.
Ὄρνιθες
Συγγραφέας: Αριστοφάνης
Όρνιθες, Μετάφραση
{ΕΥΕΛΠΙΔΗΣ}
Ὀρθὴν κελεύεις, ᾗ τὸ δένδρον φαίνεται;
{ΠΙΣΘΕΤΑΙΡΟΣ}
Διαρραγείης. Ἥδε δ´ αὖ κρώζει πάλιν.
{ΕΥ.} Τί, ὦ πόνηρ´, ἄνω κάτω πλανύττομεν;
Ἀπολούμεθ´ ἄλλως τὴν ὁδὸν προφορουμένω.
{ΠΙ.} Τὸ δ´ ἐμὲ κορώνῃ πειθόμενον τὸν ἄθλιον
ὁδοῦ περιελθεῖν στάδια πλεῖν ἢ χίλια.
{ΕΥ.} Τὸ δ´ ἐμὲ κολοιῷ πειθόμενον τὸν δύσμορον
ἀποσποδῆσαι τοὺς ὄνυχας τῶν δακτύλων.
{ΠΙ.} Ἀλλ´ οὐδὲ ποῦ γῆς ἐσμὲν οἶδ´ ἔγωγ´ ἔτι.
{ΕΥ.} Ἐντευθενὶ τὴν πατρίδ´ ἂν ἐξεύροις σύ που;
{ΠΙ.} Οὐδ´ ἂν μὰ Δί´ ἐγγετευθενὶ ´ξηκεστίδης.
{ΕΥ.} Οἴμοι.
{ΠΙ.} Σὺ μέν, ὦ τᾶν, τὴν ὁδὸν ταύτην ἴθι.
{ΕΥ.} Ἦ δεινὰ νὼ δέδρακεν οὑκ τῶν ὀρνέων,
ὁ πινακοπώλης Φιλοκράτης μελαγχολῶν,
ὃς τώδ´ ἔφασκε νῷν φράσειν τὸν Τηρέα,
τὸν ἔποφ´, ὃς ὄρνις ἐγένετ´, ἐκ τῶν ὀρνέων·
κἀπέδοτο τὸν μὲν Θαρραλείδου τουτονὶ
κολοιὸν ὀβολοῦ, τηνδεδὶ τριωβόλου.
Τὼ δ´ οὐκ ἄρ´ ᾔστην οὐδὲν ἄλλο πλὴν δάκνειν.
Καὶ νῦν τί κέχηνας; Ἔσθ´ ὅποι κατὰ τῶν πετρῶν
ἡμᾶς ἔτ´ ἄξεις; οὐ γάρ ἐστ´ ἐνταῦθά τις
ὁδός.
{ΠΙ.} Οὐδὲ μὰ Δί´ ἐνταῦθά γ´ ἀτραπὸς οὐδαμοῦ.
{ΕΥ.} Τί δ´ ἡ κορώνη; Τῆς ὁδοῦ τι λέγει πέρι;
{ΠΙ.} Οὐ ταὐτὰ κρώζει μὰ Δία νῦν τε καὶ τότε.
{ΕΥ.} Τί δὴ λέγει περὶ τῆς ὁδοῦ;
{ΠΙ.} Τί δ´ ἄλλο γ´ ἢ
βρύκους´ ἀπέδεσθαί φησί μου τοὺς δακτύλους;
{ΕΥ.} Οὐ δεινὸν οὖν δῆτ´ ἐστὶν ἡμᾶς δεομένους
ἐς κόρακας ἐλθεῖν καὶ παρεσκευασμένους
ἔπειτα μὴ ´ξευρεῖν δύνασθαι τὴν ὁδόν;
Ἡμεῖς γάρ, ὦνδρες οἱ παρόντες ἐν λόγῳ,
νόσον νοσοῦμεν τὴν ἐναντίαν Σάκᾳ·
ὁ μὲν γὰρ ὢν οὐκ ἀστὸς εἰσβιάζεται,
ἡμεῖς δὲ φυλῇ καὶ γένει τιμώμενοι,
ἀστοὶ μετ´ ἀστῶν, οὐ σοβοῦντος οὐδενὸς
ἀνεπτόμεθ´ ἐκ τῆς πατρίδος ἀμφοῖν τοῖν ποδοῖν,
αὐτὴν μὲν οὐ μισοῦντ´ ἐκείνην τὴν πόλιν
τὸ μὴ οὐ μεγάλην εἶναι φύσει κεὐδαίμονα
καὶ πᾶσι κοινὴν ἐναποτεῖσαι χρήματα.
Οἱ μὲν γὰρ οὖν τέττιγες ἕνα μῆν´ ἢ δύο
ἐπὶ τῶν κραδῶν ᾄδους´, Ἀθηναῖοι δ´ ἀεὶ
ἐπὶ τῶν δικῶν ᾄδουσι πάντα τὸν βίον.
Διὰ ταῦτα τόνδε τὸν βάδον βαδίζομεν,
κανοῦν δ´ ἔχοντε καὶ χύτραν καὶ μυρρίνας
πλανώμεθα ζητοῦντε τόπον ἀπράγμονα,
ὅποι καθιδρυθέντε διαγενοίμεθ´ ἄν.
Ὁ δὲ στόλος νῷν ἐστι παρὰ τὸν Τηρέα,
τὸν ἔποπα, παρ´ ἐκείνου πυθέσθαι δεομένω,
εἴ που τοιαύτην εἶδε πόλιν ᾗ ´πέπτετο.
{ΠΙ.} Οὗτος.
{ΕΥ.} Τί ἐστιν;
{ΠΙ.} Ἡ κορώνη μοι πάλαι
ἄνω τι φράζει.
{ΕΥ.} Χὠ κολοιὸς οὑτοσὶ
ἄνω κέχηνεν ὡσπερεὶ δεικνύς τί μοι,
κοὐκ ἔσθ´ ὅπως οὐκ ἔστιν ἐνταῦθ´ ὄρνεα.
Εἰσόμεθα δ´ αὐτίκ´, ἢν ποήσωμεν ψόφον.
{ΠΙ.} Ἀλλ´ οἶσθ´ ὃ δρᾶσον; Τῷ σκέλει θένε τὴν πέτραν.
{ΕΥ.} Σὺ δὲ τῇ κεφαλῇ γ´, ἵν´ ᾖ διπλάσιος ὁ ψόφος.
{ΠΙ.} Σὺ δ´ οὖν λίθῳ κόψον λαβών.
{ΕΥ.} Πάνυ γ´, εἰ δοκεῖ.
Παῖ παῖ.
{ΠΙ.} Τί λέγεις, οὗτος; Τὸν ἔποπα <παῖ> καλεῖς;
Οὐκ ἀντὶ τοῦ <παιδός> ς´ ἐχρῆν <ἐποποῖ> καλεῖν;
{ΕΥ.} Ἐποποῖ. Ποήσεις τοί με κόπτειν αὖθις αὖ.
Ἐποποῖ.
{ΘΕΡΑΠΩΝ ΕΠΟΠΟΣ}
Τίνες οὗτοι; Τίς ὁ βοῶν τὸν δεσπότην;
{ΠΙ.} Ἄπολλον ἀποτρόπαιε, τοῦ χασμήματος.
{ΘΕ.} Οἴμοι τάλας, ὀρνιθοθήρα τουτωί.
{ΕΥ.} Οὕτω ´στὶ δεινόν; Οὐδὲ κάλλιον λέγειν;
{ΘΕ.} Ἀπολεῖσθον.
{ΕΥ.} Ἀλλ´ οὐκ ἐσμὲν ἀνθρώπω.
{ΘΕ.} Τί δαί;
{ΕΥ.} Ὑποδεδιὼς ἔγωγε, Λιβυκὸν ὄρνεον.
{ΘΕ.} Οὐδὲν λέγεις.
{ΕΥ.} Καὶ μὴν ἐροῦ τὰ πρὸς ποδῶν.
{ΘΕ.} Ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; Οὐκ ἐρεῖς;
{ΠΙ.} Ἐπικεχοδὼς ἔγωγε Φασιανικός.
{ΕΥ.} Ἀτὰρ σὺ τί θηρίον ποτ´ εἶ, πρὸς τῶν θεῶν;
{ΘΕ.} Ὄρνις ἔγωγε δοῦλος.
{ΕΥ.} Ἡττήθης τινὸς
ἀλεκτρυόνος;
{ΘΕ.} Οὔκ, ἀλλ´ ὅτε περ ὁ δεσπότης
ἔποψ ἐγένετο, τότε γενέσθαι μ´ ηὔξατο
ὄρνιν, ἵν´ ἀκόλουθον διάκονόν τ´ ἔχῃ.
{ΕΥ.} Δεῖται γὰρ ὄρνις καὶ διακόνου τινός;
{ΘΕ.} Οὗτός γ´, ἅτ´, οἶμαι, πρότερον ἄνθρωπός ποτ´ ὤν.
Τοτὲ μὲν ἐρᾷ φαγεῖν ἀφύας Φαληρικάς,
τρέχω ´π´ ἀφύας ἐγὼ λαβὼν τὸ τρύβλιον·
ἔτνους δ´ ἐπιθυμεῖ, δεῖ τορύνης καὶ χύτρας,
τρέχω ´πὶ τορύνην.
{ΕΥ.} Τροχίλος ὄρνις οὑτοσί.
Οἶσθ´ οὖν ὃ δρᾶσον, ὦ τροχίλε; Τὸν δεσπότην
ἡμῖν κάλεσον.
{ΘΕ.} Ἀλλ´ ἀρτίως νὴ τὸν Δία
εὕδει καταφαγὼν μύρτα καὶ σέρφους τινάς.
{ΕΥ.} Ὅμως ἐπέγειρον αὐτόν.
{ΘΕ.} Οἶδα μὲν σαφῶς
ὅτι ἀχθέσεται, σφῷν δ´ αὐτὸν εἵνεκ´ ἐπεγερῶ.
{ΠΙ.} Κακῶς σύ γ´ ἀπόλοι´. Ὥς μ´ ἀπέκτεινας δέει.
{ΕΥ.} Οἴμοι κακοδαίμων, χὠ κολοιός μοἴχεται
ὑπὸ τοῦ δέους.
{ΠΙ.} Ὦ δειλότατον σὺ θηρίον,
δείσας ἀφῆκας τὸν κολοιόν.
{ΕΥ.} Εἰπέ μοι,
σὺ δὲ τὴν κορώνην οὐκ ἀφῆκας καταπεσών;
{ΠΙ.} Μὰ Δί´ οὐκ ἔγωγε.
{ΕΥ.} Ποῦ γάρ ἐστιν;
{ΠΙ.} Ἀπέπτετο.
{ΕΥ.} Οὐκ ἆρ´ ἀφῆκας; Ὦγάθ´, ὡς ἀνδρεῖος εἶ.
{ΕΠΟΨ}
Ἄνοιγε τὴν ὕλην, ἵν´ ἐξέλθω ποτέ.
{ΕΥ.} Ὦ Ἡράκλεις, τουτὶ τί ποτ´ ἐστὶ θηρίον;
Τίς ἡ πτέρωσις; Τίς ὁ τρόπος τῆς τριλοφίας;
{ΕΠ.} Τίνες εἰσί μ´ οἱ ζητοῦντες;
{ΕΥ.} Οἱ δώδεκα θεοὶ
εἴξασιν ἐπιτρῖψαί σε.
{ΕΠ.} Μῶν με σκώπτετον
ὁρῶντε τὴν πτέρωσιν; Ἦν γάρ, ὦ ξένοι,
ἄνθρωπος.
{ΕΥ.} Οὐ σοῦ καταγελῶμεν.
{ΕΠ.} Ἀλλὰ τοῦ;
{ΕΥ.} Τὸ ῥάμφος ἡμῖν σου γέλοιον φαίνεται.
{ΕΠ.} Τοιαῦτα μέντοι Σοφοκλέης λυμαίνεται
ἐν ταῖς τραγῳδίαισιν ἐμέ, τὸν Τηρέα.
{ΕΥ.} Τηρεὺς γὰρ εἶ σύ; Πότερον ὄρνις ἢ ταὧς;
{ΕΠ.} Ὄρνις ἔγωγε.
{ΕΥ.} Κᾆτά σοι ποῦ τὰ πτερά;
{ΕΠ.} Ἐξερρύηκε.
{ΕΥ.} Πότερον ὑπὸ νόσου τινός;
{ΕΠ.} Οὔκ, ἀλλὰ τὸν χειμῶνα πάντα τὤρνεα
πτερορρυεῖ, κᾆτ´ αὖθις ἕτερα φύομεν.
Ἀλλ´ εἴπατόν μοι σφὼ τίν´ ἐστόν;
{ΕΥ.} Νώ; βροτώ.
{ΕΠ.} Ποδαπὼ τὸ γένος;
{ΕΥ.} Ὅθεν αἱ τριήρεις αἱ καλαί.
{ΕΠ.} Μῶν ἡλιαστά;
{ΕΥ.} Μἀλλὰ θἀτέρου τρόπου,
ἀπηλιαστά.
{ΕΠ.} Σπείρεται γὰρ τοῦτ´ ἐκεῖ
τὸ σπέρμ´;
{ΕΥ.} Ὀλίγον ζητῶν ἂν ἐξ ἀγροῦ λάβοις.
{ΕΠ.} Πράγους δὲ δὴ τοῦ δεομένω δεῦρ´ ἤλθετον;
{ΕΥ.} Σοὶ ξυγγενέσθαι βουλομένω.
{ΕΠ.} Τίνος πέρι;
{ΕΥ.} Ὅτι πρῶτα μὲν ἦσθ´ ἄνθρωπος ὥσπερ νώ ποτε,
κἀργύριον ὠφείλησας ὥσπερ νώ ποτε,
κοὐκ ἀποδιδοὺς ἔχαιρες ὥσπερ νώ ποτε·
εἶτ´ αὖθις ὀρνίθων μεταλλάξας φύσιν
καὶ γῆν ἐπέπτου καὶ θάλατταν ἐν κύκλῳ,
καὶ πάνθ´ ὅσαπερ ἄνθρωπος ὅσα τ´ ὄρνις φρονεῖς.
Ταῦτ´ οὖν ἱκέται νὼ πρὸς σὲ δεῦρ´ ἀφίγμεθα,
εἴ τινα πόλιν φράσειας ἡμῖν εὔερον
ὥσπερ σισύραν ἐγκατακλινῆναι μαλθακήν.
{ΕΠ.} Ἔπειτα μείζω τῶν Κραναῶν ζητεῖς πόλιν;
{ΕΥ.} Μείζω μὲν οὐδέν, προσφορωτέραν δὲ νῷν.
{ΕΠ.} Ἀριστοκρατεῖσθαι δῆλος εἶ ζητῶν.
{ΕΥ.} Ἐγώ;
ἥκιστα· καὶ τὸν Σκελλίου βδελύττομαι.
{ΕΠ.} Ποίαν τιν´ οὖν ἥδιστ´ ἂν οἰκοῖτ´ ἂν πόλιν;
{ΕΥ.} Ὅπου τὰ μέγιστα πράγματ´ εἴη τοιάδε.
Ἐπὶ τὴν θύραν μου πρῴ τις ἐλθὼν τῶν φίλων
λέγοι ταδί· »Πρὸς τοῦ Διὸς τοὐλυμπίου
ὅπως παρέσει μοι καὶ σὺ καὶ τὰ παιδία
λουσάμενα πρῴ· μέλλω γὰρ ἑστιᾶν γάμους·
καὶ μηδαμῶς ἄλλως ποήσῃς· εἰ δὲ μή,
μή μοι τότ´ ἔλθῃς, ὅταν ἐγὼ πράττω κακῶς.«
{ΕΠ.} Νὴ Δία ταλαιπώρων γε πραγμάτων ἐρᾷς.
Τί δαὶ σύ;
{ΠΙ.} Τοιούτων ἐρῶ κἀγώ.
{ΕΠ.} Τίνων;
{ΠΙ.} Ὅπου ξυναντῶν μοι ταδί τις μέμψεται
ὥσπερ ἀδικηθεὶς παιδὸς ὡραίου πατήρ·
»Καλῶς γέ μου τὸν υἱόν, ὦ στιλβωνίδη,
εὑρὼν ἀπιόντ´ ἀπὸ γυμνασίου λελουμένον
οὐκ ἔκυσας, οὐ προσεῖπας, οὐ προσηγάγου,
οὐκ ὠρχιπέδισας, ὢν ἐμοὶ πατρικὸς φίλος.«
{ΕΠ.} Ὦ δειλακρίων σύ, τῶν κακῶν οἵων ἐρᾷς.
Ἀτὰρ ἔστι γ´ ὁποίαν λέγετον εὐδαίμων πόλις
παρὰ τὴν ἐρυθρὰν θάλατταν.
{ΕΥ.} Οἴμοι, μηδαμῶς
ἡμῖν γε παρὰ θάλατταν, ἵν´ ἀνακύψεται
κλητῆρ´ ἄγους´ ἕωθεν ἡ Σαλαμινία.
Ἑλληνικὴν δὲ πόλιν ἔχεις ἡμῖν φράσαι;
{ΕΠ.} Τί οὐ τὸν Ἠλεῖον Λέπρεον οἰκίζετον
ἐλθόνθ´;
{ΕΥ.} Ὁτιὴ νὴ τοὺς θεοὺς ὅς´ οὐκ ἰδὼν
βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου.
{ΕΠ.} Ἀλλ´ εἰσὶν ἕτεροι τῆς Λοκρίδος Ὀπούντιοι,
ἵνα χρὴ κατοικεῖν.
{ΕΥ.} Ἀλλ´ ἔγωγ´ Ὀπούντιος
οὐκ ἂν γενοίμην ἐπὶ ταλάντῳ χρυσίου.
Οὗτος δὲ δὴ τίς ἐσθ´ ὁ μετ´ ὀρνίθων βίος;
Σὺ γὰρ οἶσθ´ ἀκριβῶς.
{ΕΠ.} Οὐκ ἄχαρις εἰς τὴν τριβήν·
οὗ πρῶτα μὲν δεῖ ζῆν ἄνευ βαλλαντίου.
{ΕΥ.} Πολλήν γ´ ἀφεῖλες τοῦ βίου κιβδηλίαν.
{ΕΠ.} Νεμόμεσθα δ´ ἐν κήποις τὰ λευκὰ σήσαμα
καὶ μύρτα καὶ μήκωνα καὶ σισύμβρια.
{ΕΥ.} Ὑμεῖς μὲν ἆρα ζῆτε νυμφίων βίον.
{ΠΙ.} Φεῦ φεῦ·
Ἦ μέγ´ ἐνορῶ βούλευμ´ ἐν ὀρνίθων γένει,
καὶ δύναμιν ἣ γένοιτ´ ἄν, εἰ πίθοισθέ μοι.
{ΕΠ.} Τί σοι πιθώμεσθ´;
{ΠΙ.} Ὅ τι πίθησθε; πρῶτα μὲν
μὴ περιπέτεσθε πανταχῇ κεχηνότες·
ὡς τοῦτ´ ἄτιμον τοὔργον ἐστίν. Αὐτίκα
ἐκεῖ παρ´ ἡμῖν τοὺς πετομένους ἢν ἔρῃ·
»Τίς ὄρνις οὗτος;« ὁ Τελέας ἐρεῖ ταδί·
»Ἄνθρωπος ὄρνις ἀστάθμητος, πετόμενος,
ἀτέκμαρτος, οὐδὲν οὐδέποτ´ ἐν ταὐτῷ μένων.«
{ΕΠ.} Νὴ τὸν Διόνυσον εὖ γε μωμᾷ ταυταγί.
Τί οὖν ποιῶμεν;
{ΠΙ.} Οἰκίσατε μίαν πόλιν.
{ΕΠ.} Ποίαν δ´ ἂν οἰκίσαιμεν ὄρνιθες πόλιν;
{ΠΙ.} Ἄληθες, ὦ σκαιότατον εἰρηκὼς ἔπος;
Βλέψον κάτω.
{ΕΠ.} Καὶ δὴ βλέπω.
{ΠΙ.} Βλέπε νυν ἄνω.
{ΕΠ.} Βλέπω.
{ΠΙ.} Περίαγε τὸν τράχηλον.
{ΕΠ.} Νὴ Δία
ἀπολαύσομαί 〈τί〉 γ´, εἰ διαστραφήσομαι
{ΠΙ.} Εἶδές τι;
{ΕΠ.} Τὰς νεφέλας γε καὶ τὸν οὐρανόν.
{ΠΙ.} Οὐχ οὗτος οὖν δήπου ´στὶν ὀρνίθων πόλος;
{ΕΠ.} Πόλος; Τίνα τρόπον;
{ΠΙ.} Ὥσπερ 〈ἂν〉 εἴποι τις τόπος.
Ὅτι δὲ πολεῖται τοῦτο καὶ διέρχεται
ἅπαντα διὰ τούτου, καλεῖται νῦν πόλος.
Ἢν δ´ οἰκίσητε τοῦτο καὶ φράξηθ´ ἅπαξ,
ἐκ τοῦ πόλου τούτου κεκλήσεται πόλις.
Ὥστ´ ἄρξετ´ ἀνθρώπων μὲν ὥσπερ παρνόπων,
τοὺς δ´ αὖ θεοὺς ἀπολεῖτε λιμῷ Μηλίῳ.
{ΕΠ.} Πῶς;
{ΠΙ.} Ἐν μέσῳ δήπουθεν ἀήρ ἐστι γῆς.
Εἶθ´ ὥσπερ ἡμεῖς, ἢν ἰέναι βουλώμεθα
Πυθώδε, Βοιωτοὺς δίοδον αἰτούμεθα,
οὕτως, ὅταν θύωσιν ἄνθρωποι θεοῖς,
ἢν μὴ φόρον φέρωσιν ὑμῖν οἱ θεοί,
διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους
τῶν μηρίων τὴν κνῖσαν οὐ διαφρήσετε.
{ΕΠ.} Ἰοῦ ἰοῦ·
μὰ γῆν, μὰ παγίδας, μὰ νεφέλας, μὰ δίκτυα,
μὴ ´γὼ νόημα κομψότερον ἤκουσά πω·
ὥστ´ ἂν κατοικίζοιμι μετὰ σοῦ τὴν πόλιν,
εἰ ξυνδοκοίη τοῖσιν ἄλλοις ὀρνέοις.
{ΠΙ.} Τίς ἂν οὖν τὸ πρᾶγμ´ αὐτοῖς διηγήσαιτο;
{ΕΠ.} Σύ.
Ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας πρὸ τοῦ
ἐδίδαξα τὴν φωνήν, ξυνὼν πολὺν χρόνον.
{ΠΙ.} Πῶς δῆτ´ ἂν αὐτοὺς ξυγκαλέσειας;
{ΕΠ.} Ῥᾳδίως.
Δευρὶ γὰρ ἐμβὰς αὐτίκα μάλ´ εἰς τὴν λόχμην,
ἔπειτ´ ἀνεγείρας τὴν ἐμὴν ἀηδόνα,
καλοῦμεν αὐτούς· οἱ δὲ νῷν τοῦ φθέγματος
ἐάνπερ ἐπακούσωσι θεύσονται δρόμῳ.
{ΠΙ.} Ὦ φίλτατ´ ὀρνίθων σύ, μή νυν ἕσταθι·
ἀλλ´ ἀντιβολῶ ς´ ἄγ´ ὡς τάχιστ´ εἰς τὴν λόχμην
εἴσβαινε κἀνέγειρε τὴν ἀηδόνα.
{ΕΠ.} Ἄγε σύννομέ μοι, παῦσαι μὲν ὕπνου,
λῦσον δὲ νόμους ἱερῶν ὕμνων,
οὓς διὰ θείου στόματος θρηνεῖς
τὸν ἐμὸν καὶ σὸν πολύδακρυν Ἴτυν,
ἐλελιζομένη διεροῖς μέλεσιν
γένυος ξουθῆς. Καθαρὰ χωρεῖ
διὰ φυλλοκόμου μίλακος ἠχὼ
πρὸς Διὸς ἕδρας, ἵν´ ὁ χρυσοκόμας
Φοῖβος ἀκούων τοῖς σοῖς ἐλέγοις
ἀντιψάλλων ἐλεφαντόδετον
φόρμιγγα θεῶν ἵστησι χορούς·
διὰ δ´ ἀθανάτων στομάτων χωρεῖ
ξύμφωνος ὁμοῦ
θεία μακάρων ὀλολυγή.
{ΕΥ.} Ὦ Ζεῦ βασιλεῦ, τοῦ φθέγματος τοὐρνιθίου·
οἷον κατεμελίτωσε τὴν λόχμην ὅλην.
{ΠΙ.} Οὗτος.
{ΕΥ.} Τί ἐστιν;
{ΠΙ.} Οὐ σιωπήσει;
{ΕΥ.} Τί δαί;
{ΠΙ.} Οὕποψ μελῳδεῖν αὖ παρασκευάζεται.
{ΕΠ.} Ἐποποποῖ ποποῖ, ποποποποῖ ποποῖ,
ἰὼ ἰὼ ἴτω ἴτω
ἴτω τις ὧδε τῶν ἐμῶν ὁμοπτέρων·
ὅσοι τ´ εὐσπόρους ἀγροίκων γύας
νέμεσθε, φῦλα μυρία κριθοτράγων
σπερμολόγων τε γένη
ταχὺ πετόμενα, μαλθακὴν ἱέντα γῆρυν·
ὅσα τ´ ἐν ἄλοκι θαμὰ
βῶλον ἀμφιτιττυβίζεθ´ ὧδε λεπτὸν
ἡδομένᾳ φωνᾷ·
—τιοτιοτιοτιοτιοτιοτιοτιο—
ὅσα θ´ ὑμῶν κατὰ κήπους ἐπὶ κισσοῦ
κλάδεσι νομὸν ἔχει,
τά τε κατ´ ὄρεα τά τε κοτινοτράγα τά τε κομαροφάγα,
- ἁνύσατε πετόμενα πρὸς ἐμὰν αὐδάν·
—τριοτο τριοτο τοτοβριξ· —
οἵ θ´ ἑλείας παρ´ αὐλῶνας ὀξυστόμους
ἐμπίδας κάπτεθ´, ὅσα τ´ εὐδρόσους γῆς τόπους
- ἔχετε λειμῶνά τ´ ἐρόεντα Μαραθῶνος, ὄρ–
- νις 〈τε〉 πτεροποίκιλος, ἀτταγᾶς ἀτταγᾶς·
ὧν τ´ ἐπὶ πόντιον οἶδμα θαλάσσης
φῦλα μετ´ ἀλκυόνεσσι ποτῆται,
δεῦρ´ ἴτε πευσόμενοι τὰ νεώτερα·
πάντα γὰρ ἐνθάδε φῦλ´ ἁθροΐζομεν
οἰωνῶν ταναοδείρων.
Ἥκει γάρ τις δριμὺς πρέσβυς
καινὸς γνώμην
καινῶν ἔργων τ´ ἐγχειρητής.
Ἀλλ´ ἴτ´ εἰς λόγους ἅπαντα,
δεῦρο δεῦρο δεῦρο δεῦρο·
τοροτοροτοροτοροτιξ,
κικκαβαυ κικκαβαυ,
τοροτοροτορολιλιλιξ.
{ΠΙ.} Ὁρᾷς τιν´ ὄρνιν;
{ΕΥ.} Μὰ τὸν Ἀπόλλω ´γὼ μὲν οὔ.
Καίτοι κέχηνά γ´ εἰς τὸν οὐρανὸν βλέπων.
{ΠΙ.} Ἄλλως ἄρ´ οὕποψ, ὡς ἔοικ´, εἰς τὴν λόχμην
ἐμβὰς ἐπῶζε χαραδριὸν μιμούμενος.
{ΟΡΝΙΣ}
Τοροτιξ τοροτιξ.
{ΠΙ.} Ὦγάθ´, ἀλλ´ 〈οὖν〉 οὑτοσὶ καὶ δή τις ὄρνις ἔρχεται.
{ΕΥ.} Νὴ Δί´ ὄρνις δῆτα. Τίς ποτ´ ἐστίν; Οὐ δήπου ταὧς;
{ΠΙ.} Οὗτος αὐτὸς νῷν φράσει. Τίς ἐστιν ὄρνις οὑτοσί;
{ΕΠ.} Οὗτος οὐ τῶν ἠθάδων τῶνδ´ ὧν ὁρᾶθ´ ὑμεῖς ἀεί,
ἀλλὰ λιμναῖος.
{ΕΥ.} Βαβαῖ, καλός γε καὶ φοινικιοῦς.
{ΕΠ.} Εἰκότως 〈γε〉· καὶ γὰρ ὄνομ´ αὐτῷ ´στὶ φοινικόπτερος.
{ΕΥ.} Οὗτος, ὦ—σέ τοι.
{ΠΙ.} Τί βωστρεῖς;
{ΕΥ.} Ἕτερος ὄρνις οὑτοσί.
{ΠΙ.} Νὴ Δί´ ἕτερος δῆτα χοὖτος ἔξεδρον χώραν ἔχων.
Τίς ποτ´ ἔσθ´ ὁ μουσόμαντις, ἄτοπος ὄρνις, ὀρειβάτης;
{ΕΠ.} Ὄνομα τούτῳ Μῆδός ἐστι.
{ΕΥ.} Μῆδος; Ὦναξ Ἡράκλεις.
Εἶτα πῶς ἄνευ καμήλου Μῆδος ὢν εἰσέπτετο;
{ΠΙ.} Ἕτερος αὖ λόφον κατειληφώς τις ὄρνις οὑτοσί.
{ΕΥ.} Τί τὸ τέρας τουτί ποτ´ ἐστίν; Οὐ σὺ μόνος ἄρ´ ἦσθ´ ἔποψ,
ἀλλὰ χοὖτος ἕτερος;
{ΕΠ.} Οὑτοσὶ μέν ἐστι Φιλοκλέους
ἐξ ἔποπος, ἐγὼ δὲ τούτου πάππος, ὥσπερ εἰ λέγοις
Ἱππόνικος Καλλίου κἀξ Ἱππονίκου Καλλίας.
{ΕΥ.} Καλλίας ἄρ´ οὗτος οὕρνις ἐστίν. Ὡς πτερορρυεῖ.
{ΠΙ.} Ἅτε γὰρ ὢν γενναῖος ὑπό 〈τε〉 συκοφαντῶν τίλλεται,
αἵ τε θήλειαι πρὸς ἐκτίλλουσιν αὐτοῦ τὰ πτερά.
{ΕΥ.} Ὦ Πόσειδον, ἕτερος αὖ τις βαπτὸς ὄρνις οὑτοσί.
Τίς ὀνομάζεταί ποθ´ οὗτος;
{ΕΠ.} Οὑτοσὶ κατωφαγᾶς.
{ΕΥ.} Ἔστι γὰρ κατωφαγᾶς τις ἄλλος ἢ Κλεώνυμος;
{ΠΙ.} Πῶς ἂν οὖν Κλεώνυμός γ´ ὢν οὐκ ἀπέβαλε τὸν λόφον;
{ΕΥ.} Ἀλλὰ μέντοι τίς ποθ´ ἡ λόφωσις ἡ τῶν ὀρνέων;
Ἦ ´πὶ τὸν δίαυλον ἦλθον;
{ΕΠ.} Ὥσπερ οἱ Κᾶρες μὲν οὖν
ἐπὶ λόφων οἰκοῦσιν, ὦγάθ´, ἀσφαλείας οὕνεκα.
{ΠΙ.} Ὦ Πόσειδον, οὐχ ὁρᾷς ὅσον συνείλεκται κακὸν
ὀρνέων;
{ΕΥ.} Ὦναξ Ἄπολλον, τοῦ νέφους. Ἰοὺ ἰού,
οὐδ´ ἰδεῖν ἔτ´ ἔσθ´ ὑπ´ αὐτῶν πετομένων τὴν εἴσοδον.
{ΠΙ.} Οὑτοσὶ πέρδιξ.
{ΕΥ.} Ἐκεινοσὶ δὲ νὴ Δί´ ἀτταγᾶς.
{ΠΙ.} Οὑτοσὶ δὲ πηνέλοψ.
{ΕΥ.} Ἐκεινηὶ δέ γ´ ἀλκυών.
Τίς γάρ ἐσθ´ οὕπισθεν αὐτῆς;
{ΠΙ.} Ὅστις ἐστί; κειρύλος.
{ΕΥ.} Κειρύλος γάρ ἐστιν ὄρνις;
{ΠΙ.} Οὐ γάρ ἐστι Σποργίλος;
{ΕΠ.} Χαὐτηί γε γλαῦξ.
{ΕΥ.} Τί φῄς; Τίς γλαῦκ´ Ἀθήναζ´ ἤγαγεν;
{ΕΠ.} Κίττα, τρυγών, κορυδός, ἐλεᾶς, ὑποθυμίς, περιστερά,
νέρτος, ἱέραξ, φάττα, κόκκυξ, ἐρυθρόπους, κεβλήπυρις,
- πορφυρίς, κερχνῄς, κολυμβίς, ἀμπελίς, φήνη, δρύοψ.
{ΠΙ.} Ἰοὺ ἰού, τῶν ὀρνέων.
{ΕΥ.} Ἰοὺ ἰού, τῶν κοψίχων.
{ΠΙ.} Οἷα πιπίζουσι καὶ τρέχουσι διακεκραγότες.
{ΕΥ.} Ἆρ´ ἀπειλοῦσίν γε νῷν;
{ΠΙ.} Οἴμοι, κεχήνασίν γέ τοι
καὶ βλέπουσιν εἰς σὲ κἀμέ.
{ΕΥ.} Τοῦτο μὲν κἀμοὶ δοκεῖ.
- {ΧΟΡΟΣ}
- Ποποποποποπο ποῦ μ´ ὃς ἐκάλεσε; Τίνα τόπον ἄρα νέμεται;
- {ΕΠ.} Οὑτοσὶ πάλαι πάρειμι κοὐκ ἀποστατῶ φίλων.
- {ΧΟ.} Τιτιτιτιτιτιτι τίνα λόγον ἄρα ποτὲ πρὸς ἐμὲ φίλον ἔχων;
{ΕΠ.} Κοινόν, ἀσφαλῆ, δίκαιον, ἡδύν, ὠφελήσιμον.
- Ἄνδρε γὰρ λεπτὼ λογιστὰ δεῦρ´ ἀφῖχθον ὡς ἐμέ.
{ΧΟ.} Ποῦ; πᾷ; πῶς φῄς;
{ΕΠ.} Φήμ´ ἀπ´ ἀνθρώπων ἀφῖχθαι δεῦρο πρεσβύτα δύο·
ἥκετον δ´ ἔχοντε πρέμνον πράγματος πελωρίου.
{ΧΟ.} Ὦ μέγιστον ἐξαμαρτὼν ἐξ ὅτου ´τράφην ἐγώ,
πῶς λέγεις;
{ΕΠ.} Μήπω φοβηθῇς τὸν λόγον.
{ΧΟ.} Τί μ´ ἠργάσω;
{ΕΠ.} Ἄνδρ´ ἐδεξάμην ἐραστὰ τῆσδε τῆς ξυνουσίας.
{ΧΟ.} Καὶ δέδρακας τοῦτο τοὔργον;
{ΕΠ.} Καὶ δεδρακώς γ´ ἥδομαι.
{ΧΟ.} Κἀστὸν ἤδη που παρ´ ἡμῖν;
{ΕΠ.} Εἰ παρ´ ὑμῖν εἴμ´ ἐγώ.
{ΧΟ.} Ἔα ἔα· {Str.}
προδεδόμεθ´ ἀνόσιά τ´ ἐπάθομεν· ὃς γὰρ
φίλος ἦν ὁμότροφά θ´ ἡμῖν ἐνέμετο
πεδία παρ´ ἡμῖν,
παρέβη μὲν θεσμοὺς ἀρχαίους,
παρέβη δ´ ὅρκους ὀρνίθων.
Εἰς δὲ δόλον ἐκάλεσε, παρέβαλέ τ´ ἐμὲ παρὰ γένος
ἀνόσιον, ὅπερ ἐξότ´ ἐγένετ´ ἐπ´ ἐμοὶ
πολέμιον ἐτράφη.
Ἀλλὰ πρὸς τοῦτον μὲν ἡμῖν ἐστιν ὕστερος λόγος·
τὼ δὲ πρεσβύτα δοκεῖ μοι τώδε δοῦναι τὴν δίκην
διαφορηθῆναί θ´ ὑφ´ ἡμῶν.
{ΠΙ.} Ὡς ἀπωλόμεσθ´ ἄρα.
{ΕΥ.} Αἴτιος μέντοι σὺ νῷν εἶ τῶν κακῶν τούτων μόνος.
Ἐπὶ τί γάρ μ´ ἐκεῖθεν ἦγες;
{ΠΙ.} Ἵν´ ἀκολουθοίης ἐμοί.
{ΕΥ.} Ἵνα μὲν οὖν κλάοιμι μεγάλα.
{ΠΙ.} Τοῦτο μὲν ληρεῖς ἔχων
κάρτα· πῶς κλαύσει γάρ, ἢν ἅπαξ γε τὠφθαλμὼ ´κκοπῇς;
{ΧΟ.} Ἰὼ ἰώ· {Ant.}
ἔπαγ´ ἔπιθ´ ἐπίφερε πολέμιον ὁρμὰν
φονίαν, πτέρυγά τε παντᾷ περίβαλε
περί τε κύκλωσαι·
ὡς δεῖ τώδ´ οἰμώζειν ἄμφω
καὶ δοῦναι ῥύγχει φορβάν.
Οὔτε γὰρ ὄρος σκιερὸν οὔτε νέφος αἰθέριον
οὔτε πολιὸν πέλαγος ἔστιν ὅ τι δέξεται
τώδ´ ἀποφυγόντε με.
Ἀλλὰ μὴ μέλλωμεν ἤδη τώδε τίλλειν καὶ δάκνειν.
Ποῦ ´σθ´ ὁ ταξίαρχος; Ἐπαγέτω τὸ δεξιὸν κέρας.
{ΕΥ.} Τοῦτ´ ἐκεῖνο. Ποῖ φύγω δύστηνος;
{ΠΙ.} Οὗτος, οὐ μενεῖς;
{ΕΥ.} Ἵν´ ὑπὸ τούτων διαφορηθῶ;
{ΠΙ.} Πῶς γὰρ ἂν τούτους δοκεῖς
ἐκφυγεῖν;
{ΕΥ.} Οὐκ οἶδ´ ὅπως ἄν.
{ΠΙ.} Ἀλλ´ ἐγώ τοι σοι λέγω,
ὅτι μένοντε δεῖ μάχεσθαι λαμβάνειν τε τῶν χυτρῶν.
{ΕΥ.} Τί δὲ χύτρα νὼ ´πωφελήσει;
{ΠΙ.} Γλαῦξ μὲν οὐ πρόσεισι νῷν.
{ΕΥ.} Τοῖς δὲ γαμψώνυξι τοισδί;
{ΠΙ.} Τὸν ὀβελίσκον ἁρπάσας
εἶτα κατάπηξον πρὸ σαυτοῦ.
{ΕΥ.} Τοῖσι δ´ ὀφθαλμοῖσι τί;
{ΠΙ.} Ὀξύβαφον ἐντευθενὶ προθοῦ λαβὼν ἢ τρύβλιον.
{ΕΥ.} Ὦ σοφώτατ´, εὖ γ´ ἀνηῦρες αὐτὸ καὶ στρατηγικῶς·
ὑπερακοντίζεις σύ γ´ ἤδη Νικίαν ταῖς μηχαναῖς·
{ΧΟ.} Ἐλελελεῦ· χώρει, κάθες τὸ ῥύγχος· οὐ μέλλειν ἐχρῆν.
Ἕλκε, τίλλε, παῖε, δεῖρε· κόπτε πρώτην τὴν χύτραν.
{ΕΠ.} Εἰπέ μοι, τί μέλλετ´, ὦ πάντων κάκιστα θηρίων,
ἀπολέσαι παθόντες οὐδὲν ἄνδρε καὶ διασπάσαι
τῆς ἐμῆς γυναικὸς ὄντε ξυγγενεῖ καὶ φυλέτα;
{ΧΟ.} Φεισόμεσθα γάρ τι τῶνδε μᾶλλον ἡμεῖς ἢ λύκων;
Ἢ τίνας τεισαίμεθ´ ἄλλους τῶνδ´ ἂν ἐχθίους ἔτι;
{ΕΠ.} Εἰ δὲ τὴν φύσιν μὲν ἐχθροί, τὸν δὲ νοῦν εἰσιν φίλοι,
καὶ διδάξοντές τι δεῦρ´ ἥκουσιν ὑμᾶς χρήσιμον;
{ΧΟ.} Πῶς δ´ ἂν οἵδ´ ἡμᾶς τι χρήσιμον διδάξειάν ποτε
ἢ φράσειαν, ὄντες ἐχθροὶ τοῖσι πάπποις τοῖς ἐμοῖς;
{ΕΠ.} Ἀλλ´ ἀπ´ ἐχθρῶν δῆτα πολλὰ μανθάνουσιν οἱ σοφοί.
Ἡ γὰρ εὐλάβεια σῴζει πάντα. Παρὰ μὲν οὖν φίλου
οὐ μάθοις ἂν τοῦθ´, ὁ δ´ ἐχθρὸς εὐθὺς ἐξηνάγκασεν.
Αὐτίχ´ αἱ πόλεις παρ´ ἀνδρῶν ἔμαθον ἐχθρῶν κοὐ φίλων
ἐκπονεῖν θ´ ὑψηλὰ τείχη ναῦς τε κεκτῆσθαι μακράς·
τὸ δὲ μάθημα τοῦτο σῴζει παῖδας, οἶκον, χρήματα.
{ΧΟ.} Ἔστι μὲν λόγων ἀκοῦσαι πρῶτον, ὡς ἡμῖν δοκεῖ,
χρήσιμον· μάθοι γὰρ ἄν τις κἀπὸ τῶν ἐχθρῶν σοφόν.
{ΠΙ.} Οἵδε τῆς ὀργῆς χαλᾶν εἴξασιν. Ἄναγ´ ἐπὶ σκέλος.
{ΕΠ.} Καὶ δίκαιόν γ´ ἐστὶ κἀμοὶ δεῖ νέμειν ὑμᾶς χάριν.
{ΧΟ.} Ἀλλὰ μὴν οὐδ´ ἄλλο σοί πω πρᾶγμ´ ἐνηντιώμεθα.
{ΠΙ.} Μᾶλλον εἰρήνην ἄγουσιν.
Ὥστε τὴν χύτραν καθίει·
καὶ τὸ δόρυ χρή, τὸν ὀβελίσκον,
περιπατεῖν ἔχοντας ἡμᾶς
τῶν ὅπλων ἐντός, παρ´ αὐτὴν
τὴν χύτραν ἄκραν ὁρῶντας
τἀγγύς· ὡς οὐ φευκτέον νῷν.
{ΕΥ.} Ἐτεὸν ἢν δ´ ἄρ´ ἀποθάνωμεν,
κατορυχησόμεσθα ποῦ γῆς;
{ΠΙ.} Ὁ Κεραμεικὸς δέξεται νώ.
Δημοσίᾳ γὰρ ἵνα ταφῶμεν,
φήσομεν πρὸς τοὺς στρατηγοὺς
μαχομένω τοῖς πολεμίοισιν
ἀποθανεῖν ἐν Ὀρνεαῖς.
{ΧΟ.} Ἄναγ´ εἰς τάξιν πάλιν εἰς ταὐτόν,
καὶ τὸν θυμὸν κατάθου κύψας
παρὰ τὴν ὀργὴν ὥσπερ ὁπλίτης·
- κἀναπυθώμεθα τούσδε τίνες ποτὲ
[καὶ] πόθεν ἔμολον [ἐπὶ] τίνα τ´ ἐπίνοιαν.
Ἰώ, ἔποψ, σέ τοι καλῶ.
{ΕΠ.} Καλεῖς δὲ τοῦ κλύειν θέλων;
{ΧΟ.} Τίνες ποθ´ οἵδε καὶ πόθεν;
{ΕΠ.} Ξένω σοφῆς ἀφ´ Ἑλλάδος.
{ΧΟ.} Τύχη δὲ ποία κομί–
ζει ποτ´ αὐτὼ πρὸς ὄρ–
νιθας ἐλθεῖν;
{ΕΠ.} Ἔρως
βίου διαίτης τέ σου
καὶ ξυνοικεῖν τέ σοι
καὶ ξυνεῖναι τὸ πᾶν.
{ΧΟ.} Τί φῄς; Λέγουσιν δὲ δὴ τίνας λόγους;
{ΕΠ.} Ἄπιστα καὶ πέρα κλύειν.
{ΧΟ.} Ὁρᾷ τι κέρδος ἐνθάδ´ ἄ–
ξιον μονῆς, ὅτῳ πέποιθ´
ἐμοὶ ξυνὼν
κρατεῖν ἂν ἢ τὸν ἐχθρὸν ἢ
φίλοισιν ὠφελεῖν ἔχειν;
{ΕΠ.} Λέγει μέγαν τιν´ ὄλβον οὔ–
τε λεκτὸν οὔτε πιστόν· ὡς
σὰ πάντα καὶ
τὸ τῇδε καὶ τὸ κεῖσε καὶ
τὸ δεῦρο προσβιβᾷ λέγων.
{ΧΟ.} Πότερα μαινόμενος;
{ΕΠ.} Ἄφατον ὡς φρόνιμος.
{ΧΟ.} Ἔνι σοφόν τι φρενί;
{ΕΠ.} Πυκνότατον κίναδος,
σόφισμα, κύρμα, τρῖμμα, παιπάλημ´ ὅλον.
{ΧΟ.} Λέγειν λέγειν κέλευέ μοι.
Κλύων γὰρ ὧν σύ μοι λέγεις
λόγων ἀνεπτέρωμαι.
{ΕΠ.} Ἄγε δὴ σὺ καὶ σὺ τὴν πανοπλίαν μὲν πάλιν
ταύτην λαβόντε κρεμάσατον τύχἀγαθῇ
εἰς τὸν ἰπνὸν εἴσω πλησίον τοὐπιστάτου·
σὺ δὲ τούσδ´ ἐφ´ οἷσπερ τοῖς λόγοις ξυνέλεξ´ ἐγὼ
φράσον, δίδαξον.
{ΠΙ.} Μὰ τὸν Ἀπόλλω ´γὼ μὲν οὔ,
ἢν μὴ διάθωνταί γ´ οἵδε διαθήκην ἐμοὶ
ἥνπερ ὁ πίθηκος τῇ γυναικὶ διέθετο,
ὁ μαχαιροποιός, μήτε δάκνειν τούτους ἐμὲ
μήτ´ ὀρχίπεδ´ ἕλκειν μήτ´ ὀρύττειν—
{ΕΥ.} Οὔ τί που
τόνδ´;
{ΠΙ.} Οὐδαμῶς. Οὔκ, ἀλλὰ τὠφθαλμὼ λέγω.
{ΧΟ.} Διατίθεμαι ´γώ.
{ΠΙ.} Κατόμοσόν νυν ταῦτά μοι.
{ΧΟ.} Ὄμνυμ´ ἐπὶ τούτοις, πᾶσι νικᾶν τοῖς κριταῖς
καὶ τοῖς θεαταῖς πᾶσιν, —
{ΠΙ.} Ἔσται ταυταγί.
{ΧΟ.} εἰ δὲ παραβαίην, ἑνὶ κριτῇ νικᾶν μόνον.
{ΕΠ.} Ἀκούετε λεῴ· τοὺς ὁπλίτας νυνμενὶ
ἀνελομένους θὤπλ´ ἀπιέναι πάλιν οἴκαδε,
σκοπεῖν δ´ ὅ τι ἂν προγράφωμεν ἐν τοῖς πινακίοις.
{ΧΟ.} Δολερὸν μὲν ἀεὶ κατὰ πάντα δὴ τρόπον {Str.}
πέφυκεν ἄνθρωπος· σὺ δ´ ὅμως λέγε μοι.
Τάχα γὰρ τύχοις ἂν
Χρηστὸν ἐξειπὼν ὅ τι μοι παρορᾷς, ἢ
δύναμίν τινα μείζω
παραλειπομένην ὑπ´ ἐμῆς φρενὸς ἀ–
ξυνέτου· σὺ δὲ τοῦθ´
οὑρᾷς λέγ´ εἰς κοινόν.
Ὃ γὰρ ἂν σὺ τύχῃς μοι
ἀγαθὸν πορίσας, τοῦτο κοινὸν ἔσται.
Ἀλλ´ ἐφ´ ὅτῳπερ πράγματι τὴν σὴν ἥκεις γνώμην ἀναπείσας,
λέγε θαρρήσας· ὡς τὰς σπονδὰς οὐ μὴ πρότερον παραβῶμεν.
{ΠΙ.} Καὶ μὴν ὀργῶ νὴ τὸν Δία καὶ προπεφύραται λόγος εἷς μοι,
ὃν διαμάττειν οὐ κωλύει. Φέρε, παῖ, στέφανον· καταχεῖσθαι
κατὰ χειρὸς ὕδωρ φερέτω ταχύ τις.
{ΕΥ.} Δειπνήσειν μέλλομεν; Ἢ τί;
{ΠΙ.} Μὰ Δί´ ἀλλὰ λέγειν ζητῶ τι πάλαι, μέγα καὶ λαρινὸν ἔπος τι,
ὅ τι τὴν τούτων θραύσει ψυχήν. Οὕτως ὑμῶν ὑπεραλγῶ,
οἵτινες ὄντες πρότερον βασιλῆς—
{ΧΟ.} Ἡμεῖς βασιλῆς; τίνος;
{ΠΙ.} Ὑμεῖς
πάντων ὁπός´ ἔστιν, ἐμοῦ πρῶτον, τουδί, καὶ τοῦ Διὸς αὐτοῦ,
ἀρχαιότεροι πρότεροί τε Κρόνου καὶ Τιτάνων ἐγένεσθε,
καὶ Γῆς.
{ΧΟ.} Καὶ Γῆς;
{ΠΙ.} Νὴ τὸν Ἀπόλλω.
{ΧΟ.} Τουτὶ μὰ Δί´ οὐκ ἐπεπύσμην.
{ΠΙ.} Ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδ´ Αἴσωπον πεπάτηκας,
ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι,
προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρ´ αὐτῆς ἀποθνῄσκειν·
γῆν δ´ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον· τὴν δ´ ἀποροῦσαν
ὑπ´ ἀμηχανίας τὸν πατέρ´ αὑτῆς ἐν τῇ κεφαλῇ κατορύξαι.
{ΕΥ.} Ὁ πατὴρ ἄρα τῆς κορυδοῦ νυνὶ κεῖται τεθνεὼς Κεφαλῆσιν.
{ΠΙ.} Οὔκουν δῆτ´ εἰ πρότεροι μὲν γῆς, πρότεροι δὲ θεῶν ἐγένοντο,
ὡς πρεσβυτάτων ὄντων αὐτῶν ὀρθῶς ἐσθ´ ἡ βασιλεία;
{ΕΥ.} Νὴ τὸν Ἀπόλλω. Πάνυ τοίνυν χρὴ ῥύγχος βόσκειν σε τὸ λοιπόν·
οὐκ ἀποδώσει ταχέως ὁ Ζεὺς τὸ σκῆπτρον τῷ δρυκολάπτῃ.
{ΠΙ.} Ὡς δ´ οὐχὶ θεοὶ τοίνυν ἦρχον τῶν ἀνθρώπων τὸ παλαιόν,
ἀλλ´ ὄρνιθες, κἀβασίλευον, πόλλ´ ἐστὶ τεκμήρια τούτων.
Αὐτίκα δ´ ὑμῖν πρῶτ´ ἐπιδείξω τὸν ἀλεκτρυόν´, ὡς ἐτυράννει
ἦρχέ τε Περσῶν πρῶτος πάντων Δαρείων καὶ Μεγαβάζων,
ὥστε καλεῖται Περσικὸς ὄρνις ἀπὸ τῆς ἀρχῆς ἔτ´ ἐκείνης.
{ΕΥ.} Διὰ ταῦτ´ ἄρ´ ἔχων καὶ νῦν ὥσπερ βασιλεὺς ὁ μέγας διαβάσκει
ἐπὶ τῆς κεφαλῆς τὴν κυρβασίαν τῶν ὀρνίθων μόνος ὀρθήν.
{ΠΙ.} Οὕτω δ´ ἴσχυέ τε καὶ μέγας ἦν τότε καὶ πολύς, ὥστ´ ἔτι καὶ νῦν
ὑπὸ τῆς ῥώμης τῆς τότ´ ἐκείνης, ὁπόταν μόνον ὄρθριον ᾄσῃ,
ἀναπηδῶσιν πάντες ἐπ´ ἔργον, χαλκῆς, κεραμῆς, σκυλοδέψαι,
σκυτῆς, βαλανῆς, ἀλφιταμοιβοί, τορνευτολυρασπιδοπηγοί·
οἱ δὲ βαδίζους´ ὑποδησάμενοι νύκτωρ.
{ΕΥ.} Ἐμὲ τοῦτό γ´ ἐρώτα.
Χλαῖναν γὰρ ἀπώλες´ ὁ μοχθηρὸς Φρυγίων ἐρίων διὰ τοῦτον.
Εἰς δεκάτην γάρ ποτε παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει,
κἄρτι καθηῦδον· καὶ πρὶν δειπνεῖν τοὺς ἄλλους οὗτος ἄρ´ ἦσεν·
κἀγὼ νομίσας ὄρθρον ἐχώρουν Ἁλιμουντάδε, κἄρτι προκύπτω
ἔξω τείχους καὶ λωποδύτης παίει ῥοπάλῳ με τὸ νῶτον·
κἀγὼ πίπτω μέλλω τε βοᾶν, ὁ δ´ ἀπέβλισε θοἰμάτιόν μου.
{ΠΙ.} Ἰκτῖνος δ´ οὖν τῶν Ἑλλήνων ἦρχεν τότε κἀβασίλευεν.
{ΧΟ.} Τῶν Ἑλλήνων;
{ΠΙ.} Καὶ κατέδειξέν 〈γ´〉 οὗτος πρῶτος βασιλεύων
προκυλινδεῖσθαι τοῖς ἰκτίνοις.
{ΕΥ.} Νὴ τὸν Διόνυσον, ἐγὼ γοῦν
ἐκυλινδούμην ἰκτῖνον ἰδών· κᾆθ´ ὕπτιος ὢν ἀναχάσκων
ὀβολὸν κατεβρόχθισα· κᾆτα κενὸν τὸν θύλακον οἴκαδ´ ἀφεῖλκον.
{ΠΙ.} Αἰγύπτου δ´ αὖ καὶ Φοινίκης πάσης κόκκυξ βασιλεὺς ἦν·
χὠπόθ´ ὁ κόκκυξ εἴποι »κόκκυ,« τότ´ 〈ἂν〉 οἱ Φοίνικες ἅπαντες
τοὺς πυροὺς ἂν καὶ τὰς κριθὰς ἐν τοῖς πεδίοις ἐθέριζον.
{ΕΥ.} Τοῦτ´ ἄρ´ ἐκεῖν´ ἦν τοὔπος ἀληθῶς· »Κόκκυ, ψωλοί, πεδίονδε.«
{ΠΙ.} Ἦρχον δ´ οὕτω σφόδρα τὴν ἀρχήν, ὥστ´ εἴ τις καὶ βασιλεύοι
ἐν ταῖς πόλεσιν τῶν Ἑλλήνων Ἀγαμέμνων ἢ Μενέλαος,
ἐπὶ τῶν σκήπτρων ἐκάθητ´ ὄρνις μετέχων ὅ τι δωροδοκοίη.
{ΕΥ.} Τουτὶ τοίνυν οὐκ ᾔδη ´γώ· καὶ δῆτά μ´ ἐλάμβανε θαῦμα,
ὁπότ´ ἐξέλθοι Πρίαμός τις ἔχων ὄρνιν ἐν τοῖσι τραγῳδοῖς,
ὁ δ´ ἄρ´ εἱστήκει τὸν Λυσικράτη τηρῶν ὅ τι δωροδοκοίη.
{ΠΙ.} Ὃ δὲ δεινότατόν 〈γ´〉 ἐστὶν ἁπάντων, ὁ Ζεὺς γὰρ ὁ νῦν βασιλεύων
αἰετὸν ὄρνιν ἕστηκεν ἔχων ἐπὶ τῆς κεφαλῆς βασιλεὺς ὤν,
ἡ δ´ αὖ θυγάτηρ γλαῦχ´, ὁ δ´ Ἀπόλλων ὥσπερ θεράπων ἱέρακα.
{ΕΥ.} Νὴ τὴν Δήμητρ´ εὖ ταῦτα λέγεις. Τίνος οὕνεκα ταῦτ´ ἄρ´ ἔχουσιν;
{ΠΙ.} Ἵν´ ὅταν θύων τις ἔπειτ´ αὐτοῖς εἰς τὴν χεῖρ´, ὡς νόμος ἐστίν,
τὰ σπλάγχνα διδῷ, τοῦ Διὸς αὐτοὶ πρότεροι τὰ σπλάγχνα λάβωσιν.
Ὤμνυ τ´ οὐδεὶς τότ´ 〈ἂν〉 ἀνθρώπων θεόν, ἀλλ´ ὄρνιθας ἅπαντες.
{ΕΥ.} Λάμπων δ´ ὄμνυς´ ἔτι καὶ νυνὶ τὸν χῆν´, ὅταν ἐξαπατᾷ τι.
{ΠΙ.} Οὕτως ὑμᾶς πάντες πρότερον μεγάλους ἁγίους τ´ ἐνόμιζον,
νῦν δ´ ἀνδράποδ´, ἠλιθίους, Μανᾶς.
Ὥσπερ δ´ ἤδη τοὺς μαινομένους
βάλλους´ ὑμᾶς. Κἀν τοῖς ἱεροῖς
πᾶς τις ἐφ´ ὑμῖν ὀρνιθευτὴς
ἵστησι βρόχους, παγίδας, ῥάβδους,
ἕρκη, νεφέλας, δίκτυα, πηκτάς·
εἶτα λαβόντες πωλοῦς´ ἁθρόους·
οἱ δ´ ὠνοῦνται βλιμάζοντες·
κοὐδ´ οὖν, εἴπερ ταῦτα δοκεῖ δρᾶν,
ὀπτησάμενοι παρέθενθ´ ὑμᾶς,
ἀλλ´ ἐπικνῶσιν τυρόν, ἔλαιον,
σίλφιον, ὄξος, καὶ τρίψαντες
κατάχυσμ´ ἕτερον γλυκὺ καὶ λιπαρόν,
κἄπειτα κατεσκέδασαν θερμὸν
τοῦτο καθ´ ὑμῶν,
αὕων ὥσπερ κενεβρείων.
{ΧΟ.} Πολὺ δὴ πολὺ δὴ χαλεπωτάτους λόγους {Ant.}
ἤνεγκας, ἄνθρωφ´· ὡς ἐδάκρυσά γ´ ἐμῶν
πατέρων κάκην, οἳ
τάσδε τὰς τιμὰς προγόνων παραδόντων
ἐπ´ ἐμοὶ κατέλυσαν.
Σὺ δέ μοι κατὰ δαίμονα καί 〈τινα〉 συν–
τυχίαν ἀγαθὴν
ἥκεις ἐμοὶ σωτήρ.
Ἀναθεὶς γὰρ ἐγώ σοι
τὰ νεόττια κἀμαυτὸν οἰκετεύσω.
Ἀλλ´ ὅ τι χρὴ δρᾶν, σὺ δίδασκε παρών· ὡς ζῆν οὐκ ἄξιον ἡμῖν,
εἰ μὴ κομιούμεθα παντὶ τρόπῳ τὴν ἡμετέραν βασιλείαν.
{ΠΙ.} Καὶ δὴ τοίνυν πρῶτα διδάσκω μίαν ὀρνίθων πόλιν εἶναι,
κἄπειτα τὸν ἀέρα πάντα κύκλῳ καὶ πᾶν τουτὶ τὸ μεταξὺ
περιτειχίζειν μεγάλαις πλίνθοις ὀπταῖς ὥσπερ Βαβυλῶνα.
{ΕΥ.} Ὦ Κεβριόνα καὶ Πορφυρίων, ὡς σμερδαλέον τὸ πόλισμα.
{ΠΙ.} Κἀπειδὰν τοῦτ´ ἐπανεστήκῃ, τὴν ἀρχὴν τὸν Δί´ ἀπαιτεῖν·
κἂν μὲν μὴ φῇ μηδ´ ἐθελήσῃ μηδ´ εὐθὺς γνωσιμαχήσῃ,
ἱερὸν πόλεμον πρωυδᾶν αὐτῷ, καὶ τοῖσι θεοῖσιν ἀπειπεῖν
διὰ τῆς χώρας τῆς ὑμετέρας ἐστυκόσι μὴ διαφοιτᾶν,
ὥσπερ πρότερον μοιχεύσοντες τὰς Ἀλκμήνας κατέβαινον
καὶ τὰς Ἀλόπας καὶ τὰς Σεμέλας· ἤνπερ δ´ ἐπίως´, ἐπιβάλλειν
σφραγῖδ´ αὐτοῖς ἐπὶ τὴν ψωλήν, ἵνα μὴ βινῶς´ ἔτ´ ἐκείνας.
Τοῖς δ´ ἀνθρώποις ὄρνιν ἕτερον πέμψαι κήρυκα κελεύω,
ὡς ὀρνίθων βασιλευόντων θύειν ὄρνισι τὸ λοιπόν,
κἄπειτα θεοῖς ὕστερον αὖθις· προσνείμασθαι δὲ πρεπόντως
τοῖσι θεοῖσιν τῶν ὀρνίθων ὃς ἂν ἁρμόττῃ καθ´ ἕκαστον·
Ἢν Ἀφροδίτῃ θύῃ, κριθὰς ὄρνιθι φαληρίδι θύειν·
ἢν δὲ Ποσειδῶνί τις οἶν θύῃ, νήττῃ πυροὺς καθαγίζειν·
ἢν δ´ Ἡρακλέει θύῃσι, λάρῳ ναστοὺς θύειν μελιτοῦντας·
κἂν Διὶ θύῃ βασιλεῖ κριόν, βασιλεύς ἐστ´ ὀρχίλος ὄρνις,
ᾧ προτέρῳ δεῖ τοῦ Διὸς αὐτοῦ σέρφον ἐνόρχην σφαγιάζειν.
{ΕΥ.} Ἥσθην σέρφῳ σφαγιαζομένῳ. Βροντάτω νῦν ὁ μέγας Ζάν.
{ΧΟ.} Καὶ πῶς ἡμᾶς νομιοῦσι θεοὺς ἄνθρωποι κοὐχὶ κολοιούς,
οἳ πετόμεσθα πτέρυγάς τ´ ἔχομεν;
{ΠΙ.} Ληρεῖς. Καὶ νὴ Δί´ ὅ γ´ Ἑρμῆς
πέτεται θεὸς ὢν πτέρυγάς τε φορεῖ, κἄλλοι γε θεοὶ πάνυ πολλοί.
Αὐτίκα Νίκη πέτεται πτερύγοιν χρυσαῖν καὶ νὴ Δί´ Ἔρως γε·
Ἶριν δέ γ´ Ὅμηρος ἔφασκ´ ἰκέλην εἶναι τρήρωνι πελείῃ.
{ΕΥ.} Ὁ Ζεὺς δ´ ἡμῖν οὐ βροντήσας πέμψει πτερόεντα κεραυνόν;
{ΧΟ.} Ἢν δ´ οὖν ἡμᾶς μὲν ὑπ´ ἀγνοίας εἶναι νομίσωσι τὸ μηδέν,
τούτους δὲ θεοὺς τοὺς ἐν Ὀλύμπῳ;
{ΠΙ.} Τότε χρὴ στρούθων νέφος ἀρθὲν
καὶ σπερμολόγων ἐκ τῶν ἀγρῶν τὸ σπέρμ´ αὐτῶν ἀνακάψαι·
κἄπειτ´ αὐτοῖς ἡ Δημήτηρ πυροὺς πεινῶσι μετρείτω.
{ΕΥ.} Οὐκ ἐθελήσει μὰ Δί´, ἀλλ´ ὄψει προφάσεις αὐτὴν παρέχουσαν.
{ΠΙ.} Οἱ δ´ αὖ κόρακες τῶν ζευγαρίων, οἷσιν τὴν γῆν καταροῦσιν,
καὶ τῶν προβάτων τοὺς ὀφθαλμοὺς ἐκκοψάντων ἐπὶ πείρᾳ·
εἶθ´ Ἁπόλλων ἰατρός 〈γ´〉 ὢν ἰάσθω· μισθοφορεῖ δέ.
{ΕΥ.} Μή, πρίν γ´ ἂν ἐγὼ τὼ βοιδαρίω τὠμὼ πρώτιστ´ ἀποδῶμαι.
{ΠΙ.} Ἢν δ´ ἡγῶνται σὲ θεόν, σὲ βίον, σὲ δὲ Γῆν, σὲ Κρόνον, σὲ Ποσειδῶ,
ἀγάθ´ αὐτοῖσιν πάντα παρέσται.
{ΧΟ.} Λέγε δή μοι τῶν ἀγαθῶν ἕν.
{ΠΙ.} Πρῶτα μὲν αὐτῶν τὰς οἰνάνθας οἱ πάρνοπες οὐ κατέδονται,
ἀλλὰ γλαυκῶν λόχος εἷς αὐτοὺς καὶ κερχνῄδων ἐπιτρίψει.
Εἶθ´ οἱ κνῖπες καὶ ψῆνες ἀεὶ τὰς συκᾶς οὐ κατέδονται,
ἀλλ´ ἀναλέξει πάντας καθαρῶς αὐτοὺς ἀγέλη μία κιχλῶν.
{ΧΟ.} Πλουτεῖν δὲ πόθεν δώσομεν αὐτοῖς; καὶ γὰρ τούτου σφόδρ´ ἐρῶσιν.
{ΠΙ.} Τὰ μέταλλ´ αὐτοῖς μαντευομένοις οὗτοι δώσουσι τὰ χρηστά,
τάς τ´ ἐμπορίας τὰς κερδαλέας πρὸς τὸν μάντιν κατεροῦσιν,
ὥστ´ ἀπολεῖται τῶν ναυκλήρων οὐδείς.
{ΧΟ.} Πῶς οὐκ ἀπολεῖται;
{ΠΙ.} Προερεῖ τις ἀεὶ τῶν ὀρνίθων μαντευομένῳ περὶ τοῦ πλοῦ·
»Νυνὶ μὴ πλεῖ, χειμὼν ἔσται.« »Νυνὶ πλεῖ, κέρδος ἐπέσται.«
{ΕΥ.} Γαῦλον κτῶμαι καὶ ναυκληρῶ, κοὐκ ἂν μείναιμι παρ´ ὑμῖν.
{ΠΙ.} Τοὺς θησαυτρούς τ´ αὐτοῖς δείξους´ οὓς οἱ πρότεροι κατέθεντο
τῶν ἀργυρίων· οὗτοι γὰρ ἴσασι· λέγουσι δέ τοι τάδε πάντες·
»Οὐδεὶς οἶδεν τὸν θησαυρὸν τὸν ἐμὸν πλὴν εἴ τις ἄρ´ ὄρνις.«
{ΕΥ.} Πωλῶ γαῦλον, κτῶμαι σμινύην, καὶ τὰς ὑδρίας ἀνορύττω.
{ΧΟ.} Πῶς δ´ ὑγίειαν δώσους´ αὐτοῖς, οὖσαν παρὰ τοῖσι θεοῖσιν;
{ΠΙ.} Ἢν εὖ πράττως´, οὐχ ὑγιεία μεγάλη τοῦτ´ ἐστί;
{ΕΥ.} Σάφ´ ἴσθι,
ὡς ἄνθρωπός γε κακῶς πράττων ἀτεχνῶς οὐδεὶς ὑγιαίνει.
{ΧΟ.} Πῶς δ´ εἰς γῆράς ποτ´ ἀφίξονται; καὶ γὰρ τοῦτ´ ἔστ´ ἐν Ὀλύμπῳ.
Ἢ παιδάρι´ ὄντ´ ἀποθνῄσκειν δεῖ;
{ΠΙ.} Μὰ Δί´ ἀλλὰ τριακόσι´ αὐτοῖς
ἔτι προσθήσους´ ὄρνιθες ἔτη.
{ΧΟ.} Παρὰ τοῦ;
{ΠΙ.} Παρὰ τοῦ; παρ´ ἑαυτῶν.
Οὐκ οἶσθ´ ὅτι πέντ´ ἀνδρῶν γενεὰς ζώει λακέρυζα κορώνη;
{ΕΥ.} Αἰβοῖ, πολλῷ κρείττους οὗτοι τοῦ Διὸς ἡμῖν βασιλεύειν.
{ΠΙ.} Οὐ γὰρ πολλῷ;
Πρῶτον μέν 〈γ´〉 οὐχὶ νεὼς ἡμᾶς
οἰκοδομεῖν δεῖ λιθίνους αὐτοῖς,
οὐδὲ θυρῶσαι χρυσαῖσι θύραις,
ἀλλ´ ὑπὸ θάμνοις καὶ πρινιδίοις
οἰκήσουσιν. Τοῖς δ´ αὖ σεμνοῖς
τῶν ὀρνίθων δένδρον ἐλάας
ὁ νεὼς ἔσται. Κοὐκ εἰς Δελφοὺς
οὐδ´ εἰς Ἄμμων´ ἐλθόντες ἐκεῖ
θύσομεν, ἀλλ´ ἐν ταῖσιν κομάροις
καὶ τοῖς κοτίνοις στάντες, ἔχοντες
κριθάς, πυροὺς εὐξόμεθ´ αὐτοῖς
ἀνατείνοντες τὼ χεῖρ´ ἀγαθῶν
διδόναι τὸ μέρος· καὶ ταῦθ´ ἡμῖν
παραχρῆμ´ ἔσται
πυροὺς ὀλίγους προβαλοῦσιν.
{ΧΟ.} Ὦ φίλτατ´ ἐμοὶ πολὺ πρεσβυτῶν ἐξ ἐχθίστου μεταπίπτων,
οὐκ ἔστιν ὅπως ἂν ἐγώ ποθ´ ἑκὼν τῆς σῆς γνώμης ἔτ´ ἀφείμην.
Ἐπαυχήσας δὲ τοῖς σοῖς λόγοις
ἐπηπείλησα καὶ κατώμοσα,
ἢν σὺ παρ´ ἐμὲ θέμενος ὁμόφρο–
νας λόγους δίκαιος ἄδολος
ὅσιος ἐπὶ θεοὺς ἴῃς,
ἐμοὶ φρονῶν ξυνῳδά, μὴ
πολὺν χρόνον θεοὺς ἔτι
σκῆπτρα τἀμὰ τρίψειν.
Ἀλλ´ ὅσα μὲν δεῖ ῥώμῃ πράττειν, ἐπὶ ταῦτα τεταξόμεθ´ ἡμεῖς·
ὅσα δὲ γνώμῃ δεῖ βουλεύειν, ἐπὶ σοὶ τάδε πάντ´ ἀνάκειται.
{ΕΠ.} Καὶ μὴν μὰ τὸν Δί´ οὐχὶ νυστάζειν ἔτι
ὥρα ´στὶν ἡμῖν οὐδὲ μελλονικιᾶν,
ἀλλ´ ὡς τάχιστα δεῖ τι δρᾶν. Πρῶτον δέ τοι
εἰσέλθετ´ εἰς νεοττιάν τε τὴν ἐμὴν
καὶ τἀμὰ κάρφη καὶ τὰ παρόντα φρύγανα,
καὶ τοὔνομ´ ἡμῖν φράσατον.
{ΠΙ.} Ἀλλὰ ῥᾴδιον.
Ἐμοὶ μὲν ὄνομα Πισθέταιρος, τῳδεδὶ
Εὐελπίδης Κριῶθεν.
{ΕΠ.} Ἀλλὰ χαίρετον
ἄμφω.
{ΠΙ.} Δεχόμεθα.
{ΕΠ.} Δεῦρο τοίνυν εἴσιτον.
{ΠΙ.} Ἴωμεν· εἰσηγοῦ σὺ λαβὼν ἡμᾶς.
{ΕΠ.} Ἴθι.
{ΠΙ.} Ἀτάρ, τὸ δεῖνα, δεῦρ´ ἐπανάκρουσαι πάλιν.
Φέρ´ ἴδω, φράσον νῷν, πῶς ἐγώ τε χοὐτοσὶ
ξυνεσόμεθ´ ὑμῖν πετομένοις οὐ πετομένω;
{ΕΠ.} Καλῶς.
{ΠΙ.} Ὅρα νυν, ὡς ἐν Αἰσώπου λόγοις
ἐστὶν λεγόμενον δή τι, τὴν ἀλώπεχ´, ὡς
φλαύρως ἐκοινώνησεν αἰετῷ ποτε.
{ΕΠ.} Μηδὲν φοβηθῇς· ἔστι γάρ τι ῥιζίον,
ὃ διατραγόντ´ ἔσεσθον ἐπτερωμένω.
{ΠΙ.} Οὕτω μὲν εἰσίωμεν. Ἄγε δή, Ξανθία
καὶ Μανόδωρε, λαμβάνετε τὰ στρώματα.
{ΧΟ.} Οὗτος, σὲ καλῶ, σὲ λέγω.
{ΕΠ.} Τί καλεῖς;
{ΧΟ.} Τούτους μὲν ἄγων μετὰ σαυτοῦ
ἀρίστισον εὖ· τὴν δ´ ἡδυμελῆ ξύμφωνον ἀηδόνα Μούσαις
κατάλειφ´ ἡμῖν δεῦρ´ ἐκβιβάσας, ἵνα παίσωμεν μετ´ ἐκείνης.
{ΠΙ.} Ὢ τοῦτο μέντοι νὴ Δί´ αὐτοῖσιν πιθοῦ.
Ἐκβίβασον ἐκ τοῦ βουτόμου τοὐρνίθιον·
ἐκβίβασον αὐτοῦ, πρὸς θεῶν, αὐτήν, ἵνα
καὶ νὼ θεασώμεσθα τὴν ἀηδόνα.
{ΕΠ.} Ἀλλ´ εἰ δοκεῖ σφῷν, ταῦτα χρὴ δρᾶν. Ἡ Πρόκνη,
ἔκβαινε καὶ σαυτὴν ἐπιδείκνυ τοῖς ξένοις.
{ΠΙ.} Ὦ Ζεῦ πολυτίμηθ´, ὡς καλὸν τοὐρνίθιον·
ὡς δ´ ἁπαλόν, ὡς δὲ λευκόν. Ἆρά γ´ οἶσθ´ ὅτι
ἐγὼ διαμηρίζοιμ´ ἂν αὐτὴν ἡδέως;
{ΕΥ.} Ὅσον δ´ ἔχει τὸν χρυσόν, ὥσπερ παρθένος.
Ἐγὼ μὲν αὐτὴν κἂν φιλῆσαί μοι δοκῶ.
{ΠΙ.} Ἀλλ´, ὦ κακόδαιμον, ῥύγχος ὀβελίσκοιν ἔχει.
{ΕΥ.} Ἀλλ´ ὥσπερ ᾠὸν νὴ Δί´ ἀπολέψαντα χρὴ
ἀπὸ τῆς κεφαλῆς τὸ λέμμα κᾆθ´ οὕτω φιλεῖν.
{ΕΠ.} Ἴωμεν.
{ΠΙ.} Ἡγοῦ δὴ σὺ νῷν τύχἀγαθῇ.
{ΧΟ.} Ὦ φίλη, ὦ ξουθή,
ὦ φίλτατον ὀρνέων,
πάντων ξύννομε τῶν ἐμῶν
ὕμνων, ξύντροφ´ ἀηδοῖ,
ἦλθες ἦλθες ὤφθης,
ἡδὺν φθόγγον ἐμοὶ φέρους´.
Ἀλλ´, ὦ καλλιβόαν κρέκους´
αὐλὸν φθέγμασιν ἠρινοῖς,
ἄρχου τῶν ἀναπαίστων.
Ἄγε δὴ φύσιν ἄνδρες ἀμαυρόβιοι, φύλλων γενεᾷ προσόμοιοι,
ὀλιγοδρανέες, πλάσματα πηλοῦ, σκιοειδέα φῦλ´ ἀμενηνά,
ἀπτῆνες ἐφημέριοι, ταλαοὶ βροτοί, ἀνέρες εἰκελόνειροι,
προσέχετε τὸν νοῦν τοῖς ἀθανάτοις ἡμῖν, τοῖς αἰὲν ἐοῦσιν,
τοῖς αἰθερίοις, τοῖσιν ἀγήρῳς, τοῖς ἄφθιτα μηδομένοισιν,
ἵν´ ἀκούσαντες πάντα παρ´ ἡμῶν ὀρθῶς περὶ τῶν μετεώρων,
φύσιν οἰωνῶν γένεσίν τε θεῶν ποταμῶν τ´ Ἐρέβους τε Χάους τε
εἰδότες ὀρθῶς, Προδίκῳ παρ´ ἐμοῦ κλάειν εἴπητε τὸ λοιπόν.
Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς·
γῆ δ´ οὐδ´ ἀὴρ οὐδ´ οὐρανὸς ἦν· Ἐρέβους δ´ ἐν ἀπείροσι κόλποις
τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν,
ἐξ οὗ περιτελλομέναις ὥραις ἔβλαστεν Ἔρως ὁ ποθεινός,
στίλβων νῶτον πτερύγοιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις.
Οὗτος δὲ Χάει πτερόεντι μιγεὶς νύχιος κατὰ Τάρταρον εὐρὺν
ἐνεόττευσεν γένος ἡμέτερον, καὶ πρῶτον ἀνήγαγεν εἰς φῶς.
Πρότερον δ´ οὐκ ἦν γένος ἀθανάτων, πρὶν Ἔρως ξυνέμειξεν ἅπαντα·
ξυμμειγνυμένων δ´ ἑτέρων ἑτέροις γένετ´ οὐρανὸς ὠκεανός τε
καὶ γῆ πάντων τε θεῶν μακάρων γένος ἄφθιτον. Ὧδε μέν ἐσμεν
πολὺ πρεσβύτατοι πάντων μακάρων ἡμεῖς. Ὡς δ´ ἐσμὲν Ἔρωτος
πολλοῖς δῆλον· πετόμεσθά 〈τε〉 γὰρ καὶ τοῖσιν ἐρῶσι σύνεσμεν·
πολλοὺς δὲ καλοὺς ἀπομωμοκότας παῖδας πρὸς τέρμασιν ὥρας
διὰ τὴν ἰσχὺν τὴν ἡμετέραν διεμήρισαν ἄνδρες ἐρασταί,
ὁ μὲν ὄρτυγα δούς, ὁ δὲ πορφυρίων´, ὁ δὲ χῆν´, ὁ δὲ Περσικὸν ὄρνιν.
Πάντα δὲ θνητοῖς ἐστιν ἀφ´ ἡμῶν τῶν ὀρνίθων τὰ μέγιστα.
Πρῶτα μὲν ὥρας φαίνομεν ἡμεῖς ἦρος, χειμῶνος, ὀπώρας·
σπείρειν μέν, ὅταν γέρανος κρώζους´ εἰς τὴν Λιβύην μεταχωρῇ·
καὶ πηδάλιον τότε ναυκλήρῳ φράζει κρεμάσαντι καθεύδειν,
εἶτα δ´ Ὀρέστῃ χλαῖναν ὑφαίνειν, ἵνα μὴ ῥιγῶν ἀποδύῃ.
Ἰκτῖνος 〈δ´〉 αὖ μετὰ ταῦτα φανεὶς ἑτέραν ὥραν ἀποφαίνει,
ἡνίκα πεκτεῖν ὥρα προβάτων πόκον ἠρινόν· εἶτα χελιδών,
ὅτε χρὴ χλαῖναν πωλεῖν ἤδη καὶ ληδάριόν τι πρίασθαι.
Ἐσμὲν δ´ ὑμῖν Ἄμμων, Δελφοί, Δωδώνη, Φοῖβος Ἀπόλλων.
Ἐλθόντες γὰρ πρῶτον ἐπ´ ὄρνις οὕτω πρὸς ἅπαντα τρέπεσθε,
πρός τ´ ἐμπορίαν, καὶ πρὸς βιότου κτῆσιν, καὶ πρὸς γάμον ἀνδρός.
Ὄρνιν τε νομίζετε πάνθ´ ὅσαπερ περὶ μαντείας διακρίνει·
φήμη γ´ ὑμῖν ὄρνις ἐστί, πταρμόν τ´ ὄρνιθα καλεῖτε,
ξύμβολον ὄρνιν, φωνὴν ὄρνιν, θεράποντ´ ὄρνιν, ὄνον ὄρνιν.
Ἆρ´ οὐ φανερῶς ἡμεῖς ὑμῖν ἐσμὲν μαντεῖος Ἀπόλλων;
Ἢν οὖν ἡμᾶς νομίσητε θεούς,
ἕξετε χρῆσθαι μάντεσι Μούσαις
αὔραις, ὥραις, χειμῶνι, θέρει,
μετρίῳ πνίγει· κοὐκ ἀποδράντες
καθεδούμεθ´ ἄνω σεμνυνόμενοι
παρὰ ταῖς νεφέλαις ὥσπερ χὠ Ζεύς·
ἀλλὰ παρόντες δώσομεν ὑμῖν
αὐτοῖς, παισίν, παίδων παισίν,
πλουθυγίειαν, βίον, εἰρήνην,
- νεότητα, γέλωτα, χορούς, θαλίας
γάλα τ´ ὀρνίθων. Ὥστε παρέσται
κοπιᾶν ὑμῖν ὑπὸ τῶν ἀγαθῶν·
οὕτω πλουτήσετε πάντες.
Μοῦσα λοχμαία, {Str.}
τιοτιοτιοτιοτιοτιγξ,
ποικίλη, μεθ´ ἧς ἐγὼ
νάπαισί 〈τε καὶ〉 κορυφαῖς ἐν ὀρείαις,
τιοτιοτιοτιγξ,
ἑζόμενος μελίας ἔπι φυλλοκόμου,
τιοτιοτιοτιγξ,
δι´ ἐμῆς γένυος ξουθῆς μελέων
Πανὶ νόμους ἱεροὺς ἀναφαίνω
σεμνά τε Μητρὶ χορεύματ´ ὀρείᾳ,
- τοτοτοτοτοτοτοτοτοτιγξ,
ἔνθεν ὡσπερεὶ μέλιττα
Φρύνιχος ἀμβροσίων μελέων ἀπε–
βόσκετο καρπὸν ἀεὶ φέ–
ρων γλυκεῖαν ᾠδάν,
- τιοτιοτιοτιγξ.
-
Εἰ μετ´ ὀρνίθων τις ὑμῶν, ὦ θεαταί, βούλεται
διαπλέκειν ζῶν ἡδέως τὸ λοιπόν, ὡς ἡμᾶς ἴτω.
Ὅσα γὰρ ἐνθάδ´ ἐστὶν αἰσχρὰ τῷ νόμῳ κρατούμενα,
ταῦτα πάντ´ ἐστὶν παρ´ ἡμῖν τοῖσιν ὄρνισιν καλά.
Εἰ γὰρ ἐνθάδ´ ἐστὶν αἰσχρὸν τὸν πατέρα τύπτειν νόμῳ,
τοῦτ´ ἐκεῖ καλὸν παρ´ ἡμῖν ἐστιν, ἤν τις τῷ πατρὶ
προσδραμὼν εἴπῃ πατάξας· »Αἶρε πλῆκτρον, εἰ μάχει.«
Εἰ δὲ τυγχάνει τις ὑμῶν δραπέτης ἐστιγμένος,
ἀτταγᾶς οὗτος παρ´ ἡμῖν ποικίλος κεκλήσεται.
Εἰ δὲ τυγχάνει τις ὢν Φρὺξ μηδὲν ἧττον Σπινθάρου,
φρυγίλος ὄρνις οὗτος ἔσται, τοῦ Φιλήμονος γένους.
Εἰ δὲ δοῦλός ἐστι καὶ Κὰρ ὥσπερ Ἐξηκεστίδης,
φυσάτω πάππους παρ´ ἡμῖν, καὶ φανοῦνται φράτερες.
Εἰ δ´ ὁ Πεισίου προδοῦναι τοῖς ἀτίμοις τὰς πύλας
βούλεται, πέρδιξ γενέσθω, τοῦ πατρὸς νεόττιον·
ὡς παρ´ ἡμῖν οὐδὲν αἰσχρόν ἐστιν ἐκπερδικίσαι.
Τοιάδε κύκνοι, {Ant.}
τιοτιοτιοτιο〈τιοτιγξ〉,
συμμιγῆ βοὴν ὁμοῦ
πτεροῖσι κρέκοντες ἴακχον Ἀπόλλω,
τιοτιοτιοτιγξ,
ὄχθῳ ἐφεζόμενοι παρ´ Ἕβρον ποταμόν,
τιοτιοτιο〈τιγξ〉,
διὰ δ´ αἰθέριον νέφος ἦλθε βοά·
πτῆξε δὲ φῦλά τε ποικίλα θηρῶν,
κύματά τ´ ἔσβεσε νήνεμος αἴθρη,
τοτοτοτοτοτο〈τοτοτο〉τιγξ·
πᾶς δ´ ἐπεκτύπης´ Ὄλυμπος·
εἷλε δὲ θάμβος ἄνακτας· Ὀλυμπιά–
δες δὲ μέλος Χάριτες Μοῦ–
σαί τ´ ἐπωλόλυξαν,
τιοτιοτιοτιγξ.
Οὐδέν ἐστ´ ἄμεινον οὐδ´ ἥδιον ἢ φῦσαι πτερά.
Αὐτίχ´ ὑμῶν τῶν θεατῶν εἴ τις ἦν ὑπόπτερος,
εἶτα πεινῶν τοῖς χοροῖσι τῶν τραγῳδῶν ἤχθετο,
ἐκπτόμενος ἂν οὗτος ἠρίστησεν ἐλθὼν οἴκαδε,
κᾆτ´ ἂν ἐμπλησθεὶς ἐφ´ ἡμᾶς αὖθις αὖ κατέπτετο.
Εἴ τε Πατροκλείδης τις ὑμῶν τυγχάνει χεζητιῶν,
οὐκ ἂν ἐξίδισεν εἰς θοἰμάτιον, ἀλλ´ ἀνέπτετο,
κἀποπαρδὼν κἀναπνεύσας αὖθις αὖ κατέπτετο.
Εἴ τε μοιχεύων τις ὑμῶν ἐστιν ὅστις τυγχάνει,
κᾆθ´ ὁρᾷ τὸν ἄνδρα τῆς γυναικὸς ἐν βουλευτικῷ,
οὗτος ἂν πάλιν παρ´ ὑμῶν πτερυγίσας ἀνέπτετο,
εἶτα βινήσας ἐκεῖθεν αὖθις αὖ κατέπτετο.
Ἆρ´ ὑπόπτερον γενέσθαι παντός ἐστιν ἄξιον;
Ὡς Διειτρέφης γε πυτιναῖα μόνον ἔχων πτερὰ
ᾑρέθη φύλαρχος, εἶθ´ ἵππαρχος, εἶτ´ ἐξ οὐδενὸς
μεγάλα πράττει κἀστὶ νυνὶ ξουθὸς ἱππαλεκτρυών.
{ΠΙ.} Ταυτὶ τοιαυτί.
{ΕΥ.} Μὰ Δί´ ἐγὼ μὲν πρᾶγμά πω
γελοιότερον οὐκ εἶδον οὐδεπώποτε.
{ΠΙ.} Ἐπὶ τῷ γελᾷς;
{ΕΥ.} Ἐπὶ τοῖσι σοῖς ὠκυπτέροις.
Οἶσθ´ ᾧ μάλιστ´ ἔοικας ἐπτερωμένος;
{ΠΙ.} Εἰς εὐτέλειαν χηνὶ σύ γε γεγραμμένῳ.
{ΕΥ.} Σὺ δὲ κοψίχῳ γε σκάφιον ἀποτετιλμένῳ.
{ΠΙ.} Ταυτὶ μὲν ᾐκάσμεσθα κατὰ τὸν Αἰσχύλον
»Τάδ´ οὐχ ὑπ´ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς.«
{ΧΟ.} Ἄγε δὴ τί χρὴ δρᾶν;
{ΠΙ.} Πρῶτον ὄνομα τῇ πόλει
θέσθαι τι μέγα καὶ κλεινόν, εἶτα τοῖς θεοῖς
θῦσαι μετὰ τοῦτο.
{ΕΥ.} Ταῦτα κἀμοὶ συνδοκεῖ.
{ΧΟ.} Φέρ´ ἴδω, τί δ´ ἡμῖν τοὔνομ´ ἔσται τῇ πόλει;
{ΠΙ.} Βούλεσθε τὸ μέγα τοῦτο τοὐκ Λακεδαίμονος
Σπάρτην ὄνομα καλῶμεν αὐτήν;
{ΕΥ.} Ἡράκλεις·
σπάρτην γὰρ ἂν θείμην ἐγὼ τἠμῇ πόλει;
Οὐδ´ ἂν χαμεύνῃ πάνυ γε κειρίαν γ´ ἔχων.
{ΠΙ.} Τί δῆτ´ ὄνομ´ αὐτῇ θησόμεσθ´;
{ΕΥ.} Ἐντευθενὶ
ἐκ τῶν νεφελῶν καὶ τῶν μετεώρων χωρίων
χαῦνόν τι πάνυ.
{ΠΙ.} Βούλει Νεφελοκοκκυγίαν;
{ΧΟ.} Ἰοῦ ἰοῦ·
καλόν γ´ ἀτεχνῶς 〈σὺ〉 καὶ μέγ´ ηὗρες τοὔνομα.
{ΕΥ.} Ἆρ´ ἐστὶν αὑτηγὶ Νεφελοκοκκυγία,
ἵνα καὶ τὰ Θεογένους τὰ πολλὰ χρήματα
τά τ´ Αἰσχίνου ´σθ´ ἅπαντα;
{ΠΙ.} Καὶ λῷστον μὲν οὖν
τὸ Φλέγρας πεδίον, ἵν´ οἱ θεοὶ τοὺς γηγενεῖς
ἀλαζονευόμενοι καθυπερηκόντισαν.
{ΧΟ.} Λιπαρὸν τὸ χρῆμα τῆς πόλεως. Τίς δαὶ θεὸς
πολιοῦχος ἔσται; Τῷ ξανοῦμεν τὸν πέπλον;
{ΕΥ.} Τί δ´ οὐκ Ἀθηναίαν ἐῶμεν πολιάδα;
{ΠΙ.} Καὶ πῶς ἂν ἔτι γένοιτ´ ἂν εὔτακτος πόλις,
ὅπου θεὸς γυνὴ γεγονυῖα πανοπλίαν
ἕστηκ´ ἔχουσα, Κλεισθένης δὲ κερκίδα;
{ΧΟ.} Τίς δαὶ καθέξει τῆς πόλεως τὸ Πελαργικόν;
{ΠΙ.} Ὄρνις.
{ΧΟ.} Ἀφ´ ἡμῶν; Τοῦ γένους;
{ΠΙ.} Τοῦ Περσικοῦ,
ὅσπερ λέγεται δεινότατος εἶναι πανταχοῦ,
Ἄρεως νεοττός—
{ΕΥ.} Ὦ νεοττὲ δέσποτα.
{ΠΙ.} ὡς ὁ θεὸς ἐπιτήδειος οἰκεῖν ἐπὶ πετρῶν.
Ἄγε νυν σὺ μὲν βάδιζε πρὸς τὸν ἀέρα
καὶ τοῖσι τειχίζουσι παραδιακόνει,
χάλικας παραφόρει, πηλὸν ἀποδὺς ὄργασον,
λεκάνην ἀνένεγκε, κατάπες´ ἀπὸ τῆς κλίμακος,
φυλακὰς κατάστησαι, τὸ πῦρ ἔγκρυπτ´ ἀεί,
κωδωνοφορῶν περίτρεχε καὶ κάθευδ´ ἐκεῖ.
Κήρυκα δὲ πέμψον τὸν μὲν εἰς θεοὺς ἄνω,
ἕτερον δ´ ἄνωθεν αὖ παρ´ ἀνθρώπους κάτω,
κἀκεῖθεν αὖθις παρ´ ἐμέ.
{ΕΥ.} Σὺ δέ γ´ αὐτοῦ μένων
οἴμωζε παρ´ ἔμ´.
{ΠΙ.} Ἴθ´, ὦγάθ´, οἷ πέμπω ς´ ἐγώ.
Οὐδὲν γὰρ ἄνευ σοῦ τῶνδ´ ἃ λέγω πεπράξεται.
Ἐγὼ δ´ ἵνα θύσω τοῖσι καινοῖσιν θεοῖς,
τὸν ἱερέα πέμψοντα τὴν πομπὴν καλῶ.
Παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα.
{ΧΟ.} Ὁμορροθῶ, συνθέλω, {Str.}
συμπαραινέσας ἔχω
προσόδια μεγάλα σεμνὰ προσιέναι θεοῖ–
σιν, ἅμα δὲ προσέτι χάριτος ἕνε–
- κα προβάτιόν τι θύειν.
Ἴτω ἴτω ἴτω δὲ Πυθιὰς βοά,
συναυλείτω δὲ Χαῖρις ᾠδᾷ.
{ΠΙ.} Παῦσαι σὺ φυσῶν. Ἡράκλεις, τουτὶ τί ἦν;
Τουτὶ μὰ Δί´ ἐγὼ πολλὰ δὴ καὶ δείν´ ἰδὼν
οὔπω κόρακ´ εἶδον ἐμπεφορβειωμένον.
Ἱερεῦ, σὸν ἔργον, θῦε τοῖς καινοῖς θεοῖς.
- {ΙΕΡΕΥΣ}
- Δράσω τάδ´. Ἀλλὰ ποῦ ´στιν ὁ τὸ κανοῦν ἔχων;
Εὔχεσθε τῇ Ἑστίᾳ τῇ ὀρνιθείῳ καὶ τῷ ἰκτίνῳ τῷ
ἑστιούχῳ καὶ ὄρνισιν Ὀλυμπίοις καὶ Ὀλυμπίῃσι
πᾶσι καὶ πάσῃσιν—
{ΠΙ.} Ὦ Σουνιέρακε, χαῖρ´, ἄναξ Πελαργικέ.
- {ΙΕ.} καὶ κύκνῳ Πυθίῳ καὶ Δηλίῳ καὶ Λητοῖ Ὀρτυγομή–
τρᾳ καὶ Ἀρτέμιδι Ἀκαλανθίδι—
{ΠΙ.} Οὐκέτι Κολαινίς, ἀλλ´ Ἀκαλανθὶς Ἄρτεμις.
- {ΙΕ.} καὶ φρυγίλῳ Σαβαζίῳ καὶ στρούθῳ μεγάλῃ Μητρὶ
θεῶν καὶ ἀνθρώπων—
{ΠΙ.} Δέσποινα Κυβέλη, στροῦθε, μῆτερ Κλεοκρίτου.
{ΙΕ.} διδόναι Νεφελοκοκκυγιεῦσιν ὑγίειαν καὶ σωτηρίαν
αὐτοῖσι καὶ Χίοισι—
{ΠΙ.} Χίοισιν ἥσθην πανταχοῦ προσκειμένοις.
- {ΙΕ.} καὶ ἥρωσιν ὄρνισι καὶ ἡρώων παισί, πορφυρίωνι καὶ
- πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ
- ταὧνι καὶ ἐλεᾷ καὶ βασκᾷ καὶ ἐλασᾷ καὶ ἐρῳδιῷ καὶ
- καταρράκτῃ καὶ μελαγκορύφῳ καὶ αἰγιθάλῳ—
{ΠΙ.} Παῦ´· ἐς κόρακας· παῦσαι καλῶν. Ἰοὺ ἰού·
ἐπὶ ποῖον, ὦ κακόδαιμον, ἱερεῖον καλεῖς
ἁλιαιέτους καὶ γῦπας; Οὐχ ὁρᾷς ὅτι
ἰκτῖνος εἷς ἂν τοῦτό γ´ οἴχοιθ´ ἁρπάσας;
Ἄπελθ´ ἀφ´ ἡμῶν καὶ σὺ καὶ τὰ στέμματα·
ἐγὼ γὰρ αὐτὸς τουτογὶ θύσω μόνος.
{ΧΟ.} Εἶτ´ αὖθις αὖ τἄρα σοι {Ant.}
δεῖ με δεύτερον μέλος
- χέρνιβι θεοσεβὲς ὅσιον ἐπιβοᾶν, καλεῖν
δὲ μάκαρας, ἕνα τινὰ μόνον, εἴ–
περ ἱκανὸν ἕξετ´ ὄψον.
Τὰ γὰρ παρόντα θύματ´ οὐδὲν ἄλλο πλὴν
γένειόν τ´ ἐστὶ καὶ κέρατα.
{ΠΙ.} Θύοντες εὐξώμεσθα τοῖς πτερίνοις θεοῖς.
{ΠΟΙΗΤΗΣ}
Νεφελοκοκκυγίαν τὰν εὐδαίμονα
- κλῇσον, ὦ Μοῦσα, τεαῖς ἐν ὕμνων ἀοιδαῖς.
{ΠΙ.} Τουτὶ τὸ πρᾶγμα ποδαπόν; Εἰπέ μοι, τίς εἶ;
{ΠΟ.} Ἐγώ; μελιγλώσσων ἐπέων ἱεὶς ἀοιδὰν
Μουσάων θεράπων ὀτρηρός,
κατὰ τὸν Ὅμηρον.
{ΠΙ.} Ἔπειτα δῆτα δοῦλος ὢν κόμην ἔχεις;
{ΠΟ.} Οὔκ, ἀλλὰ πάντες ἐσμὲν οἱ διδάσκαλοι
Μουσάων θεράποντες ὀτρηροί,
κατὰ τὸν Ὅμηρον.
{ΠΙ.} Οὐκ ἐτὸς ὀτρηρὸν καὶ τὸ ληδάριον ἔχεις.
Ἀτάρ, ὦ ποητά, κατὰ τί δεῦρ´ ἀνεφθάρης;
{ΠΟ.} Μέλη πεπόηκ´ εἰς τὰς Νεφελοκοκκυγίας
τὰς ὑμετέρας κύκλιά τε πολλὰ καὶ καλὰ
καὶ παρθένεια καὶ κατὰ τὰ Σιμωνίδου.
{ΠΙ.} Ταυτὶ σὺ πότ´ ἐπόησας; Ἀπὸ πόσου χρόνου;
{ΠΟ.} Πάλαι, πάλαι δὴ τήνδ´ ἐγὼ κλῄζω πόλιν.
{ΠΙ.} Οὐκ ἄρτι θύω τὴν δεκάτην ταύτης ἐγώ,
καὶ τοὔνομ´ ὥσπερ παιδίῳ νυνδὴ ´θέμην;
{ΠΟ.} Ἀλλά τις ὠκεῖα Μουσάων φάτις
οἷάπερ ἵππων ἀμαρυγά.
Σὺ δὲ πάτερ, κτίστορ Αἴτνας,
ζαθέων ἱερῶν ὁμώνυμε,
δὸς ἐμὶν ὅ τι περ
τεᾷ κεφαλᾷ θέλεις
πρόφρων δόμεν ἐμὶν τεῶν.
{ΠΙ.} Τουτὶ παρέξει τὸ κακὸν ἡμῖν πράγματα,
εἰ μή τι τούτῳ δόντες ἀποφευξούμεθα.
Οὗτος, σὺ μέντοι σπολάδα καὶ χιτῶν´ ἔχεις,
ἀπόδυθι καὶ δὸς τῷ ποητῇ τῷ σοφῷ.
Ἔχε τὴν σπολάδα· πάντως δέ μοι ῥιγῶν δοκεῖς.
{ΠΟ.} Τόδε μὲν οὐκ ἀέκουσα φίλα
Μοῦσα δῶρον δέχεται·
- τὺ δὲ τεᾷ φρενὶ μάθε Πινδάρειον ἔπος—
{ΠΙ.} Ἅνθρωπος ἡμῶν οὐκ ἀπαλλαχθήσεται.
- {ΠΟ.} Νομάδεσσι γὰρ ἐν Σκύθαις ἀλᾶται στρατῶν
ὃς ὑφαντοδόνητον ἔσθος οὐ πέπαται.
Ἀκλεὴς δ´ ἔβα σπολὰς ἄνευ χιτῶνος.
Ξύνες ὅ τοι λέγω.
{ΠΙ.} Ξυνίημ´ ὅτι βούλει τὸν χιτωνίσκον λαβεῖν.
Ἀπόδυθι· δεῖ γὰρ τὸν ποητὴν ὠφελεῖν.
Ἄπελθε τουτονὶ λαβών.
{ΠΟ.} Ἀπέρχομαι,
κἀς τὴν πόλιν ἀπελθὼν ποήσω τοιαδί·
»Κλῇσον, ὦ χρυσόθρονε, τὰν τρομεράν, κρυεράν·
νιφόβολα πεδία πολύπορά τ´ ἤλυθον. Ἀλαλαί.«
{ΠΙ.} Νὴ τὸν Δί´ ἀλλ´ ἤδη πέφευγας ταυταγὶ
τὰ κρυερὰ τονδὶ τὸν χιτωνίσκον λαβών.
Τουτὶ μὰ Δί´ ἐγὼ τὸ κακὸν οὐδέποτ´ ἤλπισα,
οὕτω ταχέως τοῦτον πεπύσθαι τὴν πόλιν.
Αὖθις σὺ περιχώρει λαβὼν τὴν χέρνιβα.
Εὐφημία ´στω.
{ΧΡΗΣΜΟΛΟΓΟΣ}
Μὴ κατάρξῃ τοῦ τράγου.
{ΠΙ.} Σὺ δ´ εἶ τίς;
{ΧΡ.} Ὅστις; χρησμολόγος.
{ΠΙ.} Οἴμωζέ νυν.
{ΧΡ.} Ὦ δαιμόνιε, τὰ θεῖα μὴ φαύλως φέρε·
ὡς ἔστι Βάκιδος χρησμὸς ἄντικρυς λέγων
εἰς τὰς Νεφελοκοκκυγίας.
{ΠΙ.} Κἄπειτα πῶς
ταῦτ´ οὐκ ἐχρησμολόγεις σὺ πρὶν ἐμὲ τὴν πόλιν
τήνδ´ οἰκίσαι;
{ΧΡ.} Τὸ θεῖον ἐνεπόδιζέ με.
{ΠΙ.} Ἀλλ´ οὐδὲν οἷον εἰσακοῦσαι τῶν ἐπῶν.
{ΧΡ.} Ἀλλ´ ὅταν οἰκήσωσι λύκοι πολιαί τε κορῶναι
ἐν ταὐτῷ τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος, —
{ΠΙ.} Τί οὖν προσήκει δῆτ´ ἐμοὶ Κορινθίων;
{ΧΡ.} Ἠινίξαθ´ ὁ Βάκις τοῦτο πρὸς τὸν ἀέρα.
πρῶτον Πανδώρᾳ θῦσαι λευκότριχα κριόν·
ὃς δέ κ´ ἐμῶν ἐπέων ἔλθῃ πρώτιστα προφήτης,
τῷ δόμεν ἱμάτιον καθαρὸν καὶ καινὰ πέδιλα—
{ΠΙ.} Ἔνεστι καὶ τὰ πέδιλα;
{ΧΡ.} Λαβὲ τὸ βιβλίον.
καὶ φιάλην δοῦναι καὶ σπλάγχνων χεῖρ´ ἐνιπλῆσαι, —
{ΠΙ.} Καὶ σπλάγχνα διδόν´ ἔνεστι;
{ΧΡ.} Λαβὲ τὸ βιβλίον.
κἢν μέν, θέσπιε κοῦρε, ποῇς ταῦθ´ ὡς ἐπιτέλλω,
αἰετὸς ἐν νεφέλῃσι γενήσεαι· αἰ δέ κε μὴ δῷς,
οὐκ ἔσε´ οὐ τρυγών, οὐ λάιος, οὐ δρυκολάπτης.
{ΠΙ.} Καὶ ταῦτ´ ἔνεστ´ ἐνταῦθα;
{ΧΡ.} Λαβὲ τὸ βιβλίον.
{ΠΙ.} Οὐδὲν ἄρ´ ὅμοιός ἐσθ´ ὁ χρησμὸς τουτῳί,
ὃν ἐγὼ παρὰ τἀπόλλωνος ἐξεγραψάμην·
Αὐτὰρ ἐπὴν ἄκλητος ἰὼν ἄνθρωπος ἀλαζὼν
λυπῇ θύοντας καὶ σπλαγχνεύειν ἐπιθυμῇ,
δὴ τότε χρὴ τύπτειν αὐτὸν πλευρῶν τὸ μεταξὺ—
{ΧΡ.} Οὐδὲν λέγειν οἶμαί σε.
{ΠΙ.} Λαβὲ τὸ βιβλίον.
καὶ φείδου μηδὲν μηδ´ αἰετοῦ ἐν νεφέλῃσιν,
μήτ´ ἢν Λάμπων ᾖ μήτ´ ἢν ὁ μέγας Διοπείθης.
{ΧΡ.} Καὶ ταῦτ´ ἔνεστ´ ἐνταῦθα;
{ΠΙ.} Λαβὲ τὸ βιβλίον.
Οὐκ εἶ θύραζ´; Ἐς κόρακας.
{ΧΡ.} Οἴμοι δείλαιος.
{ΠΙ.} Οὔκουν ἑτέρωσε χρησμολογήσεις ἐκτρέχων;
{ΜΕΤΩΝ}
Ἥκω παρ´ ὑμᾶς—
{ΠΙ.} Ἕτερον αὖ τουτὶ κακόν.
Τί δαὶ σὺ δράσων; Τίς ἰδέα βουλεύματος;
Τίς ἡπίνοια—τίς ὁ κόθορνος—τῆς ὁδοῦ;
{ΜΕ.} Γεωμετρῆσαι βούλομαι τὸν ἀέρα
ὑμῖν διελεῖν τε κατὰ γύας.
{ΠΙ.} Πρὸς τῶν θεῶν,
σὺ δ´ εἶ τίς ἀνδρῶν;
{ΜΕ.} Ὅστις εἴμ´ ἐγώ; Μέτων,
ὃν οἶδεν Ἑλλὰς χὠ Κολωνός.
{ΠΙ.} Εἰπέ μοι,
ταυτὶ δέ σοι τί ἐστι;
{ΜΕ.} Κανόνες ἀέρος.
Αὐτίκα γὰρ ἀήρ ἐστι τὴν ἰδέαν ὅλος
κατὰ πνιγέα μάλιστα. Προσθεὶς οὖν ἐγὼ
τὸν κανόν´ ἄνωθεν τουτονὶ τὸν καμπύλον,
ἐνθεὶς διαβήτην—μανθάνεις;
{ΠΙ.} Οὐ μανθάνω.
{ΜΕ.} Ὀρθῷ μετρήσω κανόνι προστιθείς, ἵνα
ὁ κύκλος γένηταί σοι τετράγωνος κἀν μέσῳ
ἀγορά, φέρουσαι δ´ ὦσιν εἰς αὐτὴν ὁδοὶ
ὀρθαὶ πρὸς αὐτὸ τὸ μέσον, ὥσπερ δ´ ἀστέρος
αὐτοῦ κυκλοτεροῦς ὄντος ὀρθαὶ πανταχῇ
ἀκτῖνες ἀπολάμπωσιν.
{ΠΙ.} Ἅνθρωπος Θαλῆς.
Μέτων—
{ΜΕ.} Τί ἐστιν;
{ΠΙ.} Ἴσθ´ ὁτιὴ φιλῶ ς´ ἐγώ,
κἀμοὶ πιθόμενος ὑπαποκίνει τῆς ὁδοῦ.
{ΜΕ.} Τί δ´ ἐστὶ δεινόν;
{ΠΙ.} Ὥσπερ ἐν Λακεδαίμονι
ξενηλατοῦνται καὶ κεκίνηνταί τινες.
Πληγαὶ συχναὶ κατ´ ἄστυ.
{ΜΕ.} Μῶν στασιάζετε;
{ΠΙ.} Μὰ τὸν Δί´ οὐ δῆτ´.
{ΜΕ.} Ἀλλὰ πῶς;
{ΠΙ.} Ὁμοθυμαδὸν
σποδεῖν ἅπαντας τοὺς ἀλαζόνας δοκεῖ.
{ΜΕ.} Ὑπάγοιμι τἄρ´ ἄν.
{ΠΙ.} Νὴ Δί´, ὡς οὐκ οἶδ´ ἂν εἰ
φθαίης ἄν· ἐπίκεινται γὰρ ἐγγὺς αὑταιί.
{ΜΕ.} Οἴμοι κακοδαίμων.
{ΠΙ.} Οὐκ ἔλεγον ἐγὼ πάλαι;
Οὐκ ἀναμετρήσει σαυτὸν ἀπιὼν ἀλλαχῇ;
{ΕΠΙΣΚΟΠΟΣ}
Ποῦ πρόξενοι;
{ΠΙ.} Τίς ὁ Σαρδανάπαλλος οὑτοσί;
{ΕΠ.} Ἐπίσκοπος ἥκω δεῦρο τῷ κυάμῳ λαχὼν
εἰς τὰς Νεφελοκοκκυγίας.
{ΠΙ.} Ἐπίσκοπος;
Ἔπεμψε δὲ τίς σε δεῦρο;
{ΕΠ.} Φαῦλον βιβλίον
Τελέου τι.
{ΠΙ.} Βούλει δῆτα τὸν μισθὸν λαβὼν
μὴ πράγματ´ ἔχειν ἀλλ´ ἀπιέναι;
{ΕΠ.} Νὴ τοὺς θεούς.
Ἐκκλησιάσαι γοῦν ἐδεόμην οἴκοι μένων·
ἔστιν γὰρ ἃ δι´ ἐμοῦ πέπρακται Φαρνάκῃ.
{ΠΙ.} Ἄπιθι λαβών· ἔστιν δ´ ὁ μισθὸς οὑτοσί.
{ΕΠ.} Τουτὶ τί ἦν;
{ΠΙ.} Ἐκκλησία περὶ Φαρνάκου.
{ΕΠ.} Μαρτύρομαι τυπτόμενος ὢν ἐπίσκοπος.
{ΠΙ.} Οὐκ ἀποσοβήσεις; Οὐκ ἀποίσεις τὼ κάδω;
Οὐ δεινά; Καὶ πέμπουσιν ἤδη ´πισκόπους
εἰς τὴν πόλιν, πρὶν καὶ τεθύσθαι τοῖς θεοῖς;
- {ΨΗΦΙΣΜΑΤΟΠΩΛΗΣ}
- »Ἐὰν δ´ ὁ Νεφελοκοκκυγιεὺς τὸν Ἀθηναῖον
- ἀδικῇ—«
{ΠΙ.} Τουτὶ τί ἐστιν αὖ κακόν, τὸ βιβλίον;
{ΨΗ.} Ψηφισματοπώλης εἰμὶ καὶ νόμους νέους
ἥκω παρ´ ὑμᾶς δεῦρο πωλήσων.
{ΠΙ.} Τὸ τί;
{ΨΗ.} »Χρῆσθαι Νεφελοκοκκυγιᾶς τοῖς αὐτοῖς μέτροισι
- καὶ σταθμοῖσι καὶ ψηφίσμασι καθάπερ Ὀλοφύξιοι.«
{ΠΙ.} Σὺ δέ γ´ οἷσπερ Ὡτοτύξιοι χρήσει τάχα.
{ΨΗ.} Οὗτος, τί πάσχεις;
{ΠΙ.} Οὐκ ἀποίσεις τοὺς νόμους;
Πικροὺς ἐγώ σοι τήμερον δείξω νόμους.
- {ΕΠ.} Καλοῦμαι Πισθέταιρον ὕβρεως εἰς τὸν Μουνιχιῶνα
- μῆνα.
{ΠΙ.} Ἄληθες, οὗτος; Ἔτι γὰρ ἐνταῦθ´ ἦσθα σύ;
- {ΨΗ.} »Ἐὰν δέ τις ἐξελαύνῃ τοὺς ἄρχοντας καὶ μὴ δέχη–
- ται κατὰ τὴν στήλην—«
{ΠΙ.} Οἴμοι κακοδαίμων, καὶ σὺ γὰρ ἐνταῦθ´ ἦσθ´ ἔτι;
{ΕΠ.} Ἀπολῶ σε καὶ γράψω σε μυρίας δραχμάς—
{ΠΙ.} Ἐγὼ δὲ σοῦ γε τὼ κάδω διασκεδῶ.
{ΨΗ.} Μέμνης´ ὅτε τῆς στήλης κατετίλας ἑσπέρας;
{ΠΙ.} Αἰβοῖ· λαβέτω τις αὐτόν. Οὗτος, οὐ μενεῖς;
Ἀπίωμεν ἡμεῖς ὡς τάχιστ´ ἐντευθενὶ
θύσοντες εἴσω τοῖς θεοῖσι τὸν τράγον.
{ΧΟ.} Ἤδη ´μοὶ τῷ παντόπτᾳ {Str.}
καὶ παντάρχᾳ θνητοὶ πάντες
θύσους´ εὐκταίαις εὐχαῖς.
Πᾶσαν μὲν γὰρ γᾶν ὀπτεύω,
σῴζω δ´ εὐθαλεῖς καρποὺς
κτείνων παμφύλων γένναν
θηρῶν, ἃ πάντ´ ἐν γαίᾳ
ἐκ κάλυκος αὐξανόμενον γένυσι παμφάγοις
δένδρεσί τ´ ἐφημένα καρπὸν ἀποβόσκεται.
Κτείνω δ´ οἳ κήπους εὐώδεις
φθείρουσιν λύμαις ἐχθίσταις·
ἑρπετά τε καὶ δάκετα 〈πάνθ´〉 ὅσαπερ
- ἔστιν, ὑπ´ ἐμᾶς πτέρυγος ἐν φοναῖς ὄλλυται.
-
Τῇδε μέντοι θἠμέρᾳ μάλιστ´ ἐπαναγορεύεται·
»Ἢν ἀποκτείνῃ τις ὑμῶν Διαγόραν τὸν Μήλιον,
λαμβάνειν τάλαντον, ἤν τε τῶν τυράννων τίς τινα
τῶν τεθνηκότων ἀποκτείνῃ, τάλαντον λαμβάνειν.«
Βουλόμεσθ´ οὖν νῦν ἀνειπεῖν ταῦτα χἠμεῖς ἐνθάδε·
»Ἢν ἀποκτείνῃ τις ὑμῶν Φιλοκράτη τὸν Στρούθιον,
λήψεται τάλαντον, ἢν δὲ ζῶντ´ ἀπαγάγῃ, τέτταρα,
ὅτι συνείρων τοὺς σπίνους πωλεῖ καθ´ ἑπτὰ τοὐβολοῦ,
εἶτα φυσῶν τὰς κίχλας δείκνυσι καὶ λυμαίνεται,
τοῖς τε κοψίχοισιν εἰς τὰς ῥῖνας ἐγχεῖ τὰ πτερά,
τὰς περιστεράς θ´ ὁμοίως ξυλλαβὼν εἵρξας ἔχει,
κἀπαναγκάζει παλεύειν δεδεμένας ἐν δικτύῳ.«
Ταῦτα βουλόμεσθ´ ἀνειπεῖν· κεἴ τις ὄρνιθας τρέφει
εἱργμένους ὑμῶν ἐν αὐλῇ, φράζομεν μεθιέναι.
Ἢν δὲ μὴ πείθησθε, συλληφθέντες ὑπὸ τῶν ὀρνέων
αὖθις ὑμεῖς αὖ παρ´ ἡμῖν δεδεμένοι παλεύσετε.
Εὔδαιμον φῦλον πτηνῶν {Ant.}
οἰωνῶν, οἳ χειμῶνος μὲν
χλαίνας οὐκ ἀμπισχνοῦνται·
οὐδ´ αὖ θερμὴ πνίγους ἡμᾶς
ἀκτὶς τηλαυγὴς θάλπει·
ἀλλ´ ἀνθηρῶν λειμώνων
φύλλων 〈τ´〉 ἐν κόλποις ναίω,
ἡνίκ´ ἂν ὁ θεσπέσιος ὀξὺ μέλος ἀχέτας
θάλπεσι μεσημβρινοῖς ἡλιομανὴς βοᾷ.
Χειμάζω δ´ ἐν κοίλοις ἄντροις
νύμφαις οὐρείαις ξυμπαίζων·
ἠρινά τε βοσκόμεθα παρθένια
- λευκότροφα μύρτα Χαρίτων τε κηπεύματα.
-
Τοῖς κριταῖς εἰπεῖν τι βουλόμεσθα τῆς νίκης πέρι,
ὅς´ ἀγάθ´, ἢν κρίνωσιν ἡμᾶς, πᾶσιν αὐτοῖς δώσομεν,
ὥστε κρείττω δῶρα πολλῷ τῶν Ἀλεξάνδρου λαβεῖν.
Πρῶτα μὲν γάρ, οὗ μάλιστα πᾶς κριτὴς ἐφίεται,
γλαῦκες ὑμᾶς οὔποτ´ ἐπιλείψουσι Λαυρειωτικαί·
ἀλλ´ ἐνοικήσουσιν ἔνδον, ἔν τε τοῖς βαλλαντίοις
ἐννεοττεύσουσι κἀκλέψουσι μικρὰ κέρματα.
Εἶτα πρὸς τούτοισιν ὥσπερ ἐν ἱεροῖς οἰκήσετε·
τὰς γὰρ ὑμῶν οἰκίας ἐρέψομεν πρὸς αἰετόν·
κἂν λαχόντες ἀρχίδιον εἶθ´ ἁρπάσαι βούλησθέ τι,
ὀξὺν ἱερακίσκον εἰς τὰς χεῖρας ὑμῖν δώσομεν.
Ἢν δέ που δειπνῆτε, πρηγορεῶνας ὑμῖν πέμψομεν.
Ἢν δὲ μὴ κρίνητε, χαλκεύεσθε μηνίσκους φορεῖν
ὥσπερ ἁνδριάντες· ὡς ὑμῶν ὃς ἂν μὴ μῆν´ ἔχῃ,
ὅταν ἔχητε χλανίδα λευκήν, τότε μάλισθ´ οὕτω δίκην
δώσεθ´ ἡμῖν, πᾶσι τοῖς ὄρνισι κατατιλώμενοι.
{ΠΙ.} Τὰ μὲν ἱέρ´ ἡμῖν ἐστιν, ὦρνιθες, καλά.
Ἀλλ´ ὡς ἀπὸ τοῦ τείχους πάρεστιν ἄγγελος
οὐδείς, ὅτου πευσόμεθα τἀκεῖ πράγματα.
Ἀλλ´ οὑτοσὶ τρέχει τις Ἀλφειὸν πνέων.
{ΑΓΓΕΛΟΣ Αʹ}
Ποῦ ποῦ ´στι, ποῦ ποῦ ποῦ ´στι, ποῦ ποῦ ποῦ ´στι, ποῦ,
ποῦ Πισθέταιρός ἐστιν ἅρχων;
{ΠΙ.} Οὑτοσί.
{ΑΓ. Αʹ} Ἐξῳκοδόμηταί σοι τὸ τεῖχος.
{ΠΙ.} Εὖ λέγεις.
{ΑΓ. Αʹ} Κάλλιστον ἔργον καὶ μεγαλοπρεπέστατον·
ὥστ´ ἂν ἐπάνω μὲν Προξενίδης ὁ Κομπασεὺς
καὶ Θεογένης ἐναντίω δύ´ ἅρματε,
ἵππων ὑπόντων μέγεθος ὅσον ὁ δούριος,
ὑπὸ τοῦ πλάτους ἂν παρελασαίτην.
{ΠΙ.} Ἡράκλεις.
{ΑΓ. Αʹ} Τὸ δὲ μῆκός ἐστι, καὶ γὰρ ἐμέτρης´ αὔτ´ ἐγώ,
ἑκατοντορόγυιον.
{ΠΙ.} Ὦ Πόσειδον, τοῦ μάκρους.
Τίνες ᾠκοδόμησαν αὐτὸ τηλικουτονί;
{ΑΓ. Αʹ} Ὄρνιθες, οὐδεὶς ἄλλος, οὐκ Αἰγύπτιος
πλινθοφόρος, οὐ λιθουργός, οὐ τέκτων παρῆν,
ἀλλ´ αὐτόχειρες, ὥστε θαυμάζειν ἐμέ.
Ἐκ μέν γε Λιβύης ἧκον ὡς τρισμύριαι
γέρανοι θεμελίους καταπεπωκυῖαι λίθους·
τούτους δ´ ἐτύκιζον αἱ κρέκες τοῖς ῥύγχεσιν.
Ἕτεροι δ´ ἐπλινθούργουν πελαργοὶ μύριοι·
ὕδωρ δ´ ἐφόρουν κάτωθεν εἰς τὸν ἀέρα
οἱ χαραδριοὶ καὶ τἄλλα ποτάμι´ ὄρνεα.
{ΠΙ.} Ἐπηλοφόρουν δ´ αὐτοῖσι τίνες;
{ΑΓ. Αʹ} Ἐρῳδιοὶ
λεκάναισι.
{ΠΙ.} Τὸν δὲ πηλὸν ἐνεβάλλοντο πῶς;
{ΑΓ. Αʹ} Τοῦτ´, ὦγάθ´, ἐξηύρητο καὶ σοφώτατα·
οἱ χῆνες ὑποτύπτοντες ὥσπερ ταῖς ἄμαις
εἰς τὰς λεκάνας ἐνέβαλλον αὐτὸν τοῖν ποδοῖν.
{ΠΙ.} Τί δῆτα πόδες ἂν οὐκ ἂν ἐργασαίατο;
{ΑΓ. Αʹ} Καὶ νὴ Δί´ αἱ νῆτταί γε περιεζωσμέναι
ἐπλινθοφόρουν· ἄνω δὲ τὸν ὑπαγωγέα
ἐπέτοντ´ ἔχουσαι κατόπιν ὥσπερ παιδία,
τὸν πηλὸν ἐν τοῖς στόμασιν αἱ χελιδόνες.
{ΠΙ.} Τί δῆτα μισθωτοὺς ἂν ἔτι μισθοῖτό τις;
Φέρ´ ἴδω, τί δαί; Τὰ ξύλινα τοῦ τείχους τίνες
ἀπηργάσαντ´;
{ΑΓ. Αʹ} Ὄρνιθες ἦσαν τέκτονες
σοφώτατοι πελεκᾶντες, οἳ τοῖς ῥύγχεσιν
ἀπεπελέκησαν τὰς πύλας· ἦν δ´ ὁ κτύπος
αὐτῶν πελεκώντων ὥσπερ ἐν ναυπηγίῳ.
Καὶ νῦν ἅπαντ´ ἐκεῖνα πεπύλωται πύλαις
καὶ βεβαλάνωται καὶ φυλάττεται κύκλῳ,
ἐφοδεύεται, κωδωνοφορεῖται, πανταχῇ
φυλακαὶ καθεστήκασι καὶ φρυκτωρίαι
ἐν τοῖσι πύργοις. Ἀλλ´ ἐγὼ μὲν ἀποτρέχων
ἀπονίψομαι· σὺ δ´ αὐτὸς ἤδη τἄλλα δρᾶ.
{ΧΟ.} Οὗτος, τί ποιεῖς; Ἆρα θαυμάζεις ὅτι
οὕτω τὸ τεῖχος ἐκτετείχισται ταχύ;
{ΠΙ.} Νὴ τοὺς θεοὺς ἔγωγε· καὶ γὰρ ἄξιον·
ἴσα γὰρ ἀληθῶς φαίνεταί μοι ψεύδεσιν.
Ἀλλ´ ὅδε φύλαξ γὰρ τῶν ἐκεῖθεν ἄγγελος
εἰσθεῖ πρὸς ἡμᾶς δεῦρο πυρρίχην βλέπων.
{ΑΓΓΕΛΟΣ Βʹ}
Ἰοὺ ἰού, ἰοὺ ἰού, ἰοὺ ἰού.
{ΠΙ.} Τί τὸ πρᾶγμα τουτί;
{ΑΓ. Βʹ} Δεινότατα πεπόνθαμεν.
Τῶν γὰρ θεῶν τις ἄρτι τῶν παρὰ τοῦ Διὸς
διὰ τῶν πυλῶν εἰσέπτετ´ εἰς τὸν ἀέρα,
λαθὼν κολοιοὺς φύλακας ἡμεροσκόπους.
{ΠΙ.} Ὦ δεινὸν ἔργον καὶ σχέτλιον εἰργασμένος.
Τίς τῶν θεῶν;
{ΑΓ. Βʹ} Οὐκ ἴσμεν· ὅτι δ´ εἶχε πτερά,
τοῦτ´ ἴσμεν.
{ΠΙ.} Οὔκουν δῆτα περιπόλους ἐχρῆν
πέμψαι κατ´ αὐτὸν εὐθύς;
{ΑΓ. Βʹ} Ἀλλ´ ἐπέμψαμεν
τρισμυρίους ἱέρακας ἱπποτοξότας·
χωρεῖ δὲ πᾶς τις ὄνυχας ἠγκυλωμένος,
κερχνῄς, τριόρχης, γύψ, κύμινδις, αἰετός·
ῥύμῃ τε καὶ πτεροῖσι καὶ ῥοιζήμασιν
αἰθὴρ δονεῖται τοῦ θεοῦ ζητουμένου·
κἄστ´ οὐ μακρὰν ἄπωθεν, ἀλλ´ ἐνταῦθά που
ἤδη ´στίν.
{ΠΙ.} Οὐκοῦν σφενδόνας δεῖ λαμβάνειν
καὶ τόξα. Χώρει δεῦρο πᾶς ὑπηρέτης·
τόξευε, παῖε· σφενδόνην τίς μοι δότω.
- {ΧΟ.} Πόλεμος αἴρεται, πόλεμος οὐ φατὸς {Str.}
- πρὸς ἐμὲ καὶ θεούς. Ἀλλὰ φύλαττε πᾶς
- ἀέρα περινέφελον, ὃν Ἔρεβος ἐτέκετο,
- μή σε λάθῃ θεῶν τις ταύτῃ περῶν.
Ἄθρει δὲ πᾶς κύκλῳ περισκοπούμενος·
ὡς ἐγγὺς ἤδη δαίμονος πεδαρσίου
δίνης πτερωτὸς φθόγγος ἐξακούεται.
{ΠΙ.} Αὕτη σύ, ποῖ ποῖ ποῖ πέτει; Μέν´ ἥσυχος,
ἔχ´ ἀτρέμας αὐτοῦ· στῆθ´· ἐπίσχες τοῦ δρόμου.
Τίς εἶ; Ποδαπή; Λέγειν ἐχρῆν ὁπόθεν πέτει.
{ΙΡΙΣ}
Παρὰ τῶν θεῶν ἔγωγε τῶν Ὀλυμπίων.
{ΠΙ.} Ὄνομα δέ σοι τί ἐστι; Πλοῖον ἢ κυνῆ;
{ΙΡ.} Ἶρις ταχεῖα.
{ΠΙ.} Πάραλος ἢ Σαλαμινία;
{ΙΡ.} Τί δὲ τοῦτο;
{ΠΙ.} Ταυτηνί τις οὐ ξυλλήψεται
ἀναπτόμενος τρίορχος;
{ΙΡ.} Ἐμὲ ξυλλήψεται;
Τί ποτ´ ἐστὶ τουτὶ τὸ κακόν;
{ΠΙ.} Οἰμώξει μακρά.
{ΙΡ.} Ἄτοπόν γε τουτὶ πρᾶγμα.
{ΠΙ.} Κατὰ ποίας πύλας
εἰσῆλθες εἰς τὸ τεῖχος, ὦ μιαρωτάτη;
{ΙΡ.} Οὐκ οἶδα μὰ Δί´ ἔγωγε, κατὰ ποίας πύλας.
{ΠΙ.} Ἤκουσας αὐτῆς οἷον εἰρωνεύεται;
Πρὸς τοὺς κολοιάρχους προσῆλθες; Οὐ λέγεις;
Σφραγῖδ´ ἔχεις παρὰ τῶν πελαργῶν;
{ΙΡ.} Τί τὸ κακόν;
{ΠΙ.} Οὐκ ἔλαβες;
{ΙΡ.} Ὑγιαίνεις μέν;
{ΠΙ.} Οὐδὲ σύμβολον
ἐπέβαλεν ὀρνίθαρχος οὐδείς σοι παρών;
{ΙΡ.} Μὰ Δί´ οὐκ ἔμοιγ´ ἐπέβαλεν οὐδείς, ὦ μέλε.
{ΠΙ.} Κἄπειτα δῆθ´ οὕτω σιωπῇ διαπέτει
διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους;
{ΙΡ.} Ποίᾳ γὰρ ἄλλῃ χρὴ πέτεσθαι τοὺς θεούς;
{ΠΙ.} Οὐκ οἶδα μὰ Δί´ ἔγωγε· τῇδε μὲν γὰρ οὔ.
Ἀδικεῖς δὲ καὶ νῦν. Ἆρά γ´ οἶσθα τοῦθ´ ὅτι
δικαιότατ´ ἂν ληφθεῖσα πασῶν Ἰρίδων
ἀπέθανες, εἰ τῆς ἀξίας ἐτύγχανες;
{ΙΡ.} Ἀλλ´ ἀθάνατός εἰμ´.
{ΠΙ.} Ἀλλ´ ὅμως ἂν ἀπέθανες.
Δεινότατα γάρ τοι πεισόμεσθ´, ἐμοὶ δοκεῖ,
εἰ τῶν μὲν ἄλλων ἄρχομεν, ὑμεῖς δ´ οἱ θεοὶ
ἀκολαστανεῖτε, κοὐδέπω γνώσεσθ´ ὅτι
ἀκροατέον ὑμῖν ἐν μέρει τῶν κρειττόνων.
Φράσον δέ τοί μοι τὼ πτέρυγε ποῖ ναυστολεῖς;
{ΙΡ.} Ἐγώ; Πρὸς ἀνθρώπους πέτομαι παρὰ τοῦ πατρὸς
φράσουσα θύειν τοῖς Ὀλυμπίοις θεοῖς
μηλοσφαγεῖν τε βουθύτοις ἐπ´ ἐσχάραις
κνισᾶν τ´ ἀγυιάς.
{ΠΙ.} Τί σὺ λέγεις; Ποίοις θεοῖς;
{ΙΡ.} Ποίοισιν; Ἡμῖν, τοῖς ἐν οὐρανῷ θεοῖς.
{ΠΙ.} Θεοὶ γὰρ ὑμεῖς;
{ΙΡ.} Τίς γάρ ἐστ´ ἄλλος θεός;
{ΠΙ.} Ὄρνιθες ἀνθρώποισι νῦν εἰσιν θεοί,
οἷς θυτέον αὐτοῖς, ἀλλὰ μὰ Δί´ οὐ τῷ Διί.
{ΙΡ.} Ὦ μῶρε, μῶρε, μὴ θεῶν κίνει φρένας
δεινάς, ὅπως μή σου γένος πανώλεθρον
Διὸς μακέλλῃ πᾶν ἀναστρέψῃ Δίκη,
λιγνὺς δὲ σῶμα καὶ δόμων περιπτυχὰς
καταιθαλώσῃ σου Λικυμνίαις βολαῖς.
{ΠΙ.} Ἄκουσον, αὕτη· παῦε τῶν παφλασμάτων·
ἔχ´ ἀτρέμα. Φέρ´ ἴδω, πότερα Λυδὸν ἢ Φρύγα
ταυτὶ λέγουσα μορμολύττεσθαι δοκεῖς;
Ἆρ´ οἶσθ´ ὅτι Ζεὺς εἴ με λυπήσει πέρα,
μέλαθρα μὲν αὐτοῦ καὶ δόμους Ἀμφίονος
καταιθαλώσω πυρφόροισιν αἰετοῖς,
πέμψω δὲ πορφυρίωνας εἰς τὸν οὐρανὸν
ὄρνις ἐπ´ αὐτὸν παρδαλᾶς ἐνημμένους
πλεῖν ἑξακοσίους τὸν ἀριθμόν; Καὶ δή ποτε
εἷς Πορφυρίων αὐτῷ παρέσχε πράγματα.
Σὺ δ´ εἴ με λυπήσεις τι, τῆς διακόνου
πρώτης ἀνατείνας τὼ σκέλει διαμηριῶ
τὴν Ἶριν αὐτήν, ὥστε θαυμάζειν ὅπως
οὕτω γέρων ὢν στύομαι τριέμβολον.
{ΙΡ.} Διαρραγείης, ὦ μέλ´, αὐτοῖς ῥήμασιν.
{ΠΙ.} Οὐκ ἀποσοβήσεις; Οὐ ταχέως; Εὐράξ, πατάξ.
{ΙΡ.} Ἦ μήν σε παύσει τῆς ὕβρεως οὑμὸς πατήρ.
{ΠΙ.} Οἴμοι τάλας. Οὔκουν ἑτέρωσε πετομένη
καταιθαλώσεις τῶν νεωτέρων τινά;
{ΧΟ.} Ἀποκεκλῄκαμεν διογενεῖς θεοὺς {Ant.}
- μηκέτι τὴν ἐμὴν διαπερᾶν πόλιν,
- μηδέ τιν´ ἱερόθυτον ἀνὰ δάπεδον 〈ἕν´〉 ἔτι
- τῇδε βροτῶν θεοῖσι πέμπειν καπνόν.
-
{ΠΙ.} Δεινόν γε τὸν κήρυκα τὸν παρὰ τοὺς βροτοὺς
οἰχόμενον, εἰ μηδέποτε νοστήσει πάλιν.
{ΚΗΡΥΞ}
Ὦ Πισθέταιρ´, ὦ μακάρι´, ὦ σοφώτατε,
ὦ κλεινότατ´, ὦ σοφώτατ´, ὦ γλαφυρώτατε,
ὦ τρισμακάρι´, ὦ—κατακέλευσον.
{ΠΙ.} Τί σὺ λέγεις;
{ΚΗ.} Στεφάνῳ σε χρυσῷ τῷδε σοφίας οὕνεκα
στεφανοῦσι καὶ τιμῶσιν οἱ πάντες λεῴ.
{ΠΙ.} Δέχομαι. Τί δ´ οὕτως οἱ λεῲ τιμῶσί με;
{ΚΗ.} Ὦ κλεινοτάτην αἰθέριον οἰκίσας πόλιν,
οὐκ οἶσθ´ ὅσην τιμὴν παρ´ ἀνθρώποις φέρει,
ὅσους τ´ ἐραστὰς τῆσδε τῆς χώρας ἔχεις.
Πρὶν μὲν γὰρ οἰκίσαι σε τήνδε τὴν πόλιν,
ἐλακωνομάνουν ἅπαντες ἄνθρωποι τότε,
ἐκόμων, ἐπείνων, ἐρρύπων, ἐσωκράτων,
σκυτάλι´ ἐφόρουν· νῦν δ´ ὑποστρέψαντες αὖ
ὀρνιθομανοῦσι, πάντα δ´ ὑπὸ τῆς ἡδονῆς
ποιοῦσιν ἅπερ ὄρνιθες ἐκμιμούμενοι.
Πρῶτον μὲν εὐθὺς πάντες ἐξ εὐνῆς ἅμα
ἐπέτονθ´ ἕωθεν ὥσπερ ἡμεῖς ἐπὶ νομόν·
κἀκεῖθεν ἂν κατῇρον εἰς τὰ βιβλία·
εἶτ´ ἂν ἐνέμοντ´ ἐνταῦθα τὰ ψηφίσματα.
Ὠρνιθομάνουν δ´ οὕτω περιφανῶς ὥστε καὶ
πολλοῖσιν ὀρνίθων ὀνόματ´ ἦν κείμενα.
Πέρδιξ μὲν εἷς κάπηλος ὠνομάζετο
χωλός, Μενίππῳ δ´ ἦν Χελιδὼν τοὔνομα,
Ὀπουντίῳ δ´ ὀφθαλμὸν οὐκ ἔχων Κόραξ,
Κορυδὸς Φιλοκλέει, Χηναλώπηξ Θεογένει,
Ἶβις Λυκούργῳ, Χαιρεφῶντι Νυκτερίς,
Συρακοσίῳ δὲ Κίττα· Μειδίας δέ τοι
Ὄρτυξ ἐκαλεῖτο· καὶ γὰρ ᾔκειν ὄρτυγι
ὑπὸ στυφοκόπου τὴν κεφαλὴν πεπληγμένῳ.
Ἦιδον δ´ ὑπὸ φιλορνιθίας πάντες μέλη,
ὅπου χελιδὼν ἦν τις ἐμπεποημένη
ἢ πηνέλοψ ἢ χήν τις ἢ περιστερὰ
ἢ πτέρυγες, ἢ πτεροῦ τι καὶ σμικρὸν προσῆν.
Τοιαῦτα μὲν τἀκεῖθεν. Ἓν δέ σοι λέγω·
Ἥξους´ ἐκεῖθεν δεῦρο πλεῖν ἢ μυρίοι
πτερῶν δεόμενοι καὶ τρόπων γαμψωνύχων.
Ὥστε πτερῶν σοι τοῖς ἐποίκοις δεῖ ποθέν.
{ΠΙ.} Οὐ τἄρα μὰ Δί´ ἡμῖν ἔτ´ ἔργον ἑστάναι.
Ἀλλ´ ὡς τάχιστα σὺ μὲν ἰὼν τὰς ἀρρίχους
καὶ τοὺς κοφίνους ἅπαντας ἐμπίμπλη πτερῶν·
Μανῆς δὲ φερέτω μοι θύραζε τὰ πτερά·
ἐγὼ δ´ ἐκείνων τοὺς προσιόντας δέξομαι.
{ΧΟ.} Τάχα δὴ πολυάνορα τάνδε πόλιν {Str.}
καλεῖ τις ἀνθρώπων·
τύχη μόνον προσείη.
Κατέχουσι δ´ ἔρωτες ἐμᾶς πόλεως.
{ΠΙ.} Θᾶττον φέρειν κελεύω.
{ΧΟ.} Τί γὰρ οὐκ ἔνι ταύτῃ
καλὸν ἀνδρὶ μετοικεῖν;
Σοφία, Πόθος, ἀμβρόσιαι Χάριτες
τό τε τῆς ἀγανόφρονος Ἡσυχίας
εὐήμερον πρόσωπον.
- {ΠΙ.} Ὡς βλακικῶς διακονεῖς. Οὐ θᾶττον ἐγκονήσεις;
-
{ΧΟ.} Φερέτω κάλαθον ταχύ τις πτερῶν. {Ant.}
Σὺ δ´ αὖθις ἐξόρμα
τύπτων γε τοῦτον ὡδί.
Πάνυ γὰρ βραδύς ἐστί τις ὥσπερ ὄνος.
{ΠΙ.} Μανῆς γάρ ἐστι δειλός.
{ΧΟ.} Σὺ δὲ τὰ πτερὰ πρῶτον
διάθες τάδε κόσμῳ·
τά τε μουσίχ´ ὁμοῦ τά τε μαντικὰ καὶ
τὰ θαλάττι´. Ἔπειτα δ´ ὅπως φρονίμως
πρὸς ἄνδρ´ ὁρῶν πτερώσεις.
{ΠΙ.} Οὔ τοι μὰ τὰς κερχνῇδας ἔτι σου σχήσομαι,
οὕτως ὁρῶν σε δειλὸν ὄντα καὶ βραδύν.
{ΠΑΤΡΑΛΟΙΑΣ}
Γενοίμαν αἰετὸς ὑψιπέτας,
ὡς ἂν ποταθείην ὑπὲρ ἀτρυγέτου
γλαυκᾶς ἐπ´ οἶδμα λίμνας.
{ΠΙ.} Ἔοικεν οὐ ψευδαγγελήσειν ἅγγελος·
ᾄδων γὰρ ὅδε τις αἰετοὺς προσέρχεται.
{ΠΑ.} Αἰβοῖ.
a Οὐκ ἔστιν οὐδὲν τοῦ πέτεσθαι γλυκύτερον.
[Ἐρῶ δ´ ἔγωγε τῶν ἐν ὄρνισιν νόμων.]
Ὀρνιθομανῶ γὰρ καὶ πέτομαι καὶ βούλομαι
οἰκεῖν μεθ´ ὑμῶν κἀπιθυμῶ τῶν νόμων.
{ΠΙ.} Ποίων νόμων; Πολλοὶ γὰρ ὀρνίθων νόμοι.
{ΠΑ.} Πάντων· μάλιστα δ´ ὅτι καλὸν νομίζεται
τὸν πατέρα τοῖς ὄρνισιν ἄγχειν καὶ δάκνειν.
{ΠΙ.} Καὶ νὴ Δί´ ἀνδρεῖόν γε πάνυ νομίζομεν,
ὃς ἂν πεπλήγῃ τὸν πατέρα νεοττὸς ὤν.
{ΠΑ.} Διὰ ταῦτα μέντοι δεῦρ´ ἀνοικισθεὶς ἐγὼ
ἄγχειν ἐπιθυμῶ τὸν πατέρα καὶ πάντ´ ἔχειν.
{ΠΙ.} Ἀλλ´ ἔστιν ἡμῖν τοῖσιν ὄρνισιν νόμος
παλαιὸς ἐν ταῖς τῶν πελαργῶν κύρβεσιν·
»Ἐπὴν ὁ πατὴρ ὁ πελαργὸς ἐκπετησίμους
πάντας ποήσῃ τοὺς πελαργιδέας τρέφων,
δεῖ τοὺς νεοττοὺς τὸν πατέρα πάλιν τρέφειν.«
{ΠΑ.} Ἀπέλαυσα τἄρα νὴ Δί´ ἐλθὼν ἐνθαδί,
εἴπερ γέ μοι καὶ τὸν πατέρα βοσκητέον.
{ΠΙ.} Οὐδέν γ´· ἐπειδήπερ γὰρ ἦλθες, ὦ μέλε,
εὔνους, πτερώσω ς´ ὥσπερ ὄρνιν ὀρφανόν.
Σοὶ δ´, ὦ νεανίσκ´, οὐ κακῶς ὑποθήσομαι,
ἀλλ´ οἷάπερ αὐτὸς ἔμαθον ὅτε παῖς ἦν. Σὺ γὰρ
τὸν μὲν πατέρα μὴ τύπτε, ταυτηνδὶ λαβὼν
τὴν πτέρυγα καὶ τουτὶ τὸ πλῆκτρον θἀτέρᾳ,
νομίσας ἀλεκτρυόνος ἔχειν τονδὶ λόφον,
φρούρει, στρατεύου, μισθοφορῶν σαυτὸν τρέφε.
Τὸν πατέρ´ ἔα ζῆν. Ἀλλ´ ἐπειδὴ μάχιμος εἶ,
εἰς τἀπὶ Θρᾴκης ἀποπέτου κἀκεῖ μάχου.
{ΠΑ.} Νὴ τὸν Διόνυσον εὖ γέ μοι δοκεῖς λέγειν,
καὶ πείσομαί σοι.
{ΠΙ.} Νοῦν ἄρ´ ἕξεις νὴ Δία.
- {ΚΙΝΗΣΙΑΣ}
- Ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις·
πέτομαι δ´ ὁδὸν ἄλλοτ´ ἐπ´ ἄλλαν μελέων—
{ΠΙ.} Τουτὶ τὸ πρᾶγμα φορτίου δεῖται πτερῶν.
- {ΚΙ.} ἀφόβῳ φρενὶ σώματί τε νέαν ἐφέπων.
{ΠΙ.} Ἀσπαζόμεσθα φιλύρινον Κινησίαν.
Τί δεῦρο πόδα σὺ κυλλὸν ἀνὰ κύκλον κυκλεῖς;
- {ΚΙ.} Ὄρνις γενέσθαι βούλομαι λιγύφθογγος ἀηδών.
{ΠΙ.} Παῦσαι μελῳδῶν, ἀλλ´ ὅ τι λέγεις εἰπέ μοι.
{ΚΙ.} Ὑπὸ σοῦ πτερωθεὶς βούλομαι μετάρσιος
ἀναπτόμενος ἐκ τῶν νεφελῶν καινὰς λαβεῖν
ἀεροδονήτους καὶ νιφοβόλους ἀναβολάς.
{ΠΙ.} Ἐκ τῶν νεφελῶν γὰρ ἄν τις ἀναβολὰς λάβοι;
{ΚΙ.} Κρέμαται μὲν οὖν ἐντεῦθεν ἡμῶν ἡ τέχνη.
Τῶν διθυράμβων γὰρ τὰ λαμπρὰ γίγνεται
ἀέρια καὶ σκοτεινὰ καὶ κυαναυγέα
καὶ πτεροδόνητα· σὺ δὲ κλύων εἴσει τάχα.
{ΠΙ.} Οὐ δῆτ´ ἔγωγε.
{ΚΙ.} Νὴ τὸν Ἡρακλέα σύ γε.
Ἅπαντα γὰρ δίειμί σοι τὸν ἀέρα.
Εἴδωλα πετηνῶν
αἰθεροδρόμων
οἰωνῶν ταναοδείρων—
{ΠΙ.} Ὠόπ.
{ΚΙ.} τὸν ἀλαδρόμον ἀλάμενος
ἅμ´ ἀνέμων πνοαῖσι βαίην—
{ΠΙ.} Νὴ τὸν Δί´ ἦ ´γώ σου καταπαύσω τὰς πνοὰς.
{ΚΙ.} τοτὲ μὲν νοτίαν στείχων πρὸς ὁδόν,
τοτὲ δ´ αὖ βορέᾳ σῶμα πελάζων
ἀλίμενον αἰθέρος αὔλακα τέμνων.
Χαρίεντά γ´, ὦ πρεσβῦτ´, ἐσοφίσω καὶ σοφά.
{ΠΙ.} Οὐ γὰρ σὺ χαίρεις πτεροδόνητος γενόμενος;
{ΚΙ.} Ταυτὶ πεπόηκας τὸν κυκλιοδιδάσκαλον,
ὃς ταῖσι φυλαῖς περιμάχητός εἰμ´ ἀεί;
{ΠΙ.} Βούλει διδάσκειν καὶ παρ´ ἡμῖν οὖν μένων
Λεωτροφίδῃ χορὸν πετομένων ὀρνέων
Κεκροπίδα φυλήν;
{ΚΙ.} Καταγελᾷς μου, δῆλος εἶ.
Ἀλλ´ οὖν ἔγωγ´ οὐ παύσομαι, τοῦτ´ ἴσθ´ ὅτι,
πρὶν ἂν πτερωθεὶς διαδράμω τὸν ἀέρα.
- {ΣΥΚΟΦΑΝΤΗΣ}
- Ὄρνιθες τίνες οἵδ´ οὐδὲν ἔχοντες πτεροποίκιλοι,
τανυσίπτερε ποικίλα χελιδοῖ;
{ΠΙ.} Τουτὶ τὸ κακὸν οὐ φαῦλον ἐξεγρήγορεν.
Ὅδ´ αὖ μινυρίζων δεῦρό τις προσέρχεται.
{ΣΥ.} Τανυσίπτερε ποικίλα μάλ´ αὖθις.
{ΠΙ.} Εἰς θοἰμάτιον τὸ σκόλιον ᾄδειν μοι δοκεῖ,
δεῖσθαι δ´ ἔοικεν οὐκ ὀλίγων χελιδόνων.
{ΣΥ.} Τίς ὁ πτερῶν δεῦρ´ ἐστὶ τοὺς ἀφικνουμένους;
{ΠΙ.} Ὁδὶ πάρεστιν· ἀλλ´ ὅτου δεῖ χρὴ λέγειν.
{ΣΥ.} Πτερῶν, πτερῶν δεῖ· μὴ πύθῃ τὸ δεύτερον.
{ΠΙ.} Μῶν εὐθὺ Πελλήνης πέτεσθαι διανοεῖ;
{ΣΥ.} Μὰ Δί´, ἀλλὰ κλητήρ εἰμι νησιωτικὸς
καὶ συκοφάντης—
{ΠΙ.} Ὦ μακάριε τῆς τέχνης.
{ΣΥ.} καὶ πραγματοδίφης. Εἶτα δέομαι πτερὰ λαβὼν
κύκλῳ περισοβεῖν τὰς πόλεις καλούμενος.
{ΠΙ.} Ὑπὸ πτερύγων τι προσκαλεῖ σοφώτερον;
{ΣΥ.} Μὰ Δί´, ἀλλ´ ἵν´ οἱ λῃσταί τε μὴ λυπῶσί με,
μετὰ τῶν γεράνων τ´ ἐκεῖθεν ἀναχωρῶ πάλιν,
ἀνθ´ ἕρματος πολλὰς καταπεπωκὼς δίκας.
{ΠΙ.} Τουτὶ γὰρ ἐργάζει σὺ τοὔργον; Εἰπέ μοι,
νεανίας ὢν συκοφαντεῖς τοὺς ξένους;
{ΣΥ.} Τί γὰρ πάθω; Σκάπτειν γὰρ οὐκ ἐπίσταμαι.
{ΠΙ.} Ἀλλ´ ἔστιν ἕτερα νὴ Δί´ ἔργα σώφρονα,
ἀφ´ ὧν διαζῆν ἄνδρα χρῆν τοσουτονὶ
ἐκ τοῦ δικαίου μᾶλλον ἢ δικορραφεῖν.
{ΣΥ.} Ὦ δαιμόνιε, μὴ νουθέτει μ´, ἀλλὰ πτέρου.
{ΠΙ.} Νῦν τοι λέγων πτερῶ σε.
{ΣΥ.} Καὶ πῶς ἂν λόγοις
ἄνδρα πτερώσειας σύ;
{ΠΙ.} Πάντες τοι λόγοις
ἀναπτεροῦνται.
{ΣΥ.} Πάντες;
{ΠΙ.} Οὐκ ἀκήκοας,
ὅταν λέγωσιν οἱ πατέρες ἑκάστοτε
τὸ μειράκιον ἐν τοῖσι κουρείοις ταδί;
»Δεινῶς γέ μου τὸ μειράκιον Διειτρέφης
λέγων ἀνεπτέρωκεν ὥσθ´ ἱππηλατεῖν.«
Ὁ δέ τις τὸν αὑτοῦ φησιν ἐπὶ τραγῳδίᾳ
ἀνεπτερῶσθαι καὶ πεποτῆσθαι τὰς φρένας.
{ΣΥ.} Λόγοισι τἄρα καὶ πτεροῦνται;
{ΠΙ.} Φήμ´ ἐγώ.
Ὑπὸ γὰρ λόγων ὁ νοῦς 〈τε〉 μετεωρίζεται
ἐπαίρεταί τ´ ἄνθρωπος. Οὕτω καὶ ς´ ἐγὼ
ἀναπτερώσας βούλομαι χρηστοῖς λόγοις
τρέψαι πρὸς ἔργον νόμιμον.
{ΣΥ.} Ἀλλ´ οὐ βούλομαι.
{ΠΙ.} Τί δαὶ ποήσεις;
{ΣΥ.} Τὸ γένος οὐ καταισχυνῶ.
Παππῷος ὁ βίος συκοφαντεῖν ἐστί μοι.
Ἀλλὰ πτέρου με ταχέσι καὶ κούφοις πτεροῖς
ἱέρακος ἢ κερχνῇδος, ὡς ἂν τοὺς ξένους
καλεσάμενος κᾆτ´ ἐγκεκληκὼς ἐνθαδὶ
κατ´ αὖ πέτωμαι πάλιν ἐκεῖσε.
{ΠΙ.} Μανθάνω.
Ὡδὶ λέγεις· ὅπως ἂν ὠφλήκῃ δίκην
ἐνθάδε πρὶν ἥκειν ὁ ξένος.
{ΣΥ.} Πάνυ μανθάνεις.
{ΠΙ.} Κἄπειθ´ ὁ μὲν πλεῖ δεῦρο, σὺ δ´ ἐκεῖς´ αὖ πέτει
ἁρπασόμενος τὰ χρήματ´ αὐτοῦ.
{ΣΥ.} Πάντ´ ἔχεις.
Βέμβικος οὐδὲν διαφέρειν δεῖ.
{ΠΙ.} Μανθάνω
βέμβικα. Καὶ μὴν ἔστι μοι νὴ τὸν Δία
κάλλιστα Κορκυραῖα τοιαυτὶ πτερά.
{ΣΥ.} Οἴμοι τάλας, μάστιγ´ ἔχεις.
{ΠΙ.} Πτερὼ μὲν οὖν,
οἷσί σε ποήσω τήμερον βεμβικιᾶν.
{ΣΥ.} Οἴμοι τάλας.
{ΠΙ.} Οὐ πτερυγιεῖς ἐντευθενί;
Οὐκ ἀπολιβάξεις, ὦ κάκιστ´ ἀπολούμενος;
Πικρὰν τάχ´ ὄψει στρεψοδικοπανουργίαν.
Ἀπίωμεν ἡμεῖς ξυλλαβόντες τὰ πτερά.
{ΧΟ.} Πολλὰ δὴ καὶ καινὰ καὶ θαυ– {Str.}
μάστ´ ἐπεπτόμεσθα καὶ
δεινὰ πράγματ´ εἴδομεν.
Ἔστι γὰρ δένδρον πεφυκὸς
ἔκτοπόν τι, Καρδίας ἀ–
πωτέρω, Κλεώνυμος,
χρήσιμον μὲν οὐδέν, ἄλ–
λως δὲ δειλὸν καὶ μέγα.
Τοῦτο 〈τοῦ〉 μὲν ἦρος ἀεὶ
βλαστάνει καὶ συκοφαντεῖ,
τοῦ δὲ χειμῶνος πάλιν τὰς
ἀσπίδας φυλλορροεῖ.
Ἔστι δ´ αὖ χώρα πρὸς αὐτῷ {Ant.}
τῷ σκότῳ πόρρω τις ἐν
τῇ λύχνων ἐρημίᾳ,
ἔνθα τοῖς ἥρωσιν ἄνθρω–
ποι ξυναριστῶσι καὶ ξύν–
εισι πλὴν τῆς ἑσπέρας.
Τηνικαῦτα δ´ οὐκέτ´ ἦν
ἀσφαλὲς ξυντυγχάνειν.
Εἰ γὰρ ἐντύχοι τις ἥρῳ
τῶν βροτῶν νύκτωρ Ὀρέστῃ,
γυμνὸς ἦν πληγεὶς ὑπ´ αὐτοῦ
πάντα τἀπὶ δεξιά.
{ΠΡΟΜΗΘΕΥΣ}
Οἴμοι τάλας, ὁ Ζεὺς ὅπως μή μ´ ὄψεται.
Ποῦ Πισθέταιρός ἐστιν;
{ΠΙ.} Ἔα, τουτὶ τί ἦν;
Τίς ὁ συγκαλυμμός;
{ΠΡ.} Τῶν θεῶν ὁρᾷς τινα
ἐμοῦ κατόπιν ἐνταῦθα;
{ΠΙ.} Μὰ Δί´ ἐγὼ μὲν οὔ.
Τίς δ´ εἶ σύ;
{ΠΡ.} Πηνίκ´ ἐστὶν ἄρα τῆς ἡμέρας;
{ΠΙ.} Ὁπηνίκα; σμικρόν τι μετὰ μεσημβρίαν.
Ἀλλὰ σὺ τίς εἶ;
{ΠΡ.} Βουλυτὸς ἢ περαιτέρω;
{ΠΙ.} Οἴμ´ ὡς βδελύττομαί σε.
{ΠΡ.} Τί γὰρ ὁ Ζεὺς ποεῖ;
Ἀπαιθριάζει τὰς νεφέλας ἢ ξυννέφει;
{ΠΙ.} Οἴμωζε μεγάλ´.
{ΠΡ.} Οὕτω μὲν ἐκκεκαλύψομαι.
{ΠΙ.} Ὦ φίλε Προμηθεῦ.
{ΠΡ.} Παῦε παῦε, μὴ βόα.
{ΠΙ.} Τί γάρ ἐστι;
{ΠΡ.} Σίγα, μὴ κάλει μου τοὔνομα·
ἀπὸ γάρ μ´ ὀλεῖς, εἴ μ´ ἐνθάδ´ ὁ Ζεὺς ὄψεται.
Ἀλλ´ ἵνα φράσω σοι πάντα τἄνω πράγματα,
τουτὶ λαβών μου τὸ σκιάδειον ὑπέρεχε,
ἄνωθεν ὡς ἂν μή μ´ ὁρῶσιν οἱ θεοί.
{ΠΙ.} Ἰοῦ ἰοῦ·
εὖ γ´ ἐπενόησας αὐτὸ καὶ προμηθικῶς.
Ὑπόδυθι ταχὺ δὴ κᾆτα θαρρήσας λέγε.
{ΠΡ.} Ἄκουε δή νυν.
{ΠΙ.} Ὡς ἀκούοντος λέγε.
{ΠΡ.} Ἀπόλωλεν ὁ Ζεύς.
{ΠΙ.} Πηνίκ´ ἄττ´ ἀπώλετο;
{ΠΡ.} Ἐξ οὗπερ ὑμεῖς ᾠκίσατε τὸν ἀέρα.
Θύει γὰρ οὐδεὶς οὐδὲν ἀνθρώπων ἔτι
θεοῖσιν, οὐδὲ κνῖσα μηρίων ἄπο
ἀνῆλθεν ὡς ἡμᾶς ἀπ´ ἐκείνου τοῦ χρόνου,
ἀλλ´ ὡσπερεὶ Θεσμοφορίοις νηστεύομεν
ἄνευ θυηλῶν· οἱ δὲ βάρβαροι θεοὶ
πεινῶντες ὥσπερ Ἰλλυριοὶ κεκριγότες
ἐπιστρατεύσειν φάς´ ἄνωθεν τῷ Διί,
εἰ μὴ παρέξει τἀμπόρι´ ἀνεῳγμένα,
ἵν´ εἰσάγοιτο σπλάγχνα κατατετμημένα.
{ΠΙ.} Εἰσὶν γὰρ ἕτεροι βάρβαροι θεοί τινες
ἄνωθεν ὑμῶν;
{ΠΡ.} Οὐ γάρ εἰσι βάρβαροι,
ὅθεν ὁ πατρῷός ἐστιν Ἐξηκεστίδῃ;
{ΠΙ.} Ὄνομα δὲ τούτοις τοῖς θεοῖς τοῖς βαρβάροις
τί ἐστιν;
{ΠΡ.} Ὅ τι ἐστίν; Τριβαλλοί.
{ΠΙ.} Μανθάνω.
Ἐντεῦθεν ἆρα τοὐπιτριβείης ἐγένετο.
{ΠΡ.} Μάλιστα πάντων. Ἓν δέ σοι λέγω σαφές·
Ἥξουσι πρέσβεις δεῦρο περὶ διαλλαγῶν
παρὰ τοῦ Διὸς καὶ τῶν Τριβαλλῶν τῶν ἄνω·
ὑμεῖς δὲ μὴ σπένδεσθ´, ἐὰν μὴ παραδιδῷ
τὸ σκῆπτρον ὁ Ζεὺς τοῖσιν ὄρνισιν πάλιν,
καὶ τὴν Βασιλείαν σοὶ γυναῖκ´ ἔχειν διδῷ.
{ΠΙ.} Τίς ἐστιν ἡ Βασίλεια;
{ΠΡ.} Καλλίστη κόρη,
ἥπερ ταμιεύει τὸν κεραυνὸν τοῦ Διὸς
καὶ τἄλλ´ ἁπαξάπαντα, τὴν εὐβουλίαν,
τὴν εὐνομίαν, τὴν σωφροσύνην, τὰ νεώρια,
τὴν λοιδορίαν, τὸν κωλακρέτην, τὰ τριώβολα.
{ΠΙ.} Ἅπαντα τἄρ´ αὐτῷ ταμιεύει;
{ΠΡ.} Φήμ´ ἐγώ.
Ἥν γ´ ἢν σὺ παρ´ ἐκείνου παραλάβῃς, πάντ´ ἔχεις.
Τούτων ἕνεκα δεῦρ´ ἦλθον, ἵνα φράσαιμί σοι·
ἀεί ποτ´ ἀνθρώποις γὰρ εὔνους εἴμ´ ἐγώ.
{ΠΙ.} Μόνον θεῶν γὰρ διὰ ς´ ἀπανθρακίζομεν.
{ΠΡ.} Μισῶ δ´ ἅπαντας τοὺς θεούς, ὡς οἶσθα σύ—
{ΠΙ.} Νὴ τὸν Δί´ ἀεὶ δῆτα θεομισὴς ἔφυς.
{ΠΡ.} Τίμων καθαρός. Ἀλλ´ ὡς ἂν ἀποτρέχω πάλιν
φέρε τὸ σκιάδειον, ἵνα με κἂν ὁ Ζεὺς ἴδη
ἄνωθεν, ἀκολουθεῖν δοκῶ κανηφόρῳ.
{ΠΙ.} Καὶ τὸν δίφρον γε διφροφόρει τονδὶ λαβών.
{ΧΟ.} Πρὸς δὲ τοῖς Σκιάποσιν λί– {Str.}
μνη τις ἔστ´, ἄλουτος οὗ
ψυχαγωγεῖ Σωκράτης.
Ἔνθα καὶ Πείσανδρος ἦλθε
δεόμενος ψυχὴν ἰδεῖν ἣ
ζῶντ´ ἐκεῖνον προὔλιπε,
σφάγι´ ἔχων κάμηλον ἀ–
μνόν τιν´, ἧς λαιμοὺς τεμὼν
ὥσπερ Οὑδυσσεὺς ἀπῆλθε,
κᾆτ´ ἀνῆλθ´ αὐτῷ κάτωθεν
πρὸς τὸ λαιμᾶν τῆς καμήλου
Χαιρεφῶν ἡ νυκτερίς.
{ΠΟΣΕΙΔΩΝ}
Τὸ μὲν πόλισμα τῆς Νεφελοκοκκυγίας
ὁρᾶν τοδὶ πάρεστιν, οἷ πρεσβεύομεν.
Οὗτος, τί δρᾷς; Ἐπαρίστερ´ οὕτως ἀμπέχει;
Οὐ μεταβαλεῖς θοἰμάτιον ὧδ´ ἐπιδέξια;
Τί, ὦ κακόδαιμον; Λαισποδίας εἶ τὴν φύσιν;
Ὦ δημοκρατία, ποῖ προβιβᾷς ἡμᾶς ποτε,
εἰ τουτονὶ κεχειροτονήκας´ οἱ θεοί;
Ἕξεις ἀτρέμας; Οἴμωζε· πολὺ γὰρ δή ς´ ἐγὼ
ἑόρακα πάντων βαρβαρώτατον θεῶν.
Ἄγε δή, τί δρῶμεν, Ἡράκλεις;
{ΗΡΑΚΛΗΣ}
Ἀκήκοας
ἐμοῦ γ´ ὅτι τὸν ἄνθρωπον ἄγχειν βούλομαι,
ὅστις ποτ´ ἔσθ´ ὁ τοὺς θεοὺς ἀποτειχίσας.
{ΠΟ.} Ἀλλ´, ὦγάθ´, ᾑρήμεσθα περὶ διαλλαγῶν πρέσβεις.
{ΗΡ.} Διπλασίως μᾶλλον ἄγχειν μοι δοκεῖ.
{ΠΙ.} Τὴν τυρόκνηστίν τις δότω· φέρε σίλφιον·
τυρὸν φερέτω τις· πυρπόλει τοὺς ἄνθρακας.
{ΠΟ.} Τὸν ἄνδρα χαίρειν οἱ θεοὶ κελεύομεν
τρεῖς ὄντες ἡμεῖς.
{ΠΙ.} Ἀλλ´ ἐπικνῶ τὸ σίλφιον.
{ΗΡ.} Τὰ δὲ κρέα τοῦ ταῦτ´ ἐστίν;
{ΠΙ.} Ὄρνιθές τινες
ἐπανιστάμενοι τοῖς δημοτικοῖσιν ὀρνέοις
ἔδοξαν ἀδικεῖν.
{ΗΡ.} Εἶτα δῆτα σίλφιον
ἐπικνῇς πρότερον αὐτοῖσιν;
{ΠΙ.} Ὦ χαῖρ´, Ἡράκλεις.
Τί ἐστι;
{ΠΟ.} Πρεσβεύοντες ἡμεῖς ἥκομεν
παρὰ τῶν θεῶν περὶ πολέμου καταλλαγῆς.
{ΠΙ.} Ἔλαιον οὐκ ἔνεστιν ἐν τῇ ληκύθῳ.
{ΗΡ.} Καὶ μὴν τά γ´ ὀρνίθεια λιπάρ´ εἶναι πρέπει.
{ΠΟ.} Ἡμεῖς τε γὰρ πολεμοῦντες οὐ κερδαίνομεν,
ὑμεῖς τ´ ἂν ἡμῖν τοῖς θεοῖς ὄντες φίλοι
ὄμβριον ὕδωρ ἂν εἴχετ´ ἐν τοῖς τέλμασιν,
ἀλκυονίδας τ´ ἂν ἤγεθ´ ἡμέρας ἀεί.
Τούτων πέρι πάντων αὐτοκράτορες ἥκομεν.
{ΠΙ.} Ἀλλ´ οὔτε πρότερον πώποθ´ ἡμεῖς ἤρξαμεν
πολέμου πρὸς ὑμᾶς, νῦν τ´ ἐθέλομεν, εἰ δοκεῖ,
ἐὰν τὸ δίκαιον ἀλλὰ νῦν ἐθέλητε δρᾶν,
σπονδὰς ποεῖσθαι. Τὰ δὲ δίκαι´ ἐστὶν ταδί·
Τὸ σκῆπτρον ἡμῖν τοῖσιν ὄρνισιν πάλιν
τὸν Δί´ ἀποδοῦναι· κἂν διαλλαττώμεθα
ἐπὶ τοῖσδε, τοὺς πρέσβεις ἐπ´ ἄριστον καλῶ.
{ΗΡ.} Ἐμοὶ μὲν ἀπόχρη ταῦτα καὶ ψηφίζομαι.
{ΠΟ.} Τί, ὦ κακόδαιμον; Ἠλίθιος καὶ γάστρις εἶ.
Ἀποστερεῖς τὸν πατέρα τῆς τυραννίδος;
{ΠΙ.} Ἄληθες; οὐ γὰρ μεῖζον ὑμεῖς οἱ θεοὶ
ἰσχύσετ´, ἢν ὄρνιθες ἄρξωσιν κάτω;
Νῦν μέν γ´ ὑπὸ ταῖς νεφέλαισιν ἐγκεκρυμμένοι
κύψαντες ἐπιορκοῦσιν ὑμᾶς οἱ βροτοί·
ἐὰν δὲ τοὺς ὄρνις ἔχητε συμμάχους,
ὅταν ὀμνύῃ τις τὸν κόρακα καὶ τὸν Δία,
ὁ κόραξ παρελθὼν τοὐπιορκοῦντος λάθρᾳ
προσπτόμενος ἐκκόψει τὸν ὀφθαλμὸν θενών.
{ΠΟ.} Νὴ τὸν Ποσειδῶ ταῦτά γέ τοι καλῶς λέγεις.
{ΗΡ.} Κἀμοὶ δοκεῖ.
{ΠΙ.} Τί δαὶ σὺ φῄς;
{ΤΡΙΒΑΛΛΟΣ}
Να Βαισατρευ.
{ΗΡ.} Ὁρᾷς, ἐπαινεῖ χοὖτος.
{ΠΙ.} Ἕτερόν νυν ἔτι
ἀκούσαθ´ ὅσον ὑμᾶς ἀγαθὸν ποήσομεν.
Ἐάν τις ἀνθρώπων ἱερεῖόν τῳ θεῶν
εὐξάμενοι εἶτα διασοφίζηται λέγων·
»Μενετοὶ θεοί«, καὶ μἀποδιδῷ μισητίᾳ,
ἀναπράξομεν καὶ ταῦτα.
{ΠΟ.} Φέρ´ ἴδω τῷ τρόπῳ;
{ΠΙ.} Ὅταν διαριθμῶν ἀργυρίδιον τύχῃ
ἅνθρωπος οὗτος, ἢ καθῆται λούμενος,
καταπτόμενος ἰκτῖνος ἁρπάσας λάθρᾳ
προβάτοιν δυοῖν τιμὴν ἀνοίσει τῷ θεῷ.
{ΗΡ.} Τὸ σκῆπτρον ἀποδοῦναι πάλιν ψηφίζομαι
τούτοις ἐγώ.
{ΠΟ.} Καὶ τὸν Τριβαλλόν νυν ἐροῦ.
{ΗΡ.} Ὁ Τριβαλλός, οἰμώζειν δοκεῖ σοι;
{ΤΡ.} Σαυ νακα
βακταρι κρουσα.
{ΗΡ.} Φησί μ´ εὖ λέγειν πάνυ.
{ΠΟ.} Εἴ τοι δοκεῖ σφῷν ταῦτα, κἀμοὶ συνδοκεῖ.
Οὗτος, δοκεῖ δρᾶν ταῦτα τοῦ σκήπτρου πέρι.
{ΠΙ.} Καὶ νὴ Δί´ ἕτερόν γ´ ἐστὶν οὗ ´μνήσθην ἐγώ.
Τὴν μὲν γὰρ Ἥραν παραδίδωμι τῷ Διί,
τὴν δὲ Βασιλείαν τὴν κόρην γυναῖκ´ ἐμοὶ
ἐκδοτέον ἐστίν.
{ΠΟ.} Οὐ διαλλαγῶν ἐρᾷς.
Ἀπίωμεν οἴκαδ´ αὖθις.
{ΠΙ.} Ὀλίγον μοι μέλει.
Μάγειρε, τὸ κατάχυσμα χρὴ ποεῖν γλυκύ.
{ΗΡ.} Ὦ δαιμόνι´ ἀνθρώπων Πόσειδον, ποῖ φέρει;
Ἡμεῖς περὶ γυναικὸς μιᾶς πολεμήσομεν;
{ΠΟ.} Τί δαὶ ποιῶμεν;
{ΗΡ.} Ὅ τι; διαλλαττώμεθα.
{ΠΟ.} Τί ᾦζύρ´; Οὐκ οἶσθ´ ἐξαπατώμενος πάλαι;
Βλάπτεις δέ τοι σὺ σαυτόν. Ἢν γὰρ ἀποθάνῃ
ὁ Ζεὺς παραδοὺς τούτοισι τὴν τυραννίδα,
πένης ἔσει σύ· σοῦ γὰρ ἅπαντα γίγνεται
τὰ χρήμαθ´, ὅς´ ἂν ὁ Ζεὺς ἀποθνῄσκων καταλίπῃ.
{ΠΙ.} Οἴμοι τάλας, οἷόν σε περισοφίζεται.
Δεῦρ´ ὡς ἔμ´ ἀποχώρησον, ἵνα τί σοι φράσω.
Διαβάλλεταί ς´ ὁ θεῖος, ὦ πόνηρε σύ.
Τῶν γὰρ πατρῴων οὐδ´ ἀκαρῆ μέτεστί σοι
κατὰ τοὺς νόμους· νόθος γὰρ εἶ κοὐ γνήσιος.
{ΗΡ.} Ἐγὼ νόθος; Τί λέγεις;
{ΠΙ.} Σὺ μέντοι νὴ Δία
ὤν γε ξένης γυναικός. Ἢ πῶς ἄν ποτε
ἐπίκληρον εἶναι τὴν Ἀθηναίαν δοκεῖς,
οὖσαν θυγατέρ´, ὄντων ἀδελφῶν γνησίων;
{ΗΡ.} Τί δ´ ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα
νοθεῖ´ ἀποθνῄσκων;
{ΠΙ.} Ὁ νόμος αὐτὸν οὐκ ἐᾷ.
Οὗτος ὁ Ποσειδῶν πρῶτος, ὃς ἐπαίρει σε νῦν,
ἀνθέξεταί σου τῶν πατρῴων χρημάτων
φάσκων ἀδελφὸς αὐτὸς εἶναι γνήσιος.
Ἐρῶ δὲ δὴ καὶ τὸν Σόλωνός σοι νόμον·
- »Νόθῳ δὲ μὴ εἶναι ἀγχιστείαν παίδων ὄντων γνησίων·
- ἐὰν δὲ παῖδες μὴ ὦσι γνήσιοι, τοῖς ἐγγυτάτω γένους μετεῖ–
- ναι τῶν χρημάτων.«
{ΗΡ.} Ἐμοὶ δ´ ἄρ´ οὐδὲν τῶν πατρῴων χρημάτων
μέτεστιν;
{ΠΙ.} Οὐ μέντοι μὰ Δία. Λέξον δέ μοι,
ἤδη ς´ ὁ πατὴρ εἰσήγαγ´ εἰς τοὺς φράτερας;
{ΗΡ.} Οὐ δῆτ´ ἐμέ γε. Καὶ δῆτ´ ἐθαύμαζον πάλαι.
{ΠΙ.} Τί δῆτ´ ἄνω κέχηνας αἴκειαν βλέπων;
Ἀλλ´ ἢν μεθ´ ἡμῶν ᾖς, καταστήσας ς´ ἐγὼ
τύραννον ὀρνίθων παρέξω σοι γάλα.
{ΗΡ.} Δίκαι´ ἔμοιγε καὶ πάλαι δοκεῖς λέγειν
περὶ τῆς κόρης, κἄγωγε παραδίδωμί σοι.
{ΠΙ.} Τί δαὶ σὺ φῄς;
{ΠΟ.} Τἀναντία ψηφίζομαι.
{ΠΙ.} Ἐν τῷ Τριβαλλῷ πᾶν τὸ πρᾶγμα. Τί σὺ λέγεις;
{ΤΡ.} Καλαν κοραναυ καὶ μεγαλα βασιλιναυ
ὀρνιτο παραδίδωμι.
{ΗΡ.} Παραδοῦναι λέγει.
{ΠΟ.} Μὰ τὸν Δί´ οὐχ οὗτός γε· παραδοῦναι λέγει,
εἰ μὴ βαδίζει γ´ ὥσπερ αἱ χελιδόνες.
{ΠΙ.} Οὐκοῦν παραδοῦναι ταῖς χελιδόσιν λέγει.
{ΠΟ.} Σφώ νυν διαλλάττεσθε καὶ ξυμβαίνετε·
ἐγὼ δ´, ἐπειδὴ σφῷν δοκεῖ, σιγήσομαι.
{ΗΡ.} Ἡμῖν ἃ λέγεις σὺ πάντα συγχωρεῖν δοκεῖ.
Ἀλλ´ ἴθι μεθ´ ἡμῶν αὐτὸς εἰς τὸν οὐρανόν,
ἵνα τὴν Βασιλείαν καὶ τὰ πάντ´ ἐκεῖ λάβῃς.
{ΠΙ.} Εἰς καιρὸν ἆρα κατεκόπησαν οὑτοιὶ
εἰς τοὺς γάμους.
{ΗΡ.} Βούλεσθε δῆτ´ ἐγὼ τέως
ὀπτῶ τὰ κρέα ταυτὶ μένων; Ὑμεῖς δ´ ἴτε.
{ΠΟ.} Ὀπτᾷς τὰ κρές; Πολλήν γε τενθείαν λέγεις.
Οὐκ εἶ μεθ´ ἡμῶν;
{ΗΡ.} Εὖ γε μέντἂν διετέθην.
{ΠΙ.} Ἀλλὰ γαμικὴν χλανίδα δότω τις δεῦρό μοι.
{ΧΟ.} Ἔστι δ´ ἐν Φαναῖσι πρὸς τῇ {Ant.}
Κλεψύδρᾳ πανοῦργον ἐγ–
γλωττογαστόρων γένος,
οἳ θερίζουσίν τε καὶ σπεί–
ρουσι καὶ τρυγῶσι ταῖς γλώτ–
ταισι συκάζουσί τε·
βάρβαροι δ´ εἰσὶν γένους,
Γοργίαι τε καὶ Φίλιπποι.
Κἀπὸ τῶν ἐγγλωττογαστό–
ρων ἐκείνων τῶν Φιλίππων
πανταχοῦ τῆς Ἀττικῆς ἡ
γλῶττα χωρὶς τέμνεται.
{ΑΓΓΕΛΟΣ}
Ὦ πάντ´ ἀγαθὰ πράττοντες, ὦ μείζω λόγου,
ὦ τρισμακάριον πτηνὸν ὀρνίθων γένος,
δέχεσθε τὸν τύραννον ὀλβίοις δόμοις.
Προσέρχεται γὰρ οἷος οὔτε παμφαὴς
ἀστὴρ ἰδεῖν ἔλαμψε χρυσαυγεῖ δόμῳ
οὔθ´ ἡλίου τηλαυγὲς ἀκτίνων σέλας
τοιοῦτον ἐξέλαμψεν, οἷον ἔρχεται
ἔχων γυναικὸς κάλλος οὐ φατὸν λέγειν,
πάλλων κεραυνόν, πτεροφόρον Διὸς βέλος.
Ὀσμὴ δ´ ἀνωνόμαστος εἰς βάθος κύκλου
χωρεῖ, —καλὸν θέαμα, —θυμιαμάτων δ´
αὖραι διαψαίρουσι πλεκτάνην καπνοῦ.
Ὁδὶ δὲ καὐτός ἐστιν. Ἀλλὰ χρὴ θεᾶς
Μούσης ἀνοίγειν ἱερὸν εὔφημον στόμα.
{ΧΟ.} Ἄναγε δίεχε πάραγε πάρεχε. {Str.}
- Περιπέτεσθε μάκαρα μάκαρι σὺν τύχᾳ.
- Ὢ φεῦ φεῦ τῆς ὥρας, τοῦ κάλλους.
Ὦ μακαριστὸν σὺ γάμον τῇδε πόλει γήμας.
Μεγάλαι μεγάλαι κατέχουσι τύχαι
γένος ὀρνίθων
διὰ τόνδε τὸν ἄνδρ´. Ἀλλ´ ὑμεναίοις
καὶ νυμφιδίοισι δέχεσθ´ ᾠδαῖς
αὐτὸν καὶ τὴν Βασιλείαν.
Ἥρᾳ ποτ´ Ὀλυμπίᾳ {Str.}
τὸν ἠλιβάτων θρόνων
ἄρχοντα θεαὶ μέγαν
Μοῖραι ξυνεκοίμισαν
ἐν τοιῷδ´ ὑμεναίῳ.
Ὑμὴν ὤ, Ὑμέναι´ ὤ.
Ὁ δ´ ἀμφιθαλὴς Ἔρως {Ant.}
χρυσόπτερος ἡνίας
ηὔθυνε παλιντόνους,
Ζηνὸς πάροχος γάμων
τῆς τ´ εὐδαίμονος Ἥρας.
Ὑμὴν ὤ, Ὑμέναι´ ὤ.
{ΠΙ.} Ἐχάρην ὕμνοις, ἐχάρην ᾠδαῖς·
ἄγαμαι δὲ λόγων. Ἄγε νυν αὑτοῦ
καὶ τὰς χθονίας κλῄσατε βροντὰς
τάς τε πυρώδεις Διὸς ἀστεροπὰς
δεινόν τ´ ἀργῆτα κεραυνόν.
{ΧΟ.} Ὦ μέγα χρύσεον ἀστεροπῆς φάος,
ὦ Διὸς ἄμβροτον ἔγχος
πυρφόρον, ὦ χθόνιαι βαρυαχέες
ὀμβροφόροι θ´ ἅμα βρονταί,
αἷς ὅδε νῦν χθόνα σείει,
Δῖα δὲ πάντα κρατήσας
καὶ πάρεδρον Βασίλειαν ἔχει Διός.
Ὑμὴν ὤ, Ὑμέναι´ ὤ.
{ΠΙ.} Ἕπεσθέ νυν γαμοῦσιν, ὦ
φῦλα πάντα συννόμων
πτεροφόρ´, ἐπὶ πέδον Διὸς
καὶ λέχος γαμήλιον.
Ὄρεξον, ὦ μάκαιρα, σὴν
χεῖρα καὶ πτερῶν ἐμῶν
λαβοῦσα συγχόρευσον· αἴ–
ρων δὲ κουφιῶ ς´ ἐγώ.
{ΧΟ.} Ἀλαλαί, ἰὴ παιών·
τήνελλα καλλίνικος, ὦ
δαιμόνων ὑπέρτατε.