ART

 

.

Θεσμοφοριάζουσαι
Συγγραφέας: Αριστοφάνης

{ΚΗΔΕΣΤΗΣ}
Ὦ Ζεῦ, χελιδὼν ἆρά ποτε φανήσεται;
Ἀπολεῖ μ´ ἀλύων ἅνθρωπος ἐξ ἑωθινοῦ.
Οἷόν τε, πρὶν τὸν σπλῆνα κομιδῇ μ´ ἐκβαλεῖν,
παρὰ σοῦ πυθέσθαι ποῖ μ´ ἄγεις, ωὖριπίδη;
{ΕΥΡΙΠΙΔΗΣ}
Ἀλλ´ οὐκ ἀκούειν δεῖ σε πάνθ´ ὅς´ αὐτίκα
ὄψει παρεστώς.
{ΚΗ.} Πῶς λέγεις; Αὖθις φράσον.
Οὐ δεῖ μ´ ἀκούειν;
{ΕΥ.} Οὐχ ἅ γ´ ἂν μέλλῃς ὁρᾶν.
{ΚΗ.} Οὐδ´ ἆρ´ ὁρᾶν δεῖ μ´;
{ΕΥ.} Οὐχ ἅ γ´ ἂν ἀκούειν δέῃ.
{ΚΗ.} Πῶς μοι παραινεῖς; Δεξιῶς μέντοι λέγεις.
Οὐ φῂς σὺ χρῆναί μ´ οὔτ´ ἀκούειν οὔθ´ ὁρᾶν;
{ΕΥ.} Χωρὶς γὰρ αὐτοῖν ἑκατέρου ´στὶν ἡ φύσις.
{ΚΗ.} Τοῦ μήτ´ ἀκούειν μήθ´ ὁρᾶν;
{ΕΥ.} Εὖ ἴσθ´ ὅτι.
{ΚΗ.} Πῶς χωρίς;
{ΕΥ.} Οὕτω ταῦτα διεκρίθη τότε.
Αἰθὴρ γὰρ ὅτε τὰ πρῶτα διεχωρίζετο
καὶ ζῷ´ ἐν αὑτῷ ξυνετέκνου κινούμενα,
ᾧ μὲν βλέπειν χρὴ πρῶτ´ ἐμηχανήσατο
ὀφθαλμὸν ἀντίμιμον ἡλίου τροχῷ,
ἀκοῇ δὲ χοάνην ὦτα διετετρήνατο.
{ΚΗ.} Διὰ τὴν χοάνην οὖν μήτ´ ἀκούω μήθ´ ὁρῶ;
Νὴ τὸν Δί´ ἥδομαί γε τουτὶ προσμαθών.
Οἷόν γέ πού ´στιν αἱ σοφαὶ ξυνουσίαι.
{ΕΥ.} Πόλλ´ ἂν μάθοις τοιαῦτα παρ´ ἐμοῦ.
{ΚΗ.} Πῶς ἂν οὖν
πρὸς τοῖς ἀγαθοῖς τούτοισιν ἐξεύροιμ´ ὅπως
ἔτι προσμάθοιμι χωλὸς εἶναι τὼ σκέλει;
{ΕΥ.} Βάδιζε δευρὶ καὶ πρόσεχε τὸν νοῦν.
{ΚΗ.} Ἰδού.
{ΕΥ.} Ὁρᾷς τὸ θύριον τοῦτο;
{ΚΗ.} Νὴ τὸν Ἡρακλέα
οἶμαί γε.
{ΕΥ.} Σίγα νυν.
{ΚΗ.} Σιωπῶ τὸ θύριον.
{ΕΥ.} Ἄκου´.
{ΚΗ.} Ἀκούω καὶ σιωπῶ τὸ θύριον.
{ΕΥ.} Ἐνταῦθ´ Ἀγάθων ὁ κλεινὸς οἰκῶν τυγχάνει
ὁ τραγῳδοποιός.
{ΚΗ.} Ποῖος οὗτος Ἁγάθων;
Ἔστιν τις Ἀγάθων—
Μῶν ὁ μέλας, ὁ καρτερός;
{ΕΥ.} Οὔκ, ἀλλ´ ἕτερός τις.
{ΚΗ.} Οὐχ ἑόρακα πώποτε.
Μῶν ὁ δασυπώγων;
{ΕΥ.} Οὐχ ἑόρακας πώποτε;
{ΚΗ.} Μὰ τὸν Δί´ οὔπω γ´ ὥστε κἀμέ γ´ εἰδέναι.
{ΕΥ.} Καὶ μὴν βεβίνηκας σύ γ´, ἀλλ´ οὐκ οἶσθ´ ἴσως.
Ἀλλ´ ἐκποδὼν πτήξωμεν, ὡς ἐξέρχεται
θεράπων τις αὐτοῦ πῦρ ἔχων καὶ μυρρίνας,
προθυσόμενος, ἔοικε, τῆς ποήσεως.
{ΘΕΡΑΠΩΝ}
Εὔφημος πᾶς ἔστω λαός,
στόμα συγκλῄσας· ἐπιδημεῖ γὰρ
θίασος Μουσῶν ἔνδον μελάθρων
τῶν δεσποσύνων μελοποιῶν.
Ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ,
κῦμα δὲ πόντου μὴ κελαδείτω
γλαυκόν—
{ΚΗ.} Βομβάξ.
{ΕΥ.} Σίγα. Τί λέγει;
{ΘΕ.} πτηνῶν τε γένη κατακοιμάσθω,
θηρῶν τ´ ἀγρίων πόδες ὑλοδρόμων
μὴ λυέσθων· —
{ΚΗ.} Βομβαλοβομβάξ.
{ΘΕ.} μέλλει γὰρ ὁ καλλιεπὴς Ἀγάθων
πρόμος ἡμέτερος—
{ΚΗ.} Μῶν βινεῖσθαι;
{ΘΕ.} Τίς ὁ φωνήσας;
{ΚΗ.} Νήνεμος αἰθήρ.
{ΘΕ.} δρυόχους τιθέναι δράματος ἀρχάς.
Κάμπτει δὲ νέας ἁψῖδας ἐπῶν,
τὰ δὲ τορνεύει, τὰ δὲ κολλομελεῖ,
καὶ γνωμοτυπεῖ κἀντονομάζει
καὶ κηροχυτεῖ καὶ γογγύλλει
καὶ χοανεύει—
{ΚΗ.} καὶ λαικάζει.
{ΘΕ.} Τίς ἀγροιώτας πελάθει θριγκοῖς;
{ΚΗ.} Ὃς ἕτοιμος σοῦ τοῦ τε ποητοῦ
τοῦ καλλιεποῦς κατὰ τοῦ θριγκοῦ
συγγογγύλας καὶ συστρέψας
τουτὶ τὸ πέος χοανεῦσαι.
{ΘΕ.} Ἦ που νέος γ´ ὢν ἦσθ´ ὑβριστής, ὦ γέρον.
{ΕΥ.} Ὦ δαιμόνιε, τοῦτον μὲν ἔα χαίρειν, σὺ δὲ
Ἀγάθωνά μοι δεῦρ´ ἐκκάλεσον πάσῃ τέχνῃ.
{ΘΕ.} Μηδὲν ἱκέτευ´· αὐτὸς γὰρ ἔξεισιν τάχα·
καὶ γὰρ μελοποεῖν ἄρχεται. Χειμῶνος οὖν
ὄντος κατακάμπτειν τὰς στροφὰς οὐ ῥᾴδιον,
ἢν μὴ προΐῃ θύραζε πρὸς τὸν ἥλιον.
{ΕΥ.} Τί οὖν ἐγὼ δρῶ;
{ΘΕ.} Περίμεν´, ὡς ἐξέρχεται.
{ΕΥ.} Ὦ Ζεῦ, τί δρᾶσαι διανοεῖ με τήμερον;
{ΚΗ.} Νὴ τοὺς θεοὺς ἐγὼ πυθέσθαι βούλομαι
τί τὸ πρᾶγμα τουτί. Τί στένεις; Τί δυσφορεῖς;
Οὐ χρῆν σε κρύπτειν ὄντα κηδεστὴν ἐμόν.
{ΕΥ.} Ἔστιν κακόν μοι μέγα τι προπεφυραμένον.
{ΚΗ.} Ποῖόν τι;
{ΕΥ.} Τῇδε θἠμέρᾳ κριθήσεται
εἴτ´ ἔστ´ ἔτι ζῶν εἴτ´ ἀπόλωλ´ Εὐριπίδης.
{ΚΗ.} Καὶ πῶς; ἐπεὶ νῦν γ´ οὔτε τὰ δικαστήρια
μέλλει δικάζειν οὔτε βουλῆς ἐσθ´ ἕδρα,
ἐπείπερ ἐστὶ Θεσμοφορίων ἡ μέση.
{ΕΥ.} Τοῦτ´ αὐτὸ γάρ τοι κἀπολεῖν με προσδοκῶ.
Αἱ γὰρ γυναῖκες ἐπιβεβουλεύκασί μοι
κἀν Θεσμοφόροιν μέλλουσι περί μου τήμερον
ἐκκλησιάζειν ἐπ´ ὀλέθρῳ.
{ΚΗ.} Τιὴ τί δή;
{ΕΥ.} Ὁτιὴ τραγῳδῶ καὶ κακῶς αὐτὰς λέγω.
{ΚΗ.} Νὴ τὸν Ποσειδῶ καὶ δίκαιά 〈γ´〉 ἂν πάθοις.
Ἀτὰρ τίν´ ἐκ τούτων σὺ μηχανὴν ἔχεις;
{ΕΥ.} Ἀγάθωνα πεῖσαι τὸν τραγῳδοδιδάσκαλον
εἰς Θεσμοφόροιν ἐλθεῖν.
{ΚΗ.} Τί δράσοντ´; εἰπέ μοι.
{ΕΥ.} Ἐκκλησιάσοντ´ ἐν ταῖς γυναιξὶ χἂν δέῃ
λέξονθ´ ὑπὲρ ἐμοῦ.
{ΚΗ.} Πότερα φανερῶς ἢ λάθρᾳ;
{ΕΥ.} Λάθρᾳ, στολὴν γυναικὸς ἠμφιεσμένον.
{ΚΗ.} Τὸ πρᾶγμα κομψὸν καὶ σφόδρ´ ἐκ τοῦ σοῦ τρόπου·
τοῦ γὰρ τεχνάζειν ἡμέτερος ὁ πυραμοῦς.
{ΕΥ.} Σίγα.
{ΚΗ.} Τί δ´ ἐστίν;
{ΕΥ.} Ἁγάθων ἐξέρχεται.
{ΚΗ.} Καὶ ποῦ ´σθ´;
{ΕΥ.} 〈Ὅπου〉 ´στίν; Οὗτος οὑκκυκλούμενος.
{ΚΗ.} Ἀλλ´ ἦ τυφλὸς μέν εἰμ´; Ἐγὼ γὰρ οὐχ ὁρῶ
ἄνδρ´ οὐδέν´ ἐνθάδ´ ὄντα, Κυρήνην δ´ ὁρῶ.
{ΕΥ.} Σίγα· μελῳδεῖν γὰρ παρασκευάζεται.
{ΚΗ.} Μύρμηκος ἀτραπούς, ἢ τί διαμινυρίζεται;

{ΑΓΑΘΩΝ}
Ἱερὰν Χθονίαιν δεξάμεναι
λαμπάδα, κοῦραι, ξὺν ἐλευθέρᾳ
πραπίδι χορεύσασθε βοάν. —
{<(ὡς Χορός.)>}
Τίνι δαιμόνων ὁ κῶμος;
Λέγε νιν. Εὐπίστως δὲ τοὐμὸν
δαίμονας ἔχει σεβίσαι. —
Ἄγετ´ ὦ κλῄζετε, Μοῦσαι,
χρυσέων ῥύτορα τόξων
Φοῖβον, ὃς ἱδρύσατο χώρας
γύαλα Σιμουντίδι γᾷ. —
{<(ὡς Χορός.)>}
Χαῖρε καλλίσταις ἀοιδαῖς,
Φοῖβ´, ἐν εὐμούσοισι τιμαῖς
γέρας ἱερὸν προφέρων. —
Τάν τ´ ἐν ὄρεσι δρυογόνοισιν
κόραν ἀείσατ´ Ἄρτεμιν ἀγροτέραν. —
{<(ὡς Χορός.)>}
Ἕπομαι κλῄζουσα σεμνὰν
γόνον ὀλβίζουσα Λατοῦς,
Ἄρτεμιν ἀπειρολεχῆ. —
Λατώ τε κρούματά τ´ Ἀσιάδος ποδὶ
παράρυθμ´ εὔρυθμα, Φρυγίων
διανεύματα Χαρίτων. —
{<(ὡς Χορός.)>}
Σέβομαι Λατώ τ´ ἄνασσαν
κίθαρίν τε ματέρ´ ὕμνων
ἄρσενι βοᾷ δοκίμων. —
Τᾷ φάος ἔσσυτο δαιμονίοις
ὄμμασιν, ἁμετέρας τε δι´ αἰφνιδί–
ου ὀπός. Ὧν χάριν
ἄνακτ´ ἄγαλλε Φοῖβον. —
{<(ὡς Χορός.)>}
Χαῖρ´, ὄλβιε παῖ Λατοῦς.

{ΚΗ.} Ὡς ἡδὺ τὸ μέλος, ὦ πότνιαι Γενετυλλίδες,
καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον
καὶ μανδαλωτόν, ὥστ´ ἐμοῦ γ´ ἀκροωμένου
ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος.
Καί ς´, ὦ νεανίσκ´, εἴ τις εἶ, κατ´ Αἰσχύλον
ἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι.
Ποδαπὸς ὁ γύννις; Τίς πάτρα; Τίς ἡ στολή;
Τίς ἡ τάραξις τοῦ βίου; Τί βάρβιτος
λαλεῖ κροκωτῷ; Τί δὲ δορὰ κεκρυφάλῳ;
Τί λήκυθος καὶ στρόφιον; Ὡς οὐ ξύμφορα.
Τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία;
Σύ τ´ αὐτός, ὦ παῖ, πότερον ὡς ἀνὴρ τρέφει;
Καὶ ποῦ πέος; Ποῦ χλαῖνα; Ποῦ Λακωνικαί;
Ἀλλ´ ὡς γυνὴ δῆτ´; Εἶτα ποῦ τὰ τιτθία;
Τί φῄς; Τί σιγᾷς; Ἀλλὰ δῆτ´ ἐκ τοῦ μέλους
ζητῶ ς´, ἐπειδή γ´ αὐτὸς οὐ βούλει φράσαι;
{ΑΓ.} Ὦ πρέσβυ πρέσβυ, τοῦ φθόνου μὲν τὸν ψόγον
ἤκουσα, τὴν δ´ ἄλγησιν οὐ παρεσχόμην·
ἐγὼ δὲ τὴν ἐσθῆθ´ ἅμα 〈τῇ〉 γνώμῃ φορῶ.
Χρὴ γὰρ ποητὴν ἄνδρα πρὸς τὰ δράματα
ἃ δεῖ ποεῖν, πρὸς ταῦτα τοὺς τρόπους ἔχειν.
Αὐτίκα γυναικεῖ´ ἢν ποῇ τις δράματα,
μετουσίαν δεῖ τῶν τρόπων τὸ σῶμ´ ἔχειν.
{ΚΗ.} Οὐκοῦν κελητίζεις, ὅταν Φαίδραν ποῇς;
{ΑΓ.} Ἀνδρεῖα δ´ ἢν ποῇ τις, ἐν τῷ σώματι
ἔνεσθ´ ὑπάρχον τοῦθ´. Ἃ δ´ οὐ κεκτήμεθα,
μίμησις ἤδη ταῦτα συνθηρεύεται.
{ΚΗ.} Ὅταν σατύρους τοίνυν ποῇς, καλεῖν ἐμέ,
ἵνα συμποιῶ σοὔπισθεν ἐστυκὼς ἐγώ.
{ΑΓ.} Ἄλλως τ´ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν
ἀγρεῖον ὄντα καὶ δασύν. Σκέψαι δ´ ὅτι
Ἴβυκος ἐκεῖνος κἀνακρέων ὁ Τήιος
κἀλκαῖος, οἵπερ ἁρμονίαν ἐχύμισαν,
ἐμιτροφόρουν τε κἀχλίδων Ἰωνικῶς.
Καὶ Φρύνιχος, —τοῦτον γὰρ οὖν ἀκήκοας, —
αὐτός τε καλὸς ἦν καὶ καλῶς ἠμπίσχετο·
διὰ τοῦτ´ ἄρ´ αὐτοῦ καὶ κάλ´ ἦν τὰ δράματα.
Ὅμοια γὰρ ποεῖν ἀνάγκη τῇ φύσει.
{ΚΗ.} Ταῦτ´ ἄρ´ ὁ Φιλοκλέης αἰσχρὸς ὢν αἰσχρῶς ποεῖ,
ὁ δὲ Ξενοκλέης ὢν κακὸς κακῶς ποεῖ,
ὁ δ´ αὖ Θέογνις ψυχρὸς ὢν ψυχρῶς ποεῖ.
{ΑΓ.} Ἅπας´ ἀνάγκη. Ταῦτα γάρ τοι γνοὺς ἐγὼ
ἐμαυτὸν ἐθεράπευσα.
{ΚΗ.} Πῶς, πρὸς τῶν θεῶν;
{ΕΥ.} Παῦσαι βαΰζων· καὶ γὰρ ἐγὼ τοιοῦτος ἦν
ὢν τηλικοῦτος, ἡνίκ´ ἠρχόμην ποεῖν.
{ΚΗ.} Μὰ τὸν Δί´, οὐ ζηλῶ σε τῆς παιδεύσεως.
{ΕΥ.} Ἀλλ´ ὧνπερ οὕνεκ´ ἦλθον, ἔα μ´ εἰπεῖν.
{ΚΗ.} Λέγε.
{ΕΥ.} Ἀγάθων, »σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ
πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.«
Ἐγὼ δὲ καινῇ ξυμφορᾷ πεπληγμένος
ἱκέτης ἀφῖγμαι πρὸς σέ.
{ΑΓ.} Τοῦ χρείαν ἔχων;
{ΕΥ.} Μέλλουσί μ´ αἱ γυναῖκες ἀπολεῖν τήμερον
τοῖς Θεσμοφορίοις, ὅτι κακῶς αὐτὰς λέγω.
{ΑΓ.} Τίς οὖν παρ´ ἡμῶν ἐστιν ὠφέλειά σοι;
{ΕΥ.} Ἡ πᾶς´. Ἐὰν γὰρ ἐγκαθεζόμενος λάθρᾳ
ἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή,
ὑπεραποκρίνῃ μου, σαφῶς σώσεις ἐμέ.
Μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ.
{ΑΓ.} Ἔπειτα πῶς οὐκ αὐτὸς ἀπολογεῖ παρών;
{ΕΥ.} Ἐγὼ φράσω σοι. Πρῶτα μὲν γιγνώσκομαι·
ἔπειτα πολιός εἰμι καὶ πώγων´ ἔχω,
σὺ δ´ εὐπρόσωπος, λευκός, ἐξυρημένος,
γυναικόφωνος, ἁπαλός, εὐπρεπὴς ἰδεῖν.
{ΑΓ.} Εὐριπίδη—
{ΕΥ.} Τί ἐστιν;
{ΑΓ.} Ἐπόησάς ποτε·
»Χαίρεις ὁρῶν φῶς, πατέρα δ´ οὐ χαίρειν δοκεῖς;«
{ΕΥ.} Ἔγωγε.
{ΑΓ.} Μή νυν ἐλπίσῃς τὸ σὸν κακὸν
ἡμᾶς ὑφέξειν. Καὶ γὰρ ἂν μαινοίμεθ´ ἄν.
Ἀλλ´ αὐτὸς ὅ γε σόν ἐστιν οἰκείως φέρε.
Τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν
φέρειν δίκαιον, ἀλλὰ τοῖς παθήμασιν.
{ΚΗ.} Καὶ μὴν σύ γ´, ὦ κατάπυγον, εὐρύπρωκτος εἶ
οὐ τοῖς λόγοισιν, ἀλλὰ τοῖς παθήμασιν.
{ΕΥ.} Τί δ´ ἐστὶν ὅτι δέδοικας ἐλθεῖν αὐτόσε;
{ΑΓ.} Κάκιον ἀπολοίμην ἂν ἢ σύ.
{ΕΥ.} Πῶς;
{ΑΓ.} Ὅπως;
Δοκῶν γυναικῶν ἔργα νυκτερείσια
κλέπτειν ὑφαρπάζειν τε θήλειαν Κύπριν.
{ΚΗ.} Ἰδού γε κλέπτειν· νὴ Δία, βινεῖσθαι μὲν οὖν.
Ἀτὰρ ἡ πρόφασίς γε νὴ Δί´ εἰκότως ἔχει.
{ΕΥ.} Τί οὖν; Ποήσεις ταῦτα;
{ΑΓ.} Μὴ δόκει γε σύ.
{ΕΥ.} Ὦ τρισκακοδαίμων, ὡς ἀπόλωλ´.
{ΚΗ.} Εὐριπίδη,
ὦ φίλτατ´, ὦ κηδεστά, μὴ σαυτὸν προδῷς.
{ΕΥ.} Πῶς οὖν ποήσω δῆτα;
{ΚΗ.} Τοῦτον μὲν μακρὰ
κλάειν κέλευ´, ἐμοὶ δ´ ὅ τι βούλει χρῶ λαβών.
{ΕΥ.} Ἄγε νυν, ἐπειδὴ σαυτὸν ἐπιδίδως ἐμοί,
ἀπόδυθι τουτὶ θοἰμάτιον.
{ΚΗ.} Καὶ δὴ χαμαί.
Ἀτὰρ τί μέλλεις δρᾶν μ´;
{ΕΥ.} Ἀποξυρεῖν ταδί,
τὰ κάτω δ´ ἀφεύειν.
{ΚΗ.} Ἀλλὰ πρᾶττ´, εἴ σοι δοκεῖ·
ἢ μὴ διδόναι γ´ ἐμαυτὸν ὤφελον τότε.
{ΕΥ.} Ἀγάθων, σὺ μέντοι ξυροφορεῖς ἑκάστοτε,
χρῆσόν τί νυν ἡμῖν ξυρόν.
{ΑΓ.} Αὐτὸς λάμβανε
ἐντεῦθεν ἐκ τῆς ξυροδόκης.
{ΕΥ.} Γενναῖος εἶ.
Κάθιζε· φύσα τὴν γνάθον τὴν δεξιάν.
{ΚΗ.} Οἴμοι.
{ΕΥ.} Τί κέκραγας; Ἐμβαλῶ σοι πάτταλον,
ἢν μὴ σιωπᾷς.
{ΚΗ.} Ἀτταταῖ ἰατταταῖ.
{ΕΥ.} Οὗτος σύ, ποῖ θεῖς;
{ΚΗ.} Εἰς τὸ τῶν σεμνῶν θεῶν·
οὐ γὰρ μὰ τὴν Δήμητρ´ ἔτ´ ἐνταυθοῖ μενῶ
τεμνόμενος.
{ΕΥ.} Οὔκουν καταγέλαστος δῆτ´ ἔσει
τὴν ἡμίκραιραν τὴν ἑτέραν ψιλὴν ἔχων;
{ΚΗ.} Ὀλίγον μέλει μοι.
{ΕΥ.} Μηδαμῶς, πρὸς τῶν θεῶν,
προδῷς με. Χώρει δεῦρο.
{ΚΗ.} Κακοδαίμων ἐγώ.
{ΕΥ.} Ἔχ´ ἀτρέμα σαυτὸν κἀνάκυπτε. Ποῖ στρέφει;
{ΚΗ.} Μῦ μῦ.
{ΕΥ.} Τί μύζεις; Πάντα πεπόηται καλῶς.
{ΚΗ.} Οἴμοι κακοδαίμων, ψιλὸς οὖν στρατεύσομαι.
{ΕΥ.} Μὴ φροντίσῃς· ὡς εὐπρεπὴς φανεῖ πάνυ.
Βούλει θεᾶσθαι σαυτόν;
{ΚΗ.} Εἰ δοκεῖ, φέρε.
{ΕΥ.} Ὁρᾷς σεαυτόν;
{ΚΗ.} Οὐ μὰ Δί´, ἀλλὰ Κλεισθένη.
{ΕΥ.} Ἀνίστας´, ἵν´ ἀφεύσω σε, κἀγκύψας ἔχε.
{ΚΗ.} Οἴμοι κακοδαίμων, δελφάκιον γενήσομαι.
{ΕΥ.} Ἐνεγκάτω τις ἔνδοθεν δᾷδ´ ἢ λύχνον.
Ἐπίκυπτε· τὴν κέρκον φυλάττου νυν ἄκραν.
{ΚΗ.} Ἐμοὶ μελήσει νὴ Δία, πλήν γ´ ὅτι κάομαι.
Οἴμοι τάλας. Ὕδωρ ὕδωρ, ὦ γείτονες,
πρὶν ἀντιλαβέσθαι τὴν τράμιν μου τῆς φλογός.
{ΕΥ.} Θάρρει.
{ΚΗ.} Τί θαρρῶ καταπεπυρπολημένος;
{ΕΥ.} Ἀλλ´ οὐκέτ´ οὐδὲν πρᾶγμά σοι· τὰ πλεῖστα γὰρ
ἀποπεπόνηκας.
{ΚΗ.} Φῦ, ἰοὺ τῆς ἀσβόλου.
Αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὴν τράμιν.
{ΕΥ.} Μὴ φροντίσῃς· Σάτυρος γὰρ αὐτὰ σπογγιεῖ.
{ΚΗ.} Οἰμώξεται τἄρ´ εἰ τὸν ἐμὸν πρωκτὸν πλυνεῖ.
{ΕΥ.} Ἀγάθων, ἐπειδὴ σαυτὸν ἐπιδοῦναι φθονεῖς,
ἀλλ´ ἱμάτιον γοῦν χρῆσον ἡμῖν τουτῳὶ
καὶ στρόφιον· οὐ γὰρ ταῦτά γ´ ὡς οὐκ ἔστ´ ἐρεῖς.
{ΑΓ.} Λαμβάνετε καὶ χρῆσθ´· οὐ φθονῶ.
{ΚΗ.} Τί οὖν λάβω;
{ΕΥ.} Ὅ τι; τὸν κροκωτὸν πρῶτον ἐνδύου λαβών.
{ΚΗ.} Νὴ τὴν Ἀφροδίτην, ἡδύ γ´ ὄζει ποσθίου.
Σύζωσον ἁνύσας. Αἶρέ νυν στρόφιον.
{ΕΥ.} Ἰδού·
{ΚΗ.} Ἴθι νυν κατάστειλόν με τὰ περὶ τὼ σκέλει.
{ΕΥ.} Κεκρυφάλου δεῖ καὶ μίτρας.
{ΑΓ.} Ἡδὶ μὲν οὖν
κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ.
{ΕΥ.} Νὴ τὸν Δί´, ἀλλὰ κἀπιτηδεία πάνυ.
{ΚΗ.} Ἆρ´ ἁρμόσει μοι;
{ΕΥ.} Νὴ Δί´, ἀλλ´ ἄριστ´ ἔχει.
Φέρ´ ἔγκυκλόν τι.
{ΑΓ.} Λάμβαν´ ἀπὸ τῆς κλινίδος.
{ΕΥ.} Ὑποδημάτων δεῖ.
{ΑΓ.} Τἀμὰ ταυτὶ λάμβανε.
{ΚΗ.} Ἆρ´ ἁρμόσει μοι; Χαλαρά γ´ οὐ χαίρεις φορῶν.
{ΑΓ.} Σὺ τοῦτο γίγνωσκ´. Ἀλλ´—ἔχεις γὰρ ὧν δέει, —
εἴσω τις ὡς τάχιστά μ´ εἰσκυκλησάτω.
{ΕΥ.} Ἀνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴ
τό γ´ εἶδος. Ἢν λαλῇς δ´, ὅπως τῷ φθέγματι
γυναικιεῖς εὖ καὶ πιθανῶς.
{ΚΗ.} Πειράσομαι.
{ΕΥ.} Βάδιζε τοίνυν.
{ΚΗ.} Μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ
ὀμόσῃς ἐμοί—
{ΕΥ.} Τί χρῆμα;
{ΚΗ.} συσσώσειν ἐμὲ
πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν.
{ΕΥ.} Ὄμνυμι τοίνυν αἰθέρ´, οἴκησιν Διός.
{ΚΗ.} Τί μᾶλλον ἢ τὴν Ἱπποκράτους ξυνοικίαν;
{ΕΥ.} Ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς.
{ΚΗ.} Μέμνησο τοίνυν ταῦθ´, ὅτι ἡ φρὴν ὤμοσεν,
ἡ γλῶττα δ´ οὐκ ὀμώμοκ´, οὐδ´ ὥρκως´ ἐγώ.
{ΕΥ.} Ἔα σπεῦδε ταχέως· ὡς τὸ τῆς ἐκκλησίας
σημεῖον ἐν τῷ Θεσμοφορείῳ φαίνεται.
Ἐγὼ δ´ ἄπειμι.
{ΚΗ.} Δεῦρό νυν, ὦ Θρᾷτθ´, ἕπου.
Ὦ Θρᾷττα, θέασαι, καομένων τῶν λαμπάδων
ὅσον τὸ χρῆμ´ ἀνέρχεθ´ ὑπὸ τῆς λιγνύος.
Ἀλλ´, ὦ περικαλλεῖ Θεσμοφόρω, δέξασθέ με
ἀγαθῇ τύχῃ καὶ δεῦρο 〈καὶ〉 πάλιν οἴκαδε.
Ὦ Θρᾷττα, τὴν κίστην κάθελε, κᾆτ´ ἔξελε
τὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν.
Δέσποινα πολυτίμητε Δήμητερ φίλη
καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι
θύειν ἔχουσαν, εἰ δὲ μἀλλὰ νῦν λαθεῖν.
Καὶ τὴν θυγατέρ´ εὔχοιρον ἀνδρός μοι τυχεῖν
πλουτοῦντος, ἄλλως δ´ ἠλιθίου κἀβελτέρου,
καὶ πρὸς σαθίσκον νοῦν ἔχειν μοι καὶ φρένας.
Ποῦ ποῦ καθίζωμ´ ἐν καλῷ, τῶν ῥητόρων
ἵν´ ἐξακούω; Σὺ δ´ ἄπιθ´, ὦ Θρᾷττ´, ἐκποδών·
δούλοις γὰρ οὐκ ἔξεστ´ ἀκούειν τῶν λόγων.
- {ΓΥΝΗ}
- Εὐφημία ἔστω, εὐφημία ἔστω. Εὔχεσθε τοῖν Θεσ–
- μοφόροιν, καὶ τῷ Πλούτῳ, καὶ τῇ Καλλιγενείᾳ, καὶ
- τῇ Κουροτρόφῳ, καὶ τῷ Ἑρμῇ, καὶ 〈ταῖς〉 Χάρισιν,
- ἐκκλησίαν τήνδε καὶ σύνοδον τὴν νῦν κάλλιστα καὶ
ἄριστα ποῆσαι, πολυωφελῶς μὲν 〈τῇ〉 πόλει τῇ
- Ἀθηναίων, τυχηρῶς δ´ ὑμῖν αὐταῖς. Καὶ τὴν δρῶ–
- σαν καὶ ἀγορεύουσαν τὰ βέλτιστα περὶ τὸν δῆμον
τὸν Ἀθηναίων καὶ τὸν τῶν γυναικῶν, ταύτην νικᾶν.
- Ταῦτ´ εὔχεσθε, καὶ ὑμῖν αὐταῖς τἀγαθά. Ἰὴ παιών,
ἰὴ παιών, ἰὴ παιών. Χαίρωμεν.

{ΧΟ.} Δεχόμεθα καὶ θεῶν γένος
λιτόμεθα ταῖσδ´ ἐπ´ εὐχαῖς
φανέντας ἐπιχαρῆναι.
Ζεῦ μεγαλώνυμε χρυσολύρα τε
Δῆλον ὃς ἔχεις ἱεράν,
καὶ σύ, παγκρατὲς κόρα γλαυκ–
ῶπι χρυσόλογχε πόλιν οἰ–
κοῦσα περιμάχητον, ἐλθὲ δεῦρο·
καὶ πολυώνυμε θηροφόνη,
Λατοῦς χρυσώπιδος ἔρνος,
σύ τε, πόντιε σεμνὲ Πόσειδον
ἁλιμέδον,
προλιπὼν μυχὸν ἰχθυόεντα
οἰστροδόνητον, Νηρέος εἰναλίου τε κόραι
Νύμφαι τ´ ὀρείπλαγκτοι.
Χρυσέα δὲ φόρμιγξ
ἰαχήσειεν ἐπ´ εὐχαῖς
ἡμετέραις· τελέως δ´ ἐκ–
κλησιάσαιμεν Ἀθηνῶν
εὐγενεῖς γυναῖκες.

{ΓΥ.} Εὔχεσθε τοῖς θεοῖσι τοῖς Ὀλυμπίοις
καὶ ταῖς Ὀλυμπίαισι, καὶ τοῖς Πυθίοις
καὶ ταῖσι Πυθίαισι, καὶ τοῖς Δηλίοις
καὶ ταῖσι Δηλίαισι, τοῖς τ´ ἄλλοις θεοῖς.
Εἴ τις ἐπιβουλεύει τι τῷ δήμῳ κακὸν
τῷ τῶν γυναικῶν, ἢ ´πικηρυκεύεται
Εὐριπίδῃ Μήδοις 〈τ´〉 ἐπὶ βλάβῃ τινὶ
τῇ τῶν γυναικῶν, ἢ τυραννεῖν ἐπινοεῖ,
ἢ τὸν τύραννον συγκατάγειν, ἢ παιδίον
ὑποβαλλομένης κατεῖπεν, ἢ δούλη τινὸς
προαγωγὸς οὖς´ ἐνετρύλισεν τῷ δεσπότῃ,
ἢ πεμπομένη τις ἀγγελίας ψευδεῖς φέρει,
ἢ μοιχὸς εἴ τις ἐξαπατᾷ ψευδῆ λέγων
καὶ μὴ δίδωσιν ἃν ὑπόσχηταί ποτε,
ἢ δῶρά τις δίδωσι μοιχῷ γραῦς γυνή,
ἢ καὶ δέχεται προδιδοῦς´ ἑταίρα τὸν φίλον,
κεἴ τις κάπηλος ἢ καπηλὶς τοῦ χοῶς
ἢ τῶν κοτυλῶν τὸ νόμισμα διαλυμαίνεται,
κακῶς ἀπολέσθαι τοῦτον αὐτὸν κᾠκίαν
ἀρᾶσθε, ταῖς δ´ ἄλλαισιν ὑμῖν τοὺς θεοὺς
εὔχεσθε πάσαις πολλὰ δοῦναι κἀγαθά.

{ΧΟ.} Ξυνευχόμεσθα τέλεα μὲν
πόλει, τέλεα δὲ δήμῳ
τάδ´ εὔγματ´ ἀποτελεῖσθαι,
τὰ δ´ ἄρισθ´ ὅσαις προσήκει
νικᾶν λεγούσαις. Ὁπόσαι δ´
- ἐξαπατῶσιν παραβαίνουσί τε τοὺς
ὅρκους τοὺς νενομισμένους
κερδῶν οὕνεκ´ ἐπὶ βλάβῃ,
ἢ ψηφίσματα καὶ νόμον
ζητοῦς´ ἀντιμεθιστάναι,
τἀπόρρητά τε τοῖσιν ἐ–
χθροῖς τοῖς ἡμετέροις λέγους´,
ἢ Μήδους ἐπάγουσι τῆς
χώρας οὕνεκ´ ἐπὶ βλάβῃ,
ἀσεβοῦς´ ἀδικοῦσί τε τὴν πόλιν.
Ἀλλ´, ὦ παγκρατὲς
Ζεῦ, ταῦτα κυρώσειας, ὥσθ´
ἡμῖν θεοὺς παραστατεῖν,
καίπερ γυναιξὶν οὔσαις.

- {ΓΥ.} Ἄκουε πᾶς´. Ἔδοξε τῇ βουλῇ τάδε
τῇ τῶν γυναικῶν· Τιμόκλει´ ἐπεστάτει,
Λύσιλλ´ ἐγραμμάτευεν, εἶπε Σωστράτη·
ἐκκλησίαν ποεῖν ἕωθεν τῇ μέσῃ
τῶν Θεσμοφορίων, ᾗ μάλισθ´ ἡμῖν σχολή,
καὶ χρηματίζειν πρῶτα περὶ Εὐριπίδου,
ὅ τι χρὴ παθεῖν ἐκεῖνον· ἀδικεῖν γὰρ δοκεῖ
ἡμῖν ἁπάσαις. Τίς ἀγορεύειν βούλεται;
{ΓΥΝΗ Αʹ}
Ἐγώ.
{ΓΥ.} Περίθου νυν τόνδε πρῶτον πρὶν λέγειν.
{ΧΟ.} Σίγα, σιώπα, πρόσεχε τὸν νοῦν· χρέμπτεται γὰρ ἤδη
ὅπερ ποιοῦς´ οἱ ῥήτορες. Μακρὰν ἔοικε λέξειν.

{ΓΥ. Αʹ} Φιλοτιμίᾳ μὲν οὐδεμιᾷ μὰ τὼ θεὼ
λέξους´ ἀνέστην, ὦ γυναῖκες· ἀλλὰ γὰρ
βαρέως φέρω τάλαινα πολὺν ἤδη χρόνον,
προπηλακιζομένας ὁρῶς´ ἡμᾶς ὑπὸ
Εὐριπίδου τοῦ τῆς λαχανοπωλητρίας
καὶ πολλὰ καὶ παντοῖ´ ἀκουούσας κακά.
Τί γὰρ οὗτος ἡμᾶς οὐκ ἐπισμῇ τῶν κακῶν;
Ποῦ δ´ οὐχὶ διαβέβληχ´, ὅπουπερ ἔμβραχυ
εἰσὶν θεαταὶ καὶ τραγῳδοὶ καὶ χοροί,
τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστρίας καλῶν,
τὰς οἰνοπότιδας, τὰς προδότιδας, τὰς λάλους,
τὰς οὐδὲν ὑγιές, τὰς μέγ´ ἀνδράσιν κακόν;
Ὥστ´ εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίων
ὑποβλέπους´ ἡμᾶς σκοποῦνταί τ´ εὐθέως
μὴ μοιχὸς ἔνδον ᾖ τις ἀποκεκρυμμένος.
Δρᾶσαι δ´ ἔθ´ ἡμῖν οὐδὲν ὧνπερ καὶ πρὸ τοῦ
ἔξεστι· τοιαῦθ´ οὗτος ἐδίδαξεν κακὰ
τοὺς ἄνδρας ἡμῶν. Ὥστ´ ἐάν τίς 〈τινα〉 πλέκῃ
γυνὴ στέφανον, ἐρᾶν δοκεῖ· κἂν ἐκβάλῃ
σκεῦός τι κατὰ τὴν οἰκίαν πλανωμένη,
ἁνὴρ ἐρωτᾷ· »Τῷ κατέαγεν ἡ χύτρα;
Οὐκ ἔσθ´ ὅπως οὐ τῷ Κορινθίῳ ξένῳ.«
Κάμνει κόρη τις, εὐθὺς ἁδελφὸς λέγει·
»Τὸ χρῶμα τοῦτό μ´ οὐκ ἀρέσκει τῆς κόρης.«
Εἶἑν. Γυνή τις ὑποβαλέσθαι βούλεται
ἀποροῦσα παίδων, οὐδὲ τοῦτ´ ἔστιν λαθεῖν.
Ἅνδρες γὰρ ἤδη παρακάθηνται πλησίον·
πρὸς τοὺς γέροντάς θ´ οἳ πρὸ τοῦ τὰς μείρακας
ἤγοντο, διαβέβληκεν, ὥστ´ οὐδεὶς γέρων
γαμεῖν ἐθέλει γυναῖκα διὰ τοὔπος τοδί·
»Δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή.«
Εἶτα διὰ τοῦτον ταῖς γυναικωνίτισιν
σφραγῖδας ἐπιβάλλουσιν ἤδη καὶ μοχλοὺς
τηροῦντες ἡμᾶς, καὶ προσέτι Μολοττικοὺς
τρέφουσι μορμολυκεῖα τοῖς μοιχοῖς κύνας.
Καὶ ταῦτα μὲν ξυγγνώσθ´· ἃ δ´ ἦν ἡμῖν πρὸ τοῦ
αὐταῖς ταμιεῦσαι καὶ προαιρούσαις λαβεῖν
ἄλφιτον, ἔλαιον, οἶνον, οὐδὲ ταῦτ´ ἔτι
ἔξεστιν. Οἱ γὰρ ἄνδρες ἤδη κλειδία
αὐτοὶ φοροῦσι κρυπτά, κακοηθέστατα,
Λακωνίκ´ ἄττα, τρεῖς ἔχοντα γομφίους.
Πρὸ τοῦ μὲν οὖν ἦν ἀλλ´ ὑποῖξαι τὴν θύραν
ποησαμέναισι δακτύλιον τριωβόλου·
νῦν δ´ οὗτος αὐτοὺς ᾡκότριψ Εὐριπίδης
ἐδίδαξε θριπήδεστ´ ἔχειν σφραγίδια
ἐξαψαμένους. Νῦν οὖν ἐμοὶ τούτῳ δοκεῖ
ὄλεθρόν τιν´ ἡμᾶς κυρκανᾶν ἁμωσγέπως,
ἢ φαρμάκοισιν ἢ μιᾷ γέ τῳ τέχνῃ,
- ὅπως ἀπολεῖται. Ταῦτ´ ἐγὼ φανερῶς λέγω·
τὰ δ´ ἄλλα μετὰ τῆς γραμματέως συγγράψομαι.

{ΧΟ.} Οὔπω ταύτης ἤκουσα {Str.}
πολυπλοκωτέρας γυναικὸς
οὐδὲ δεινότερον λεγούσης.
Πάντα γὰρ λέγει δίκαια·
πάσας δ´ ἰδέας ἐξήτασεν,
πάντα δ´ ἐβάστασε φρενὶ πυκνῶς τε
ποικίλους λόγους ἀνηῦρεν
εὖ διεζητημένους.
Ὥστ´ ἂν εἰ λέγοι παρ´ αὐτὴν
Ξενοκλέης ὁ Καρκίνου, δο–
κεῖν ἂν αὐτόν, ὡς ἐγᾦμαι,
πᾶσιν ὑμῖν
ἄντικρυς μηδὲν λέγειν.

{ΓΥΝΗ Βʹ}
Ὀλίγων ἕνεκα καὐτὴ παρῆλθον ῥημάτων.
Τὰ μὲν γὰρ ἄλλ´ αὕτη κατηγόρηκεν εὖ·
ἃ δ´ ἐγὼ πέπονθα, ταῦτα λέξαι βούλομαι.
Ἐμοὶ γὰρ ἁνὴρ ἀπέθανεν μὲν ἐν Κύπρῳ
παιδάρια πέντε καταλιπών, ἁγὼ μόλις
στεφανηπλοκοῦς´ ἔβοσκον ἐν ταῖς μυρρίναις.
Τέως μὲν οὖν ἀλλ´ ἡμικάκως ἐβοσκόμην·
νῦν δ´ οὗτος ἐν ταῖσιν τραγῳδίαις ποιῶν
τοὺς ἄνδρας ἀναπέπεικεν οὐκ εἶναι θεούς·
ὥστ´ οὐκέτ´ ἐμπολῶμεν οὐδ´ εἰς ἥμισυ.
Νῦν οὖν ἁπάσαισιν παραινῶ καὶ λέγω
τοῦτον κολάσαι τὸν ἄνδρα πολλῶν οὕνεκα·
ἄγρια γὰρ ἡμᾶς, ὦ γυναῖκες, δρᾷ κακά,
ἅτ´ ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς.
Ἀλλ´ εἰς ἀγορὰν ἄπειμι· δεῖ γὰρ ἀνδράσιν
πλέξαι στεφάνους ξυνθηματιαίους εἴκοσιν.

{ΧΟ.} Ἕτερον αὖ τι λῆμα τοῦτο
κομψότερον ἔτ´ ἢ τὸ πρότερον
ἀναπέφηνεν.
Οἷα κατεστωμύλατο
οὐκ ἄκαιρα, φρένας ἔχουσα
καὶ πολύπλοκον νόημ´, οὐδ´
ἀσύνετ´, ἀλλὰ πιθανὰ πάντα.
Δεῖ δὲ ταύτης τῆς ὕβρεως ἡ–
μῖν τὸν ἄνδρα
περιφανῶς δοῦναι δίκην.

{ΚΗ.} Τὸ μέν, ὦ γυναῖκες, ὀξυθυμεῖσθαι σφόδρα
Εὐριπίδῃ, τοιαῦτ´ ἀκουούσας κακά,
οὐ θαυμάσιόν ἐστ´, οὐδ´ ἐπιζεῖν τὴν χολήν.
Καὐτὴ γὰρ ἔγωγ´, —οὕτως ὀναίμην τῶν τέκνων, —
μισῶ τὸν ἄνδρ´ ἐκεῖνον, εἰ μὴ μαίνομαι.
Ὅμως δ´ ἐν ἀλλήλαισι χρὴ δοῦναι λόγον·
αὐταὶ γάρ ἐσμεν, κοὐδεμί´ ἐκφορὰ λόγου.
Τί ταῦτ´ ἔχουσαι ´κεῖνον αἰτιώμεθα
βαρέως τε φέρομεν, εἰ δύ´ ἡμῶν ἢ τρία
κακὰ ξυνειδὼς εἶπε δρώσας μυρία;
Ἐγὼ γὰρ αὐτὴ πρῶτον, ἵνα μἄλλην λέγω,
ξύνοιδ´ ἐμαυτῇ πολλὰ 〈δείν´·〉 ἐκεῖνο δ´ οὖν
δεινότατον, ὅτε νύμφη μὲν ἦν τρεῖς ἡμέρας,
ὁ δ´ ἀνὴρ παρ´ ἐμοὶ καθηῦδεν. Ἦν δέ μοι φίλος,
ὅσπερ με διεκόρησεν οὖσαν ἑπτέτιν.
Οὗτος πόθῳ μου ´κνυεν ἐλθὼν τὴν θύραν·
κᾆτ´ εὐθὺς ἔγνων· εἶτα καταβαίνω λάθρᾳ.
Ὁ δ´ ἀνὴρ ἐρωτᾷ· »Ποῖ σὺ καταβαίνεις;« »Ὅποι;
στρόφος μ´ ἔχει τὴν γαστέρ´, ὦνερ, κὠδύνη·
εἰς τὸν κοπρῶν´ οὖν ἔρχομαι.« »Βάδιζέ νυν.«
Κᾆθ´ ὁ μὲν ἔτριβε κεδρίδας, ἄννηθον, σφάκον·
ἐγὼ δὲ καταχέασα τοῦ στροφέως ὕδωρ
ἐξῆλθον ὡς τὸν μοιχόν· εἶτ´ ἠρειδόμην
παρὰ τὸν Ἀγυιᾶ κῦβδ´, ἐχομένη τῆς δάφνης.
Ταῦτ´ οὐδεπώποτ´ εἶφ´, ὁρᾶτ´, Εὐριπίδης·
οὐδ´ ὡς ὑπὸ τῶν δούλων τε κὠρεωκόμων
σποδούμεθ´, ἢν μὴ ´χωμεν ἕτερον, οὐ λέγει·
οὐδ´ ὡς ὅταν μάλισθ´ ὑπό του ληκώμεθα
τὴν νύχθ´, ἕωθεν σκόροδα διαμασώμεθα,
ἵν´ ὀσφρόμενος ἁνὴρ ἀπὸ τείχους εἰσιὼν
μηδὲν κακὸν δρᾶν ὑποτοπῆται. Ταῦθ´, ὁρᾷς,
οὐπώποτ´ εἶπεν. Εἰ δὲ Φαίδραν λοιδορεῖ,
ἡμῖν τί τοῦτ´ ἔστ´; Οὐδ´ ἐκεῖν´ εἴρηκέ πω,
ὡς ἡ γυνὴ δεικνῦσα τἀνδρὶ τοὔγκυκλον
〈ἰδεῖν〉 ὑπ´ αὐγὰς οἷον, ἐγκεκαλυμμένον
τὸν μοιχὸν ἐξέπεμψεν, οὐκ εἴρηκέ πω.
Ἑτέραν δ´ ἐγᾦδ´ ἣ ´φασκεν ὠδίνειν γυνὴ
δέχ´ ἡμέρας, ἕως ἐπρίατο παιδίον.
Ὁ δ´ ἀνὴρ περιήρχετ´ ὠκυτόκι´ ὠνούμενος·
τὸ δ´ εἰσέφερε γραῦς ἐν χύτρᾳ, τὸ παιδίον,
ἵνα μὴ βοῴη, κηρίῳ βεβυσμένον.
Εἶθ´ ὡς ἔνευσεν ἡ φέρους´, εὐθὺς βοᾷ·
»Ἄπελθ´ ἄπελθ´, ἤδη γάρ, ὦνέρ, μοι δοκῶ
τέξειν.« Τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν.
Χὠ μὲν γεγηθὼς ἔτρεχεν, ἡ δ´ ἐξέσπασεν
ἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δ´ ἀνέκραγεν.
Εἶθ´ ἡ μιαρὰ γραῦς, ἣ ´φερεν τὸ παιδίον,
θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει·
»Λέων λέων σοι γέγονεν, αὐτέκμαγμα σόν,
τά τ´ ἄλλ´ ἁπαξάπαντα καὶ τὸ πόσθιον
τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον.«
Ταῦτ´ οὐ ποιοῦμεν τὰ κακά; Νὴ τὴν Ἄρτεμιν
ἡμεῖς γε. Κᾆτ´ Εὐριπίδῃ θυμούμεθα,
οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν;

{ΧΟ.} Τουτὶ μέντοι θαυμαστόν, {Ant.}
ὁπόθεν ηὑρέθη τὸ χρῆμα,
χἤτις ἐξέθρεψε χώρα
τήνδε τὴν θρασεῖαν οὕτω.
Τάδε γὰρ εἰπεῖν τὴν πανοῦργον
κατὰ τὸ φανερὸν ὧδ´ ἀναιδῶς
οὐκ ἂν ᾠόμην ἐν ἡμῖν
οὐδὲ τολμῆσαί ποτ´ ἄν.
Ἀλλὰ πᾶν γένοιτ´ ἂν ἤδη.
Τὴν παροιμίαν δ´ ἐπαινῶ
τὴν παλαιάν· ὑπὸ λίθῳ γὰρ
παντί που χρὴ
μὴ δάκῃ ῥήτωρ ἀθρεῖν.
Ἀλλ´ οὐ γάρ ἐστι τῶν ἀναισχύντων φύσει γυναικῶν
οὐδὲν κάκιον εἰς ἅπαντα πλὴν ἄρ´ εἰ γυναῖκες.
{ΓΥ. Αʹ} Οὔ τοι μὰ τὴν Ἄγλαυρον, ὦ γυναῖκες, εὖ φρονεῖτε,
ἀλλ´ ἢ πεφάρμαχθ´ ἢ κακόν τι μέγα πεπόνθατ´ ἄλλο,
ταύτην ἐῶσαι τὴν φθόρον τοιαῦτα περιυβρίζειν
ἡμᾶς ἁπάσας. Εἰ μὲν οὖν τις ἔστιν ... —, εἰ δὲ μή, ἡμεῖς
αὐταί τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι
ταύτης ἀποψιλώσομεν τὸν χοῖρον, ἵνα διδαχθῇ
γυνὴ γυναῖκας οὖσα μὴ κακῶς λέγειν τὸ λοιπόν.
{ΚΗ.} Μὴ δῆτα τόν γε χοῖρον, ὦ γυναῖκες. Εἰ γὰρ οὔσης
παρρησίας κἀξὸν λέγειν ὅσαι πάρεσμεν ἀσταί,
εἶτ´ εἶπον ἁγίγνωσκον ὑπὲρ Εὐριπίδου δίκαια,
διὰ τοῦτο τιλλομένην με δεῖ δοῦναι δίκην ὑφ´ ὑμῶν;
{ΓΥ. Αʹ} Οὐ γάρ σε δεῖ δοῦναι δίκην; ἥτις μόνη τέτληκας
ὑπὲρ ἀνδρὸς ἀντειπεῖν, ὃς ἡμᾶς πολλὰ κακὰ δέδρακεν
ἐπίτηδες εὑρίσκων λόγους, ὅπου γυνὴ πονηρὰ
ἐγένετο, Μελανίππας ποιῶν Φαίδρας τε· Πηνελόπην δὲ
οὐπώποτ´ ἐπόης´, ὅτι γυνὴ σώφρων ἔδοξεν εἶναι.
{ΚΗ.} Ἐγὼ γὰρ οἶδα ταἴτιον. Μίαν γὰρ οὐκ ἂν εἴποις
τῶν νῦν γυναικῶν Πηνελόπην, Φαίδρας ἁπαξαπάσας.
{ΓΥ. Αʹ} Ἀκούετ´, ὦ γυναῖκες, οἷ´ εἴρηκεν ἡ πανοῦργος
ἡμᾶς ἁπάσας αὖθις αὖ.
{ΚΗ.} Καὶ νὴ Δί´ οὐδέπω γε
εἴρηχ´ ὅσα ξύνοιδ´· ἐπεὶ βούλεσθε πλείον´ εἴπω;
{ΓΥ. Αʹ} Ἀλλ´ οὐκ ἂν ἔτ´ ἔχοις· ὅσα γὰρ ᾔδησθ´ ἐξέχεας ἅπαντα.
{ΚΗ.} Μὰ Δί´ οὐδέπω τὴν μυριοστὴν μοῖραν ὧν ποιοῦμεν.
Ἐπεὶ τάδ´ οὐκ εἴρηχ´, ὁρᾷς, ὡς στλεγγίδας λαβοῦσαι
ἔπειτα σιφωνίζομεν τὸν οἶνον—
{ΓΥ. Αʹ} Ἐπιτριβείης.
{ΚΗ.} ὥς τ´ αὖ τὰ κρέ´ ἐξ Ἀπατουρίων ταῖς μαστροποῖς διδοῦσαι
ἔπειτα τὴν γαλῆν φαμεν—
{ΓΥ. Αʹ} Τάλαιν´ ἐγώ· φλυαρεῖς.
{ΚΗ.} Οὐδ´ ὡς ἑτέρα τὸν ἄνδρα τῷ πελέκει κατεσπόδησεν,
οὐκ εἶπον· οὐδ´ ὡς φαρμάκοις ἑτέρα τὸν ἄνδρ´ ἔμηνεν,
οὐδ´ ὡς ὑπὸ τῇ πυέλῳ κατώρυξέν ποτ´—
{ΓΥ. Αʹ} Ἐξόλοιο.
{ΚΗ.} Ἀχαρνικὴ τὸν πατέρα.
{ΓΥ. Αʹ} Ταῦτα δῆτ´ ἀνέκτ´ ἀκούειν;
{ΚΗ.} Οὐδ´ ὡς σὺ τῆς δούλης τεκούσης ἄρρεν εἶτα σαυτῇ
τοῦθ´ ὑπεβάλου, τὸ σὸν δὲ θυγάτριον παρῆκας αὐτῇ.
{ΓΥ. Αʹ} Οὔ τοι μὰ τὼ θεὼ σὺ καταπροίξει λέγουσα ταυτί,
ἀλλ´ ἐκποκιῶ σου τὰς ποκάδας.
{ΚΗ.} Οὔ τοι μὰ Δία σύ γ´ ἅψει.
{ΓΥ. Αʹ} Καὶ μὴν ἰδού.
{ΚΗ.} Καὶ μὴν ἰδού.
{ΓΥ. Αʹ} Λαβὲ θοἰμάτιον, Φιλίστη.
{ΚΗ.} Πρόσθιγε μόνον, κἀγώ σε νὴ τὴν Ἄρτεμιν—
{ΓΥ. Αʹ} Τί δράσεις;
{ΚΗ.} τὸν σησαμοῦνθ´ ὃν κατέφαγες, τοῦτον χεσεῖν ποήσω.
{ΧΟ.} Παύσασθε λοιδορούμεναι· καὶ γὰρ γυνή τις ἡμῖν
ἐσπουδακυῖα προστρέχει. Πρὶν οὖν ὁμοῦ γενέσθαι,
σιγᾶθ´, ἵν´ αὐτῆς κοσμίως πυθώμεθ´ ἅττα λέξει.
{ΚΛΕΙΣΘΕΝΗΣ}
Φίλαι γυναῖκες, ξυγγενεῖς τοὐμοῦ τρόπου,
ὅτι μὲν φίλος εἴμ´ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις.
Γυναικομανῶ γὰρ προξενῶ θ´ ὑμῶν ἀεί.
Καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα
ὀλίγῳ τι πρότερον κατ´ ἀγορὰν λαλούμενον,
ἥκω φράσων τοῦτ´ ἀγγελῶν θ´ ὑμῖν, ἵνα
σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ
ὑμῖν ἀφράκτοις πρᾶγμα δεινὸν καὶ μέγα.
{ΧΟ.} Τί δ´ ἐστίν, ὦ παῖ; Παῖδα γάρ ς´ εἰκὸς καλεῖν,
ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς.
{ΚΛ.} Εὐριπίδην φάς´ ἄνδρα κηδεστήν τινα
αὑτοῦ γέροντα δεῦρ´ ἀναπέμψαι τήμερον.
{ΧΟ.} Πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν;
{ΚΛ.} Ἵν´ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν,
ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος.
{ΧΟ.} Καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ;
{ΚΛ.} Ἀφηῦσεν αὐτὸν κἀπέτιλ´ Εὐριπίδης
καὶ τἄλλ´ ἅπανθ´ ὥσπερ γυναῖκ´ ἐσκεύασεν.
{ΚΗ.} Πείθεσθε τούτῳ ταῦτα; Τίς δ´ οὕτως ἀνὴρ
ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο;
Οὐκ οἴομαι ´γωγ´, ὦ πολυτιμήτω θεώ.
{ΚΛ.} Ληρεῖς. Ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν,
εἰ μὴ ´πεπύσμην ταῦτα τῶν σάφ´ εἰδότων.
{ΧΟ.} Τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται.
Ἀλλ´, ὦ γυναῖκες, οὐκ ἐλινύειν ἐχρῆν,
ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου
λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος.
Καὶ σὺ ξυνέξευρ´ αὐτόν, ὡς ἂν τὴν χάριν
ταύτην τε κἀκείνην ἔχῃς, ὦ πρόξενε.
{ΚΛ.} Φέρ´ ἴδω, τίς εἶ πρώτη σύ;
{ΚΗ.} Ποῖ τις τρέψεται;
{ΚΛ.} Ζητητέαι γάρ ἐστε.
{ΚΗ.} Κακοδαίμων ἐγώ.
{ΓΥ. Αʹ} Ἔμ´ ἥτις 〈εἴμ´〉 ἤρου; Κλεωνύμου γυνή.
{ΚΛ.} Γιγνώσκεθ´ ὑμεῖς ἥτις ἔσθ´ ἡδὶ γυνή;
{ΧΟ.} Γιγνώσκομεν δῆτ´· ἀλλὰ τὰς ἄλλας ἄθρει.
{ΚΛ.} Ἡδὶ δὲ δὴ τίς ἐστιν, ἡ τὸ παιδίον
ἔχουσα;
{ΓΥ. Αʹ} Τίτθη νὴ Δί´ ἐμή.
{ΚΗ.} Διοίχομαι.
{ΚΛ.} Αὕτη σύ, ποῖ στρέφει; μέν´ αὐτοῦ. Τί τὸ κακόν;
{ΚΗ.} Ἔασον οὐρῆσαί μ´· ἀναίσχυντός 〈τις〉 εἶ.
{ΚΛ.} Σὺ δ´ οὖν πόει τοῦτ´. Ἀναμενῶ γὰρ ἐνθάδε.
{ΧΟ.} Ἀνάμενε δῆτα καὶ σκόπει γ´ αὐτὴν σφόδρα·
μόνην γὰρ αὐτήν, ὦνερ, οὐ γιγνώσκομεν.
{ΚΛ.} Πολύν γε χρόνον οὐρεῖς σύ.
{ΚΗ.} Νὴ Δί´, ὦ μέλε,
στραγγουριῶ γάρ· ἐχθὲς ἔφαγον κάρδαμα.
{ΚΛ.} Τί καρδαμίζεις; Οὐ βαδιεῖ δεῦρ´ ὡς ἐμέ;
{ΚΗ.} Τί δῆτά μ´ ἕλκεις ἀσθενοῦσαν;
{ΚΛ.} Εἰπέ μοι,
τίς ἐστ´ ἀνήρ σοι;
{ΚΗ.} Τὸν ἐμὸν ἄνδρα πυνθάνει;
Τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν;
{ΚΛ.} Τὸν δεῖνα; ποῖον;
{ΚΗ.} Ἔσθ´ ὁ δεῖν´, ὃς καί ποτε
τὸν δεῖνα, τὸν τοῦ δεῖνα—
{ΚΛ.} Ληρεῖν μοι δοκεῖς.
Ἀνῆλθες ἤδη δεῦρο πρότερον;
{ΚΗ.} Νὴ Δία
ὁσέτη γε.
{ΚΛ.} Καὶ τίς σοὐστὶ συσκηνήτρια;
{ΚΗ.} Ἡ δεῖν´ ἔμοιγ´. Οἴμοι τάλας.
{ΚΛ.} Οὐδὲν λέγεις.
{ΓΥ. Αʹ} Ἄπελθ´. Ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς
ἐκ τῶν ἱερῶν τῶν πέρυσι. Σὺ δ´ ἀπόστηθί μοι,
ἵνα μὴ ´πακούσῃς ὢν ἀνήρ. Σὺ δ´ εἰπέ μοι
ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο.
{ΚΗ.} Φέρ´ ἴδω, τί μέντοι πρῶτον ἦν; Ἐπίνομεν.
{ΓΥ. Αʹ} Τί δὲ μετὰ τοῦτο δεύτερον;
{ΚΗ.} Προὐπίνομεν.
{ΓΥ. Αʹ} Ταυτὶ μὲν ἤκουσάς τινος. Τί δαὶ τρίτον;
{ΚΗ.} Σκάφιον Ξένυλλ´ ᾔτησεν· οὐ γὰρ ἦν ἁμίς.
{ΓΥ. Αʹ} Οὐδὲν λέγεις. Δεῦρ´ ἐλθέ, δεῦρ´, ὦ Κλείσθενες.
Ὅδ´ ἐστὶν ἁνὴρ ὃν λέγεις.
{ΚΛ.} Τί οὖν ποιῶ;
{ΓΥ. Αʹ} Ἀπόδυσον αὐτόν· οὐδὲν ὑγιὲς γὰρ λέγει.
{ΚΗ.} Κἄπειτ´ ἀποδύσετ´ ἐννέα παίδων μητέρα;
{ΚΛ.} Χάλα ταχέως τὸ στρόφιον, ὦναίσχυντε σύ.
{ΓΥ. Αʹ} Ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά·
καὶ νὴ Δία τιτθούς γ´ ὥσπερ ἡμεῖς οὐκ ἔχει.
{ΚΗ.} Στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε.
{ΓΥ. Αʹ} Νῦν· τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα.
{ΚΛ.} Ἀνίστας´ ὀρθός. Ποῖ τὸ πέος ὠθεῖς κάτω;
{ΓΥ. Αʹ} Τοδὶ διέκυψε καὶ μάλ´ εὔχρων, ὦ τάλαν.
{ΚΛ.} Καὶ ποῦ ´στιν;
{ΓΥ. Αʹ} Αὖθις εἰς τὸ πρόσθεν οἴχεται.
{ΚΛ.} Οὐκ ἐγγεταυθί.
{ΓΥ. Αʹ} Μἀλλὰ δεῦρ´ ἥκει πάλιν.
{ΚΛ.} Ἰσθμόν τιν´ ἔχεις, ἄνθρωπ´· ἄνω τε καὶ κάτω
τὸ πέος διέλκεις πυκνότερον Κορινθίων.
{ΓΥ. Αʹ} Ὦ μιαρὸς οὗτος. Ταῦτ´ ἄρ´ ὑπὲρ Εὐριπίδου
ἡμῖν ἐλοιδορεῖτο.
{ΚΗ.} Κακοδαίμων ἐγώ,
εἰς οἷ´ ἐμαυτὸν εἰσεκύλισα πράγματα.
{ΓΥ. Αʹ} Ἄγε δή, τί δρῶμεν;
{ΚΛ.} Τουτονὶ φυλάττετε
καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται·
ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ.
{ΧΟ.} Ἡμᾶς τοίνυν μετὰ τοῦτ´ ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴ
ξυζωσαμένας εὖ κἀνδρείως τῶν θ´ ἱματίων ἀποδύσας
ζητεῖν, εἴ που κἄλλος τις ἀνὴρ ἐσελήλυθε, καὶ περιθρέξαι
τὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι.
Εἶα δὴ πρώτιστα μὲν χρὴ κοῦφον ἐξορμᾶν πόδα
καὶ διασκοπεῖν σιωπῇ πανταχῇ. Μόνον δὲ χρὴ
μὴ βραδύνειν, ὡς ὁ καιρός ἐστι μὴ μέλλειν ἔτι.
Ἀλλὰ τὴν πρώτην τρέχειν χρῆν ὡς τάχιστ´ ἤδη κύκλῳ.

Εἶά νυν ἴχνευε καὶ μά–
- τευε ταχὺ πάντ´, εἴ τις ἐν τό–
ποις ἑδραῖος
ἄλλος αὖ λέληθεν ὤν.
Πανταχῇ δὲ ῥῖψον ὄμμα,
καὶ τὰ τῇδε καὶ τὰ δεῦρο
πάντ´ ἀνασκόπει καλῶς.

Ἢν γάρ με λάθῃ δράσας ἀνόσια,
δώσει τε δίκην καὶ πρὸς τούτῳ
τοῖς ἄλλοις ἀνδράσιν ἔσται
παράδειγμ´ ὕβρεως ἀδίκων τ´ ἔργων
ἀθέων τε τρόπων·
φήσει δ´ εἶναι τε θεοὺς φανερῶς,
δείξει τ´ ἤδη
πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας
δικαίως τ´ ἐφέπειν ὅσια καὶ νόμιμα
μηδομένους ποεῖν ὅ τι καλῶς ἔχει.
- Κἂν μὴ ποιῶσι ταῦτα τοιάδ´ ἔσται·
αὐτῶν ὅταν ληφθῇ τις ὅσια 〈μὴ〉 δρῶν,
μανίαις φλέγων λύσσῃ παράκο–
πος εἴ τι δρῴη πᾶσιν ἐμφανὴς ὁρᾶν
- ἔσται γυναιξὶ καὶ βροτοῖς
- ὅτι τὰ παράνομα τά τ´ ἀνόσια
θεὸς παραχρῆμ´ ἀποτίνεται.

Ἀλλ´ ἔοιχ´ ἡμῖν ἅπαντά πως διεσκέφθαι καλῶς.
Οὐχ ὁρῶμεν γοῦν ἔτ´ ἄλλον οὐδέν´ ἐγκαθήμενον.
{ΓΥ. Αʹ} Ἆ ποῖ σὺ φεύγεις; Οὗτος οὗτος, οὐ μενεῖς;
Τάλαιν´ ἐγώ, τάλαινα, καὶ τὸ παιδίον
ἐξαρπάσας μοι φροῦδος ἀπὸ τοῦ τιτθίου.
{ΚΗ.} Κέκραχθι. Τοῦτο δ´ οὐδέποτε σὺ ψωμιεῖς,
ἢν μή μ´ ἀφῆτ´· ἀλλ´ ἐνθάδ´ ἐπὶ τῶν μηρίων
πληγὲν μαχαίρᾳ τῇδε φοινίας φλέβας
καθαιματώσει βωμόν.
{ΓΥ. Αʹ} Ὦ τάλαιν´ ἐγώ.
Γυναῖκες, οὐκ ἀρήξετ´; Οὐ πολλὴν βοὴν
στήσεσθε καὶ τροπαῖον, ἀλλὰ τοῦ μόνου
τέκνου με περιόψεσθ´ ἀποστερουμένην;
{ΧΟ.} Ἔα ἔα.
Ὦ πότνιαι Μοῖραι, τί τόδε δέρκομαι
νεοχμὸν αὖ τέρας;
Ὡς ἅπαντ´ ἄρ´ ἐστὶ τόλμης ἔργα κἀναισχυντίας.
Οἷον αὖ δέδρακεν ἔργον, οἷον αὖ, φίλαι, τόδε.
{ΚΗ.} Οἷον ὑμῶν ἐξαράξω τὴν ἄγαν αὐθαδίαν.
{ΧΟ.} Ταῦτα δῆτ´ οὐ δεινὰ πράγματ´ ἐστὶ καὶ περαιτέρω;
{ΓΥ. Αʹ} Δεινὰ δῆθ´, ὁτιή γ´ ἔχει μου ´ξαρπάσας τὸ παιδίον.
{ΧΟ.} Τί ἂν οὖν εἴποι πρὸς ταῦτά τις, ὅτε
τοιαῦτα ποιῶν ὅδ´ ἀναισχυντεῖ;
{ΚΗ.} Κοὔπω μέντοι γε πέπαυμαι.
{ΧΟ.} Ἀλλ´ οὖν ἥκων γ´ ὅθεν ἥκεις
φαύλως τ´ ἀποδρὰς οὐ λέξεις
οἷον δράσας διέδυς ἔργον,
λήψει δὲ κακόν.
{ΚΗ.} Τοῦτο μέντοι μὴ γένοιτο μηδαμῶς, ἀπεύχομαι.
{ΧΟ.} Τίς ἄν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶν
ἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις;
{ΚΗ.} Μάτην λαλεῖτε· τήνδ´ ἐγὼ οὐκ ἀφήσω.
{ΧΟ.} Ἀλλ´ οὐ μὰ τὼ θεὼ τάχ´ οὐ
χαίρων ἴσως ἐνυβριεῖς
λόγους τε λέξεις ἀνοσίους.
Ἀθέοις ἔργοις γὰρ ἀνταμει–
- ψόμεσθά ς´, ὥσπερ εἰκός, ἀντὶ τῶνδε.
Ταχὺ δὲ μεταβαλοῦς´ ἐπὶ κακὸν ἑτερότρο–
πος ἐπέχει τύχη.
Ἀλλὰ τάσδε μὲν λαβεῖν χρῆν ἐκφέρειν τε τῶν ξύλων,
καὶ καταίθειν τὸν πανοῦργον πυρπολεῖν θ´ ὅσον τάχος.
{ΓΥ. Αʹ} Ἴωμεν ἐπὶ τὰς κληματίδας, ὦ Μανία.
Κἀγώ ς´ ἀποδείξω θυμάλωπα τήμερον.
{ΚΗ.} Ὕφαπτε καὶ κάταιθε· σὺ δὲ τὸ Κρητικὸν
ἀπόδυθι ταχέως. Τοῦ θανάτου δ´, ὦ παιδίον,
μόνην γυναικῶν αἰτιῶ τὴν μητέρα.
Τουτὶ τί ἐστιν; Ἀσκὸς ἐγένεθ´ ἡ κόρη
οἴνου πλέως καὶ ταῦτα Περσικὰς ἔχων.
Ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται
κἀκ παντὸς ὑμεῖς μηχανώμεναι πιεῖν,
ὦ μέγα καπήλοις ἀγαθόν, ἡμῖν δ´ αὖ κακόν,
κακὸν δὲ καὶ τοῖς σκευαρίοις καὶ τῇ κρόκῃ.
{ΓΥ. Αʹ} Παράβαλλε πολλὰς κληματίδας, ὦ Μανία.
{ΚΗ.} Παράβαλλε δῆτα. Σὺ δ´ ἀπόκριναί μοι τοδί·
Τουτὶ τεκεῖν φῄς;
{ΓΥ. Αʹ} 〈Καὶ〉 δέκα μῆνας αὔτ´ ἐγὼ
ἤνεγκον.
{ΚΗ.} Ἤνεγκας σύ;
{ΓΥ. Αʹ} Νὴ τὴν Ἄρτεμιν.
{ΚΗ.} Τρικότυλον ἢ πῶς; εἰπέ μοι.
{ΓΥ. Αʹ} Τί μ´ ἠργάσω;
Ἀπέδυσας, ὦναίσχυντέ, μου τὸ παιδίον
τυννοῦτον ὄν.
{ΚΗ.} Τυννοῦτο; Μικρὸν νὴ Δία.
Πός´ ἔτη δὲ γέγονε; τρεῖς χοᾶς ἢ τέτταρας;
{ΓΥ. Αʹ} Σχεδὸν τοσοῦτον χὤσον ἐκ Διονυσίων.
Ἀλλ´ ἀπόδος αὐτό.
{ΚΗ.} Μὰ τὸν Ἀπόλλω τουτονί.
{ΓΥ. Αʹ} Ἐμπρήσομεν τοίνυν σε.
{ΚΗ.} Πάνυ γ´· ἐμπίμπρατε.
Αὕτη δ´ ἀποσφαγήσεται μάλ´ αὐτίκα.
{ΓΥ. Αʹ} Μὴ δῆθ´, ἱκετεύω ς´· ἀλλ´ ἔμ´ ὅ τι χρῄζεις πόει
ὑπέρ γε τούτου.
{ΚΗ.} Φιλότεκνός τις εἶ φύσει.
Ἀλλ´ οὐδὲν ἧττον ἥδ´ ἀποσφαγήσεται.
{ΓΥ. Αʹ} Οἴμοι, τέκνον. Δὸς τὸ σφαγεῖον, Μανία,
ἵν´ οὖν τό γ´ αἷμα τοῦ τέκνου τοὐμοῦ λάβω.
{ΚΗ.} Ὕπεχ´ αὐτό· χαριοῦμαι γὰρ ἕν γε τοῦτό σοι.
{ΓΥ. Αʹ} Κακῶς ἀπόλοι´. Ὡς φθονερὸς εἶ καὶ δυσμενής.
{ΚΗ.} Τουτὶ τὸ δέρμα τῆς ἱερείας γίγνεται.
{ΓΥ. Βʹ} Τί τῆς ἱερείας γίγνεται;
{ΚΗ.} Τουτί. Λαβέ.
{ΓΥ. Βʹ} Ταλαντάτη Μίκα, τίς ἐξεκόρησέ σε;
Τίς τὴν ἀγαπητὴν παῖδά σου ´ξηράσατο;
{ΓΥ. Αʹ} Ὁ πανοῦργος οὗτος. Ἀλλ´ ἐπειδήπερ πάρει,
φύλαξον αὐτόν, ἵνα λαβοῦσα Κλεισθένη
τοῖσιν πρυτάνεσιν ἃ πεπόηχ´ οὗτος φράσω.
{ΚΗ.} Ἄγε δή, τίς ἔσται μηχανὴ σωτηρίας;
Τίς πεῖρα, τίς ἐπίνοι´; Ὁ μὲν γὰρ αἴτιος
κἄμ´ εἰσκυλίσας εἰς τοιαυτὶ πράγματα
οὐ φαίνεταί πω. Φέρε, τίν´ οὖν 〈ἂν〉 ἄγγελον
πέμψαιμ´ ἐπ´ αὐτόν; Οἶδ´ ἐγὼ καὶ δὴ πόρον
ἐκ τοῦ Παλαμήδους. Ὡς ἐκεῖνος, τὰς πλάτας
ῥίψω γράφων. [Ἀλλ´ οὐ πάρεισιν αἱ πλάται.]
Πόθεν οὖν γένοιντ´ ἄν μοι πλάται; [Πόθεν; 〈πόθεν;〉]
Τί δ´ ἄν, εἰ ταδὶ τἀγάλματ´ ἀντὶ τῶν πλατῶν
γράφων διαρρίπτοιμι; Βέλτιον πολύ.
Ξύλον γέ τοι καὶ ταῦτα, κἀκεῖν´ ἦν ξύλον.

Ὦ χεῖρες ἐμαί,
〈νῦν〉 ἐγχειρεῖν ἔργῳ πορίμῳ.
Ἄγε δή, πινάκων ξεστῶν δέλτοι,
δέξασθε σμίλης ὁλκούς,
κήρυκας ἐμῶν μόχθων. Οἴμοι,
τουτὶ τὸ ῥῶ μοχθηρόν.
Χωρεῖ, χωρεῖ. Ποίαν αὔλακα;
Βάσκετ´, ἐπείγετε πάσας καθ´ ὁδούς,
κείνᾳ, ταύτᾳ· ταχέως χρή.

{ΧΟ.} Ἡμεῖς τοίνυν ἡμᾶς αὐτὰς εὖ λέξωμεν παραβᾶσαι.
Καίτοι πᾶς τις τὸ γυναικεῖον φῦλον κακὰ πόλλ´ ἀγορεύει,
ὡς πᾶν ἐσμὲν κακὸν ἀνθρώποις κἀξ ἡμῶν ἐστιν ἅπαντα,
ἔριδες, νείκη, στάσις ἀργαλέα, λύπη, πόλεμος. Φέρε δή νυν,
εἰ κακόν ἐσμεν, τί γαμεῖθ´ ἡμᾶς, εἴπερ ἀληθῶς κακόν ἐσμεν,
κἀπαγορεύετε μήτ´ ἐξελθεῖν μήτ´ ἐκκύψασαν ἁλῶναι,
ἀλλ´ οὑτωσὶ πολλῇ σπουδῇ τὸ κακὸν βούλεσθε φυλάττειν;
Κἂν ἐξέλθῃ τὸ γύναιόν ποι, κᾆθ´ εὕρητ´ αὐτὸ θύρασιν,
μανίας μαίνεσθ´, οὓς χρῆν σπένδειν καὶ χαίρειν, εἴπερ ἀληθῶς
ἔνδοθεν ηὕρετε φροῦδον τὸ κακὸν καὶ μὴ κατελαμβάνετ´ ἔνδον.
Κἂν καταδάρθωμεν ἐν ἀλλοτρίων παίζουσαι καὶ κοπιῶσαι,
πᾶς τις τὸ κακὸν τοῦτο ζητεῖ περὶ τὰς κλίνας περινοστῶν.
Κἂν ἐκ θυρίδος παρακύπτωμεν, τὸ κακὸν ζητεῖτε θεᾶσθαι·
κἂν αἰσχυνθεῖς´ ἀναχωρήσῃ, πολὺ μᾶλλον πᾶς ἐπιθυμεῖ
αὖθις τὸ κακὸν παρακύψαν ἰδεῖν. Οὕτως ἡμεῖς ἐπιδήλως
ὑμῶν ἐσμεν πολὺ βελτίους. Βάσανος δὲ πάρεστιν ἰδέσθαι.
Βάσανον δῶμεν πότεροι χείρους. Ἡμεῖς μὲν γάρ φαμεν ὑμᾶς,
ὑμεῖς δ´ ἡμᾶς. Σκεψώμεθα δὴ κἀντιτιθῶμεν πρὸς ἕκαστον,
παραβάλλουσαι τῆς τε γυναικὸς καὶ τἀνδρὸς τοὔνομ´ ἑκάστου.
Ναυσιμάχης μέν 〈γ´〉 ἥττων ἐστὶν Χαρμῖνος· δῆλα δὲ τἄργα.
Καὶ μὲν δὴ καὶ Κλεοφῶν χείρων πάντως δήπου Σαλαβακχοῦς.
Πρὸς Ἀριστομάχην δὲ χρόνου πολλοῦ, πρὸς ἐκείνην τὴν Μαραθῶνι,
καὶ Στρατονίκην ὑμῶν οὐδεὶς οὐδ´ ἐγχειρεῖ πολεμίζειν.
Ἀλλ´ Εὐβούλης τῶν πέρυσίν τις βουλευτής ἐστιν ἀμείνων
παραδοὺς ἑτέρῳ τὴν βουλείαν; Οὐδ´ Ἄνυτος τοῦτό γε φήσει.
Οὕτως ἡμεῖς πολὺ βελτίους τῶν ἀνδρῶν εὐχόμεθ´ εἶναι.
Οὐδ´ ἂν κλέψασα γυνὴ ζεύγει κατὰ πεντήκοντα τάλαντα
εἰς πόλιν ἔλθοι τῶν δημοσίων· ἀλλ´ ἢν τὰ μέγισθ´ ὑφέληται,
φορμὸν πυρῶν τἀνδρὸς κλέψας´, αὐθημερὸν ἀνταπέδωκεν.
Ἀλλ´ ἡμεῖς ἂν πολλοὺς τούτων
ἀποδείξαιμεν ταῦτα ποιοῦντας,
καὶ πρὸς τούτοις γάστριδας ἡμῶν
ὄντας μᾶλλον καὶ λωποδύτας
καὶ βωμολόχους κἀνδραποδιστάς.
Καὶ μὲν δήπου καὶ τὰ πατρῷά γε
χείρους ἡμῶν εἰσιν σῴζειν.
Ἡμῖν μὲν γὰρ σῶν ἔτι καὶ νῦν
τἀντίον, ὁ κανών, οἱ καλαθίσκοι,
τὸ σκιάδειον·
τοῖς δ´ ἡμετέροις ἀνδράσι τούτοις
ἀπόλωλεν μὲν πολλοῖς ὁ κανὼν
ἐκ τῶν οἴκων αὐτῇ λόγχῃ,
πολλοῖς δ´ ἑτέροις ἀπὸ τῶν ὤμων
ἐν ταῖς στρατιαῖς
ἔρριπται τὸ σκιάδειον.

Πόλλ´ ἂν αἱ γυναῖκες ἡμεῖς ἐν δίκῃ μεμψαίμεθ´ ἂν
τοῖσιν ἀνδράσιν δικαίως, ἓν δ´ ὑπερφυέστατον.
Χρῆν γάρ, ἡμῶν εἰ τέκοι τις ἄνδρα χρηστὸν τῇ πόλει,
ταξίαρχον ἢ στρατηγόν, λαμβάνειν τιμήν τινα,
προεδρίαν τ´ αὐτῇ δίδοσθαι Στηνίοισι καὶ Σκίροις
ἔν τε ταῖς ἄλλαις ἑορταῖς αἷσιν ἡμεῖς ἤγομεν·
εἰ δὲ δειλὸν καὶ πονηρὸν ἄνδρα τις τέκοι γυνή,
ἢ τριήραρχον πονηρὸν ἢ κυβερνήτην κακόν,
ὑστέραν αὐτὴν καθῆσθαι σκάφιον ἀποκεκαρμένην
τῆς τὸν ἀνδρεῖον τεκούσης. Τῷ γὰρ εἰκός, ὦ πόλις,
τὴν Ὑπερβόλου καθῆσθαι μητέρ´ ἠμφιεσμένην
λευκὰ καὶ κόμας καθεῖσαν πλησίον τῆς Λαμάχου,
καὶ δανείζειν χρήμαθ´, ᾗ χρῆν, εἰ δανείσειέν τινι
καὶ τόκον πράττοιτο, διδόναι μηδέν´ ἀνθρώπων τόκον,
ἀλλ´ ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματ´ εἰπόντας τοδί·
»Ἀξία γοῦν εἶ τόκου τεκοῦσα τοιοῦτον τόκον.«

{ΚΗ.} Ἰλλὸς γεγένημαι προσδοκῶν· ὁ δ´ οὐδέπω.
Τί δῆτ´ ἂν εἴη τοὐμποδών; Οὐκ ἔσθ´ ὅπως
οὐ τὸν Παλαμήδη ψυχρὸν ὄντ´ αἰσχύνεται.
Τῷ δῆτ´ ἂν αὐτὸν προσαγαγοίμην δράματι;
Ἐγᾦδα· τὴν καινὴν Ἑλένην μιμήσομαι.
Πάντως ὑπάρχει μοι γυναικεία στολή.
{ΓΥ. Βʹ} Τί αὖ σὺ κυρκανᾷς; Τί κοικύλλεις ἔχων;
Πικρὰν Ἑλένην ὄψει τάχ´, εἰ μὴ κοσμίως
ἕξεις, ἕως ἂν τῶν πρυτάνεών τις φανῇ.
{ΚΗ.} {<(ὡς Ἑλένη.)>}
Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
λευκῆς νοτίζει μελανοσυρμαίῳ λεῷ.
{ΓΥ. Βʹ} Πανοῦργος εἶ νὴ τὴν Ἑκάτην τὴν φωσφόρον.
{ΚΗ.} Ἐμοὶ δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος,
Σπάρτη, πατὴρ δὲ Τυνδάρεως.
{ΓΥ. Βʹ} Σοί γ´, ὦλεθρε,
πατὴρ ἐκεῖνός ἐστι; Φρυνώνδας μὲν οὖν.
{ΚΗ.} Ἑλένη δ´ ἐκλήθην.
{ΓΥ. Βʹ} Αὖθις αὖ γίγνει γυνή,
πρὶν τῆς ἑτέρας δοῦναι γυναικίσεως δίκην;
{ΚΗ.} Ψυχαὶ δὲ πολλαὶ δι´ ἔμ´ ἐπὶ Σκαμανδρίοις
ῥοαῖσιν ἔθανον.
{ΓΥ. Βʹ} Ὤφελες δὲ καὶ σύ γε.
{ΚΗ.} Κἀγὼ μὲν ἐνθάδ´ εἴμ´· ὁ δ´ ἄθλιος πόσις
οὑμὸς Μενέλεως οὐδέπω προσέρχεται.
Τί οὖν ἔτι ζῶ;
{ΓΥ. Βʹ} Τῶν κοράκων πονηρίᾳ.
{ΚΗ.} Ἀλλ´ ὥσπερ αἰκάλλει τι καρδίαν ἐμήν·
μὴ ψεῦσον, ὦ Ζεῦ, τῆς ἐπιούσης ἐλπίδος.
{ΕΥ.} {<(ὡς Μενέλαος.)>}
Τίς τῶνδ´ ἐρυμνῶν δωμάτων ἔχει κράτος,
ὅστις ξένους δέξαιτο ποντίῳ σάλῳ
καμόντας ἐν χειμῶνι καὶ ναυαγίαις;
{ΚΗ.} Πρωτέως τάδ´ ἐστὶ μέλαθρα.
{ΓΥ. Βʹ} Ποίου Πρωτέως,
ὦ τρισκακόδαιμον; Ψεύδεται νὴ τὼ θεώ,
ἐπεὶ τέθνηκε Πρωτέας ἔτη δέκα.
{ΕΥ.} Ποίαν δὲ χώραν εἰσεκέλσαμεν σκάφει;
{ΚΗ.} Αἴγυπτον.
{ΕΥ.} Ὦ δύστηνος, οἷ πεπλώκαμεν.
{ΓΥ. Βʹ} Πείθει τι τῷ 〈κακῷ〉 κακῶς ἀπολουμένῳ
ληροῦντι λῆρον; Θεσμοφορεῖον τουτογί.
{ΕΥ.} Αὐτὸς δὲ Πρωτεὺς ἔνδον ἔστ´ ἢ ´ξώπιος;
{ΓΥ. Βʹ} Οὐκ ἔσθ´ ὅπως οὐ ναυτιᾷς ἔτ´, ὦ ξένε,
ὅστις 〈γ´〉 ἀκούσας ὅτι τέθνηκε Πρωτέας
ἔπειτ´ ἐρωτᾷς· »Ἔνδον ἔστ´ ἢ ´ξώπιος;«
{ΕΥ.} Αἰαῖ, τέθνηκε. Ποῦ δ´ ἐτυμβεύθη τάφῳ;
{ΚΗ.} Τόδ´ ἐστὶν αὐτοῦ σῆμ´, ἐφ´ ᾧ καθήμεθα.
{ΓΥ. Βʹ} Κακῶς ἄρ´ ἐξόλοιο, —κἀξολεῖ γέ τοι, —
ὅστις γε τολμᾷς σῆμα τὸν βωμὸν καλεῖν.
{ΕΥ.} Τί δαὶ σὺ θάσσεις τάσδε τυμβήρεις ἕδρας
φάρει καλυπτός, ὦ ξένη;
{ΚΗ.} Βιάζομαι
γάμοισι Πρωτέως παιδὶ συμμεῖξαι λέχος.
{ΓΥ. Βʹ} Τί, ὦ κακόδαιμον, ἐξαπατᾷς αὖ τὸν ξένον;
Οὗτος πανουργῶν δεῦρ´ ἀνῆλθεν, ὦ ξένε,
ὡς τὰς γυναῖκας ἐπὶ κλοπῇ τοῦ χρυσίου.
{ΚΗ.} Βάυζε τοὐμὸν σῶμα βάλλουσα ψόγῳ.
{ΕΥ.} Ξένη, τίς ἡ γραῦς ἡ κακορροθοῦσά σε;
{ΚΗ.} Αὕτη Θεονόη Πρωτέως.
{ΓΥ. Βʹ} Μὰ τὼ θεώ,
εἰ μὴ Κρίτυλλά γ´ Ἀντιθέου Γαργηττόθεν.
Σὺ δ´ εἶ πανοῦργος.
{ΚΗ.} Ὁπόσα τοι βούλει λέγε.
Οὐ γὰρ γαμοῦμαι σῷ κασιγνήτῳ ποτὲ
προδοῦσα Μενέλεων τὸν ἐμὸν ἐν Τροίᾳ πόσιν.
{ΕΥ.} Γύναι, τί εἶπας; Στρέψον ἀνταυγεῖς κόρας.
{ΚΗ.} Αἰσχύνομαί σε τὰς γνάθους ὑβρισμένη.
{ΕΥ.} Τουτὶ τί ἐστιν; Ἀφασία τίς τοί μ´ ἔχει.
Ὦ θεοί, τίν´ ὄψιν εἰσορῶ; Τίς εἶ, γύναι;
{ΚΗ.} Σὺ δ´ εἶ τίς; Αὑτὸς γὰρ σὲ κἄμ´ ἔχει λόγος.
{ΕΥ.} Ἑλληνὶς εἶ τις ἢ ´πιχωρία γυνή;
{ΚΗ.} Ἑλληνίς. Ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
{ΕΥ.} Ἑλένῃ ς´ ὁμοίαν δὴ μάλιστ´ εἶδον, γύναι.
{ΚΗ.} Ἐγὼ δὲ Μενελέῳ ς´, ὅσα γ´ ἐκ τῶν ἰφύων.
{ΕΥ.} Ἔγνως ἄρ´ ὀρθῶς ἄνδρα δυστυχέστατον.
{ΚΗ.} Ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας,
- λαβέ με, λαβέ με, πόσι, περίβαλε δὲ χέρας.
Φέρε, σὲ κύσω. Ἄπαγέ μ´ ἄπαγ´ ἄπαγ´ ἄπαγέ με
λαβὼν ταχὺ πάνυ.
{ΓΥ. Βʹ} Κλαύσετ´ ἄρα νὴ τὼ θεὼ
ὅστις ς´ ἀπάξει τυπτόμενος τῇ λαμπάδι.
{ΕΥ.} Σὺ τὴν ἐμὴν γυναῖκα κωλύεις ἐμέ,
τὴν Τυνδάρειον παῖδ´, ἐπὶ Σπάρτην ἄγειν;
{ΓΥ. Βʹ} Οἴμ´ ὡς πανοῦργος καὐτὸς εἶναί μοι δοκεῖς
καὶ τοῦδέ τις ξύμβουλος. Οὐκ ἐτὸς πάλαι
ᾐγυπτιάζετ´. Ἀλλ´ ὅδε μὲν δώσει δίκην·
προσέρχεται γὰρ ὁ πρύτανις χὠ τοξότης.
{ΕΥ.} Τουτὶ πονηρόν. Ἀλλ´ ὑπαποκινητέον.
{ΚΗ.} Ἐγὼ δ´ ὁ κακοδαίμων τί δρῶ;
{ΕΥ.} Μέν´ ἥσυχος.
Οὐ γὰρ προδώσω ς´ οὐδέποτ´, ἤνπερ ἐμπνέω,
ἢν μὴ προλίπως´ αἱ μυρίαι με μηχαναί.
{ΚΗ.} Αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν.
{ΠΡΥΤΑΝΙΣ}
Ὅδ´ ἔσθ´ ὁ πανοῦργος ὃν ἔλεγ´ ἡμῖν Κλεισθένης;
Οὗτος, τί κύπτεις; Δῆσον αὐτὸν εἰσάγων,
ὦ τοξότ´, ἐν τῇ σανίδι, κἄπειτ´ ἐνθαδὶ
στήσας φύλαττε καὶ προσιέναι μηδένα
ἔα πρὸς αὐτόν, ἀλλὰ τὴν μάστιγ´ ἔχων
παῖ´, ἢν προσίῃ τις.
{ΓΥ. Βʹ} Νὴ Δί´ ὡς νυνδή γ´ ἀνὴρ
ὀλίγου μ´ ἀφείλετ´ αὐτὸν ἱστιορράφος.
{ΚΗ.} Ὦ πρύτανι, πρὸς τῆς δεξιᾶς, ἥνπερ φιλεῖς
κοίλην προτείνειν ἀργύριον ἤν τις διδῷ,
χάρισαι βραχύ τί μοι καίπερ ἀποθανουμένῳ.
{ΠΡ.} Τί σοι χαρίσωμαι;
{ΚΗ.} Γυμνὸν ἀποδύσαντά με
κέλευε πρὸς τῇ σανίδι δεῖν τὸν τοξότην,
ἵνα μὴ ´ν κροκωτοῖς καὶ μίτραις γέρων ἀνὴρ
γέλωτα παρέχω τοῖς κόραξιν ἑστιῶν.
{ΠΡ.} Ἔχοντα ταῦτ´ ἔδοξε τῇ βουλῇ σε δεῖν,
ἵνα τοῖς παριοῦσι δῆλος ᾖς πανοῦργος ὤν.
{ΚΗ.} Ἰατταταιάξ. Ὦ κροκώθ´, οἷ´ εἴργασαι.
Κοὐκ ἔστ´ ἔτ´ ἐλπὶς οὐδεμία σωτηρίας.

{ΧΟ.} Ἄγε νυν ἡμεῖς παίσωμεν ἅπερ νόμος ἐνθάδε ταῖσι γυναιξίν,
ὅταν ὄργια σεμνὰ θεοῖν ἱεραῖς ὥραις ἀνέχωμεν, ἅπερ καὶ
Παύσων σέβεται καὶ νηστεύει,
πολλάκις αὐτοῖν ἐκ τῶν ὡρῶν
εἰς τὰς ὥρας ξυνεπευχόμενος
τοιαῦτα μέλειν θάμ´ ἑαυτῷ.

- Ὅρμα χώρει, κοῦφα ποσίν, ἄγ´ εἰς κύκλον,
χερὶ σύναπτε χέρ´, 〈ἱερᾶς〉 ῥυθμὸν χορείας
- ὕπαγε πᾶσα. Βαῖνε καρπαλίμοιν ποδοῖν. Ἐπισκοπεῖν δὲ
πανταχῇ κυκλοῦσαν ὄμμα χρὴ χοροῦ κατάστασιν.

Ἅμα δὲ καὶ {Str. αʹ .}
γένος Ὀλυμπίων θεῶν
μέλπε καὶ γέραιρε φωνῇ πᾶσα χορομανεῖ τρόπῳ.
Εἰ δέ τις {Str. αʹ .}
προσδοκᾷ κακῶς ἐρεῖν
- ἐν ἱερῷ γυναῖκά μ´ οὖσαν ἄνδρας, οὐκ ὀρθῶς φρονεῖ.
Ἀλλὰ χρῆν, {Str. αʹ .}
ὥσπερ ἔργον, αὐτίκα
πρῶτον εὐκύκλου χορείας εὐφυᾶ στῆσαι βάσιν.

Πρόβαινε ποσὶ τὸν Εὐλύραν {Str. βʹ.}
μέλπουσα καὶ τὴν τοξοφόρον
Ἄρτεμιν, ἄνασσαν ἁγνήν.
Χαῖρ´, ὦ Ἑκάεργε,
ὄπαζε δὲ νίκην.
Ἥραν τε τὴν τελείαν
μέλψωμεν ὥσπερ εἰκός,
ἣ πᾶσι τοῖς χοροῖσι συμπαίζει τε καὶ
κλῇδας γάμου φυλάττει.

Ἑρμῆν τε νόμιον ἄντομαι {Ant. βʹ.}
καὶ Πᾶνα καὶ Νύμφας φίλας
ἐπιγελάσαι προθύμως
ταῖς ἡμετέραισι
χαρέντα χορείαις.
Ἔξαρχε δὴ προθύμως
διπλῆν, χάριν χορείας.
Παίσωμεν, ὦ γυναῖκες, οἷάπερ νόμος·
νηστεύομεν δὲ πάντως.

Ἀλλ´ εἶα, πάλλ´, ἀνάστρεφ´ εὐρύθμῳ ποδί·
τόρνευε πᾶσαν ᾠδήν.
Ἡγοῦ δέ γ´ ὧδ´ αὐτός,
κισσοφόρε Βακχεῖε
δέσποτ´· ἐγὼ δὲ κώμοις
σὲ φιλοχόροισι μέλψω.

Σὺ Διός, ὦ Διόνυσε {Str. γʹ.}
Βρόμιε, καὶ Σεμέλας παῖ,
χωρεῖς τερπόμενος
κατ´ ὄρεα Νυμ–
- φᾶν ἐρατοῖσιν ὕμνοις,
b εὔιον εὔιον, εὐοῖ,
〈παννύχιος〉 ἀναχορεύων.

Ἀμφὶ δὲ συγκτυπεῖται {Ant. γʹ.}
Κιθαιρώνιος ἠχώ,
μελάμφυλλά τ´ ὄρη
δάσκια πετρώ–
δεις τε νάπαι βρέμονται·
κύκλῳ δὲ περί σε κισσὸς
εὐπέταλος ἕλικι θάλλει.

{ΤΟΞΟΤΗΣ}
Ἐνταῦτα νῦν οἰμῶξι πρὸς τὴν αἰτρίαν.
{ΚΗ.} Ὦ τοξόθ´, ἱκετεύω σε—
{ΤΟ.} Μή μ´ ἰκετεῦσι σύ.
{ΚΗ.} χάλασον τὸν ἧλον.
{ΤΟ.} Ἀλλὰ ταῦτα δρᾶς´ ἐγώ.
{ΚΗ.} Οἴμοι κακοδαίμων, μᾶλλον ἐπικρούεις σύ γε.
{ΤΟ.} Ἔτι μᾶλλο βοῦλις;
{ΚΗ.} Ἀτταταῖ ἰατταταῖ·
κακῶς ἀπόλοιο.
{ΤΟ.} Σῖγα, κακόδαιμον γέρον.
Πέρ´, ἐγὼ ´ξενέγκι πορμός, ἴνα πυλάξι σοι.
{ΚΗ.} Ταυτὶ τὰ βέλτιστ´ ἀπολέλαυκ´ Εὐριπίδου.
Ἔα· θεοί, Ζεῦ σῶτερ, εἰσὶν ἐλπίδες.
Ἁνὴρ ἔοικεν οὐ προδώσειν, ἀλλά μοι
σημεῖον ὑπεδήλωσε Περσεὺς ἐκδραμών,
ὅτι δεῖ με γίγνεσθ´ Ἀνδρομέδαν. Πάντως δέ μοι
τὰ δέσμ´ ὑπάρχει. Δῆλον οὖν 〈τοῦτ´〉 ἔσθ´ ὅτι
ἥξει με σώσων. Οὐ γὰρ ἂν παρέπτετο.

{<(ὡς Ἀνδρομέδα.)>}
Φίλαι παρθένοι, φίλαι,
πῶς ἂν ἀπέλθοιμι καὶ
τὸν Σκύθην λάθοιμι;
- Κλύεις, ὦ προσᾴδουσα τἄμ´ ἐν ἄντροις;
Κατάνευσον, ἔασον ὡς
τὴν γυναῖκά μ´ ἐλθεῖν.
Ἄνοικτος ὅς μ´ ἔδησε, τὸν
πολυπονώτατον βροτῶν.
Μόλις δὲ γραῖαν ἀποφυγὼν
σαπρὰν ἀπωλόμην ὅμως.
Ὅδε γὰρ ὁ Σκύθης φύλαξ
πάλαι ἐφεστὼς ὀλοὸν ἄφιλον
ἐκρέμασεν κόραξι δεῖπνον.
Ὁρᾷς, οὐ χοροῖσιν οὐδ´
ὑφ´ ἡλίκων νεανίδων
κημὸν ἕστηκ´ ἔχους´,
ἀλλ´ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη
κήτει βορὰ Γλαυκέτῃ πρόκειμαι.
Γαμηλίῳ μὲν οὐ ξὺν
παιῶνι, δεσμίῳ δὲ
γοᾶσθέ μ´, ὦ γυναῖκες, ὡς
μέλεα μὲν πέπονθα μέλεος,
—ὦ τάλας ἐγώ, τάλας, —
ἀπὸ δὲ συγγόνων ἄλλ´ ἄνομα
πάθεα, φῶτα λιτομένα,
- πολυδάκρυτον Ἀίδα γόον φλέγουσα,
—αἰαῖ αἰαῖ, —
ὃς ἔμ´ ἀπεξύρησε πρῶτον,
ὃς ἐμὲ κροκόεν τόδ´ ἐνέδυσεν·
ἐπὶ δὲ τοῖσδε τόδ´ ἀνέπεμψεν
ἱερόν, ἔνθα γυναῖκες.
Ἰὼ μοίρας ἄτεγκτε δαῖμον.
Ὦ κατάρατος ἐγώ·
τίς ἐμὸν οὐκ ἐπόψεται
πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ;
Εἴθε με πυρφόρος αἰθέρος ἀστὴρ
τὸν δύσμορον ἐξολέσειεν.
Οὐ γὰρ ἔτ´ ἀθανάταν φλόγα λεύσσειν
ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην,
λαιμότμητ´ ἄχη δαιμόνι´, αἰόλαν
νέκυσιν ἐπὶ πορείαν.

{ΕΥ.} {<(ὡς Ἠχώ.)>}
Χαῖρ´, ὦ φίλη παῖ· τὸν δὲ πατέρα Κηφέα
ὅς ς´ ἐξέθηκεν ἀπολέσειαν οἱ θεοί.
{ΚΗ.} Σὺ δ´ εἶ τίς ἥτις τοὐμὸν ᾤκτιρας πάθος;
{ΕΥ.} Ἠχώ, λόγων ἀντῳδὸς ἐπικοκκάστρια,
ἥπερ πέρυσιν ἐν τῷδε ταὐτῷ χωρίῳ
Εὐριπίδῃ καὐτὴ ξυνηγωνιζόμην.
Ἀλλ´, ὦ τέκνον, σὲ μὲν τὸ σαυτῆς χρὴ ποεῖν,
κλάειν ἐλεινῶς.
{ΚΗ.} Σὲ δ´ ἐπικλάειν ὕστερον.
{ΕΥ.} Ἐμοὶ μελήσει ταῦτά γ´. Ἀλλ´ ἄρχου λόγων.
{ΚΗ.} Ὦ Νὺξ ἱερά,
ὡς μακρὸν ἵππευμα διώκεις
ἀστεροειδέα νῶτα διφρεύους´
αἰθέρος ἱερᾶς
τοῦ σεμνοτάτου δι´ Ὀλύμπου.
{ΕΥ.} Δι´ Ὀλύμπου.
{ΚΗ.} Τί ποτ´ Ἀνδρομέδα περίαλλα κακῶν
μέρος ἐξέλαχον;
{ΕΥ.} Μέρος ἐξέλαχον;
{ΚΗ.} Θανάτου τλήμων—
{ΕΥ.} Θανάτου τλήμων.
{ΚΗ.} Ἀπολεῖς μ´, ὦ γραῦ, στωμυλλομένη.
{ΕΥ.} Στωμυλλομένη.
{ΚΗ.} Νὴ Δί´ ὀχληρά γ´ εἰσήρρηκας
λίαν.
{ΕΥ.} Λίαν.
{ΚΗ.} Ὦγάθ´, ἔασόν με μονῳδῆσαι,
καὶ χαριεῖ μοι. Παῦσαι.
{ΕΥ.} Παῦσαι.
{ΚΗ.} Βάλλ´ ἐς κόρακας.
{ΕΥ.} Βάλλ´ ἐς κόρακας.
{ΚΗ.} Τί κακόν;
{ΕΥ.} Τί κακόν;
{ΚΗ.} Ληρεῖς.
{ΕΥ.} Ληρεῖς.
{ΚΗ.} Οἴμωζ´.
{ΕΥ.} Οἴμωζ´.
{ΚΗ.} Ὀτότυζ´.
{ΕΥ.} Ὀτότυζ´.
{ΤΟ.} Οὖτος, τί λαλεῖς;
{ΕΥ.} Οὖτος, τί λαλεῖς;
{ΤΟ.} Πρυτάνεις καλέσω.
{ΕΥ.} Πρυτάνεις καλέσω.
{ΤΟ.} Τί κακόν;
{ΕΥ.} Τί κακόν;
{ΤΟ.} Πότε τὸ πωνή;
{ΕΥ.} Πότε τὸ πωνή;
{ΤΟ.} Σὺ λαλεῖς;
{ΕΥ.} Σὺ λαλεῖς;
{ΤΟ.} Κλαῦς´ ἄρα.
{ΕΥ.} Κλαῦς´ ἄρα.
{ΤΟ.} Κἀγκάσκι μοι;
{ΕΥ.} Κἀγκάσκι μοι;
{ΚΗ.} Μὰ Δί´, ἀλλὰ γυνὴ πλησίον αὕτη.
{ΕΥ.} Πλησίον αὕτη.
{ΤΟ.} Ποῦ ´στ´ ἠ μιαρά;
{ΚΗ.} Καὶ δὴ φεύγει.
{ΤΟ.} Ποῖ ποῖ πεύγεις;
〈{ΕΥ.} Ποῖ ποῖ πεύγεις;〉
{ΤΟ.} Οὐ καιρήσεις.
〈{ΕΥ.} Οὐ καιρήσεις.〉
{ΤΟ.} Ἔτι γὰρ γρύζεις;
{ΕΥ.} Ἔτι γὰρ γρύζεις;
{ΤΟ.} Λαβὲ τὴ μιαρά.
{ΕΥ.} Λαβὲ τὴ μιαρά.
{ΤΟ.} Λάλο καὶ κατάρατο γύναικο.
{ΕΥ.} {<(ὡς Περσεύς.)>}
Ὦ θεοί, τίν´ ἐς γῆν βαρβάρων ἀφίγμεθα
ταχεῖ πεδίλῳ; Διὰ μέσου γὰρ αἰθέρος
τέμνων κέλευθον πόδα τίθημ´ ὑπόπτερον
Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος
κάρα κομίζων.
{ΤΟ.} Τί λέγι; Γόργονος πέρι
τὸ γραμματέο σὺ τὴ κεπαλή;
{ΕΥ.} Τὴν Γοργόνος
ἔγωγέ φημι.
{ΤΟ.} Γόργο τοι κἀγὼ λέγι.
{ΕΥ.} Ἔα, τιν´ ὄχθον τόνδ´ ὁρῶ καὶ παρθένον
θεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην;
{ΚΗ.} Ὦ ξένε, κατοίκτιρόν με, τὴν παναθλίαν·
λῦσόν με δεσμῶν.
{ΤΟ.} Οὐκὶ μὴ λαλῆσι σύ.
Κατάρατο, τολμᾷς ἀποτανουμένη λαλεῖς;
{ΕΥ.} Ὦ παρθέν´, οἰκτίρω σε κρεμαμένην ὁρῶν.
{ΤΟ.} Οὐ παρτέν´ ἐστίν, ἀλλ´ ἀμαρτωλὴ γέρων
καὶ κλέπτο καὶ πανοῦργο.
{ΕΥ.} Ληρεῖς, ὦ Σκύθα.
Αὕτη γάρ ἐστιν Ἀνδρομέδα, παῖς Κηφέως.
{ΤΟ.} Σκέψαι τὸ κύστο· μή τι μικκὸν παίνεται;
{ΕΥ.} Φέρε δεῦρό μοι τὴν χεῖρ´, ἵν´ ἅψωμαι, κόρη.
Φέρε, Σκύθ´· ἀνθρώποισι γὰρ νοσήματα
ἅπασίν ἐστιν· ἐμὲ δὲ καὐτὸν τῆς κόρης
ταύτης ἔρως εἴληφεν.
{ΤΟ.} Οὐ ζηλῶσί σε.
Ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον,
οὐκ ἐπτόνησά ς´ αὐτὸ πυγίζεις ἄγων.
{ΕΥ.} Τί δ´ οὐκ ἐᾷς λύσαντά μ´ αὐτήν, ὦ Σκύθα,
πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος;
{ΤΟ.} Εἰ σπόδρ´ ἐπιτυμεῖς τὴ γέροντο πυγίσο,
τὴ σανίδο τρήσας ἐξόπιστο πρώκτισον.
{ΕΥ.} Μὰ Δί´, ἀλλὰ λύσω δεσμά.
{ΤΟ.} Μαστιγῶς´ ἄρα.
{ΕΥ.} Καὶ μὴν ποήσω τοῦτο.
{ΤΟ.} Τὸ κεπαλή ς´ ἄρα
τὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοΐ.
{ΕΥ.} Αἰαῖ· τί δράσω; Πρὸς τίνας στρεφθῶ λόγους;
Ἀλλ´ οὐκ ἂν ἐνδέξαιτο βάρβαρος φύσις.
Σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰ
μάτην ἀναλίσκοις ἄν. Ἀλλ´ ἄλλην τινὰ
τούτῳ πρέπουσαν μηχανὴν προσοιστέον.
{ΤΟ.} Μιαρὸς ἀλώπηξ, οἶον ἐπιτήκιζέ μοι.
{ΚΗ.} Μέμνησο, Περσεῦ, μ´ ὡς καταλείπεις ἀθλίαν.
{ΤΟ.} Ἔτι γὰρ σὺ τὴ μάστιγαν ἐπιτυμεῖς λαβεῖν;

{ΧΟ.} Παλλάδα τὴν φιλόχορον ἐμοὶ
- δεῦρο καλεῖν νόμος εἰς χορόν,
παρθένον ἄζυγα κούρην,
ἣ πόλιν ἡμετέραν ἔχει {Str. αʹ.}
καὶ κράτος φανερὸν μόνη
κλῃδοῦχός τε καλεῖται.

Φάνηθ´, ὦ τυράννους
στυγοῦς´, ὥσπερ εἰκός.

Δῆμός τοί σε καλεῖ γυναι– {Ant. αʹ.}
κῶν· ἔχουσα δέ μοι μόλοις
εἰρήνην φιλέορτον.

Ἥκετ´ εὔφρονες, ἵλαοι, {Str. βʹ.}
πότνιαι, ἄλσος ἐς ὑμέτερον,
ἀνδράσιν οὐ θεμίτ´ εἰσορᾶν
- ὄργια σεμνὰ θεοῖν ἵνα λαμπάσι
φαίνετον, ἄμβροτον ὄψιν.

- Μόλετον, ἔλθετον, ἀντόμεθ´, ὦ {Ant. βʹ.}
Θεσμοφόρω πολυποτνία.
Εἰ πρότερόν ποτ´ ἐπηκόω
ἤλθετον, 〈καὶ〉 νῦν ἀφίκε–
σθον, ἱκετεύομεν, ἐνθάδ´ ἡμῖν.

{ΕΥ.} Γυναῖκες, εἰ βούλεσθε τὸν λοιπὸν χρόνον
σπονδὰς ποήσασθαι πρὸς ἐμέ, νυνὶ πάρα,
ἐφ´ ᾧτ´ ἀκοῦσαι μηδὲν ὑπ´ ἐμοῦ μηδαμὰ
κακὸν τὸ λοιπόν. Ταῦτ´ ἐπικηρυκεύομαι.
{ΧΟ.} Χρείᾳ δὲ ποίᾳ τόνδ´ ἐπεισφέρεις λόγον;
{ΕΥ.} Ὅδ´ ἐστὶν οὑν τῇ σανίδι κηδεστὴς ἐμός.
Ἢν οὖν κομίσωμαι τοῦτον, οὐδὲν μή ποτε
κακῶς ἀκούσητ´· ἢν δὲ μὴ πείθησθέ μοι,
ἃ νῦν ὑποικουρεῖτε τοῖσιν ἀνδράσιν
ἀπὸ τῆς στρατιᾶς παροῦσιν ὑμῶν διαβαλῶ.
{ΧΟ.} Τὰ μὲν παρ´ ἡμῖν ἴσθι σοι πεπεισμένα·
τὸν βάρβαρον δὲ τοῦτον αὐτὸς πεῖθε σύ.
{ΕΥ.} Ἐμὸν ἔργον ἐστίν· καὶ σόν, ὦλάφιον, ἅ σοι
καθ´ ὁδὸν ἔφραζον ταῦτα μεμνῆσθαι ποεῖν.
Πρῶτον μὲν οὖν δίελθε κἀνακάλπασον.
Σὺ δ´, ὦ Τερηδών, ἐπαναφύσα Περσικόν.
{ΤΟ.} Τί τὸ βόμβο τοῦτο; Κῶμό τις ἀνεγεῖρί μοι;
{ΕΥ.} {<(ὡς γραῦς.)>}
Ἡ παῖς ἔμελλε προμελετᾶν, ὦ τοξότα.
Ὀρχησομένη γὰρ ἔρχεθ´ ὡς ἄνδρας τινάς.
{ΤΟ.} Ὀρκῆσι καὶ μελετῆσι, οὐ κωλῦς´ ἐγώ.
Ὠς ἐλαπρός, ὤσπερ ψύλλο κατὰ τὸ κῴδιο.
{ΕΥ.} Φέρε θοἰμάτιον ἄνωθεν, ὦ τέκνον, τοδί·
καθιζομένη δ´ ἐπὶ τοῖσι γόνασι τοῦ Σκύθου
τὼ πόδε πρότεινον, ἵν´ ὑπολύσω.
{ΤΟ.} Ναίκι, ναὶ
κάτησο, κάτησο, ναίκι, ναίκι, τυγάτριον.
Οἴμ´ ὠς στέριπο τὸ τιττί´, ὤσπερ γογγυλί.
{ΕΥ.} Αὔλει σὺ θᾶττον· ἔτι δέδοικας τὸν Σκύθην;
{ΤΟ.} Καλό γε τὸ πυγή. Κλαῦσι, ἢν μὴ ´νδον μένῃς.
Εἶεν· καλὴ τὸ σκῆμα περὶ τὸ πόστιον.
{ΕΥ.} Καλῶς ἔχει. Λαβὲ θοἰμάτιον· ὥρα ´στὶ νῷν
ἤδη βαδίζειν.
{ΤΟ.} Οὐκὶ πιλῆσι πρῶτά με;
{ΕΥ.} Πάνυ γε· Φίλησον αὐτόν.
{ΤΟ.} Ὂ 〈ὂ ὄ,〉 παπαπαπαῖ,
ὠς γλυκερὸ τὸ γλῶσς´, ὤσπερ Ἀττικὸς μέλις.
Τί οὐ κατεύδει παρ´ ἐμέ;
{ΕΥ.} Χαῖρε, τοξότα·
οὐ γὰρ γένοιτ´ ἂν τοῦτο.
{ΤΟ.} Ναὶ 〈ναί,〉 γρᾴδιον,
ἐμοὶ κάρισο σὺ τοῦτο.
{ΕΥ.} Δώσεις οὖν δραχμήν;
{ΤΟ.} Ναί, ναίκι, δῶσι.
{ΕΥ.} Τἀργύριον τοίνυν φέρε.
{ΤΟ.} Ἀλλ´ οὐκ ἔκὠδέν. Ἀλλὰ τὸ συβίνη λαβέ.
Ἔπειτα κομίσι ς´ αὖτις. Ἀκολούτει, τέκνον.
Σὺ δὲ τοῦτο τήρει τὴ γέροντο, γρᾴδιο.
Ὄνομα δέ σοι τί ἐστιν;
{ΕΥ.} Ἀρτεμισία.
{ΤΟ.} Μεμνῆσι τοίνυν τοὔνομ´· Ἀρταμουξία.
{ΕΥ.} Ἑρμῆ δόλιε, ταυτὶ μὲν ἔτι καλῶς ποεῖς.
Σὺ μὲν οὖν ἀπότρεχε, παιδάριον, τουτὶ λαβών·
ἐγὼ δὲ λύσω τόνδε. Σὺ δ´ ὅπως ἀνδρικῶς
ὅταν λυθῇς τάχιστα φεύξει καὶ τενεῖς
ὡς τὴν γυναῖκα καὶ τὰ παιδί´ οἴκαδε.
{ΚΗ.} Ἐμοὶ μελήσει ταῦτά γ´, ἢν ἅπαξ λυθῶ.
{ΕΥ.} Λέλυσο. Σὸν ἔργον, φεῦγε πρὶν τὸν τοξότην
ἥκοντα καταλαβεῖν.
{ΚΗ.} Ἐγὼ δὴ τοῦτο δρῶ.
{ΤΟ.} Ὦ γρᾴδι´, ὠς καρίεντό σοι τὸ τυγάτριον
κοὐ δύσκολ´, ἀλλὰ πρᾶο. Ποῦ τὸ γρᾴδιο;
Οἴμ´ ὠς ἀπόλωλο. Ποῦ τὸ γέροντ´ ἐντευτενί;
Ὦ γρᾴδι´, ὦ γρᾶ´. Οὐκ ἐπαινῶ, γρᾴδιο.
Ἀρταμουξία.
Διέβαλέ μοὐ γραῦς. Ἀπότρεκ´ ὠς τάκιστα σύ.
Ὀρτῶς δὲ 〈σὺ〉 συβίνη· καταβεβίνησο γάρ.
Οἴμοι,
τί δρᾶσι; Ποῖ τὸ γρᾴδι´; Ἀρταμουξία.
{ΧΟ.} Τὴν γραῦν ἐρωτᾷς ἣ ´φερεν τὰς πηκτίδας;
{ΤΟ.} Ναί, ναίκι. Εἶδες αὐτό;
{ΧΟ.} Ταύτῃ γ´ οἴχεται
αὐτή τ´ ἐκείνη καὶ γέρων τις εἵπετο.
{ΤΟ.} Κροκῶτ´ ἔκοντο τὴ γέροντο;
{ΧΟ.} Φήμ´ ἐγώ·
ἔτ´ ἂν καταλάβοις, εἰ διώκοις ταυτῃί.
{ΤΟ.} Ὦ μιαρὸ γρᾶο. Πότερο τρέξι τὴν ὀδό;
Ἀρταμουξία.
{ΧΟ.} Ὀρθὴν ἄνω δίωκε. Ποῖ θεῖς; Οὐ πάλιν
τῃδὶ διώξεις; Τοὔμπαλιν τρέχεις σύ γε.
{ΤΟ.} Κακόδαιμον. —Ἀλλὰ τρέξι. Ἀρταμουξία.
{ΧΟ.} Τρέχε νυν κατὰ τάχος ἐς κόρακας ἐπουρίσας.
Ἀλλὰ πέπαισται μετρίως ἡμῖν·
ὥσθ´ ὥρα δή ´στι βαδίζειν
οἴκαδ´ ἑκάστῃ. Τὼ Θεσμοφόρω δ´
ἡμῖν ἀγαθήν
τούτων χάριν ἀνταποδοῖτον.

Κείμενα

Hellenica World - Scientific Library