ART

.

Επιγράμματα
Τα παρακάτω αποσπάσματα αντιγράφηκαν από το Lyra Graeca του John Maxwell Edmonds (1922), αλλά παρουσιάζονται με τη σειρά που δίνεται από το Poetae lyrici Graeci του Theodorus Bergk.
Επίγραμμα 1
    Ὦ ᾽ναξ Ἀπόλλων, παῖ μεγάλω Δίος,
Επίγραμμα 5
Εις Ερμήν
χαῖρε, Κυλλάνας ὀ μέδεις, σὲ γάρ μοι
θῦμος ὔμνην, τὸν κορύφαισιν αὐγαῖς
Μαῖα γέννατο Κρονίδαι μίγεισα
παμβασίληι
Επίγραμμα 9
    εἰς Ἀθηνᾶν
Ὦ ᾽νασσ᾽ Ἀθανάα πολε[μάδοκε],
ἄ ποι Κορωνείας ἐπιϝείδεο
ναύω πάροιθεν ἀμφι[κλύστω]
Κωϝαλίω ποτάμω παρ᾽ ὔχθοις...
Επίγραμμα 11
    ...ὤστε θέων μήδεν᾽ Ὀλυμπίων
λῦσ᾽ ἄτερ ϝέθεν...
Επίγραμμα 13A
    τὸ γὰρ θεῶν ἰότατ᾽ ὔμμε λάχον τῶν ἀϝάτων γέρας
θήσει...
Επίγραμμα 13B
    ...δεινότατον θεῶν
[τὸν] γέννατ᾽ εὐμέδιλλος Ἶρις
χρυσοκόμᾳ Ζεφύρῳ μίγεισα
Επίγραμμα 14
    τὸ δ᾽ ἔργον ἀγήσαιτο τέα κόρα
Επίγραμμα 15
μαρμ[αίρει δὲ] μέγας δόμος χάλκωι, π[αῖσα δ' ~ἄ]ρηι κεκόσμηται στέγα
λάμ[πραισιν] κυνίαισι, κὰτ τᾶν λεῦ[κοι κατέπ]ερθεν ἴππιοι λόφοι
νε[ύοισιν, κεφ]άλαισιν ἄνδρων ἀγά[λματα· χ]ά[λκ]ι[αι] δὲ πασσάλοις
κρύ[πτοισιν] π[ερικεί]μεναι λάμπραι κνάμιδ[ες, ἄρκ]ος ἰσχύρω βέλεος,
[5]θόρρακές τε νέω λίνω κόιλαί τε κὰτ ἄσπιδες βεβλήμεναι·
πὰρ δὲ Χαλκίδικαι σπάθαι, πὰρ δὲ ζώματα πόλλα καὶ κυπάσσιδες.
τῶν οὐκ ἔστι λάθεσθ' ἐπεὶ δὴ +πρώτισθ' ὑπὸ+ ἔργον ἔσταμεν τόδε.
Λαμποκοπά απ' το χάλκωμα το μέγα δώμα κι είναι
για χάρη του Άρη όλη η σκεπή ομορφοστολισμένη
με περικεφαλαίες λαμπρές κι απο ψηλά προσγέρνουν
κάτω αλογόφουντες λευκές, στολίδια για κεφάλια
πολεμισταδων και, στητά τριγύρω σε παλούκια
κρυμμένα, στέκουν χάλκινα και λαμπερά τουζλούκια,
οπού είναι για τις δυνατές σαΐτες φυλαχτάρι,
και σιδεροπουκάμισα πλεχτά με νιό λινάρι
και κάτου τα βαθουλωτά ριγμένα είναι σκουτάρια.
Και δίπλα Χαλκιδέικα σπαθιά κι αναζωστάρια
πολλά σιμά τους και πιο εκεί πουκάμισα πολέμου.
Αυτά δεν είναι δυνατό να τ' απολησμονήσω,
γιατί νομίζω, πως αυτά την πρώτην έχουν θέση.
        Μετάφραση: Ηλ. Βουτιερίδης

Επίγραμμα 16
    ...βλήχρων ἀνέμων ἀχείμαντοι πνόαι
Επίγραμμα 17
    ...γαίας καὶ νιφόεντος ὀρράνω μέσοι·
Επίγραμμα 18
ἀσυννέτημμι τὼν ἀνέμων στάσιν·
τὸ μὲν γὰρ ἔνθεν κῦμα κυλίνδεται͵
τὸ δ΄ ἔνθεν͵ ἄμμες δ΄ ὂν τὸ μέσσον
νᾶϊ φορήμμεθα σὺν μελαίναι
[5]χείμωνι μόχθεντες μεγάλωι μάλα·
πὲρ μὲν γὰρ ἄντλος ἰστοπέδαν ἔχει͵
λαῖφος δὲ πὰν ζάδηλον ἤδη͵
καὶ λάκιδες μέγαλαι κὰτ αὖτο·
χόλαισι δ΄ ἄγκυρραι, τὰ δ' ὀήϊα
...
...
τοι πόδες ἀμφότεροι μένοισιν
ἐν βιμβλίδεσσι· τοῦτό με καὶ σάοι
μόνον· τὰ δ΄ ἄχματ΄ ἐκπεπ?άχμενα
[15]..μεν φόρηντ΄ ἔπερθα...

Επίγραμμα 19
    τὸ δηὖτε κῦμα τὸ προτιάμενον
στείχει, παρέξει δ᾽ ἄμμι πόνον πόλυν
ἄντλην, ἐπεί κε νᾶος ἔββᾳ·
Επίγραμμα 20
    Νῦν χρῆ μεθύσθην καί τινα πρὸς βίαν
πόνην, ἐπειδὴ κάτθανε Μύρσιλος.
Επίγραμμα 21
    Μέλαγχρος, αἴδως ἄξιος εἲς πόλι
Επίγραμμα 22
    λόφον τε σείων Κάρικον...
Επίγραμμα 23
    [Τίς γνώμα σ᾽ ἐσέ]δυ καὶ διανοιΐα
[ἂ τόσσον τετάρα]ξαι χρόνον, ὦ πά[τρι ;]
[θάρση· οὐ φᾶσε γ]ὰρ αὖτος Κρονίδα[ς χρέων]
[ἔμμεναί σ᾽ Ἄρε᾽ ὄπ]πᾳ κέ σ᾽ ἔλη τρέ[μην,]
[οὐδ᾽ ἀμφικτίον᾽] οὐδ᾽ οὖν ἄλα πήλ[ορον]
[ζαπλεύσαντ᾽ ἐρέταν δῆ[θ᾽] ἐκατη[βόλω]
[τενέην δόρρος ἄε]θλον πολυπή[μονα,]
[αἰ μὴ πάντας ἀρ]ίστηας ἀπυκρ[ιν]έη[ς]
[αὔτα τῶν σέθεν ε]ἰς μάκρον ἀπει[μένα.]
ἄνδρες γὰρ πόλιος πύργος Ἀρεύιος·
[νῦν δέ σ᾽ οὖδεν ἔ]τ᾽ ὠς κῆνος ἐβόλλετο
[δρᾶσαν ὤκεα δὴ] μοῖρα κατέσχ[εθε,]
[καὶ βρύτηρες ἐ]πεί σοι ἦμεν ἐπεί[μενοι]
[ἂπ σέθεν παράγ]ων Ζεῦς ὔπελ[εν πάλι]ν·
[βεβόλλευτο γὰρ] αὔτῳ· τά τ᾽ ἔχεις [κάκ]ων
[νῦν ὄτις κε θέλη]σ᾽ ἐβφερέτω λ[ύσιν.]
[τὸν ἐψησάμενον τοὶς] πυάν[οις δέει]
[καὶ φάγην· τάδε δ᾽ ἄμμ᾽ οὐκὶ μέμηλ᾽ ἔτι.]
[οὐδ᾽ ἄεικες ἄρ᾽ ἄτι]ς τόδ᾽ ἔησι [κᾶρ]
[ἴησιν· Τενάγη]ς γὰρ τάδε σοι ἄ[ρχετο]
[Ἀολίων, ὂν ἄδελ]φος Μάκαρ ἔγχε[ϊ]
[κατέκτεννε π]άροιθεν βαρυ[λειψά]νῳ.
[τᾶς ἔγω πέρι τό]σσουτον ἐπεύ[χ]ομαι,
[οὔτω μήκετ᾽ ἴδ]εσθαι ἀελίω φάος
[ὄλεσθαι δὲ τάχ᾽, α]ἴ γε Κλεανακτίδαν
[ἢ τὸν χίρραπόδαν] ἢ ᾽ρχεανακτίδαν
[ζῶν ἔγω περίδω], τὸν μελιάδεα
[πόλις καὶ στάσις ὐμμ]άλικος ὤλεσαν.
Επίγραμμα 24
    οὐ <γὰρ> τιτρῴσκει τἀπίσαμ᾽ οὐδ᾽
αὖτα κατ᾽ αὖτ᾽ ἐδύναν ἔχοισιν
αἰ μὴ αὖτος ὤχων αἴ κε γέναιος ἦ.
Επίγραμμα 25
    Ὤνηρ οὖτος ὁ μαιόμενος τὸ μέγα κρέτος
ὀντρέψει τάχα τὰν πόλιν· ἀ δ᾽ ἔχεται ρόπας·
Επίγραμμα 26
    ...οὐδέ πω Ποσείδαν
ἄλμυρον ἐστυφέλιξε πόντον.
    ...γᾶς γὰρ πέλεται σέευς·
Επίγραμμα 27
    ἔπταζον ὤστ᾽ ὄρνιθες ὦκυν
αἴετον ἐξαπίνας φάνεντα.
Επίγραμμα 28
    εἰς Ἄρη
...Ἄρευ, δι᾽ ὦ φόβος δαΐκτηρ...
Επίγραμμα 29
    ...Ἄρευος στροτιωτέροις
Επίγραμμα 30
    ...τὸ γὰρ
Ἄρευι κατθάνην κάλον...·
Επίγραμμα 31
    μεῖξαν τ᾽ ἐς ἀλλάλοις Ἄρευα.
Επίγραμμα 32
    [Κᾶρυξ, εἰς Μυτιλάνναν ἐράταν συθεὶς
φιλτάτῳ Μελανίππῳ φάθ᾽ ὄτ᾽] Ἄλκαος
σάος ἄρ᾽ οἰ ἔντεα δ᾽ οὔ· κῦτον ἀληκτόϝιν
εἰς Γλαυκώπιον ὀγκρέμμασαν Ἄττικοι.
Επίγραμμα 33
    Ἦλθες ἐκ περάτον γᾶς ἐλεφαντίναν
λάβαν τῶ ξίφεος χρυσοδέταν ἔχων,
[φίλ᾽ Ἀντιμμενίδα, τῷ ποτὰ χράμενος
τοῖσι τετραμαρήων κατὰ τέγματα
πλίνθων ναιετάοισιν Βαβυλωνίοις
συμμάχεις ἐτέλεσσας μέγαν αὔεθλον
κἀκ πόλλαν ὀνίαν ἄσφε ϝερύσσαο]
κτένναις ἄνδρα μαχαίταν βασιληΐων
παλαίσταν ἀπυλείποντα μόναν ἴαν
παχέων ἀπὺ πέμπων...

Επίγραμμα 34
ὔει μὲν ὀ Ζεῦς͵ ἐκ δ΄ ὀράνω μέγας
χείμων͵ πεπάγαισιν δ΄ ὐδάτων ῤόαι
[...]
[...]
κάββαλλε τὸν χείμων΄͵ ἐπὶ μὲν τίθεις
πῦρ ἐν δὲ κέρναις οἶνον ἀφειδέως
μέλιχρον͵ αὐτὰρ ἀμφὶ κόρσᾳ
μόλθακον ἀμφιβάλων γνόφαλλον.
(αντί για το «ὔει»[1] (βρέχει), στη Lyra Graeca εμφανίζεται ως «νεύει» [2])
Επίγραμμα 35
οὐ χρῆ κάκοισι θῦμον ἐπιτρέπην,
προκόψομεν γὰρ οὐδὲν ἀσάμενοι,
ὦ Βύκχι, φαρμάκων δ' ἄριστον
οἶνον ἐνεικαμένοις μεθύσθην

				
Επίγραμμα 36
    ἀλλ᾽ ἀνήτω μὲν περὶ ταῖς δέραισι
περθέτω πλέκταις ὐπαθύμιδάς τις,
κὰδ δὲ χευάτω μύρον ἆδυ κὰτ τῶ
στήθεος ἄμμι.
Επίγραμμα 37A
    ...φώνᾳ δ᾽ ἀθρόᾳ τὸν κακοπάτριδα
Φίττακον πόλιος τᾶς ἀχόλω καὶ βαρυδαίμονος
ἐστάσαντο τύραννον μέγ᾽ ἐπαίνεντες ἀόλλεες.
Επίγραμμα 38
    Τριβόλλετερ· οὐ γὰρ Ἀρκάδεσσι λώβα...
Επίγραμμα 39
τέγγε πλεύμονας οἴνωι, τὸ γὰρ ἄστρον περιτέλλεται,
ἀ δ' ὤρα χαλέπα, πάντα δὲ δίψαις' ὐπὰ καύματος,
ἄχει δ' ἐκ πετάλων ἄδεα τέττιξ ...
ἄνθει δὲ σκόλυμος, νῦν δὲ γύναικες μιαρώταται
λέπτοι δ' ἄνδρες, ἐπεὶ [ ] κεφάλαν καὶ γόνα Σείριος
ἄσδει[ ]*
. *αλλού αναφέρεται «ἄζει»

Επίγραμμα 40
    Πώνωμεν, τὸ γὰρ ἄστρον περιτέλλεται.
Επίγραμμα 41
πώνωμεν· τί τὰ λύχν' ὀμμένομεν; δάκτυλος ἀμέρα·
κὰδ +δ' ἄερρε κυλίχναις μεγάλαις +αιταποικιλλισ+·
οἶνον γὰρ Σεμέλας καὶ Δίος υἶος λαθικάδεον
ἀνθρώποισιν ἔδωκ'. ἔγχεε κέρναις ἔνα καὶ δύο
πλήαις κὰκ κεφάλας, [ἀ] δ' ἀτέρα τὰν ἀτέραν κύλιξ
ὠθήτω.
Επίγραμμα 42
    Κὰτ τᾶς πόλλα π[αθοίσας κεφάλας κάκχεε μοι μύρον]
καὶ κὰτ τῶ πολ[ίω στήθεος· αἰ γάρ τισί κ᾽ ἄλγος ἦ,]
πωνόντων. κάκα [δὴ παῖσι βρότοις ἔστ᾽ ὄτ Ὀλύμπιοι]
ἔδοσαν, πέδα δ᾽ ἄλλω[ν τόδε μοὶ κωὐκὶ μόνῳ πάθος]
ἀνθρώπων. ὀ δὲ μὴ φ[αὶς ἄγαθον πώνεμεν ἔμμεναι]
[κ]ήν[ῳ] φαῖσθ᾽ 'Ἀπόλ[οι᾽· οὐ γὰρ ἴσαισθ᾽ ὤγαθον οὐδ᾽ ὂ μή.']
Επίγραμμα 43
    Λάταγες ποτέονται κυλίχναν ἀπὺ Τηΐαν·
Επίγραμμα 44
    Μῆδεν ἄλλο φυτεύσης πρότερον δένδριον ἀμπέλω.
Επίγραμμα 45
    Ἦρος ἀνθεμόεντος ἐπάϊον ἀρχομένοιο·
...
ἐν δὲ κέρνατε τῶ μελιλάδεος ὄττι τάχιστα
κράτηρα...
Επίγραμμα 46
    πρὸς Μένωνα
Κέλομαί τινα τὸν χαρίεντα Μένωνα κάλεσσαι,
αἰ χρῆ συμποσίας ἐπόνασιν ἔμοι ϝε γένεσθαι.
Επίγραμμα 47
    ἄλλοτα μὲν μελιάδεος, ἄλλοτα
δ᾽ ὀξυτέρω τριβόλων ἀρυτήμενοι·
Επίγραμμα 48A
    Κρονίδα βασίληος γένος Αἶαν, τὸν ἄριστον πεδ᾽ Ἀχιλλέα
Επίγραμμα 48B
    εἰς Ἀχιλλέα
Ὦ ᾽ναξ Ἀχίλλευ ὂς γᾶς Σκυθίκας μέδεις...
Επίγραμμα 49
    ὠς γὰρ δήποτ᾽ Ἀρισόδαμον
φαῖσ᾽ οὐκ ἀπάλαμνον ἐν Σπάρτᾳ λόγον
εἴπην, χρήματ᾽ ἄνηρ, πένιχρος
δ᾽ οὔδεις πέλετ᾽ ἔσλος οὐδὲ τίμιος.
Επίγραμμα 50
    [...ἐδόκ]η δ᾽ ἄρεσ[το]ν ἔμμεναι
πώνην· τῷ δέ κεν ἦσι τ[όσσο]ς
πὲρ ταὶς φρένας οἶνος, οὐ δίω τόος·
κάτω γὰρ κεφάλαν κατίσχει
τὸν ϝον θάμα θῦμον αἰτιάμενος
πεδά τ᾽ οὐόμενος τά κεν θῆ,
τὸ δ᾽ οὐκέτι ϝά[νδα]νεν πεπαιτάτῳ.
Επίγραμμα 51
    Πέτρας καὶ πολίας θαλάσσας
τέκνον...
...ἐκ δὲ παίσας
χαύνοις φρένας, ἀ θαλασσία λέπας.
Επίγραμμα 52
    πρὸς Πιττακόν (?)
...ἐκ δὲ ποτήρια
πώνης Διννομένῃ παρίσδων.
Επίγραμμα 53
    οἶνος γὰρ ἀνθρώποισι δίοπτρον...
Επίγραμμα 54A
    Χαῖρε καὶ τῶ τάνδε·
Επίγραμμα 54B
    Δεῦρο σύμπωθι.
Επίγραμμα 55
    Ἰόπλοκ᾽ ἄγνα μελλιχόμειδε Σάπφοι,
θέλω τι ϝείπην ἀλλά με κωλύει αἴδως.
Επίγραμμα 56
    Δέξαι με κωμάζοντα, δέξαι, λίσσομαί σε, λίσσομαι.
Επίγραμμα 57
    Οἶνος, ὦ φίλε παῖ, καὶ ἀλάθεα
Επίγραμμα 58
    ...οὐ <γὰρ> ἔγω Λύκον
ἐν Μοίσαισ᾽ ἀλέγω·
Επίγραμμα 59
    ἔμε δείλαν, ἔμε παῖσαν κακότατα πεδέχοισαν
Επίγραμμα 60
    Ἔπετον Κυπρογενήας παλάμαισιν
[δολομήδεσσι τύπεις·] ὄπποσέ κ[εν γὰρ]
[ἄλος ἢ γᾶς προφύγω κῆσ]ε πόλω[ν με]
[κίχεν Ὦρος...]
Επίγραμμα 61
    τερένας ἄνθος ὀπώρας
Επίγραμμα 62
    Κόλπῳ σ᾽ ἐδέξαντ᾽ ἄγναι Χάριτες, Κρίνοι.
Επίγραμμα 63
    ἄεισον ἄμμι τὰν ἰόκολπον
Επίγραμμα 64
    ...καὶ πλείστοισι ϝάνασσε λάοις·
Επίγραμμα 65
    Πρώτα μὲν Ἄντανδρος Λελέγων πόλις
Επίγραμμα 66
    ἦ ποι σὺν ἄνδρων ἆγε <δε>δάσμενον
στρότον, νόμισμ᾽ ἐπ᾽ οἰ πνέοισα.
Επίγραμμα 67
    ...τῷ ἀχάλιννον
ἄρκος ἔσῃ...
Επίγραμμα 68
    πάμπαν δ᾽ ἐτύφωσ᾽ ἐκ δ᾽ ἔλετο φρένας.
Επίγραμμα 69
    καί τις ἐπ᾽ ἐσχατίαισιν οἴκεις
Επίγραμμα 70
    μίγδα μάλευρον
Επίγραμμα 71
    ...καὶ τάδ᾽
ὠς λόγος ἐκ πατέρων ὄρωρε·
Επίγραμμα 72
    ἔμ᾽ αὔτῳ παλαμάσομαι
Επίγραμμα 73
    ...ὄτ᾽ ἄσφ᾽ ἀπολλυμένοις σάως·
Επίγραμμα 74
    οἴκῳ τε πὲρ σῷ καὶ πὲρ ἀτιμίαις...
Επίγραμμα 75
    ...εἶς τῶν δυοκαιδέκων
Επίγραμμα 76
    καί κ᾽ οὖδεν ἐκ δένος γένοιτο·
Επίγραμμα 77
    Ἀχνάσδημι κάλως· οὔτι γὰρ οἰ φίλοι
Επίγραμμα 78
    ...νόον δὲ ϝαύτω
πάμπαν ἀέρρει.
Επίγραμμα 79
    κἀπιπλεύϝην νάεσσιν
Επίγραμμα 80
    αἰ δέ κ᾽ ἄμμι Ζεῦς τελέση νόημα·
Επίγραμμα 81
    ...ἄμμιν ἀθάνατοι θέοι
νίκαν <ἔδωκαν>·
Επίγραμμα 82
    ...νῦν δ᾽ οὖτος ἐπικρέτει
κινήσαις τὸν ἀπ᾽ ἴρας πύκινος λίθον.
Επίγραμμα 83
    ...αἰ ϝείποις τὰ θέλης, ἀκούσαις
τά κ᾽ οὐ θέλης.
Επίγραμμα 84
    Ὄρνιθες τίνες οἴδ᾽ ὠκεάνω γᾶς τ᾽ ἀπὺ περράτων
ἦλθον πανέλοπες ποικιλόδερροι τανυσίπτεροι;
Επίγραμμα 85
    Νύμφαι, ταὶς Δίος ἐξ αἰγιόχω φαῖσι τετυγμέναις...
Επίγραμμα 86
    αἰ γὰρ κἄλλοθεν ἔλθη αἶ δὲ φάη κήνοθεν ἔμμεναι
Επίγραμμα 87
    ...σὺ δὲ σαύτῳ τομίας ἔσῃ.
Επίγραμμα 88
    μηδ᾽ ὀνίαις τοῖς πλέασ᾽ ἀμμέων παρέχην...
Επίγραμμα 89
    οὐδέ τι μυννάμενος ἄλλυι τ[ὸ] νόημα...·
Επίγραμμα 90
    Ἐρραφεώτας γὰρ ἄναξ...
Επίγραμμα 91
    ...Ἄρκαδες ἔσσαν βαλανήφαγοι.
Επίγραμμα 92
    εἰς Πενίαν
Ἀργάλεον Πενία κάκον ἄσχετον, ἂ μέγαν
δάμναις λᾶον Ἀμαχανίᾳ σὺν ἀδελφίᾳ...
Επίγραμμα 93
    ...<Ταντάλῳ>
κεῖτ᾽ ὐπὲρ κεφάλας μέγας, ὦ Αἰσιμίδα, λίθος.
Επίγραμμα 94
    Ἦρ᾽ ἔτι Διννομένῃ τῷ τ᾽ Υ̓ρραδείῳ
τἄρμενα λάμπρα κέαντ᾽ ἐν μυρσινήῳ;
Επίγραμμα 95
    Ἔκ μ᾽ ἔλασας ἀλγέων...
Επίγραμμα 96
    ...ὄττινες ἔσλοι
ὐμμέων τε καί ἀμμέων.
Επίγραμμα 97
    ἐλάφω δὲ βρόμος ἐν στήθεσι φνίει φόβερος·
Επίγραμμα 98
    ἐπὶ γὰρ πᾶρος ὀνίαρον ἴκνηται·
Επίγραμμα 99
    ...πάλιν ταὶς
ὖς παρορίννει·
Επίγραμμα 100
    ἄμμεσιν πεδάορον
Επίγραμμα 101
    ...ἀλλὰ σαύτῳ πεδέχων ἄϝως
πρὸς πόσιν...
Επίγραμμα 102
    ἔγω μὲν οὐ δέω τάδε παρτύρεντας·
Επίγραμμα 103
    καὶ Σκυθίκαις ὐπαδησάμενος
Επίγραμμα 104
    ἂπ πατέρων μάθος
Επίγραμμα 105A
    πατέρων ἄμμων
Επίγραμμα 105B
    ἀμμετέρων ἀχέων
Επίγραμμα 120
    ἀγέρωχον
Επίγραμμα 121
    ἄγωνος·
Επίγραμμα 123
    ἀμάνδαλον
Επίγραμμα 124
    Ἀρέως
Επίγραμμα 125
    αὔϝολλαι·
Επίγραμμα 126
    τῶνδεων
Επίγραμμα 127
    ἔον
Επίγραμμα 129
    ἐπιάλταν
Επίγραμμα 130
    ἔρρεντι
Επίγραμμα 131
    ἐσύνηκεν
Επίγραμμα 132
    ὦ Εὐρυδάμαν
Επίγραμμα 133
    θέσις
Επίγραμμα 134
    κάλιον
Επίγραμμα 135
    κατάρη
Επίγραμμα 136
    Κήτειον
Επίγραμμα 137
    Κῖκις
Επίγραμμα 138
    κίνδυνι
Επίγραμμα 139
    κότυλοι,
Επίγραμμα 140
    κταίνω
Επίγραμμα 141
    κύπρον
Επίγραμμα 142
    μετρῆσαι
Επίγραμμα 143
    αὖταρ ἐπεὶ χέρρεσσι νέον...
Επίγραμμα 144
    Νήρῃ
Επίγραμμα 145
    ὄϊδα
Επίγραμμα 146
    παραβάλλεταί σε
Επίγραμμα 147
    πεφύγγων
Επίγραμμα 149
    ϝρᾶξις
Επίγραμμα 150
    ϝιδομαλίδαν
ῥεθομαλίδας
Επίγραμμα 151
    ...δάκη τῶν σίκυων·
Επίγραμμα 152
    τεμένηος
Επίγραμμα 154
    τετράϝωσιν ἀήδονας
Επίγραμμα 155
    τερέων
Επιπλέον αποσπάσματα
Τα παρακάτω αποσπάσματα από το Lyra Graeca δεν ήταν παρόντα στο Poetae lyrici Graeci.
Edmonds 11
    [...τέ]μενος λάχοισ[α]
[...κ]ορύφαν πόληος
[...]ν Ἀφρόδιτα
[...]
Edmonds 14
    εἰς Διοσκούρους
[Δεῦτ᾽ Ὄλυμπον ἀστέρ]οπο[ν] λίποντε[ς]
[παῖδες ἴφθ]ιμοι Δίος ἠδὲ Λήδας
[ἰλλάῳ] θύμῳ προ[φά]νητε Κάστορ
        καὶ Πολύδευκες,
    οἲ κατ᾽ εὔρηαν χθόνα καὶ θάλασσαν
παῖσαν ἔρχ[εσθ᾽] ὠ[κυπό]δων ἐπ᾽ ἴππων,
ρῆα δ᾽ ἀνθρώ[ποις] θανάτω ρύεσθε
        δακρυόεντος
    εὐσδύ[γ]ων θρῴσκοντ[ες ὂν] ἄκρα νάων
[π]ήλοθεν λάμπροι προτό[νοισ᾽ ἴσο]ντες
ἀργαλέα δ᾽ ἐν νύκτι φ[άος φέ]ροντες
        νᾶϊ μελαίνᾳ...
Edmonds 17
    [Πάντροφ᾽] Ἄλι᾽, ὂς ποτάμων παρ᾽ ἄ[κταις]
[ἦλθες ἢ πὰρ] πορφυρίαν θάλασσαν
[ᾆ κλύδων ἐρ]ευγόμενος ζαλαίαν
        [ᾄονα τ]ύ[πτε]ι·
    [κἄνθα] πόλλαι παρθένικαι πέρ[εσταν]
[καὶ κά]λων μήρων ἀπάλαισι χέρ[σι]
[δέρμ]α θέλγονται τόθεν ὠς ἄλει[φαρ]
        [ἤμιο]ν ὔδωρ
    [κακχέοισαι...]
Edmonds 26
    [...] εὖτέ με γῆρας τε[τόρη ἀλγάρεον, ἔνθ᾽ ἔμοι]
[μὴ γένοι]το λάθε[σθ]αι χ[ά]ρ[ιτος τῶν προτέρον φίλων.]
Edmonds 27
    [Νῦν παί]δων ἀπάλων σ᾽ ὐμν[έομεν γᾶ τρόφ᾽, ὄσοι στίχι]
[τᾷ πρώ]τᾳ πολιάταν, ὄλιγον σφ[ῶν πεποήμμενοι]
[ἔξισαν·] τὸ γὰρ ἐμμόρμενον ὄρ[γον θέσαν ἄνδρεσι]
[μὴ ἄλλ]αισ᾽ ἄνδρεσι τοῖς γεινο[μένοις διανοιΐαις.]
[αἰ πάντ]α σόφος ἦ καὶ φρέσι πύκνα[ις ἴκελος θέω,]
[οὐδὲ κ᾽ ὢ]ς παρὰ μοῖραν Δίος οὐδὲ τρίχ᾽ [ἐτιλλόμαν,]
[ἄνδρες τ᾽] ὄντες ἄσαις μει[χνύμεθ᾽ ἀνδροπρέπεσιν βίον·]
[νέοισιν δ]ὲ φέρεσθαι βάθυ[ν ἐς πῶρον Ἀρηΐω]
[οὐκ ἔοικε κλόνω· οὖτοι δ᾽, ὄτ᾽ ἔπηλθεν δυσεπήβολος]
[στρότος τὰν πόλιν, οὐκ ἐξεφόβεντ᾽, ἀλλὰ σὺν ἔντεσι]...
Edmonds 68
    [εἰς Δία]
...οὐ[κὶ προ]ταίρει·
π[όη ϝεκ]άβολον, πάτερ, ἀπ[λάνην τε]
κα[ρδία]ν κήνω, πάτερ, ἀ[λλὰ πάντας]
το[ίς κεν] ὠναίσχυντος ἐπ[ιπνέησι]
μ[ῖ]σος ἄλιτρον.
Edmonds 69
    εἰς Δία
Ζεῦ πάτερ, Λύδοι μὲν ἐπ᾽ ἀ[λλοτέρραις]
συμφόραισι δισχελίοις στά[τηρας]
ἄμμ᾽ ἔδωκαν αἴ κε δυναίμεθ᾽ ἴρ[αν]
        ἐς πόλιν ἔλθην,
    οὐ πάθοντες οὐδάμα πω ᾽σλον οὖδεν
οὐδὲ γινώσκοντες· ὀ δ᾽ ὠς ἀλώπαξ
ποικιλόφρων εὐμάρεα προλέξαις
        ἤλπετο λάσην
    [μὴ ᾽κτελέσσαις τοῖσι ϝέοις πολίταις.]
    άλλη έκδοση: Ζεύ πάτερ
Edmonds 70
    ...[τού]τῳ τάδ᾽ εἴπην· 'Ὀ δηὖτ[᾽ ἐταρηΐᾳ]
ἀείκει πεδέχων συμποσίων [κάκων]
βάσμος, φιλώνων πεδ᾽ ἀλεμ[ατωτάτων]
εὐωχήμενος αὔτοισιν ἐπά[κρισε.']
κῆνος δὲ γαώθεις Ἀτρεΐδα[ν γάμῳ]
δαπτέτω πόλιν ὠς καὶ πεδὰ Μυρσίλω,
θᾶς κ᾽ ἄμμε βόλλητ᾽ Ἄρευς ἐπιτεύχεας
τρόπην, ἐκ δὲ χόλω τῶδε λαθοιμεθα,
χαλάσσομεν δὲ τᾶς θυμοβόρω δύας
ἐμφύλω τε μάχας, τάν τις Ὀλυμπίων
ἐνῶρσε, δᾶμον μὲν εἰς ἀϝάταν ἄγων
Φιττάκῳ δὲ δίδοις κῦδος ἐπήρατον.
Edmonds 71
    Φίλος μὲν ἦσθα κἀπ᾽ ἔριφον κάλην
καὶ χοῖρον· οὔτω τοῦτο νομίσδεται.
Edmonds 72
    ...[λά]βρως δὲ συσπέλλα[ις τὰ ϝὰ λ]αῖ ᾽ἄπαν
πίμπλεισιν ἀκράτω [δόμ᾽ ἐ]π᾽ ἀμέρᾳ
καὶ νύκτι, πλάφλασμ[οι τ᾽] ἔσαχθεν
ἔνθα νόμος θάμ᾽ ἔωθ[ε φ]ώνην.
κῆνος δὲ τούτων οὐκ ἐπελάθετο
ὤνηρ ἐπειδὴ πρῶτον ὀνέτροπε,
παίσαις γὰρ ὀννώρινε νύκτας,
τῶ δὲ πίθω πατάγεσκ᾽ ὀ πύθμην.
σὺ δὴ τεαύτας ἐκγεγόνων ἔχης
τὰν δόξαν οἴαν ἄνδρες ἐλεύθεροι
ἔσλων ἔοντες ἐκ τοκήων...
Edmonds 73
    ...πὰν φόρτιον δ᾽ ἔ[ρριψαν αὔτοις]
[δ᾽] ὄττι μάλιστα σάο[ισι] ναῦται·]
καὶ κύματι πλάγεισ[α βαρυκτύπῳ]
ὄμβρῳ μάχεσθαι χε[ίματι τ᾽ οὔκετι]
φαῖσ᾽ οὖδεν ἰμμέρρη[ν, ἔκοισα]
[δ᾽] ἔρματι τυπτομ[ένα κε δύννην.]
κήνα μὲν ἐν τούτ[ῳ ᾽στίν· ἔγω δέ κε]
τούτων λελάθων, ὦ φ[ίλοι αὔιται,]
σύν τ᾽ ὔμμι τέρπ[εσθαι θέλοιμι]
καὶ πεδὰ Βύκχιδος αὖθ[ι δαῖτος.]
τῶ δ᾽ ἄμμες ἐς τὰν ἂψ ἔρον ἄ[γρεμεν,]
αἰ καί τις ἄφ[ρων π]άντα τ[άραξέ ϝοι]
μείχνυντε[ς...;]
Edmonds 74
    [εἰς Μυτιλήνην]
[οὐδ᾽ αὖ σφρί]γαις ᾆ πὰν [τέ]κνον [ἀκλέων]
[σφρίγαι] τοκήων ἐς φαΐκροις [δόμοις]
[στρώφασθ᾽] ἔδαπτέ σ᾽· ἐν [δ]᾽ ἀσ[ά]μ[οισ᾽]
[ὢν ἔτι ϝοί]κεος ἦσκ᾽ ὄνεκτον.
[ἀλλ᾽ ὠς] προτ᾽ ὔβριν καὶ μεγάθε[ι] π[όθ]εις
[δραίη] τά τ᾽ ἄνδρες δραῖσιν ἀτάσθαλοι,
[τούτω]ν κεν ἦσκ᾽ ὄνεκτον [οὖ]δε[ν·]
[νῦν δ᾽ ὄ]τα πόλλακις ἐσφάλημεν
[τύχαν ὀ]ν[ο]ρθώθημε[ν ἐπ᾽ ἀρχάαν·]
[αἰ γὰρ] μέμεικται τῷ [ὀξυτέρῳ τάδε]
[τὰ ϝάδε᾽, ἀ]λλά πᾳ τι δαί[μων]
[παῖσί μόρ᾽ ἐνν ἄγαθοισι χέρρον.]
Edmonds 75
    ...[κἄγω μὲν οὐ μέ]μναιμ᾽· ἔτι γὰρ πάϊς
[τρόφω ᾽πὶ γόνν]ῳ σμῖκρος ἐπίσδανον·
[πάτρος δ᾽ ἀκούω]ν οἶδα τίμ[α]ν
[τὰν ἔλαβεν παρὰ] Πενθίληος
[κῆνος πάροιθα·] νῦν δ᾽ ὂ πεδέτρ[οπε]
[τυραννέοντα τὸ]ν κακοπάτριδα
[Μελάγχροον καὖτος τ]υράννευ-
[ων ἔλαθ᾽ ἀμμετέρας πόληος.]
Edmonds 76
    [...] ὀ δὲ πλάτυ
[ὔμμαις ὐπερστείχων] κεφάλαις μάτει,
[ὔμμες δὲ σίγατ᾽ ὦτε μύσται]
[τὸν κάλεσαν νέκυν εἰσίδο]ντες.
[ἀλλ᾽, ὦ πόλιται, θᾶς ἔτι τ]ὸ ξύλον
[κάπνον παρ᾽ ὔμμεσιν] προΐει μόνον,
[κασβέσσατ᾽ ὠς τάχιστα, μή πᾳ]
[λαμπρότερον τὸ φάος γένηται.]
Edmonds 77
    Οὐ πάντ᾽ ἦς ἀπ[άτηλος]
οὐδ᾽ ἀσύννετος, ἄμμεσσι δ᾽ ᾀ[πομμόσαις]
βώμῳ Λατοΐδα τοῦτ᾽ ἐφυλάξα[ο]
μή τις τῶν κακοπατρίδαν
εἴσεται φανέρα τοῖσιν ἀπ᾽ ἀρχά[ω...]
Edmonds 120
    ...ὠς λόγος κάκων ἀ[πύφυιε ϝέργων]
Περράμῳ καὶ παῖσ[ι Τρόεσσιν ἄλμα]
ἐκ ϝέθεν πίκρον· π[ερὶ δ᾽ ἔλλατο φλόξ]
        Ἴλιον ἴραν.
    οὐ τεαύταν Αἰακίδ[αις πόθεννον]
πάντας ἐς γάμον μάκ[αρας καλέσσαις]
ἄγετ᾽ ἐκ Νήρηος ἔλων [μελάθρων]
        πάρθενον ἄβραν
    ἐς δόμον Χέρρωνος· ἔλ[υσε δ᾽ ἄγνᾳ]
ζῶμμα πάρθενῳ φιλό[τας ἀγαύω]
Πήλεος καὶ Νηρεΐδων ἀρίστ[ας,]
        ἐς δ᾽ ἐνίαυτον
    παῖδα γέννατ᾽ αἰμιθέων [κράτιστον]
ὄλβιον ξάνθαν ἐλάτη[ρα πώλων·]
οἰ δ᾽ ἀπώλοντ᾽ ἀμφ᾽ Ἐ[λένᾳ Τρόες τε]
        καὶ πόλις αὔτων.
    (άλλη απόδοση Ως λόγος κάκων)
Edmonds 122
    Τί ὦν ἔ[μμεν ἄρα] Μελάνιππ᾽, ἄμ᾽ ἔμοι; τί [δὲ]
διννάεντ᾽ ὄτα κ᾽ [εἰς] Ἀχέροντα μ᾽ ἔη[σι κᾶρ]
ζάβαι[ς ἀελίω κόθαρον φάος [ἐλπίσω]
ὄψεσθ᾽; ἀλλ᾽ ἄγι, μὴ μεγάλων ἐπ[ιβάλλεο.]
καὶ γὰρ Σίσυφος Αἰολίδαις βασίλευς [ἔφα]
ἄνδρων πλεῖστα νοησάμενος [θάνατον φύγην·]
ἀλλὰ καὶ πολύϊδρις ἔων ὐπὰ κᾶρι [δὶς]
[διν]νάεντ᾽ Ἀχέροντ᾽ ἐπέραισε· μ[όρεν δέ ϝοι]
[κάτ]ω μ[όχ]θον ἔχην Κρονίδαις βά[ρυν ἔξοχα]
[μέ]λαίνας χθόνος. ἀλλ᾽ ἄγι, μὴ μεγάλων ἐπ[ιβάλλεο.]
[ἄσ]σα βάσομεν αἴ ποτα κἄλλοτα ν[ῦν μάται.]
[ἀλλ᾽] ἦν ὄττινα τῶνδε πάθην τα[λασιφρόνως]
[πρόσηκ᾽· ὄττ᾽ ἄνε]μος βορίαις ἐπι[τέλλεται,]
[οὐ σόφων ὀνάγην σκάφος εὔρεαν εἰς ἄλα.]
Edmonds 128
    Ἔπετον Κυπρογενήας παλάμαισιν
[δολομήδεσσι τύπεις·] ὄπποσέ κ[εν γὰρ]
[ἄλος ἢ γᾶς προφύγω, κῆσ]ε πόλω[ν με]
[κίχεν Ὦρος...]
Edmonds 134
    [...]Βαβύλωνος ἴρας
[...]ν Ἀσκάλωνα
Edmonds 143
    αἰ δὴ μὰν χέραδος μὴ εὖ βεβάωτ᾽ ἐργάσιμον λίθον
κίνης, καί κε ϝίσως τὰν κεφάλαν ἀργαλίαν ἔχοις.
Edmonds 153
    ἔνδυς σισύρναν
Edmonds 154
    ἀντὶ κάκω κύνος ὖν ἀπαίτεις·
Edmonds 155
    φεύγων τέφραν εἰς ἀνθρακίαν πέτεν·
Edmonds 156
    ['...πᾷ χρῆ]ν ἀρύστηρ᾽ ἐσκέραμεν μέγαν;
[τί τόσσ]α μόχθης, τοῦτ᾽ ἔμεθεν σύνεις
[ὠς οὔ τι] μὴ τὤξαυος ἄλλως
[ἄμμαρ ἔ]μοι μεθύων ἀείσης;
[τί δὴ θα]λάσσας φειδόμεθ᾽, ὠς κάρον
[χειμω]νοείδην αἶθρον ἐπήμενοι;
[αἰ δ᾽ ἐνσ]τάθεντες ὠς τάχιστα
[τάν τε χ]άδαν καμάκων ἔλοντες
[ἂπ νᾶα] λύσαμεν, προτ᾽ ἐνώπια
[κέρα τρό]ποντες, καί κ᾽ ἰθαρώτεροι
[φυίημ]εν ἰλλάεντι θύμῳ
[κἄτε κ᾽ ἀ]μύστιδος ἔργον εἴη.'
[νώθην] δ᾽ ὀνάρταις χέρρα σύ μοι ἐμμάτων
['Ὀ παῖς,' ἔφαισ]θ᾽, 'ἔμῳ φ[ερέ]τω κάρᾳ[
[γνόφαλλον· οὐ γὰρ] εἰστίθησιν
[εἰς τὸ πλοιον μ᾽ ὄ]δε τᾷδ᾽ ἀοίδᾳ·
[οὔτοι σὺ τὸν νῶν,] ἄγρι᾽ ἄϋτά, μοι
[κίνης, ὄ γε βρύχων ἄτε πῦρ μέγα
[οὐ βρᾳτέραν ἔλαν] τίθησθα
[τάνδε φέρην, χαλεπωτέραν δέ.']
 

Κείμενα

Hellenica World - Scientific Library