.
2,5,10
Δέκατον ἐπετάγη ἆθλον τὰς Γηρυόνου βόας ἐξ ᾿Ερυθείας κομίζειν. ᾿Ερύθεια δὲ ἦν ᾿Ωκεανοῦ πλησίον κειμένη νῆσος, ἣ νῦν Γάδειρα καλεῖται. Ταύτην κατῴκει Γηρυόνης Χρυσάορος καὶ Καλλιρρόης τῆς ᾿Ωκεανοῦ, τριῶν ἔχων ἀνδρῶν συμφυὲς σῶμα, συνηγμένον εἰς ἓν κατὰ τὴν γαστέρα, ἐσχισμένον δὲ εἰς τρεῖς ἀπὸ λαγόνων τε καὶ μηρῶν. Εἶχε δὲ φοινικᾶς βόας, ὧν ἦν βουκόλος Εὐρυτίων, φύλαξ δὲ ῎Ορθος ὁ κύων δικέφαλος ἐξ ᾿Εχίδνης καὶ Τυφῶνος γεγεννημένος.
Πορευόμενος οὖν ἐπὶ τὰς Γηρυόνου βόας διὰ τῆς Εὐρώπης, ἄγρια πολλὰ <ζῷα> ἀνελὼν Λιβύης ἐπέβαινε, καὶ παρελθὼν Ταρτησσὸν ἔστησε σημεῖα τῆς πορείας ἐπὶ τῶν ὅρων Εὐρώπης καὶ Λιβύης ἀντιστοίχους δύο στήλας. Θερόμενος δὲ ὑπὸ ῾Ηλίου κατὰ τὴν πορείαν, τὸ τόξον ἐπὶ τὸν θεὸν ἐνέτεινεν· ὁ δὲ τὴν ἀνδρείαν αὐτοῦ θαυμάσας χρύσεον ἔδωκε δέπας, ἐν ᾧ τὸν ᾿Ωκεανὸν διεπέρασε.
καὶ παραγενόμενος εἰς ᾿Ερύθειαν ἐν ὄρει ῎Αβαντι αὐλίζεται. Αἰσθόμενος δὲ ὁ κύων ἐπ᾿ αὐτὸν ὥρμα· ὁ δὲ καὶ τοῦτον τῷ ῥοπάλῳ παίει, καὶ τὸν βουκόλον Εὐρυτίωνα τῷ κυνὶ βοηθοῦντα ἀπέκτεινε. Μενοίτης δὲ ἐκεῖ τὰς ῞Αιδου βόας βόσκων Γηρυόνῃ τὸ γεγονὸς ἀπήγγειλεν. Ὁ δὲ καταλαβὼν ῾Ηρακλέα παρὰ ποταμὸν ᾿Ανθεμοῦντα τὰς βόας ἀπάγοντα, συστησάμενος μάχην τοξευθεὶς ἀπέθανεν. ῾
Ηρακλῆς δὲ ἐνθέμενος τὰς βόας εἰς τὸ δέπας καὶ διαπλεύσας εἰς Ταρτησσὸν ῾Ηλίῳ πάλιν ἀπέδωκε τὸ δέπας.
Από τη ελληνική Βικιπαίδεια http://el.wikipedia.org . Όλα τα κείμενα είναι διαθέσιμα υπό την GNU Free Documentation License