἄλλοισι κατήγμασιν εἴρηται. Τῶν δὲ ναρθήκων τὰς ἐνέδρας χρὴ φυλάσσεσθαι κατά τε τῶν σφυρῶν τὴν ἴξιν, καὶ κατὰ τὸν τένοντα τὸν ἐν τῇ κνήμῃ τοῦ ποδός. Ὀστέα δὲ κνήμης κρατύνεται ἐν τεσσαράκοντα ἡμέρῃσιν, ἢν ὀρθῶς ἰητρεύηται. Ἢν δὲ ὑποπτεύῃς τῶν ὀστέων τι δεῖσθαί τινος διορθώσιος, ἤ τινα ἕλκωσιν ὀρρωδέῃς, ἐν τῷ μεσηγὺ χρόνῳ χρὴ λύσαντα καὶ εὐθετισάμενον μετεπιδῆσαι.
17. Ἢν δὲ τὸ ἕτερον ὀστέον κατεηγῇ ἐν κνήμῃ, κατατάσιος μὲν ἀσθενεστέρης δεῖται, οὐ μὴν ἐπιλείπειν χρὴ, οὐδὲ βλακεύειν ἐν τῇ κατατάσει, μάλιστα μὲν ἐν τῇ πρώτῃ ἐπιδέσει κατατείνεσθαι, ὅσον ἐφικνέεται αἰεί ποτε πάντα τὰ κατήγματα, εἰ δὲ μὴ, ὡς τάχιστα ὅ τι γὰρ ἂν μὴ κατὰ τροπον ηὐθετισμένων τῶν ὀστέων ἐπιδέων τις πιέζῃ, ὀδυναίτερον τὸ χωρίον γίνεται. Ἡ δὲ ἄλλη ἰητρείη ἡ αὐτή.
18. Τῶν δὲ ὀστέων τὸ μὲν ἔσω τοῦ ἀντικνημίου καλεομένου ὀχλω
δέστερον ἐν τῇ ἰητρείῃ ἐστὶ, καὶ κατατάσιος μᾶλλον δεόμενον, καὶ ἢν μὴ ὀρθῶς τὰ ὀστέα τεθῇ, ἀδύνατον κρύψαι, φανερὸν γὰρ καὶ ἄσαρκον πᾶν ἐστιν καὶ ἐπιβαίνειν ἐπὶ τὸ σκέλος πολλῷ βραδύτερον δύναιντ' ἂν, τουτέου κατεηγότος. Ἢν δὲ τὸ ἔξω ὀστέον κατεηγῇ, πουλὺ μὲν εὐφορώτερον φέρουσι, πουλὺ δ' εὐκρυπτότερον, καὶ ἢν μὴ καλῶς ξυντεθῇ, ἐπίσαρκον γάρ ἐστιν ἐπὶ πόδας τε ταχέως ἵστανται, τὸ πλεῖστον γὰρ τοῦ ἄχθεος ὀχέει τὸ ἔσωθεν τοῦ ἀντικνημίου ὀστέον. Ἅμα μὲν γὰρ αὐτῷ τῷ σκέλει καὶ τῇ ἰθυωρίῃ τοῦ ἄχθεος τοῦ κατὰ τὸ σκέλος, τὸ πλεῖον ἔχει τοῦ πόνου τὸ ἔσω ὀστέον τοῦ γὰρ μηροῦ ἡ κεφαλὴ ὑπεροχέει τὸ ὕπερθεν τοῦ σώματος, αὕτη δὲ εἴσωθεν πέφυκε τοῦ σκέλεος, καὶ οὐκ ἔξωθεν, ἀλλὰ κατὰ τὴν τοῦ ἀντικνημίου ἴξιν ἅμα δὲ τὸ ἄλλο ἥμισυ τοῦ σώματος γειτονεύεται μᾶλλον ταύτῃ τῇ ἴξει, ἀλλ' οὐχὶ τῇ ἔξωθεν ἅμα δὲ, ὅτι παχύτερον τὸ ἔσω τοῦ ἐξωθεν, ὥσπερ τὸ ἐν τῷ πήχει τὸ κατὰ τὴν τοῦ μικροῦ δακτύλου ἴξιν λεπτότερον καὶ μακρότερον. Ἐν μέντοι τῷ ἄρθρῳ τῷ κάτω οὐχ ὁμοίη ἡ ὑπότασις τοῦ ὀστέου τοῦ μακροτέρου ἀνομοίως γὰρ ὁ ἀγκὼν καὶ ἡ ἰγνύη κάμπτεται. Διὰ οὖν ταύτας τὰς προφάσιας, τοῦ μὲν ἔξωθεν ὀστέου κατεηγότος, ταχεῖαι αἱ ἐπιβάσιες, τοῦ δὲ ἔσωθεν κατεηγότος, βραδεῖαι αἱ ἐπιβάσιες.
19. Ἢν δὲ τὸ τοῦ μηροῦ ὀστέον καταγῇ, τὴν κατάτασιν χρὴ ποιέεσθαι περὶ παντὸς, ὅκως μὴ ἐνδεεστέρως σχήσει πλεονασθεῖσα μὲν γὰρ οὐδὲν ἂν σίνοιτο. Οὐδὲ γὰρ, εἰ διεστεῶτα τὰ ὀστέα ὑπὸ τῆς ἰσχύος τῆς κατατάσιος ἐπιδέοι τις, οὐκ ἂν δύναιτο κρατέειν ἡ ἐπίδεσις, ὥστε διεστάναι, ἀλλὰ συνέλθοι ἂν πρὸς ἄλληλα τὰ ὀστέα, ὡς τάχιστα ἂν ἀφείησαν οἱ τείνοντες παχεῖαι γὰρ καὶ ἰσχυραὶ αἱ σάρκες ἐοῦσαι, κρατήσουσι τῆς ἐπιδέσιος, ἀλλ' οὐ κρατηθήσονται. Περὶ οὗ οὖν ὁ λόγος, διατείνειν εὖ μάλα καὶ ἀδιαστρέπτως χρὴ, μηδὲν ἐπιλείποντα μεγάλη γὰρ ἡ αἰσχύνη καὶ βλάβη βραχύτερον τὸν μηρὸν ἀποδεῖξαι. Χεὶρ μὲν γὰρ, βραχυτέρη γενομένη, καὶ ξυγκρυφθείη ἂν, καὶ οὐ μέγα τὸ σφάλμα σκέλος δὲ βραχύτερον γενόμενον, χωλὸν ἀποδείξειε τὸν ἄνθρωπον τὸ γὰρ ὑγιὲς ἐλέγχει παρατιθέμενον, μακρότερον ἐὸν, ὥστε λυσιτελέει τὸν μέλλοντα κακῶς ἰητρεύεσθαι, ἀμφότερα καταγῆναι τὰ σκέλεα μᾶλλον ἢ τὸ ἕτερον ἰσόρροπος γοῦν ἂν εἴη αὐτὸς ἑωυτῷ. Ἐπὴν μέντοι ἱκανῶς κατατανύσῃς, κατορθωσάμενον χρὴ τοῖσι θέναρσι τῶν χειρῶν ἐπιδεῖν τὸν αὐτὸν τρόπον, ὥσπερ καὶ πρόσθεν γέγραπται, καὶ τὰς ἀρχὰς βαλλόμενον, ὥσπερ εἴρηται, καὶ νεμόμενον ἐς τὸ ἄνω τῇ ἐπιδέσει. Καὶ ὑποκρινέσθω ταὐτὰ ὥσπερ καὶ πρόσθεν, καὶ πονεέτω κατὰ ταὐτὰ καὶ ῥηϊζέτω, καὶ μετεπιδείσθω
ὡσαύτως καὶ ναρθήκων πρόσθεσις ἡ αὐτή. Κρατύνεται δὲ ὁ μηρὸς ἐν πεντήκοντα ἡμέρῃσιν.
20. Προσξυνιέναι δὲ χρὴ καὶ τόδε, ὅτι ὁ μηρὸς γαῦσός ἐστιν ἐς τὸ ἔξω μέρος, ἢ ἐς τὸ ἔσω, καὶ ἐς τὸ ἔμπροσθεν μᾶλλον, ἢ ἐς τοὔπισθεν ἐς ταῦτα τοίνυν τὰ μέρεα καὶ διαστρέφεται, ἐπὴν μὴ καλῶς ἰητρεύηται καὶ δὴ καὶ κατὰ ταῦτα ἀσαρκότερος αὐτὸς ἑωυτοῦ ἐστιν, ὥστε οὐδὲ ξυγκρυπτειν δύνανται ἐν τῇ διαστροφῇ. Ἢν οὖν τι τοιοῦτον ὑποπτεύῃς, μηχανοποιέεσθαι χρὴ οἷά περ ἐν τῷ βραχίονι τῷ διεστραμμένῳ παρῄνηται. Προσπεριβάλλειν δὲ χρὴ ὀλίγα τῶν ὀθονίων κύκλῳ ἀμφὶ τὸ ἰσχίον καὶ τὰς ἰξύας, ὅκως ἂν οἱ βουβῶνές τε καὶ τὸ ἄρθρον τὸ κατὰ τὴν πλιχάδα καλεομένην
προσεπιδέηται καὶ γὰρ ἄλλως ξυμφέρει, καὶ ὅκως μὴ τὰ ἄκρεα τῶν ναρθήκων σίνηται πρὸς τὰ ἀνεπίδετα προσβαλλόμενα. Ἀπολείπειν δὲ χρὴ ἀπὸ τοῦ γυμνοῦ αἰεὶ τοὺς νάρθηκας, καὶ ἔνθεν καὶ ἔνθεν, ἱκανῶς καὶ τὴν θέσιν αἰεὶ τῶν ναρθήκων προμηθέεσθαι χρὴ, ὅκως μήτε κατὰ τὸ ὀστέον, τῶν ἐξεχόντων παρὰ τὰ ἄρθρα φύσει πεφυκότων, μήτε κατὰ τὸ νεῦρον ἔσται.
21. Τὰ δὲ οἰδήματα τὰ κατ' ἰγνύην, ἢ κατὰ πόδα, ἢ κατά τι ἄλλο ἐξαειρεύμενα ὑπὸ τῆς πιέξιος, εἰρίοισι πουλλοῖσι, ῥυπαροῖσιν, εὖ κατεργασμένοισιν, οἴνῳ καὶ ἐλαίῳ ῥήνας, κηρωτῇ ὑποχρίων, καταδεῖν, καὶ ἢν ̣ζωσιν οἱ νάρθηκες, χαλᾷν. Θᾶσσον ἰσχναίνοις δ' ἂν, εἰ, ἀφιεὶς τοὺς νάρθηκας, ὀθονίοισι συχνοῖσιν
ἐπιδέοις τὰ οἰδήματα, ἀρξάμενος ἀπὸ τοῦ κατωτάτω ἐπὶ τὸ ἄνω νεμόμενος οὕτω γὰρ ἄν τάχιστα ἰσχνὸν τὸ οἴδημα γένοιτο, καὶ ὑπερθοίη ἂν ὑπὸ τὰ ἀρχαῖα ἐπιδέσματα. Ἀλλ' οὐ χρὴ
τούτῳ τῷ τρόπῳ χρῆσθαι τῆς ἐπιδέσιος, ἢν μὴ κίνδυνος ᾖ ἐν τῷ οἰδήματι φλυκταινώσιος ἢ μελασμοῦ γίνεται δὲ οὐδὲν τοιοῦτο, ἢν μὴ ἄγαν τις πιέζῃ τὸ κάτηγμα, ἢ κατακρεμάμενον ἔχῃ, ἢ κνῆται τῇ χειρὶ, ἢ ἄλλο τι προσπίπτῃ ἐρεθιστικὸν πρὸς τὸν χρῶτα.
22. Σωλῆνα δὲ εἰ μέν τις ὑπ' αὐτὸν τὸν μηρὸν ὑποθείη μὴ ὑπερβάλλοντα τὴν ἰγνύην, βλάπτοι ἂν μᾶλλον ἢ ὠφελέοι οὔτε γὰρ ἂν τὸ σῶμα κωλύοι, οὔτε τὴν κνήμην, ἄνευ τοῦ μηροῦ κινέεσθαι. Ἀσηρὸν γὰρ εἴη πρὸς τὴν ἰγνύην προσβαλλόμενον καὶ ὃ ἥκιστα δεῖ, τοῦτ' ἂν ἐποτρύνοι ποιέειν ἥκιστα γὰρ δεῖ κατὰ τὸ γόνυ κάμπτειν πᾶσαν γὰρ ἂν τύρβην παρέχοι τῇσιν ἐπιδέσεσιν καὶ μηροῦ ἐπιδεδεμένου καὶ κνήμης, ὅστις κατὰ τὸ γόνυ κάμπτοι, ἀνάγκη ἂν εἴη τούτῳ τοὺς μύας ἄλλοτε ἄλλο σχῆμα ἴσχειν ἀνάγκη δ' ἂν εἴη καὶ τὰ ὀστέα τὰ κατεηγότα κίνησιν ἔχειν. Περὶ παντὸς οὖν ποιητέον τὴν ἰγνύην ἐντετάσθαι. Δοκέοι ἂν οὖν μοι ὁ σωλὴν, ὁ περιέχων πρὸς τὸν πόδα ἀπὸ τοῦ ἰσχίου, ὠφελέειν ὑποτιθέμενος καὶ ἄλλως κατ' ἰγνύην ταινίην χαλαρῶς περιβάλλειν
ξὺν τῷ σωλῆνι, ὥσπερ τὰ παιδία ἐν τῇσι κοίτῃσι σπαργανοῦται εἶτα ἐπὴν ὁ μηρὸς ἐς τὸ ἄνω διαστρέφοιτο, ἢ ἐς τὸ πλάγιον, εὐκατασχετώτερον εἴη ἂν ξὺν τῷ σωλῆνι οὕτως. Ἢ οὖν διαμπερὲς εἴη ποιητέος ὁ σωλὴν, ἢ οὐ ποιητέος.
23. Πτέρνης δὲ ἄκρης κάρτα χρὴ ἐπιμελέεσθαι, ὡς εὐθέτως ἔχοι, καὶ ἐν τοῖσι κατὰ κνήμην, καὶ ἐν τοῖσι κατὰ μηρὸν κατήγμασιν. Ἢν μὲν γὰρ ἀπαιωρῆται ὁ ποὺς, τῆς ἄλλης κνήμης ἡρματισμένης, ἀνάγκη κατὰ τὸ ἀντικνήμιον τὰ ὀστέα κυρτὰ φαίνεσθαι ἢν δὲ ἡ μὲν πτέρνη ὑψηλοτέρη ᾖ τοῦ μετρίου ἡρματισμένη, ἡ δὲ ἄλλη κνήμη ὑπομετέωρος ᾖ, ἀνάγκη τὸ ὀστέον τοῦτο κατὰ τὸ ἀντικνήμιον κοιλότερον φανῆναι τοῦ μετρίου, προσέτι καὶ ἢν ἡ πτέρνη τυγχάνῃ ἐοῦσα τοῦ ἀνθρώπου φύσει μεγάλη. Ἀτὰρ καὶ κρατύνεται πάντα τὰ ὀστέα βραδύτερον, ἢν μὴ κατὰ φύσιν κείμενα ᾖ, καὶ τὰ μὴ ἀτρεμέοντα ἐν τῷ αὐτέῳ σχήματι, καὶ αἱ πωρώσιες ἀσθενέστεραι.
24. Ταῦτα μὲν δὴ, ὅσοισι τὰ μὲν ὀστέα κατέηγεν, ἐξέχει δὲ μὴ, μηδὲ ἄλλως ἕλκος ἐγένετο. Οἷσι δὲ τὰ ὀστέα
κατέηγεν ἁπλῷ τῷ τρόπῳ, καὶ μὴ πουλυσχιδεῖ, ἐξέσχε δὲ, αὐθήμερα ἐμβληθέντα, ἢ τῇ ὑστεραίῃ, καὶ κατὰ χώρην ἱζόμενα, καὶ μὴ ἐπίδοξος ἡ ἀπόστασις παρασχίδων ὀστέων ἀπιέναι, ἢ καὶ οἷσιν ἕλκος μὲν ἐγένετο, τὰ δὲ ὀστέα τὰ κατεηγότα οὐκ ἐξίσχει, οὐδ' ὁ τρόπος τῆς κατήξιος τοιοῦτος, οἷος παρασχίδας ὀστέων εἶναι ἐπιδόξους ἀναπλῶσαι, τοὺς τοιούτους οἱ μὲν μήτε μέγα
ἀγαθὸν, μήτε μέγα κακὸν ποιέοντες, ἰητρεύουσι τὰ μὲν ἕλκεα καθαρτικῷ τινι, ἢ πισσηρὴν ἐπιθέντες, ἢ ἔναιμον, ἢ ἄλλο τι ὧν εἰώθασι ποιέειν ἐπάνω δὲ τοὺς οἰνηροὺς σπλῆνας ἢ εἴρια ῥυπαρὰ ἐπιδέουσιν, ἢ ἄλλο τι τοιοῦτον. Ἐπὴν δὲ τὰ ἕλκεα καθαρὰ γένηται, καὶ ἤδη ξυμφύηται, τότε τοῖσιν ὀθονίοισί συχνοῖσι πειρῶνται ἐπιδεῖν, καὶ νάρθηξι κατορθοῦν. Αὕτη μὲν ἡ ἴησις ἀγαθόν τι ποιέει, κακὸν δὲ οὐ μέγα. Τὰ μέντοι ὀστέα οὐχ ὁμοίως δύναται ἱδρύεσθαι ἐς τὴν ἑωυτῶν χώρην, ἀλλά τινι ὀγκηρότερα τὰ ὀστέα τοῦ καιροῦ ταύτῃ γίνεται γένοιτο δ' ἂν καὶ βραχύτερα, ὧν ἀμφότερα τὰ ὀστέα κατέηγεν ἢ πήχεος, ἢ κνήμης.
25. Ἄλλοι δ' αὖ τινές εἰσιν, οἳ ὀθονίοισι τὰ τοιαῦτα ἰητρεύουσιν εὐθέως, καὶ ἔνθεν μὲν καὶ ἔνθεν ἐπιδέουσι τοῖσιν ὀθονίοισι, κατὰ δὲ τὸ ἕλκος αὐτὸ διαλείπουσι, καὶ ἐῶσιν ἀνεψύχθαι ἔπειτα ἐπιτιθέασιν ἐπὶ τὸ ἕλκος τῶν καθαρτικῶν τι, καὶ σπλήνεσιν οἰνηροῖσιν, ἢ εἰρίοισι ῥυπαροῖσι θεραπεύουσιν. Αὕτη ἡ ἴησις κακὴ,
καὶ εἰκὸς τοὺς οὕτως ἰητρεύοντας τὰ μέγιστα ἀσυνετέειν, καὶ ἐν τοῖσιν ἄλλοισι κατήγμασι, καὶ ἐν τοῖσι τοιούτοισιν. Μέγιστον γάρ ἐστι τὸ γινώσκειν, καθ' ὁποῖον τρόπον χρὴ τὴν ἀρχὴν βάλλεσθαι τοῦ ὀθονίου, καὶ καθ' ὁποῖον μάλιστα πεπιέχθαι, καὶ οἷά τε ὠφελέονται, ἢν ὀρθῶς τις βάλληται τὴν ἀρχὴν καὶ πιέζῃ ᾗ μάλιστα χρὴ, καὶ οἷα βλάπτονται, ἢν μὴ ὀρθῶς τις βάλληται, μηδὲ πιέζῃ ᾗ μάλιστα χρὴ, ἀλλὰ ἔνθεν καὶ ἔνθεν. Εἴρηται μὲν οὖν καὶ ἐν τοῖσι πρόσθεν γεγραμμένοισιν, ὁποῖα ἀφ' ἑκατέρου ἀποβαίνει μαρτυρέει δὲ καὶ αὐτὴ ἡ ἰητρική ἀνάγκη γὰρ τῷ οὕτως ἐπιδεομένῳ τὸ οἶδος ἐξαείρεσθαι ἐς αὐτὸ τὸ ἕλκος. Καὶ γὰρ εἰ ὑγιὴς χρὼς ἔνθεν καὶ ἔνθεν ἐπιδεθείη, ἐν μέσῳ δὲ διαλειφθείη, μάλιστα κατὰ τὴν διάλειψιν οἰδήσειεν ἂν, καὶ ἀχροιήσειεν πῶς οὖν οὐχὶ ἕλκος γε ταῦτα ἂν πάθοι; Ἀναγκαίως οὖν ἔχει ἄχροον μὲν καὶ ἐκπεπλιγμένον
τὸ ἕλκος εἶναι, δακρυῶδές τε καὶ ἀνεκπύητον, ὀστέα δὲ, καὶ μὴ μέλλοντα ἀποστῆναι, ἀποστατικὰ γενέσθαι σφυγμῶδές τε καὶ πυρῶδες τὸ ἕλκος ἂν εἴη. Ἀναγκάζονται δὲ διὰ τὸ οἶδος ἐπικαταπλάσσειν ἀσύμφορον δὲ καὶ τοῦτο τοῖσιν ἔνθεν καὶ ἔνθεν ἐπιδεομένοισιν ἄχθος γὰρ ἀνωφελὲς πρὸς τῷ ἄλλῳ σφυγμῷ ἐπιγίνεται. Τελευτῶντες δὲ ἀπολύουσι τὰ ἐπιδέσματα, ὁπόταν σφιν παλιγκοτέῃ, καὶ ἰητρεύουσι τὸ λοιπὸν ἄνευ ἐπιδέσιος οὐδὲν δ' ἧσσον, καὶ ἤν τι ἄλλο τρῶμα τοιοῦτο λάβωσι, τῷ αὐτῷ τρόπῳ ἰητρεύουσιν οὐ γὰρ οἴονται τὴν ἐπίδεσιν τὴν ἔνθεν καὶ ἔνθεν, καὶ τὴν ἀνάψυξιν τοῦ ἕλκεος αἰτίην εἶναι, ἀλλ' ἄλλην τινὰ ἀτυχίην. Οὐ μέντοι γε ἂν ἔγραφον περὶ τουτέου τοσαῦτα, εἰ μὴ εὖ μὲν ᾔδειν ἀσύμφορον ἐοῦσαν τὴν ἐπίδεσιν, συχνοὺς δὲ οὕτως ἰητρεύοντας, ἐπίκαιρον δὲ τὸ ἀπομάθημα, μαρτύριον δὲ τοῦ ὀρθῶς γεγράφθαι τὰ πρόσθεν γεγραμμένα, εἴτε μάλιστα πιεστέα τὰ κατήγματα, εἴτε ἥκιστα.
26. Χρὴ δὲ, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι, οἷσιν ἂν μὴ ἐπίδοξος ᾖ ἡ τῶν ὀστέων ἀπόστασις ἔσεσθαι, τὴν αὐτὴν ἰητρείην ἰητρεύειν, ὥσπερ ἂν οἷσιν ὀστέα μὲν κατεηγότα εἴη, ἕλκος δὲ μὴ ἔχοντα τάς
τε γὰρ κατατάσιας καὶ κατορθώσιας τῶν ὀστέων τὸν αὐτὸν τρόπον ποιέεσθαι, τήν τε ἐπίδεσιν παραπλήσιον τρόπον. Ἐπὶ μὲν γὰρ αὐτὸ τὸ ἕλκος πισσηρὴν κηρωτὴν χρίσαντα, σπλῆνα λεπτὸν διπλόον ἐπιδεθῆναι, τὰ δὲ πέριξ κηρωτῇ λευκῇ χρίειν. Τὰ δὲ ὀθόνια καὶ τὰ ἀλλα πλατύρερά τινι ἐσχισμένα ἔστω, ἢ εἰ μὴ έλκος εἶχεν καὶ ᾧ ἂν πρώτῳ ἐπιδέηται, συχνῷ ἔστω τοῦ ἕλκεος πλατύτερον. Τὰ γὰρ στενότερα τοῦ ἕλκεος ζώσαντα ἔχει τὸ ἕλκος τὸ δὲ οὐ χρή ἀλλ' ἡ πρώτη περιβολὴ ὅλον κατεχέτω τὸ ἕλκος, καὶ ὑπερεχέτω τὸ ὀθόνιον ἔνθεν τε καὶ ἔνθεν. Βάλλεσθαι μὲν οὖν χρὴ τὸ ὀθόνιον κατ' αὐτὴν τὴν ἴξιν τοῦ ἕλκεος, πιέζειν δὲ ὀλίγῳ ἧσσον ἢ εἰ μὴ ἕλκος εἶχεν, ἐπινέμεσθαι δὲ τῇ
ἐπιδέσει ὥσπερ καὶ πρόσθεν εἴρηται. Τὰ δὲ ὀθόνια αἰεὶ μὲν τοῦ τρόπου τοῦ μαλθακοῦ ἔστωσαν, μᾶλλον δέ τι δεῖ ἐν τοῖσι τοιούτοισιν, ἢ εἰ μὴ ἕλκος εἶχεν. Πλῆθος δὲ τῶν ὀθονίων, μὴ ἐλάσσω ἔστω τῶν πρότερον εἰρημένων, ἀλλά τινι καὶ πλείω. Ἢν δὲ ἐπιδεθῇ, δοκείτω τῷ ἐπιδεδεμένῳ ἡρμόσθαι μὲν, πεπιέχθαι δὲ μή φάτω δὲ κατὰ τὸ ἕλκος μάλιστα ἡρμόσθαι. Τοὺς δὲ χρόνους τοὺς αὐτοὺς μὲν χρὴ εἶναι ἐπὶ τὸ μᾶλλον δοκέειν ἡρμόσθαι, τοὺς αὐτοὺς δὲ ἐπὶ τὸ μᾶλλον δοκέειν χαλᾷν, ὥσπερ καὶ ἐν τοῖσι πρόσθεν εἴρηται. Μετεπιδεῖν δὲ διὰ τρίτης, πάντα μεταποιέοντα ἐς τοὺς τρόπους τοὺς παραπλησίους, ὥσπερ καὶ πρόσθεν εἴρηται, πλὴν ἐς τὸ σύμπαν ἧσσόν τινι πιέζειν ταῦτα ἢ ἐκεῖνα. Καὶ ἢν κατὰ λόγον τὰ εἰκότα γένηται, ἰσχνότερον μὲν αἰεὶ εὑρεθήσεται τὸ κατὰ τὸ ἕλκος, ἰσχνὸν δὲ καὶ τὸ ἄλλο πᾶν τὸ ὑπὸ τῆς ἐπιδέσιος κατεχόμενον καὶ αἵ τε ἐκπυήσιες ἔσονται θάσσους ἢ τῶν ἄλλως ἰητρευμένων ἑλκέων, ὅσα τε σαρκία ἐν τῷ τρώματι ἐμελάνθη καὶ ἐθανατώθη, θᾶσσον περιρρήγνυται καὶ ἐκπίπτει ἐπὶ ταύτῃ τῇ ἰητρείῃ, ἢ ἐν τῇσιν ἄλλῃσιν, ἐς ὠτειλάς τε θᾶσσον ὁρμᾶται τὸ ἕλκος οὕτως ἢ ἄλλως ἰητρευμένον. Πάντων δὲ τούτων αἴτιον, ὅτι ἰσχνὸν μὲν τὸ κατὰ τὸ ἕλκος χωρίον γίνεται, ἰσχνὰ δὲ τὰ περιέχοντα. Τὰ μὲν οὖν ἄλλα πάντα παραπλησίως χρὴ ἰητρεύειν, ὡς τὰ
ἄνευ ἑλκώσιος ὀστέα κατηγνύμενα. Τοὺς δὲ νάρθηκας οὐ χρὴ προστιθέναι. Διὰ τοῦτο καὶ τὰ ὀθόνια χρὴ τούτοισι πλείω εἶναι ἢ τοῖσιν ἑτέροισιν, ὅτι τε ἧσσον πιέζεται, ὅτι τε οἱ νάρθηκες βραδύτεροι προστίθενται. Ἢν μέντοι τοὺς νάρθηκας προστιθῇς, μὴ κατὰ τὴν ἴξιν τοῦ ἕλκεος προστιθέναι, ἄλλως τε καὶ χαλαρῶς προστιθέναι, προμηθεύμενος ὅκως μηδεμία σφίγξις μεγάλη ἔσται ἀπὸ τῶν ναρθήκων. Εἴρηται δὲ τοῦτο καὶ ἐν τοῖσι πρότερον γεγραμμένοισιν. Τὴν μέντοι δίαιταν ἀκριβεστέρην καὶ πλείω χρόνον χρὴ ποιέεσθαι οἷσιν ἐξ ἀρχῆς ἕλκεα γίνεται, καὶ οἷσιν ὀστέα ἐξίσχει καὶ τὸ ξύμπαν δὲ εἰρῆσθαι, ἐπὶ τοῖσι ἰσχυροτάτοισι τρώμασιν ἀκριβεστέρην καὶ πουλυχρονιωτέρην εἶναι χρὴ τὴν δίαιταν.
27. Ἡ αὐτὴ δὲ ἰητρείη τῶν ἑλκέων, καὶ οἷσιν ὀστέα μὲν κατέηγεν, ἕλκος δὲ ἐξ ἀρχῆς μηδὲν ἦν, ἐν δὲ τῇ ἰητρείῃ ἐπιγίνεται, ἢ τοῖσιν ὀθονίοισιν μᾶλλον πιεχθέντος νάρθηκος ὑπὸ ἐνέδρης, ἢ ὑπὸ ἄλλης τινὸς προφάσιος. Γινώσκεται μὲν οὖν τὰ τοιαῦτα, ἢν ἕλκος ὑπῇ, τῇ τε ὀδύνῃ καὶ τοῖσι σφυγμοῖσιν καὶ τὸ οἴδημα τὸ ἐν τοῖσιν ἄκροισι, σκληρότερον γίνεται τῶν τοιουτέων, καὶ εἰ τὸν δάκτυλον ἐπαγάγοις, τὸ ἔρευθος ἐξαιρέεται, ἀτὰρ καὶ αὖθις
ὑποτρέχει ταχέως. Ἢν οὖν τι τοιοῦτον ὑποπτεύῃς, λύσαντα χρὴ, ἢν μὲν ᾖ κνησμὸς κατὰ τὰς ὑποδεσμίδας, ἢ ἐπὶ τὸ ἄλλο τὸ ἐπιδεδεμένον, πισσηρῇ κηρωτῇ ἀντὶ τῆς ἑτέρης χρῆσθαι. Ἢν δὲ τούτων μὲν μηδὲν ᾖ, αὐτὸ δὲ τὸ ἕλκος ἠρεθισμένον εὑρίσκηται, μέλαν ἐπὶ πουλὺ ἢ ἀκάθαρτον, καὶ τῶν μὲν σαρκῶν ἐκπυησομένων, τῶν δὲ νεύρων προσεκπεσουμένων, τουτέους οὐδὲν χρὴ ἀναψύχειν παντάπασιν, οὐδέ τι φοβεῖσθαι τὰς ἐκπυήσιας ταύτας, ἀλλ' ἰητρεύειν, τὰ μὲν ἄλλα παραπλήσιον τρόπον, ὥσπερ καὶ οἷσιν ἐξ ἀρχῆς ἕλκος ἐγένετο. Τοῖσι δὲ ὀθονίοισιν ἄρχεσθαι χρὴ ἐπιδέοντα ἀπὸ τοῦ οἰδήματος τοῦ ἐν τοῖσιν ἀκραίοις πάνυ χαλαροῖσι,
καὶ ἔπειτα ἐπινέμεσθαι τῇ ἐπιδέσει αἰεὶ ἐς τὸ ἄνω, καὶ πεπιέχθαι μὲν μηδαμῇ, ἡρμόσθαι δὲ μάλιστα κατὰ τὸ ἕλκος, τὰ δὲ ἄλλα ἐπὶ ἧσσον. Τὰ δὲ ὀθόνια τὰ πρῶτα, ταῦτα μὲν καθαρὰ ἔστω καὶ μὴ στενά τὸ δὲ πλῆθος τῶν ὀθονίων ἔστω, ὅσον περ καὶ ἐν τοῖσι νάρθηξιν εἰ ἐπιδέοιντο, ἢ ὀλίγῳ ἔλασσον. Ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἱκανὸν σπληνίον τῇ λευκῇ κηρωτῇ κεχρισμένον ἤν τε γὰρ σὰρξ, ἤν τε νεῦρον μελανθῇ, προσεκπεσεῖται τὰ γὰρ τοιαῦτα οὐ χρὴ δριμέσιν ἰητρεύειν, ἀλλὰ μαλθακοῖσιν, ὥσπερ τὰ πυρίκαυστα. Μετεπιδεῖν δὲ διὰ τρίτης, νάρθηκας δὲ μὴ προστιθέναι ἀτρεμέειν δὲ ἐπὶ μᾶλλον, ἢ τὸ πρόσθεν, καὶ ὀλιγοσιτέειν. Εἰδέναι δὲ χρὴ, εἴ τε σὰρξ, εἴ τε νεῦρον τὸ ἐκπεσούμενόν ἐστιν, ὅτι οὕτω πολλῷ μὲν ἧσσον νέμεται ἐπὶ πλεῖον, πολλῷ δὲ θᾶσσον ἐκπεσεῖται, πολλῷ δὲ ἰσχνότερα τὰ περιέχοντα ἔσται, ἢ εἴ τις, ἀπολύσας τὰ ὀθόνια, ἐπιθείη τι τῶν καθαρτικῶν φαρμάκων ἐπὶ τὸ ἕλκος. Καίτοι καὶ ἢν ἐκπέσῃ τὸ ἐκπεσούμενον, θᾶσσόν τε σαρκοῦται ἐκείνως ἢ ἑτέρως ἰητρευόμενον, καὶ θᾶσσον ὠτειλοῦται. Πάντα μήν ἐστι ταῦτα ὀρθῶς ἐπιδεῖν καὶ μετρίως ἐπίστασθαι. Προσσυμβάλλεται δὲ καὶ τὰ σχήματα, καὶ οἷα χρὴ, εἶναι, καὶ ἡ ἄλλη δίαιτα, καὶ τῶν ὀθονίων ἡ ἐπιτηδειότης.
28. Ἢν δ' ἄρα ἐξαπατηθῇς ἐν τοῖσι νεοτρώτοισι, μὴ οἰόμενος ὀστέων ἀπόστασιν ἔσεσθαι, τὰ δ' ἐπίδοξα ᾖ ἀναπλῶσαι, οὐ
χρὴ ὀρρωδέειν τοῦτον τὸν τρόπον τῆς ἰητρείης οὐδὲν γὰρ ἂν μέγα φλαῦρον γένοιτο, ἢν μοῦνον οἷός τε ᾖς τῇ χειρὶ τὰς ἐπιδέσιας ἀγαθὰς καὶ ἀσινέας ποιέεσθαι. Σημεῖον δὲ τόδε, ἢν μέλλῃ ὀστέων ἀπόστασις ἔσεσθαι ἐν τῷ τρόπῳ τούτῳ τῆς ἰητρείης πῦον γὰρ συχνὸν ῥέει ἐκ τοῦ ἕλκεος, καὶ ὀργᾷν φαίνεται. Πυκνότερον οὖν μετεπιδέεσθαι διὰ τὸν πλάδον ἐπεὶ ἄλλως τε καὶ ἀπύρετοι γίνονται, ἢν μὴ κάρτα πιέζωνται ὑπο τῆς ἐπιδέσιος, καὶ τὸ ἕλκος, καὶ τὰ περιέχοντα ἰσχνά. Ὅσαι μὲν οὖν λεπτῶν πάνυ ὀστέων ἀποστάσιες, οὐδεμιῆς μεγάλης μεταβολῆς δέονται, ἀλλ' ἢ χαλαρωτέρως ἐπίδεῖν, ὡς μὴ ἀπολαμβάνηται τὸ
πῦον, ἀλλ' εὐαπόρρυτον ᾖ, καὶ πυκνότερον μετεπιδεῖν, ἔστ' ἂν ἀποστῇ τὸ ὀστέον, καὶ νάρθηκας μὴ προστιθέναι.
29. Ὁκόσοισι δὲ μείζονος ὀστέου ἀπόστασις ἐπίδοξος γένηται, ἤν τε ἐξ ἀρχῆς προγνῷς, ἤν τε καὶ ἔπειτα μεταγνῷς, οὐκ ἔτι τῆς αὐτῆς ἰητρείης δεῖται ἀλλὰ τὰς μὲν κατατάσιας, καὶ τὰς διορθώσιας οὕτω ποιέεσθαι, ὥσπερ εἴρηται σπλῆνας δὲ χρὴ διπλοῦς, πλάτος μὲν ἡμισπιθαμιαίους, μὴ ἐλάσσους ὁκοῖον δὲ ἄν τι καὶ τὸ τρῶμα ἦ, πρὸς τοῦτο τεκμαίρεσθαἰ, μῆκος δὲ βραχυτέρους μὲν μὴ ὀλίγῳ, ἢ ὥστε δὶς περιικνέεσθαι περὶ τὸ τετρωμένον, μακροτέρους δὲ συχνῷ, ἢ ὥστε ἅπαξ περιικνέεσθαι, πλῆθος δὲ, ὁκόσους ἂν ξυμφέρῃ, ποιησάμενον, τούτους ἐν οἴνῳ μέλανι αὐστηρῷ βρέχοντα, χρὴ ἐκ μέσου ἀρχόμενον, ὡς ἀπὸ δύο ἀρχῶν ὑποδεσμὶς ἐπιδεῖται, περιελίσσειν, κἄπειτα σκεπαρνηδὸν παραλλάσσοντα τὰς ἀρχὰς ἀφιέναι. Ταῦτα κατά τε αὐτὸ τὸ ἕλκος ποιέειν, καὶ κατὰ τὸ ἔνθεν καὶ ἔνθεν τοῦ ἕλκεος καὶ πεπιέχθω μὲν μὴ, ἀλλ' ὅσον ἑρμασμοῦ ἕνεκεν τοῦ ἕλκεος
προσκείσθω. Ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἐπιτιθέναι χρὴ πισσηρὴν, ἤ τι τῶν ἐναίμων, ἤ τι τῶν ἄλλων φαρμάκων, ὅ τι ξύντροφόν ἐστιν ἐπιτέγξει. Καὶ ἢν μὲν ἡ ὥρη θερινὴ ᾖ, ἐπιτέγγειν τῷ οἴνῳ τοὺς σπλῆνας πυκνά ἢν δὲ χειμερινὴ ἡ ὥρη ᾖ, εἰρία πουλλὰ ῥυπαρὰ, νενοτισμένα οἴνῳ καὶ ἐλαίῳ, ἐπικείσθω. Ἰξαλῆν δὲ χρὴ ὑποτετάσθαι, καὶ εὐαπόρρυτα ποιέειν, φυλάσσοντα τοὺς ὑπορρόους, μεμνημένον ὅτι οἱ τόποι οἱ ἐν τοῖσιν αὐτοῖσι σχήμασι πολλὸν χρόνον κείμενοι, ἐκτρίμματα δυσάκεστα ποιέουσιν.
30. Ὅσους δὲ μὴ οἷόν τε ἐπιδέσει ἰήσασθαι διά τινα τούτων τῶν εἰρημένων τρόπων, ἢ τῶν εἰρησομένων, τούτους περὶ πλείονος χρὴ ποιέεσθαι, ὅκως εὐθέτως σχήσουσι τὸ κατεηγὸς τοῦ σώματος κατ' ἰθυωρίην, προσέχοντα τὸν νόον, καὶ τῷ ἀνωτέρω δὲ μᾶλλον ἢ τῷ κατωτέρω. Εἰ δέ τις μέλλοι καλῶς καὶ εὐχερῶς ἐργάζεσθαι, ἄξιον καὶ μηχανοποιήσασθαι, ὅκως κατάτασιν δικαίην καὶ μὴ βιαίην σχήσει τὸ κατεηγὸς τοῦ σώματος μάλιστα δὲ
ἐν κνήμῃ ἐνδέχεται μηχανοποιέειν Εἰσὶ μὲν οὖν τινες, οἳ ἐπὶ πᾶσι τοῖσι τῆς κνήμης κατήγμασι καὶ τοῖσιν ἐπιδε̣μένοισι, καὶ τοῖσι μὴ ἐπιδεομένοισι, ̣ὸν πόδα ἄκρον προσδέουσι πρὸς τὴν κλίνην, ἢ πρὸς ἄλλο τι ξύλον παρὰ τὴν κλίνην κατορύξαντες. Οὗτοι μὲν οὖν πάντα κακὰ ποιέουσιν, ἀγαθὸν δὲ οὐδέν οὔτε γὰρ τοῦ κατατείνεσθαι ἄκος ἐστὶ τὸ προσδεδέσθαι τὸν πόδα, οὐδὲν γὰρ ἧσσον τὸ ἄλλο σῶμα προσχωρήσει πρὸς τὸν πόδα, καὶ οὕτως ̣ν ἔτι τείνοιτο οὔτ' αὖ ἐς τὴν ἰθυωρίην οὐδὲν ὠφελέει, ἀλλὰ καὶ βλάπτει, στρεφομένου γὰρ τοῦ ἄλλου σώματος ἢ τῇ ἢ τῇ, οὐδὲ̣ κωλύσει ὁ δεσμὸς τὸν πόδα καὶ τὰ ὀστέα τὰ τῷ ποδὶ προσηρτημένα ἐπακολουθέειν τῷ ἄλλῳ σώματι. Εἰ δὲ μὴ προσεδέδετο, ἧσσον ἂν διεστρέφετο ἧσσον γὰρ ἂν ἐγκατελείπετο ἐν τῇ κινήσει τοῦ ἄλλου σώματος. Εἰ δέ τις σφαίρας δύο ῥάψαιτο ἐκ σκύτεος αἰγυπτίου τοιαύτας οἵας φοροῦσιν οἱ ἐν τῇσι μεγάλῃσι πέδῃσι πολλὸν χρόνον πεπεδημένοι, αἱ δὲ σφαῖραι ἔχοιεν ἔνθεν καὶ ἔνθεν χιτῶνας, τὰ μὲν πρὸς τοῦ τρώματος βαθυτέρους, τὰ δὲ πρὸς τῶν ἄρθρων βρ χυτέρους, εἶεν δὲ ὀγκηραὶ μὲν καὶ μαλθακαὶ, ἁρμόζουσαι δὲ, ἡ μὲν ἄνωθεν τῶν σφυρῶν, ἡ δὲ κάτωθεν τοῦ γούνατος
ἐκ δὲ πλαγίης ἄκρης δισσὰ ἡ κάτωθεν ἔχοι προσηρτημένα, ἢ ἁπλόου ἱμάντος, ἢ διπλόου, βραχέα ὥσπερ ἀγκύλας, τὰ μέν τι τοῦ σφυροῦ ἑκατέρωθεν, τὰ δέ τι τοῦ γούνατος καὶ ἡ ἄνωθεν σφαῖρα
ἕτερα τοιαῦτα ἔχοι κατὰ τὴν ἰθυωρίην τὴν αὐτήν. Κἄπειτα κραναΐνας ῥάβδους τέσσαρας λαβὼν ἴσον τὸ μέγεθος ἀλλήλῃσιν ἐχούσας, πάχος μὲν ὡς δακτυλιαίας, μῆκος δὲ ὡς κεκαμμέναι ἐναρμόσωσιν ἐς τὰ ἀπαιωρήματα, ἐπιμελόμενος ὅκως τὰ ἄκρα τῶν ῥάβδων μὴ ἐς τὸν χρῶτα, ἀλλ' ἐς τὰ ἄκρα τῶν σφαιρέων ἐγκέλσει. Εἶναι δὲ χρὴ ζεύγεα τρία τῶν ῥάβδων, καὶ πλέω, καί τινι μακροτέρας τὰς ἑτέρας τῶν ἑτέρων, καί τινι καὶ βραχυτέρας καὶ σμικροτέρας, ὡς καὶ μᾶλλον διατείνειν, ἢν βούληται, καὶ ἧσσον ἔστωσαν δὲ αἱ ῥάβδοι ἑκάτεραι ἔνθεν καὶ ἔνθεν τῶν σφυρῶν. Ταῦτα τοίνυν εἰ καλῶς μηχανοποιηθείη, τήν τε κατάτασιν καὶ δικαίην ἂν παρέχοι καὶ ὁμαλὴν κατὰ τὴν ἰθυωρίην, καὶ τῷ τρώματι πόνος οὐδεὶς ἂν εἴη τὰ γὰρ ἀποπιέσματα, εἴ τι καὶ ἀποπιέζοιτο, τὰ μὲν ἂν ἐς τὸν πόδα ἀπάγοιτο, τὰ δὲ ἐς τὸν μηρόν αἵ τε ῥάβδοι εὐθετώτεραι, αἱ μὲν ἔνθεν, αἱ δὲ ἔνθεν τῶν σφυρῶν, ὥστε μὴ κωλύεσθαι τὴν θέσιν τῆς κνήμης τό τε τρῶμα εὐκατάσκεπτον καὶ εὐβάστακτον οὐδὲν γὰρ ἐμποδὼν, εἴ τις ἐθέλοι τὰς δύο τῶν ῥάβδων τὰς ἀνωτέρω αὐτὰς πρὸς ἀλλήλας
ζεῦξαι, καὶ ἤν τις κούφως βούληται ἐπιβάλλειν, ὥστε τὸ ἐπιβαλλόμενον μετέωρον ἀπὸ τοῦ τρώματος εἶναι. Εἰ μὲν οὖν αἵ τε σφαῖραι προσηνέες καὶ καλαὶ καὶ μαλθακαὶ καὶ καιναὶ ῥαφεῖεν, καὶ ἡ ἔντασις τῶν ῥάβδων χρηστῶς ἐνταθείη, ὥσπερ ἤδη εἴρηται, εὔχρηστον τὸ μηχάνημα εἰ δέ τι τουτέων μὴ καλῶς ἕξει, βλάπτοι ἂν μᾶλλον ἢ ὠφελέοι. Χρὴ δὲ καὶ τὰς ἄλλας μηχανὰς ἢ καλῶς μηχανᾶσθαι, ἢ μὴ μηχανᾶσθαι αἰσχρὸν γὰρ καὶ ἄτεχνον μηχανοποιέοντα ἀμηχανοποιέεσθαι.
31. Τοῦτο δὲ, οἱ πλεῖστοι τῶν ἰητρῶν τὰ κατήγματα, καὶ τὰ μεθ' ἑλκέων, καὶ τὰ ἄνευ ἑλκέων, τὰς πρώτας τῶν ἡμερέων ἰητρεύουσιν εἰρίοισι ῥυπαροῖσιν καὶ οὐδέν τι ἄτεχνον δοκέει τοῦτο εἶναι. Ὅσοι μὲν ἀναγκάζονται ὑπὸ τῶν αὐτίκα νεοτρώτων ἐόντων, μὴ ἔχοντες ὀθόνια, εἰρίοισι παρασκευάσασθαι, τουτέοισι πλείστη συγγνώμη οὐ γὰρ ἄν τις ἔχοι ἄνευ ὀθονίων ἄλλο τι πολλῷ βέλτιον εἰρίου ἐπιδῆσαι ἐπὶ τὰ τοιαῦτα εἶναι δὲ χρὴ πάμπολλα, καὶ πάνυ καλῶς εἰργασμένα, καὶ μὴ τρηχέα τῶν γὰρ ὀλίγων καὶ φλαύρων ὀλίγη καὶ ἡ δύναμις. Ὅσοι δὲ ἐπὶ μίαν ἢ δύο ἡμέρας εἴρια ἐπιδέειν δικαιοῦσι, τρίτῃ δὲ καὶ τετάρτῃ ὀθονίοισιν ἐπιδέοντες πιέζουσι καὶ κατατείνουσι τότε μάλιστα, οὗτοι πουλύ τι τῆς ἰητρικῆς καὶ κάρτα ἐπίκαιρον ἀσυνετέουσιν ἥκιστα γὰρ χρὴ τῇ τρίτῃ καὶ τετάρτῃ στυφελίζειν πάντα τὰ τρώματα, ὡς ἐν
κεφαλαίῳ εἰρῆσθαι καὶ μηλώσιας δὲ πάσας φυλάσσεσθαι χρὴ ἐν ταύτῃσι τῇσιν ἡμέρῃσι, καὶ ὁκόσοισιν ἄλλοισι τρώμασιν ἠρέθισται. Τὸ ἐπίπαν γὰρ ἡ τρίτη καὶ τετό̣τη ἡμέρη ἐπὶ τοῖσι πλείστοισι τῶν τρωμάτων τίκτει τὰς παλιγκοτήσιας, καὶ ὅσα ἐς φλεγμονὴν καὶ ἀκαθαρσίην ὁρμᾷ, καὶ ὅσα ἂν ἐς πυρετοὺς ἴῃ. Καὶ μάλα πολλοῦ ἄξιον τοῦτο τὸ μάθημα, εἴ πέρ τι καὶ ἄλλο. Τίνι γὰρ οὐκ ἐπικοινωνέει τῶν ἐπικαιροτάτων ἐν ἰητρικῇ, οὐ κατὰ τὰ ἕλκεα μοῦνον, ἀλλὰ καὶ κατὰ ἄλλα πουλλὰ νουσήματα; εἰ μή τις φήσειε καὶ τἄλλα νουσήματα ἕλκεα εἶναι. Ἔχει γάρ τινα καὶ οὗτος ὁ λόγος ἐπιείκειαν πολλαχῆ γὰρ ἠδέλφισται τὰ ἕτερα τοῖσιν ἑτέροισιν. Ὁκόσοι μέντοι δικαιοῦσιν εἰρίοισι χρῆσθαι, ἔστ' ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν, ἔπειτα κατατείνειν τε καὶ κατορθοῦν, καὶ ὀθονίοισιν ἐπιδεῖν, οὗτοι οὐκ ἂν ἀσύνετοι ὁμοίως φανεῖεν καὶ γὰρ τῆς φλεγμονῆς τὸ ἐπικαιρότατον παρελήλυθε, καὶ τὰ ὀστέα χαλαρὰ καὶ εὔθετα μετὰ ταύτας τὰς ἡμέρας ἂν εἴη. Πολλῷ μέντοι ἡσσᾶται καὶ αὕτη ἡ μελέτη τῆς ἐξ ἀρχῆς τοῖσιν ὀθονίοισιν ἐπιδέσιος κεῖνος
μὲν γὰρ ὁ τρόπος ἑβδομαίους ἐόντας ἀφλεγμάντους ἀποδείκνυσι, καὶ παρασκευάζει νάρθηξι τελέως ἐπιδεῖν οὗτος δὲ ὁ τρόπος πουλὺ ὑστερεῖ, βλάβας δέ τινας καὶ ἄλλας ἔχει, ἀλλὰ μακρὸν ἂν εἴη πάντα γράφειν.
32. Ὁκόσοισι δὲ τὰ ὀστέα κατεηγότα καὶ ἐξίσχοντα μὴ δύνηται ἐς τὴν ἑωυτῶν χώρην καθιδρύεσθαι, ἥδε ἡ κατάστασις σιδήρια χρὴ ποιέεσθαι ἐς τοῦτον τὸν τρόπον ὕνπερ οἱ μοχλοὶ ἔχουσιν, οἷς οἱ λατύποι χρέονται, τὸ μέν τι πλατύτερον, τὸ δὲ τι στενότερον εἶναι δὲ χρὴ καὶ τρία καὶ ἔτι πλείω, ὡς τοῖσι μάλιστα ἁρμόζουσί τις χρήσαιτο ἔπειτα τουτέοισι χρὴ ἅμα τῇ κατατάσει μοχλεύειν ὑποβάλλοντα, πρὸς μὲν τὸ κατώτερον τοῦ ὀστέου τὸ κατώτερον ἐρείδοντα, πρὸς δὲ τὸ ἀνώτερον τὸ ἀνώτερον τοῦ σιδηρίου, ἁπλῷ δὲ λόγῳ ὥσπερ εἰ λίθον τις ἢ ξύλον μοχλεύοι ἰσχυρῶς ἔστω δὲ σθεναρὰ τὰ σιδήρια ὡς οἷόν τε, ὡς μὴ κάμπτηται. Αὕτη μεγάλη τιμωρίη, ἤν τε τὰ σιδήρια ἐπιτήδεια ᾖ, καὶ μοχλεύηταί τις ὡς χρή. Ὁκόσα γὰρ ἀνθρώποις ἄρμενα μεμηχάνηται, πάντων, ἰσχυρότατά ἐστι τρία ταῦτα, ὄνου τε περιαγωγὴ, καὶ μόχλευσις, καὶ σφήνωσις. Ἄνευ δὲ τούτων, ἢ ἑνὸς δή τινος, ἢ πάντων, οὐδὲν τῶν ἔργων τῶν ἰσχυροτάτων οἱ
ἄνθρωποι ἐπιτελέουσιν. Οὔκουν ἀτιμαστέη αὕτη ἡ μόχλευσις ἢ γὰρ οὕτως ἐμπεσεῖται τὰ ὀστέα, ἢ οὐκ ἄλλως. Ἢν δ' ἄρα τοῦ ὀστέου τὸ ἄνω παρηλλαγμένον μὴ ἐπιτήδειον ἔχῃ ἐνέδρην τῷ μοχλῷ, ἀλλὰ πάροξυ ἐὸν παραφέρῃ, παραγλύψαντα χρὴ τοῦ ὀστέου ἐνέδρην τῷ μοχλῷ ἀσφαλέα ποιῆσαι. Μοχλεύειν δὲ χρὴ καὶ τείνειν αὐθήμερα, ἢ δευτεραῖα, τριταῖα δὲ μὴ, τεταρταῖα δὲ, ὡς ἥκιστα, καὶ πεμπταῖα. Καὶ γὰρ μὴ ἐμβάλλοντι, ὀχλήσαντι δὲ ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν, φλεγμονὴν ἂν ποιήσειε, καὶ ἐμβάλλοντι οὐδὲν ἧσσον σπασμὸν μέντοι ἐμβάλλοντι πουλὺ ἂν μᾶλλον ποιήσειεν, ἢ ἀπορήσαντι ἐμβάλλειν. Ταῦτα εὖ χρὴ εἰδέναι καὶ γὰρ εἰ ἐπιγένοιτο σπασμὸς ἐμβάλλοντι, ἐλπίδες μὲν οὐ πολλαὶ σωτηρίης λυσιτελέει δὲ ὀπίσω ἐκβάλλειν τὸ ὀστέον, εἰ οἷόν τε εἴη ἀόχλως. Οὐ γὰρ ἐπὶ τοῖσι χαλαρωτέροισι τοῦ καιροῦ σπασμοὶ καὶ τέτανοι ἐπιγίνονται, ἀλλ' ἐπὶ τοῖσιν ἐντεταμένοισι μᾶλλον. Περὶ οὗ οὖν ὁ λόγος, οὐ χρὴ ἐνοχλέειν ἐν τῇσι προειρημένῃσιν ἡμέρῃσι ταύτῃσιν, ἀλλὰ μελετᾷν ὅκως ἥκιστα φλεγμανεῖ τὸ ἕλκος, καὶ μάλιστα ἐκπυήσει. Ἐπὴν δὲ ἑπτὰ ἡμέραι παρέλθωσιν, ἢ ὀλίγῳ πλείους, ἢν ἀπύρετος ᾖ, καὶ μὴ φλεγμαίνῃ τὸ ἕλκος, τότε ἧσσον κωλύει πειρῆσθαι ἐμβάλλειν, ἢν
ἐλπίζῃς κρατήσειν ἢν δὲ μὴ, οὐδὲν δεῖ μάτην ὀχλέειν καὶ ὀχλέεσθαι.
33. Ἢν μὲν οὖν ἐμβάλῃς τὰ ὀστέα ἐς τὴν ἑωυτῶν χώρην, γεγράφαται ἤδη οἱ τρόποι οἵως χρὴ ἰητρεύειν, ἤν τε ἐλπίζῃς ὀστέα ἀποστήσεσθαι, ἤν τε μή. Χρὴ δὲ, καὶ ἢν μὲν ἐλπίζῃς ὀστέα ἀποστήσεσθαι, τῷ τρόπῳ τῶν ὀθονίων ἐπὶ πᾶσι τοῖσι τοιουτέοισι τὴν ἐπίδεσιν ποιέεσθαι, ἐκ μέσου τοῦ ὀθονίου ἀρχόμενον ὡς ἐπὶ τὸ πουλὺ, ὡς ἀπὸ δύο ἀρχέων ὑποδεσμὶς ἐπιδεῖται τεκμαίρεσθαι δὲ χρὴ πρὸς τὴν μορφὴν τοῦ ἕλκεος, ὅκως ἥκιστα σεσηρὸς καὶ ἐκπεπλιγμένον ἔσται παρὰ τὴν ἐπίδεσιν τοῖσι μὲν γὰρ ἐπὶ δεξιὰ ἐπιδεῖν ξυντρόφως ἔχει, τοῖσι δὲ ἐπ' ἀριστερὰ, τοῖσι δὲ ἀπὸ δύο ἀρχέων.
34. Ὁκόσα δὲ κατηπορήθη ὀστέα ἐμπεσεῖν, ταῦτα αὐτὰ εἰδέναι χρὴ ὅτι ἀποστήσεται, καὶ ὅσα τελέως ἐψιλώθη τῶν σαρκῶν ψιλοῦται δὲ ἐνίων μὲν τὸ ἄνω μέρος, μετεξετέρων δὲ κύκλωθεν ἀμφιθνήσκουσιν αἱ σάρκες καὶ τῶν μὲν ἀπὸ τοῦ ἀρχαίου τρώματος σεσάπρισται ἔνια τῶν ὀστέων, τῶν δ' οὔ καὶ τῶν μὲν μᾶλλον, τῶν δ' ἧσσον καὶ τὰ μὲν σμικρὰ, τὰ δὲ μεγάλα. Διὰ οὖν ταῦτα τὰ εἰρημένα οὐκ ἔστιν ἑνὶ ὀνόματι εἰπεῖν, ὁκότε τὰ ὀστέα ἀποστήσεται. Τὰ μὲν γὰρ διὰ σμικρότητα, τὰ δὲ διὰ τὸ ἐπ' ἄκρου ἔχεσθαι, θᾶσσον ἀφίσταται τὰ δὲ, διὰ τὸ μὴ ἀφίστασθαι, ἀλλὰ λεπιδοῦσθαι, καταξηρανθέντα, καὶ σαπρὰ γενόμενα πρὸς δὲ τούτοις, διαφέρει τι καὶ ἰητρείη
ἰητρείης. Ως μὲν οὖν τὸ ἐπίπαν τάχιστα τουτέων ὀστέα ἀφίσταται, ὧν τάχισται μὲν αἱ ἐκπυήσιες, τάχισται δὲ καὶ κάλλισται αἱ σαρκοφυΐαι καὶ γὰρ αἱ ὑποφυόμεναι σάρκες κατὰ τὸ σιναρὸν αὗται μετεωρίζουσι τὰ ὀστέα ὡς ἐπὶ τὸ πουλύ. Ὅλος μὴν ὁ κύκλος τοῦ ὀστέου, ἢν ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποστῇ, καλῶς ἀποστήσεται ἔνια γὰρ ἐς ἑξήκοντα ἡμέρας ἀφικνεῖται, ἢ καὶ πλείους τὰ μὲν γὰρ ἀραιότερα τῶν ὀστέων θᾶσσον ἀφίσταται τὰ δὲ στερεώτερα, βραδύτερον τὰ δὲ ἄλλα τὰ μείω, πολλὸν ἐνδοτέρω, ἄλλα δ' ἄλλως. Ἀποπρίειν δ' ὀστέον ἐξέχον ἐπὶ τῶνδε τῶν προφασίων χρὴ, ἢν μὴ δύνηται ἐμβάλλειν, μικροῦ δέ τινος αὐτῷ δοκέῃ δεῖν παρελθεῖν, καὶ οἷόν τε ᾖ παραιρεθῆναι ἤν τε ἀσηρὸν ᾖ καὶ θραῦόν τι τῶν σαρκίων, καὶ δυσθεσίην παρέχῃ, ψιλὸν δὲ τυγχάνῃ ἐὸν, καὶ τὸ τοιοῦτον ἀφαιρέειν χρή. Τὰ δ' ἄλλα οὐδὲν μέγα διαφέρει, οὔτε ἀποπρῖσαι, οὔτε μὴ ἀποπρῖσαι. Σαφέως γὰρ εἰδέναι χρὴ, ὅτι ὀστέα, ὅσα τελέως στέρεται τῶν
σαρκῶν καὶ ἐπιξηραίνεται, πάντα τελέως ἀποστήσεται. Ὅσα δὲ ἀπολεπιδοῦσθαι μέλλει, ταῦτα οὐ χρὴ ἀποπρίειν τεκμαίρεσθαι δὲ χρὴ ἀπὸ τῶν τεταγμένων σημείων τὰ τελέως ἀποστησόμενα.
35. Ἰητρεύειν δὲ τοὺς τοιούτους σπλήνεσι καὶ τῇ οἰνηρῇ ἰητρείῃ, ὥσπερ καὶ πρόσθεν γέγραπται ἐπὶ τῶν ἀποστησομένων ὀστέων. Φυλάσσεσθαι δὲ χρὴ μὴ ψυχροῖσι τέγγειν τὸν πρῶτον χρόνον ῥιγέων γὰρ πυρετωδέων κίνδυνος κίνδυνος δὲ καὶ σπασμῶν προκαλέεται γὰρ σπασμὸν τὰ ψυχρὰ, ποτὶ δὲ καὶ ἕλκη. Εἰδέναι δὲ χρὴ, ὅτι ἀνάγκη βραχύτερα τὰ σώματα ταύτῃ γίνεσθαι, ὧν ἀμφότερα τὰ ὀστέα κατεηγότα καὶ παρηλλαγμένα ἰητρεύεται, καὶ οἷς ὅλος ὁ κύκλος τοῦ ὀστέου ἀπέστη.
36. Ὅσοισι δὲ μηροῦ ὀστέον ἢ βραχίονος ἐξέσχεν, οὗτοι οὐ μάλα περιγίνονται. Τὰ γὰρ ὀστέα μεγάλα καὶ πολυμύελα, καὶ πολλὰ καὶ ἐπίκαιρα τὰ συντιτρωσκόμενα νεῦρα καὶ μύες καὶ φλέβες καὶ ἢν μὲν ἐμβάλλῃς, σπασμοὶ φιλέουσιν ἐπιγίνεσθαι, μὴ ἐμβληθεῖσι δὲ, πυρετοὶ ὀξέες, καὶ ἐπίχολοι, καὶ λυγγώδεες, καὶ ἐπιμε̣αινονται. Περιγίνονται δὲ οὐχ ἧσσον, οἷσι μὴ ἐμβληθῇ, μηδὲ ̣ειρηθῇ ἐμβάλλεσθαι ἔτι δὲ μᾶλλον περιγίνονται, οἷσι τὸ κάτω μέρος τοῦ ὀστέου ἐξέσχεν, ἢ οἷσι τὸ ἄνω περιγένοιντο δ' ἂν καὶ οἷσιν ἐμβληθείη, σπανίως γε μήν. Μελέται γὰρ μελετέων μέγα διαφέρουσι,
καὶ φύσιες φυσίων τῶν σωμάτων εἰς εὐφορίην. Διαφέρει δὲ μέγα, καὶ ἢν ἔσω τοῦ βραχίονος καὶ τοῦ μηροῦ τὰ ὀστέα ἐξέχῃ πολλαὶ γὰρ καὶ ἐπίκαιροι κατατάσιες φλεβῶν ἐν τῷ ἔσω μέρει, ὧν ἔνιαι τιτρωσκόμεναι σφάγιαί εἰσιν εἰσὶ δὲ καὶ ἐν τῷ ἔξω μέρει, ἧσσον δέ. Ἐν τοῖσιν οὖν τοιούτοισι τρώμασι τοὺς μὲν κινδύνους οὐ χρὴ λήθειν, ὁκοῖοί τινές εἰσι, καὶ προλέγειν χρὴ πρὸς τοὺς καιρούς. Εἰ δὲ ἀναγκάζοιο μὲν ἐμβάλλειν, ἐλπίζοις δὲ ἐμβαλεῖν, καὶ μὴ πολλὴ ἡ παράλλαξις εἴη τοῦ ὀστέου, καὶ μὴ ξυνδεδραμήκοιεν οἱ μύες φιλέουσι γὰρ ξυνθεῖν, ἡ μόχλευσις καὶ τούτοισι μετὰ τῆς κατατάσιος εὖ ἂν ξυλλαμβάνοιτο.
37. Ἐμβάλλοντα δὲ, ἐλλέβορον μαλθακὸν πιπίσαι χρὴ αὐθημερὸν, ἢν αὐθημερὸν ἐμβληθῇ εἰ δὲ μὴ, οὐδ' ἐγχειρέειν χρή. Τὸ δὲ ἕλκος ἰητρεύειν χρὴ, οἷσί περ κεφαλῆς ὀστέα κατεηγυίης, καὶ ψυχρὸν μηδὲν προσφέρειν σιτίου δέ στερῆσαι τελέως καὶ ἢν μὲν πικρόχολος φύσει ᾖ, ὀξύγλυκυ εὐῶδες ὀλίγον ἐπὶ ὕδωρ ἐπιστάζοντα, τουτέῳ διαιτᾷν ἢν δὲ μὴ πικρόχολος ᾖ, ὕδατι
πόματι χρῆσθαι καὶ ἢν μὲν πυρεταίνῃ ξυνεχῶς, τεσσαρεσκαίδεκα ἡμέρῃσι τὸ ἐλάχιστον οὕτω διαιτᾷν, ἢν δὲ ἀπύρετος ᾖ, ἑπτὰ ἡμέρῃσιν ἔπειτα ἐκ προσαγωγῆς κατὰ λόγον ἐς φαύλην δίαιταν ἄγειν. Καὶ οἷσιν ἂν μὴ ἐμβληθῇ τὰ ὀστέα, καὶ τὴν φαρμακείην χρὴ τοιαύτην ποιέεσθαι, καὶ τῶν ἑλκέων τὴν μελέτην καὶ τὴν δίαιταν ὡσαύτως καὶ τὸ ἀπαιωρεύμενον τοῦ σώματος μὴ κατατείνειν, ἀλλὰ καὶ προσάγειν μᾶλλον, ὥστε χαλαρώτερον εἶναι τὸ κατὰ τὸ ἕλκος. Τῶν δὲ ὀστέων ἀπόστασις χρονίη, ὥσπερ καὶ πρόσθεν εἴρηται. Μάλιστα δὲ χρὴ τὰ τοιαῦτα διαφυγεῖν, ἅμα ἤν τις καλὴν ἔχῃ τὴν ἀποφυγήν αἵ τε γὰρ ἐλπίδες ὀλίγαι, καὶ οἱ κίνδυνοι πολλοί καὶ μὴ ἐμβάλλων ἄτεχνος ἂν δοκέοι εἶναι, καὶ ἐμβάλλων ἐγγυτέρω ἂν τοῦ θανάτου ἀγάγοι, ἢ τῆς σωτηρίης.
38. Τὰ δὲ ὀλισθήματα τὰ κατὰ τὰ γούνατα, καὶ τὰ διακινήματα τῶν ὀστέων εὐηθέστερα πουλὺ τῶν κατ' ἀγκῶνα κινημάτων καὶ ὀλισθημάτων. Τό τε γὰρ ἄρθρον τοῦ μηροῦ εὐσταλέστερον ὡς ἐπὶ μεγέθει, ἢ τὸ τοῦ βραχίονος, καὶ δικαίην φύσιν μοῦνον ἔχον, καὶ ταύτην περιφερέα τὸ δὲ τοῦ βραχίονος ἄρθρον μέγα τε καὶ βαθμίδας πλείονας ἔχον. Πρὸς δὲ τούτοις, τὰ μὲν τῆς κνήμης ὀστέα παραπλήσια μῆκός ἐστι, καὶ σμικρόν τι οὐκ ἄξιον λόγου τὸ ἔξω ὀστέον ὑπερέχει, οὐδενὸς μεγάλου κώλυμα ἐὸν,
ἀφ' οὗ περ πέφυκεν ὁ ἔξω τένων ὁ παρὰ τὴν ἰγνύην τὰ δὲ τοῦ πήχεος ὀστέα ἄνισά ἐστιν, καὶ τὸ βραχύτερον παχύτερον συχνῷ, τὸ δὲ λεπτότερον πολλῷ ὑπερβάλλει καὶ ὑπερέχει τὸ ἄρθρον ἑξήρτηται μέντοι καὶ τοῦτο τῶν νεύρων κατὰ τὴν κοινὴν ξύμφυσιν
τῶν ὀστέων πλεῖον δὲ μέρος ἔχει τῆς ἐξαρτήσιος των νεύρων ἐν τῷ βραχίονι τὸ λεπτὸν ὀστέον, ἤπερ τὸ παχύ. Ἡ μὲν οὖν φύσις τοιουτότροπος τῶν ἄρθρων τούτων καὶ τῶν ὀστέων τοῦ ἀγκῶνος. Καὶ διὰ τὸν τρόπον τῆς φύσιος τὰ κατὰ τὸ γόνυ ὀστέα πολλάκις μὲν ὀλισθάνει, ῥηϊδίως δὲ ἐμπίπτει φλεγμονὴ δὲ οὐ μεγαλη προσγίνεται, οὐδὲ δεσμὸς τοῦ ἄρθρου. Ὀλισθάνει δὲ τὰ πλεῖστα ἐς τὸ ἔσω μέρος, ἔστι δ' ὅτε καὶ ἐς τὸ ἔξω, ποτὲ δὲ καὶ ἐς τὴ̣ ἰγνύην. Τούτων ἁπάντων αἱ ἐμβολαὶ οὐ χαλεπαὶ, ἀλλὰ τὰ μὲν ἔξω καὶ ἔσω ὀλισθάνοντα, καθῆσθαι μὲν χρὴ τὸν ἄνθρωπον ἐπὶ χαμαιζήλου τινὸς, τὸ δὲ σκέλος ἀνωτέρω ἔχειν, μὴ μὴν πολλῷ. Κατάτασις δὲ ὡς ἐπὶ τὸ πουλὺ μετρίη ἀρκέει, τῇ μὲν κατατείνειν τὴν κνήμην, τῇ δὲ ἀντιτείνειν τὸν μηρόν.
39. Τὰ δὲ κατὰ τὸν ἀγκῶνα ὀχλωδέστερά ἐστι τῶν κατὰ τὸ γόνυ, καὶ δυσεμβολώτερα καὶ διὰ τὴν φλεγμονὴν καὶ διὰ τὴν φύσιν, ἢν μή τις αὐτίκα ἐμβάλῃ. Ὀλισθάνει μὲν γὰρ ἧσσον, ἢ ἐκεῖνα, δυσεμβολώτερα δὲ καὶ δυσθετώτερα, καὶ ἐπιφλεγμαίνει μᾶλλον καὶ ἐπιπωροῦται.
40. Ἔστι δὲ καὶ τούτων τὰ μὲν πλεῖστα σμικραὶ ἐγκλίσιες, ἄλλοτε ἐς τὸ πρὸς τῶν πλευρέων μέρος, ἄλλοτε ἐς τὸ ἔξω οὐ πᾶν δὲ τὸ ἄρθρον μεταβεβηκὸς, ἀλλὰ, μένον κατὰ τὸ κοῖλον
τοῦ ὀστέου τοῦ βραχίονος, ᾗ τὸ τοὕ πήχεος ὀστέον τὸ ὑπερέχον, ἐξέσχεν. Τὰ μὲν οὖν τοιαῦτα, κἂν τῇ ἢ τῇ ὀλίσθῃ, ῥηΐδιον ἐμβάλλειν, καὶ ἀπόχρη ἡ κατάτασις ἡ ἐς τὸ ἰθὺ γινομένη κατ' ἰθυωρίην τοῦ βραχίονος, τὸν μὲν κατὰ τὸν καρπὸν τῆς χειρὸς τείνειν, τὸν δὲ κατὰ τὴν μασχάλην περιβάλλοντα, τὸν δὲ τῇ ἑτέρῃ πρὸς τὸ ἐξεστεὸς ἄρθρον τὸ θέναρ προσβάλλοντα ὠθέειν, τῇ δ' ἑτέρῃ ἀντωθέειν προσβάλλοντα ἐγγὺς τῷ ἄρθρῳ. Ἐνακούει δὲ οὐ βραδέως ἐμβαλλόμενα τὰ τοιαῦτα ὀλισθήματα, ἢν, πρὶν φλεγμήνῃ, ἐμβάλλῃ τις. Ὀλισθάνει δὲ ὡς ἐπὶ τὸ πουλὺ μᾶλλον ἐς τὸ ἔσω μέρος, ὀλισθάνει δὲ καὶ ἐς τὸ ἔξω, εὔδηλα δὲ τῷ σχήματι. Καὶ πολλάκις ἐμπίπτει τὰ τοιαῦτα, καὶ ἄνευ ἰσχυρῆς κατατάσιος χρὴ δὲ τῶν ἔσω ὀλισθανόντων, τὸ μὲν ἄρθρον ἀπωθέειν ἐς τὴν φύσιν, τὸν δὲ πῆχυν ἐς τὸ καταπρηνὲς μᾶλλον ῥέποντα περιάγειν Τὰ μὲν πλεῖστα ἀγκῶνος τοιαῦτα ὀλισθήματα.
41. Ἢν δὲ ὑπερβῇ τὸ ἄρθρον ἢ ἔνθα ἢ ἔνθα ὑπὲρ τὸ ὀστέον τοῦ πήχεος τὸ ἐξέχον ἐς τὸ κοῖλον τοῦ βραχίονος, γίνεται μὲν οὖν ὀλιγάκις τοῦτο, ἢν δὲ γένηται, οὐκ ἔτι ὁμοίως ἡ κατάτασις ἡ ἐς τὴν ἰθυωρίην γινομένη ἐπιτηδείη τῶν τοιουτέων ὀλισθημάτων
κωλύει γὰρ ἐν τῇ τοιαύτῃ κατατάσει τὸ ἀπὸ τοῦ πήχεος ὑπσρέχον ὀστέον τὴν ὁπέρβασιν τοῦ βραχίονος. Χρὴ τοίνυν τοῖσιν οὕτως ἐκβεβληκόσι τὴν κατάτασιν ποιέεσθαι τοιαύτην, οἵηπερ πρόσθεν γέγραπται, ἐπήν τις ὀστέα βραχίονος κατεηγότα ἐπιδέῃ, ἀπὸ μὲν τῆς μασχάλης ἐς τὸ ἄνω τείνεσθαι, ἀπὸ δὲ τοῦ ἀγκῶνος αὐτοῦ ἐς τὸ κάτω ἀναγκάζειν, οὕτω γὰρ ἂν μάλιστα ὁ βραχίων ὑπεραιωρηθείη ὑπὲρ τῆς ἑωυτοῦ βαθμίδος ἢν δὲ ὑπεραιωρηθῇ, ῥηϊδίη ἡ κατάστασις, τοῖσι θέναρσι τῶν χειρῶν τὸ μὲν ἐξεστεὸς τοῦ βραχίονος ἐμβάλλοντα ὠθέειν, τὸ δὲ ἐς τὸ τοῦ πήχεος ὀστέον τὸ παρὰ τὸ ἄρθρον ἐμβάλλοντα ἀντωθέειν, τὸν
αὐτὸν τρόπον ἄμφω. Ἴσως μέντοι ἡ τοιαύτη κατάτασις τοῦ τοιούτου ὀλισθήματος δικαιοτάτη ἐμβληθείη δ' ἂν καὶ ἀπὸ τῆς ἐς ἰθὺ κατατάσιος, ἧσσον δὲ ἢ οὕτω.
42. Ἢν δὲ ἐς τοὔμπροσθεν ὀλίσθῃ ὁ βραχίων, ἐλαχιστάκις μὲν τοῦτο γίνεται, ἀλλὰ τί ἂν ἐξαπιναίη ἐκπάλησις οὐκ ἐκβάλλοι; πολλὰ γὰρ καὶ παρὰ τὴν οἰκείην φύσιν ἐκπίπτει, κἢν μέγα τι ᾖ τὸ κωλῦον ταύτῃ δὲ τῇ ἐκπαλήσει μέγα τι τὸ
ὑπερβαινόμενον τὸ ὑπὲρ τὸ παχύτερον τῶν ὀστέων, καὶ τῶν νεύρων συχνὴ κατάτασις ὅμως δὲ δή τισιν ἐξεπάλησεν. Σημεῖον δὲ τοῖσιν οὕτως ἐκπαλήσασιν οὐδὲν γὰρ χρῆμα τοῦ ἀγκῶνος κάμψαι δύνανται, εὔδηλον δὲ καὶ τὸ ἄρθρον ψαυόμενον. Ἢν μὲν οὖν μὴ αὐτίκα ἐμβληθῇ; ἰσχυραὶ καὶ βίαιοι φλεγμοναὶ καὶ πυρετώδεες γίνονται ἢν δὲ δὴ αὐ̣ίκα τις παρατύχῃ, εὐέμβολον. Χρὴ δὲ ὀθόνιον σκληρὸν ὀθόνιον γὰρ σκληρὸν εἱλιγμένον ἀρκέει μη μέγἀ ἐνθέντα πλάγιον ἐς τὴν καμπὴν τοῦ ἀγκῶνος, ἐξαπίνης ξυγκάμψαι τὸν ἀγκῶνα, καὶ προσαγαγεῖν ὡς μάλιστα τὴν χεῖρα πρὸς τὸν ὦμον. Ἰκανὴ μὲν οὖν αὕτη ἡ ἐμβολὴ τοῖσιν οὕτως ἐκπαλήσασιν ἀτὰρ καὶ ἡ ἐς τὸ ἰθὺ κατάτασις δύναται εὐθετίζειν τοῦτον τὸν τρόπον τῆς ἐκβολῆς τοῖσι μέντοι θέναρσι τῆς χειρὸς χρὴ, τὸν μὲν ἐμβάλλοντα ἐς τὸ τοῦ βραχίονος ἐξέχον τὸ παρὰ τὴν καμπὴν ὀπίσω ἀπωθέειν, τὸν δέ τινα κάτωθεν ἐς τὸ τοῦ ἀγκῶνος ὀξὺ ἐμβάλλοντα ἀντωθέειν ἐς τὴν ἰθυωρίην τοῦ πήχεος
Ρέποντα. Δύναται δὲ ἐν τουτέῳ τῷ τρόπῳ τῆς ὀλισθήσιος κἀκείνη ἡ κατάτασις ἡ πρόσθεν γεγραμμένη, ὡς χρὴ κατατείνειν τὰ ὀστέα τοῦ βραχίονος κατεηγότα, ἐπὴν μέλλωσιν ἐπιδεῖσθαι ἐπὴν δὲ καταταθῇ, οὕτω χρὴ τοῖσι θέναρσι τὰς προσβολὰς ποιέεσθαι, ὥσπερ καὶ πρόσθεν γέγραπται.
43. Ἢν δὲ ἐς τοὐπίσω βραχίων ἐκπέσῃ ὀλιγάκις δὲ τοῦτο γίνεται, ἐπωδυνώτατόν τε τοῦτο πάντων καὶ πυρετωδέστατον ξυνεχέων πυρετῶν καὶ ἀκρητοχόλων, θανατωδέων καὶ ὀλιγημέρων, οἱ τοιοῦτοι ἐκτανύειν οὐ δύνανται. Ἢν μὲν οὖν αὐτίκα παρατύχης, βιάσασθαι χρὴ ἐκτανύσαντα τὸν ἀγκῶνα, καὶ αὐτομάτως ἐμπίπτει. Ἢν δέ σε φθάσῃ πυρετήνας, οὐκ ἔτι χρὴ ἔμβάλλειν κατατείνειε γὰρ ἂν ἡ ὀδύνη ἀναγκαζομένου. Ως δ' ἐν κεφαλαίῳ εἰρῆσθαι, οὐδ' ἄλλο χρὴ ἄρθρον πυρεταίνοντι ἐμβάλλειν, ἥκιστα δὲ ἀγκῶνα.
44. Ἔστι δὲ καὶ ἄλλα σίνεα κατ' ἀγκῶνα ὀχλώδεα τοῦτο μὲν γὰρ, τὸ παχύτερον ὀστέον ἔστιν ὅτε ἐκινήθη ἀπὸ τοῦ ἑτέρου, καὶ οὔτε ξυγκάμπτειν, οὔτε κατατανύειν ὁμοίως δύνανται. Δῆλον δὲ γίνεται, ψαυόμενον κατὰ τὴν ξύγκαμψιν τοῦ ἀγκῶνος παρὰ τὴν διασχίδα τῆς φλεβὸς τὴν ἄνωθεν τοῦ μυὸς τείνουσαν. Οἷσι δὲ τὸ τοιοῦτον, οὐκ ἔτι ῥηΐδιον ἐς τὴν ἑωυτοῦ φύσιν ἀγαγεῖν οὐδὲ γὰρ
ἄλλην οὐδεμίην ῥηΐδιον ξυμφυάδα κοινὴν δύο ὀστέων κινηθεῖσαν ἐς τὴν ἀρχαίην φύσιν ἱδρυνθῆναι, ἀλλ' ἀνάγκη ὄγκον ἴσχειν τὴν διάστασιν. Ως δ' ἐπιδέειν χρὴ ἐν ἄρθρῳ, ἐν τῇ κατὰ σφυρὸν ἐπιδέσει εἴρηται.
45. Ἔστι δ' οἷσι κατήγνυται τοῦ πήχεος τὸ ὀστέον τὸ ὁποτεταγμένον τῷ βραχίονι, ὁτὲ μὲν τὸ χονδρῶδες αὐτοῦ ἀφ' οὗ πέφυκεν ὁ τένων ὁ ὄπισθεν τοῦ βραχίονος [ὁτὲ δὲ τὰ πρόσω κατὰ τὴν ἀρχὴν τῆς ἐκφύσεως τοῦ προσθίου κορωνοῦ] καὶ ἐπὴν τοῦτο κινηθῇ, πυρετῶδες καὶ κακόηθες γίνεται τὸ μέντοι ἄρθρον μένει ἐν τῇ ἑωυτοῦ χώρῃ πᾶσα γὰρ ἡ βάσις αὐτέου ταύτῃ ὑπερέχει. Ὅταν δὲ ἀπαγῇ ταύτῃ ᾗ ὑπερέχει ἡ κεφαλὴ τοῦ βραχίονος, πλανωδέστερον τὸ ἄρθρον γίνεται, ἢν παντάπασιν ἀποκαυλισθῇ. Ἀσινέστερα δὲ, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντα τὰ κατηγνύμενα τῶν ὀστέων ἐστὶν, ἢ οἷσι τὰ μὲν ὀστέα οὐ κατάγνυται, φλέβες δὲ καὶ νεῦρα ἐπίκαιρα ἀμφιφλᾶται ἐν τούτοισι τοῖσι χωρίοισιν ἐγγυτέρω γὰρ θανάτου πελάζει ταῦτα ἢ ἐκεῖνα, ἢν ἐκπυρωθῇ ξυνεχεῖ πυρετῷ ὀλίγα γε μὴν τὰ τοιαῦτα κατήγματα γίνεται.
46. Ἒστι δ' ὅτε αὐτὴ ἡ κεφαλὴ τοῦ βραχίονος κατὰ τὴν ἐπίφυσιν
κατάγνυται τοῦτο δὲ δοκέον κακοσινώτερον εἶναι πολλῷ, πολλῷ τινι εὐηθέστερον τῶν κατ' ἀγκῶνα σινέων ἐστίν.
47. Ως μὲν οὖν ἕκαστα τῶν ὀλισθημάτων ἁρμόσσει μάλιστα ἰητρεύειν, γέγραπται, καὶ ὅτι παραχρῆμα ἐμβάλλειν μάλιστα ἄρθρον ξυμφέρει διὰ τὸ τάχος τῆς φλεγμονῆς τῶν νεύρων. Καὶ γὰρ ἢν ἐκπεσόντα αὐτίκα ἐμπέσῃ, ὅμως φιλέει τὰ νεῦρα ξύντασιν ποιέεσθαι, καὶ κωλύειν ἐπὶ ποσὸν χρόνον τήν τε ἔκτασιν ὅσην περ φιλέει ποιέεσθαι, τήν τε ξύγκαμψιν. Ἰητρεύειν δὲ πάντα παραπλησίως ταῦτα ξυμφέρει, καὶ ὁκόσα ἀπάγνυται, καὶ ὁκόσα διίσταται, καὶ ὁκόσα ὀλισθάνει πάντα γὰρ χρὴ ὀθονίοισι πολλοῖσι καὶ σπλήνεσι καὶ κηρωτῇ ἰητρεύειν, ὥσπερ καὶ τἄλλα κατήγματα. Τὸ δὲ σχῆμα τοῦ ἀγκῶνος ἐν τούτοισι παντάπασι δεῖ τοιοῦτον ποιέεσθαι, οἷόν περ οἷσι βραχίων ἐπεδεῖτο καταγεὶς, καὶ πῆχυς. Κοινότατον μὲν γὰρ πᾶσι τοῖσιν ὀλισθήμασι καὶ τοῖσι κινήμασι καὶ τοῖσι κατήγμασι τοῦτο τὸ σχῆμά ἐστιν κοινότατον δὲ πρὸς τὴν ἔπειτα διάτασιν, καὶ τὸ ἐκτανύειν ἕκαστα, καὶ ξυγκάμπτειν ἐντεῦθεν γὰρ ὁδοὶ ἐς ἀμφότερα παραπλήσιοι. Εὐοχώτατον δὲ καὶ εὐανάληπτον αὐτῷ τῷ κάμνοντι τοῦτο τὸ σχῆμα. Ἔτι δὲ πρὸς τούτοισιν, εἴ ἄρα κρατηθείη ὑπὸ τοῦ πωρώματος, εἰ μὲν ἐκτεταμένη ἡ χεὶρ κρατηθείη, κρέσσων ἂν εἴη μὴ προσεοῦσα, πολλῷ μὲν γὰρ κώλυμα εἴη, ὠφελοίη δὲ ὀλίγῳ εἰ δ' αὖ
ξυγκεκαμμένη, μᾶλλον εὔχρηστος ἂν εἴη πολλῷ δὲ εὐχρηστοτέρη, εἰ τὸ διὰ μέσου σχῆμα ἔχουσα πωρωθείη. Τὰ μὲν περὶ τοῦ σχήματος τοιαῦτα.
48. Ἐπιδεῖν δὲ χρὴ, τήν τε ἀρχὴν τοῦ πρώτου ὀθονίου βαλλόμενον κατὰ τὸ βλαφθὲν, ἤν τε καταγῇ, ἤν τε ἐκστῇ, ἤν τε διαστῇ, καὶ τὰς περιβολὰς τὰς πρώτας κατὰ τοῦτο ποιέεσθαι καὶ ἐρηρείσθω μάλιστα ταύτῃ, ἔνθεν δὲ καὶ ἔνθεν ἐπὶ ἧσσον. Τὴν δὲ ἐπίδεσιν κοινὴν ποιέεσθαι χρὴ τοῦ τε πήχεος καὶ τοῦ βραχίονος, καὶ ἐπὶ πουλὺ πλέον ἑκάτερον ἢ ὡς οἱ πλεῖστοι ποιέουσιν, ὅκως ἐξαρύηται ὡς μάλιστα ἀπὸ τοῦ σίνεος τὸ οἴδημα ἔνθεν καὶ ἔνθεν. Προσπεριβαλλέσθω δὲ καὶ τὸ ὀξὺ τοῦ πήχεος, ἢν τὸ σίνος κατὰ τοῦτο ᾖ, ἤν τε μὴ, ἵνα μὴ τὸ οἴδημα ἐνταῦθα περὶ αὐτὸ ξυλλέγηται. Περιφεύγειν δὲ χρὴ ἐν τῇ ἐπιδέσει, ὅκως μὴ κατὰ τὴν καμπὴν πολλὸν τοῦ ὀθονίου ἠθροισμένον ἔσται ἐκ τῶν δυνατῶν πεπιέχθαι δὲ κατὰ τὸ σίνος ὡς μάλιστα. Καὶ τὰ ἄλλα καταλαβέτω αὐτὸν περὶ τῆς πιέξιος καὶ τῆς χαλάσιος ταὐτὰ, καὶ κατὰ τοὺς αὐτοὺς χρόνους ἕκαστα, ὥσπερ τῶν ὀστέων τῶν κατεηγότων ἐν τῇ ἰητρείῃ πρόσθεν γέγραπται καὶ αἱ μετεπιδέσιες διὰ τρίτης ἔστωσαν χαλᾷν δὲ δοκεέτω τῇ τρίτῃ, ὥσπερ καὶ τότε. Καὶ νάρθηκας προσπεριβάλλειν
ἐν τῷ ἱκνεομένῳ χρόνῳ οὐδὲν γὰρ ἀπὸ τρόπου, καὶ τοῖσι τα ὀστέα κατεηγόσι, καὶ τοῖσι μὴ, ἢν μὴ πυρεταίνᾐ, ὡς χαλαρωτάτους δὲ, τοὺς μὲν ἀπὸ τοῦ βραχίονος κατατεταγμένους, τοὺς δὲ ἀπὸ τοῦ πήχεος ἀνειμένους ἔστωσαν δὲ μὴ παχέες οἱ νάρθηκες ἀναγκαῖον δὲ καὶ ἀνίσους αὐτοὺς εἶναι ἀλλήλοισιν, παραλλάσσειν δὲ παρ' ἀλλήλους, ᾗ ἂν ξυμφέρῃ, τεκμαιρόμενον πρὸς τὴν ξύγκαμψιν. Ἀτὰρ καὶ τῶν σπληνῶν τὴν πρόσθεσιν τοιαύτην χρὴ ποιέεσθαι, ὥσπερ καὶ τῶν ναρθήκων εἴρηται, ὀγκηροτέρους δὲ ὀλίγῳ κατὰ τὸ σίνος προστιθέναι. Τοὺς δὲ χρόνους τοὺς ἀπὸ τῆς φλεγμονῆς τεκμαίρεσθαι καὶ ἀπὸ τῶν πρόσθεν γεγραμμένων.