.
Εὐσταθίου τοῦ Θεσσαλονίκης συγγραφὴ τῆς κατ’ αὐτὴν ἁλώσεως
Eustathii Archiepiskopi de capta Thessalonica narratio
Αρχιεπίσκοπος Θεσσαλονίκης Ευστάθιος
1185
Corpus Scriptorum Historiae Byzantinae, Bonnae, Impensis ed. Weberi, MDCCCXLII
Εὐσταθίου τοῦ Θεσσαλονίκης συγγραφὴ τῆς εἴθε ὑστέρας κατ' αὐτὴν ἁλώσεως, ἠρρωστημένης μὲν ἐπὶ τῆς κατὰ τὸν Κομνηνὸν Ἀνδρόνικον δυσδαίμονος βασιλείας καχεξίας λόγῳ, ἣν ἐκεῖνος φαῦλα διαιτῶν κατὰ τῆς οἰκουμένης πολλὴν ἐκ μακροῦ ἤθροιζε, ταχὺ δὲ πάνυ τεθεραπευμένης ὑπὸ τοῦ ἐλευθερωτοῦ μεγάλου βασιλέως Ἰσαακίου τοῦ Ἀγγέλου, διαδεξαμένου ἐκεῖνον εὐδαιμόνως καὶ εὐτυχῶς τῷ κόσμῳ προνοίᾳ καὶ εὐμενείᾳ θεοῦ μετ' οὐ πολλὰς ἡμέρας τοῦ ἁλῶναι τὴν πόλιν, ἐν τῷ χρήσασθαι ὀξυχειρίᾳ ἔργων, ὡς δέον μάλιστα ἦν, ἧς αὐτῷ θεὸς συνεφήψατο, καθὰ λόγος ἕτερος καιρὸν εὑρηκὼς περιηγήσεται.
[Επεξεργασία] Προθεωρία τῆς τοιαύτης συγγραφῆς
Πόλεων ἁλώσεις ἱστορούμεναι εἴτε συγγραφόμεναι μεθόδοις διοικοῦνται ὡς τὰ πολλὰ ταῖς αὐταῖς. Οὔτε δὲ ἁπάσας τὰς ἐπιβαλλούσας ἠναγκασμένως ὁ γράφων διαχειρίσεται, οὐδὲ μὴν τὰς ἀμφοτέρωθι χρηστὰς ὡσαύτως διοικονομήσεται· ἀλλὰ καθιστορῶν μὲν καὶ ἀπαθῶς γράφων καὶ θεολογήσει ἔστιν οὗ καὶ πρὸς φύσεως λόγον ἐμπλατυνεῖται καὶ τὴν φράσιν δὲ ψιμυθιώσει πρὸς κάλλος ἀφειδέστερον καὶ τοπογραφήσει καὶ ἐκφράσεσιν ἐναγλαΐσεται καὶ ὅλως, οἷα ἔξω πάθους λαλῶν, πολλὰ διαθήσεται πρὸς χάριν ἀκοῆς, οὐκ ἀφέξεται δὲ οὐδὲ τῶν ὡς εἰκός, στοχαζόμενος αὐτὸς ἐνταῦθά γε, ὅτι μηδὲ παρῆν τοῖς ἀφηγουμένοις κακοῖς, ὡς καὶ παθαίνεσθαι καὶ αὐτὰ δὴ φράζειν ἐκεῖνα. Καὶ οὕτω μὲν ὁ τὰ πρὸς ἱστορίαν δηλῶν. Ὁ δὲ καὶ συγγραφόμενος καὶ χρωτισθεὶς τῷ κακῷ πάντων ἐκείνων προσάψεται μὲν ἀναγκαίως, οὐκ ἐπὶ τοσοῦτον δέ, μόνῳ πλεονάζειν ὀφείλων τῷ πάθει, καὶ αὐτῷ ἀναλόγως τῇ κατ' αὐτὸν προσωπικῇ ποιότητι. Τοῦ λαοῦ μὲν γὰρ ὤν, τίνα ἂν ἔχοι ψόγον εἰς κόρον παθαινόμενος; Βίῳ δὲ ἀνειμένος τῷ κατὰ πνεῦμα καὶ μεταξὺ τοῦ πενθεῖν καὶ τοῦ εὐχαριστεῖν τῷ κρείττονι οὐκ ἐπιτείχισμα ἐρυμνὸν ἀλλὰ χάος μέγα βλέπων, φείδοιτ' ἂν ἀκράτως τραγῳδεῖν. Ὁ δ' αὐτὸς οὐδ' ἂν παίζοι χορεύων ἐν πένθεσιν, ὁποῖον δή τι καὶ τὸ πάνυ καλλύνειν τοὺς λόγους κομμωτικῶς ἐν σκυθρωποῖς πάθεσι. Καὶ τὰ ἄλλα δὲ συγγραφικὰ εἴδη σωφρόνως μεταχειριεῖται κατὰ μέθοδον ἰδίαν, οὔτε παράδοξα ἐκτιθεὶς ἀκούσματα κατὰ τὸν ἀπαθῆ ἱστορικὸν οὔτ' ἄλλα, ὅσα πρὸς οὐκ ἄκαιρον φιλοτιμίαν καὶ πολυμαθίας ἔνδειξιν οἱ ἔξω πάθους τεχνάζονται.
Εἰ τοίνυν καὶ ἐμὲ τοιονδέτινα ἡ παροῦσα συγγραφὴ διαδείξει, αὐτίκα φανεῖται. Ἄρξεται δὲ ὁ ὑποτεταγμένος λόγος ἀναγκαίως ἐξ αὐτοῦ πάθους, ὅτι μηδὲ ἦν τὸν ἐν ἐλεεινοῖς ὄντα μὴ τραγικεύσασθαι τό γε πρῶτον. Εἶτα καθιστάμενος τοῦ οἴκτου καί τι πρὸς βάρος ὑπομεμψάμενος τὸν αἴτιον καὶ συναίτιον τοῦ κακοῦ, γενήσεται τοῦ καὶ εὐκρινῶς καὶ σαφῶς, ἐπί τι δὲ καὶ μεγαλείως ἀφηγεῖσθαι· καὶ πῆ μὲν ἀφελῶς, ὡς ἐχρῆν, πῆ δὲ καὶ γλαφυρώτερον καὶ ἀπὸ κεφαλῆς ἠργμένος, ἧς οὐδὲν καιρίως πρεσβύτερον, καταβήσεται εἰς τὰ ἐχόμενα καθ' εἱρμὸν καὶ τάξιν οὐ πάντῃ ἀπεριλάλητον καὶ ἅψεται πάλιν τῶν τῆς ἁλώσεως πλατύτερον κατὰ πᾶσαν ἀνάγκην, ἐπεὶ καὶ αὕτη μάλιστα πρὸ ἔργου ὑποβέβληται τῇ συγγραφῇ. Ὅτι δὲ καὶ σημεῖα ἐν τοῖς τοιούτοις προφαίνει τὸ θεῖον, ἃ δὴ κἀνταῦθα ἐμφανῶς προέλαμψε, προσεφάψεται καὶ τοιούτων τινῶν ὁ λόγος εἰς σύμμετρον. Οὐκ ἀποστήσεται δὲ οὐδὲ τοῦ ἐκθέσθαι ἁμαρτητικὰς αἰτίας, ὧν ἕνεκεν τὰ δεινά, ὃ καὶ αὐτὸ οἱ συγγραφόμενοι ἐν ἔργῳ ἐλλόγως τίθενται. Ἀνασκαλεύσει δὲ ἀμυδρῶς ἡ συγγραφὴ τὰ τοιαῦτα αἴτια ἐν ὑστέρῳ τοῦ ὅλου λόγου κατὰ μέθοδον διδασκαλικήν. Οὐ γὰρ ἐν ἑτεροίῳ καιρῷ καὶ ἀνέγνωσται καὶ ἐκδέδοται, ἀλλ' ὅτε οἱ προεισόδιοι τῶν νηστίμων ἁγίων ἡμερῶν κατηχοῦνται εἰς ἀκοάς, ὡς ἀποτελευτᾶν τὸν λόγον εἰς διδασκαλίαν ἐκκλησιαστικήν, ἀρξάμενον ἄλλως ἀφ' ὧν κακῶν ἡ πόλις ἔπαθεν.
[Επεξεργασία] Ἀρχὴ αὐτοῦ δὴ τοῦ συγγραφικοῦ λόγου τῆς ἁλώσεως
Ἔφηνε καὶ ὁ καθ' ἡμᾶς ἄρτι χρόνος, εἴπερ τις ἕτερος τῶν πάλαι, ὑπόθεσιν, ἣν ἀπαθὴς μὲν ἄνθρωπος καὶ μακρὰν ἑστὼς τοῦ κατ' αὐτὴν κινδύνου μεγάλην εἴποι ἂν καὶ βαρυσύμφορον καὶ πάνδεινον καὶ ἀπευκταίαν καὶ οὐ ῥᾷον φορητὴν καὶ πολυπενθῆ καὶ δακρύων πηγὰς ἐθέλουσαν καὶ τοιαῦτά τινα, ὁ δὲ δικτύῳ, ὅ φασι, σπειραθεὶς καὶ καθ' ἡμᾶς ἐνειληθεὶς τῷ πράγματι ἴσως μὲν οὐκ ἂν εὐπορήσοι πρὸς ἀξίαν ὀνομάσαι τὸ κακόν, ἐκκρουόμενος οὗπερ ἐθέλει νοεῖν τῷ ποικίλῳ καὶ ἐπαλλήλῳ τῶν συμφορῶν, ὅσαι κατέχασκον ἑκάστου τῶν δυστυχούντων, πολλαῖς καὶ διαφόροις οἰκειούμεναι κλήσεσιν· εἰ δὲ καὶ δυνήσεται κατευστοχῆσαι τοῦ κακοῦ πρὸς ἔπος, ἐρεῖ ἂν αὐτὸ οὐκ ἀπεικότως φωστῆρος μεγάλου ἀφάνειαν, οὐδὲν μὲν ἐκεῖνος λέγων πρὸς πάθος (ἐχρῆν γὰρ ἄλλοις ὀνόμασιν ἐνταῦθα παθήνασθαι), τῷ μεγαλείῳ δὲ ὅμως ὀρθῶς ἐπιβάλλων τοῦ δυσπραγήματος. Ἦ γὰρ οὐ τοιοῦτόν τι τὸ τὴν ἐν ταῖς ὑπ' οὐρανὸν πόλεσι πάνυ λαμπρὸν φαίνουσαν Θεσσαλονίκην οὕτω παθεῖν, ὡς νῦν ἔχει; Ἔχει δὲ ὡς ἂν ἀπεύξαιντο καὶ ἐχθροί, ὡσεὶ καὶ καλὸν εἶδος ἀφανισθὲν λυπεῖ καὶ τὸν ἦν ὅτε ἀπόστοργον. Ὤμοι δαίμονος, ὃς οὕτω βριθὺς τηλικαύτης πόλεως εὐετηρίᾳ ἐνήλατο καὶ κατέστρεψεν. Ἀπήγαγε μὲν οὖν αὐτὴν τέλεον, ὡς μηδὲ λείψανον ἐναπομεῖναι παλαιᾶς καλλονῆς. Καὶ τείχη μὲν αὐτῆς ἠχρειωμένα καὶ ἱερὰ τὰ πάντα κατῃκισμένα εἰς ὅσον οὐδὲ τόποι τολμητοὶ πᾶσι καὶ οἶκοι εὐπρεπεῖς κατῃσχυμένοι καὶ περιουσίαι πολιτῶν, αἱ μὲν ἠντλημέναι, αἱ δ' ἐκκεχυμέναι καὶ ἄλλως δὲ διεσπαρμέναι, τί ἂν λέγοιντο, ἔνθα οὐκ ἔστιν ὡς ἐχρῆν αὐτὰ διίξεσθαι; Τὸ δὲ ἐν τῇ πόλει πλῆθος, οὐ μόνον τὸ στρατιωτικὸν ἀλλὰ καὶ τὸ λοιπόν, ὅσον ἐν ἱερᾷ πολιτείᾳ τῇ κατὰ κόσμον καὶ ὅσον δὲ λαϊκόν, τίς ἂν ἐς ἄξιον δακρύσειε; Ναὶ μὴν καὶ ὅσον τοῦ βίου τὸν φλοῖσβον διακρουσάμενον ὡς εἰς λιμένα κατήντησε τὸ ἀπρόϊτον τῆς ἐνοικήσεως, πάντες οὗτοι, ὡσεὶ καὶ ἀκρίδες πυρὶ κατὰ λήϊον ἐλαυνόμεναι, τῇ καυστηρᾷ μάχῃ πρὸς ὄλεθρον ἐξετινάσσοντο. Καὶ οἱ μὲν πολέμιοι περιστοιχίζοντες θυμοῦ πῦρ ἐξέκαιον ἐπὶ τὸ πολιτικὸν ἅπαν, ἐκεῖνοι δέ, οἱ μὲν ἐπικαταλαμβανόμενοι καί που καὶ σπαργανούμενοι πυρὶ τοιούτῳ πάντοθεν οὐκ εἶχον διεκπίπτειν, ἀλλὰ πολυειδῆ τὸν κίνδυνον εἶχον, οἱ δὲ ὅσα καὶ σπινθῆρσι τοῖς βέλεσι πόρρωθεν ἔπασχον τὸ κακόν. Ἠέλιος μὲν νέον προσέβαλλεν ἀρούρας, οὐκ ἔσχε δὲ τὴν θανάσιμον διαλῦσαι νύκτα, ἀλλὰ κατεκαυχᾶτο τοῦ φωτὸς ἡ τῶν πιπτόντων ζόφωσις. Οὔπω τις ἔφθη τὸν γλυκὺν ὕπνον ἀποθέσθαι, ὁ πικρὸς καὶ ἀνέγερτος αὐτὸν διεδέχετο καὶ ὄναρ κακὸν ἐφίστατο ὕπαρ τῇ κεφαλῇ καὶ ὁ βλέπων αὐτὸ κατέμυεν εἰς θάνατον. Ἀπηλλάττετο κλίνης ἐγρηγόρσεως λόγῳ καὶ ὁ πολέμιος σίδηρος ἄλλως αὐτὸν κατέκλινεν, ὡς ἐκεῖνος χαίρει κοιτάζων. Πολλοῖς δὲ καὶ ἡμιγύμνοις ἔτι τὸ κακὸν τοῦτο θηρίον ἐνεφύετο, ἵνα μηδὲ κάμοι τοὺς ὀδόντας ἐντρίβον σωμάτων καλύμμασι. Καὶ στρατιωτῶν μέν, ἤδη δὲ καὶ τῶν ἄλλως ῥωμαλέων ἢ καὶ ὅλως ἀκμαίων, εἴπερ ὁ πόλεμος ἐδράττετο καὶ διέσπα ἐμπείρας ὀξέας ὄνυχας, ἐκαινοπράγει οὐδέν. Φιληδεῖ γὰρ σώμασι τοιούτοις ἐκεῖνος, ὑφ' ὧν καὶ συγκροτούμενος θεραπεύεται ὡς τὰ πολλά. Εἰ δὲ καὶ ἄνδρας ἀθλίους ἐφιλοτιμεῖτο ἀπάγειν, ἤδη τυμβογέροντας ὄντας καὶ εἰς γῆν κεκυφότας καί που πρὶν ἢ καὶ πληγῆναι γινομένους τοῦ Χάρωνος οἷς τῷ δέει παρίεντο, καὶ γραῦς δὲ τὰς πλείους καὶ ἐξ ὀμμάτων οὔσας καὶ κωφευούσας διὰ βαθὺ γῆρας καὶ οὔτε βλεπούσας τὸ τῶν ὅπλων ἀστραπαῖον οὔτε βροντῆς αἰσθομένας τῆς ἐξ ἀπειλῶν, ἀλλὰ τοῦτο οὐ φρενήρης Ἄρης ἀλλὰ δόρυ ἐνήργει μαινόμενον καὶ ξίφος οὐκ εὐδιάκριτον.
Οἴκτιστα δὴ ταῦτα βροτοῖς. Ἐλεεινότατον δὲ ὅτι καὶ βρέφη συνέκειντο τοῖς παντοδαπῶς πίπτουσι, τὰ μὲν συνεκκεντούμενα ταῖς φερούσαις ἀγκάλαις, τὰ δὲ τῷ καταρρίπτεσθαι ὑπὸ δέους ἢ καὶ φόνου τῶν βασταζόντων, τὰ πλείω δὲ συγκαταπατούμενα. Ἡ γὰρ τοῦ φεύγειν ἀνάγκη καὶ τοιοῦτον ἀπλῆγα φόνον ἐτυράννει, τὸν μὲν ἔσω τῶν ἐκκλησιῶν ὠθιζομένου τοῦ λαοῦ καὶ τῇ συμπιλήσει δυστυχοῦντος ψυχῶν ἀπαγωγήν, τὸν δὲ περὶ τῆς ἀκροπόλεως τὴν εἴσοδον, ὅτε, πολεμικοῦ δόρατος ἄνω τοῦ κατὰ θάλασσαν ἑῴου πύργου ἀρθέντος τοῖς ἀντιμάχοις εἰς σύσσημον τοῦ τὴν πόλιν ἤδη καταπεπονῆσθαι, ὡς καὶ ἀναρριχᾶσθαι τοὺς βουλομένους ἔξωθεν, τὸ μὲν κάτω περιεῖναι ἀπέγνωστο, ἦραν δὲ τοὺς ὀφθαλμοὺς οἱ πλείους ὡς εἰς ὄρη τὴν ἀκρόπολιν, ἔνθα βοήθειαν ἐκαραδόκουν αὐτοῖς ἔσεσθαι.
Ὃ δὲ μάλιστα τὴν τοῦ κακοῦ πολυφθορίαν ἐνταῦθα κατηγορεῖ, τοῦτ' ἦν ὅτι ταῖς νεκρικαῖς θημωνίαις καὶ ἀλόγων ζῴων σώρευμα παρετέθειτο. Ἀχωρήτου γὰρ ὄντος μιᾷ πύλῃ τοῦ συνερρευκότος ἄνω λαοῦ καὶ βιαζομένων μὲν παραβύεσθαι ὥστε σῴζεσθαι, μὴ ἐχόντων δὲ παραδύεσθαι ἑκάστων, τῶν τε πεζῶν τῶν τε καθ' ἵππους, ὁ κατόπιν θέων βαρὺς ὄχλος τὸν προάγοντα καὶ τῇ ἐπιπτώσει πάσχων ἐκεῖνος τὸ ὅμοιον ὑπὸ τῶν ὀπισθαίτερον ἐγκειμένων, οὐδ' αὐτῶν ἀπηλλαγμένων τοῦ καθ' εἱρμὸν οὕτω πάσχειν, εἰς κολωνὸν θανατουμένων ἐκορύφου τὸ σύμπτωμα, πάντων ὁμοῦ πεφυρμένων, ἀνθρώπων, ἵππων, ἡμιόνων, ὄνων, οἷς ἐπισεσαγμένα ἦσαν τὰ τοῖς πολλοῖς ἀναγκαῖα. Καὶ βουνὸς ἐκεῖνος τοιοῦτος ἀντανίστατο τῷ τῆς πόλεως ἐκεῖσε πυργώματι, μικροῦ παρεοικὼς τοῖς ἐγειρομένοις πρὸ τειχέων χώμασιν, ἃ δὴ καὶ αὐτὰ σκευωρεῖ ποτε πόλεμος.
Καὶ ταῦτα μὲν πρὸς τῇ πύλῃ τῆς ἀκροπόλεως, τῇ γε προφαινομένῃ. Οὓς δὲ συνέσχε καὶ ἡ ἐνδοτέρω, ὅτε ὁ ἀχρεῖος αὐτὴν ἀκαίρως κατήραξε στρατηγός, παρεισφθαρεὶς ἐν τῷ φεύγειν, ἄλλη τραγῳδία οὗτοι καινότροπος. Ὥσπερ γὰρ μὴ ἀρκούντων τῶν ἄλλως πεπτωκότων, προσεπηύξησε τὸ κακὸν ἐκεῖνος, ὁ μικρὸς μὲν τὰ καλά, μέγας δὲ τὴν πονηρίαν, καὶ οἷόν τινα κορωνίδα καὶ αὐτὸς τῷ δυστυχήματι ἐκεφαλαιώσατο, οὐκ ἀνασχόμενος μὴ καὶ αὐτόχειρι φόνῳ προσεπιβλάψαι οὓς δυσβουλίαις κατεστρατήγησε, μάλιστα δ', εἰπεῖν τἀληθές, ταῖς εἰς μάχην καὶ φυλακὴν καθυφέσεσιν, ὡς ὁ λόγος προβαίνων ἐκφανῶς διαγράψεται, ὡς ἄν, οἶμαι, τοὺς πολεμίους πρὸς ἑαυτοῦ ποιησάμενος ἐκμειλίξαιτο, εἴ γε καὶ πόλιν τοσαύτην ἀφῆκεν οὕτω πεσεῖν καὶ φόνων δὲ γέγονεν αὐτουργός, ἐπικαταθύσας καὶ αὐτὸς οὓς ἐπεμέτρησεν ὁ καιρός. Οὐ γὰρ ἄλλοις ἐπέταξε χαλασθῆναι τὴν κρυφαίαν ἐκείνην πύλην, μετέωρον ἠρμένην ἐκ μηχανῆς, ἀλλ' αὐτὸς τὸ τέχνασμα σχάσας κατὰ σπουδὴν κατήνεγκε καὶ κατὰ τῶν παρεισδυομένων συγκλείσας ἐπαγίδευσε τοὺς ὑποτρέχειν λαχόντας εἰς ὄλεθρον, σφιγκτῷ θανάτῳ μετηλλαχότας τὸ ζῆν καὶ κειμένους οἰκτρὸν θέαμα, τῷ μὲν ἡμίσει τοῦ σώματος προκύπτοντας ἐπὶ τὰ ἐντός, τῷ δὲ λοιπῷ προφαινομένους τοῖς ἐκτός, ὥστε κλαίεσθαι.
Ὁ δὲ καὶ εἰς τοσοῦτον ἦν ἀνδρεῖος διολέσαι τὴν ὅλην πόλιν, ὡς ἅμα τε τοῦ πύργου γενέσθαι, ὃς ὑπερανίσταται τῶν ἐκεῖσε πυλῶν, καὶ ἅμα διὰ σχοίνου καθεῖναι εἰς τοὺς ἐπιδραμόντας πολεμίους ἑαυτόν, ἐάσαντα τοὺς ἐπὶ τοῦ πύργου στρατιώτας κενὰ μελετᾶν ὑπὲρ τοῦ ἐρύματος καὶ τὴν τρίβον αὐτοῦ καὶ τὴν σχοῖνον ταύτην ἐπαράτους ἐξιχνιάζεσθαι καὶ περιᾴδεσθαι.
Ἐνταῦθα παθαινόμενος προάγομαί τι λαλῆσαι πρὸς τὸν ἄνδρα καὶ πυθέσθαι αὐτοῦ· Τί δήποτε, ὦ βέλτιστε στρατηγέ, τὴν κάτω πόλιν κατακόπτεσθαι ἀφείς, ἐγένου τῆς ἄνω μοίρας καὶ σπεύδων ἐκρύβης ἐντός, εἰ οὕτω ταχὺ ἐχρῆν σε καὶ αὐτὴν ἀφεῖναι τοῖς ἐχθροῖς ὑποχείριον; Τί δὲ μὴ τὴν ἀγεννῆ φωνήν, τὴν τοῦ ἐλεηθῆναί σε, προέκρωξας, πρὶν ἢ καὶ καταπνῖξαι τοὺς ἐν τῇ πύλῃ σχεθέντας καὶ τοὺς λοιπούς; Πῶς οὐ γελοῖον εἰσδραμεῖν τὴν ἀκρόπολιν ὡς εἰς ἄμυναν καὶ ἀναπηδῆσαι εἰς πύργον ὡς ἐπ' ἀγαθῷ τῶν ἄνω ἑστώτων καὶ αὐτίκα δράξασθαι σχοίνου καὶ θᾶττον κάτω γενέσθαι ἤπερ καδδίον ἐν ἱμονιᾷ κατὰ φρέατος; Ὦ γέλωτος τούτου, ὅτι παρατεταγμένος ὁ λαμπρὸς ἡγεμὼν πρὸ τῶν ἑῴων πυλῶν ὡς ἐπὶ μάχῃ λαμπρᾷ, εἶτα ἰδὼν ἕνα τινὰ πολέμιον ἐλαφρισθέντα καὶ ὑπερφανέντα κατὰ τῶν ἐπάλξεων, ἀνῆκε τὸν ῥυτῆρα τῷ ἵππῳ θέειν προτρέχων τοῦ παντὸς ὁμίλου τῆς στρατιᾶς καὶ συμπατήσας τοὺς παρευρημένους καὶ εἰσδραμὼν ἄνω, εἶτα καὶ βλάψας πολλοὺς διὰ πύλης, ἣν προεξεθέμεθα, τοὺς μὲν ὑπ' αὐτῆς ἐκείνης κατενεχθείσης ἐκ μετεώρου, τοὺς δὲ καὶ οἷς ἔξω συνεκλείσθησαν, ταχὺ μὲν ἀνέβη πυργομαχήσων, τάχιον δὲ κατέβη δουλωσόμενος, τοῦτο καὶ μόνον ἀνδρισάμενος, ὅτι μὴ διὰ σαργάνης ἐχαλάσθη σχολαίτερον, ἀλλὰ μικροῦ κατεπετάσθη, ὡσεὶ καὶ βοσκηματῶδες πτηνὸν ἐπὶ νομήν· οὐ γὰρ δήπου ὡσεὶ καί τι ἀετῶδες ἐπὶ ἄγραν εὐγενῆ.
Καὶ οὐκ ἐχρῆν μὲν ἄνδρα, πάλαι μεμελετηκότα χεῖρας ἁπλῶσαι γυναικικῶς τοῖς διώκουσιν, εἰς ἔρυμα παρεισδύεσθαι καὶ κόπους διδόναι τοῖς ἐπιτρέχουσι, μὴ καὶ εἰς πλεῖον μαίνοιντο. Ὁ δ' ἀλλὰ τὰς φρένας βλαβεὶς ἔφευγε μὲν ὡς ἐπὶ φυλακῇ ἄνω, κατεφέρετο δ' εὐθὺς ἐκεῖθεν, ὡς ἂν εἴη τὸ ἀγεννὲς αὐτοῦ ἄτοπον καὶ μὴ δοξασθείη πρός τινων ὡς ἄρα ἑάλω μαχόμενος. Ἀνέβης εἰς ὕψος φροῦδος, ὦ οὗτος, τὸ τῆς ἀκροπόλεως· ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἣν καὶ ἐκεῖ τοῖς πολεμίοις προύδωκας. Ἀπεναντίας ταῦτα οἷς ψάλλει Δαυΐδ, οὗ τὴν κλῆσιν φέρων ἠχρείωσας.
Καὶ μή μοι νεμεσάτω μηδεὶς ἐνταῦθα, γέροντι μικροψύχω, τοιαῦτα καταλέγοντι ἀνδρός, οὗπερ ἡδέως ἂν μέσον ἧπαρ ἔχοιμι ὀδὰξ ἐμφύς, κατὰ τὴν ὁμηρικὴν εἰπεῖν γραῖαν, ἀνθ' ὧν καὶ τηλικαύτης πόλεως κατέλυσε κάρηνα καὶ πολλῶν ἀνδρῶν γούνατ' ἔλυσε. Γένοιτο δὲ μὴ καὶ εἰσέτι λυθῆναι, ὦ θεὲ βασιλεῦ καὶ ὦ θεράπον αὐτοῦ, πολιοῦχε ἡμῶν, μὴ καὶ ἐπεκταθείη εἰς μήκιστον τὸ κακόν. Καὶ οἶδα μὲν συνιστῶν ἐγὼ τὸν ἄνδρα τοῦτον τὰ πρὸ τῆς μάχης καὶ εὐλογῶν ἐν εἰρήνης καιρῷ τὰ ἐκείνου, ὅτε οἱ μὲν κέρδους πρηκτῆρες πολῖται λαλαγοῦντες ἐπέκειντο κατ' αὐτοῦ ἅπερ ἤθελον, ἡμεῖς δὲ ἄλλως, ὡς ἔπρεπεν, ἡρμοττόμεθα. Καὶ αὐτὸς δὲ ἀντιστρέφων τὸ φίλιον ἔφαινεν ὑπὲρ ἡμῶν καὶ βλέμμα καὶ νεῦμα καὶ τὸ ἐν πρακτέοις βάδισμα. Νῦν δ' ἀλλὰ τί καὶ δράσομεν, εὑρηκότες τὸν ἐπαινετέον ἐκεῖνον μεταβαλλόμενον καὶ μηκέτι τόπους εἰς εὐφημίαν ὑποβαλλόμενον; ἢ πάντως ἐνθυμητέον ὡς καινὸν οὐδέν, καθὰ στέργων ἐκεῖνος τὰ πρῴην ἡμᾶς, εἶτα ἐν ὑστέροις οὐκ ἠγάπα ἐλέγχοντας, οἷα μηδὲ σοφὸς αὐτὸς κατὰ τὸν παροιμιαστήν, οὕτω καὶ ἡμᾶς τότε μὲν πρὸς ἐκείνοις εἶναι διὰ τὸ ὅσιον, ὅτι μηδὲ λίαν θρασὺς ἦν κατὰ τοὺς αὐθεκάστους τὰ κοινὰ σίνεσθαι, εἶτα δὴ ὄλεθρον ἐξ ἐκείνου προορωμένους μισεῖν ὡς αἴτιον, ἄρτι δὲ καὶ ὠλοθρευμένους ἐθέλειν καί τι μέγα κακὸν ἐκείνῳ προσβάξασθαι, ἀνδρί, ἄλλως μὲν ἀγαθῷ δόξαντι, οὐ γὰρ σκορακιστέον τὰ πρὸς ἀλήθειαν, οἷς δὲ στρεβλῷ κανόνι συνδιεγράφη, τῷ τοῦ δεσπόζοντος Ἀνδρονίκου, ἀλλ' ἐνταῦθα διεκπεσόντι ἐς ἄκραν φαυλότητα. Οὔτε γὰρ ἀγαπῶν ἦν ἐκεῖνον, ὡς ὑποκαταβαίνοντες παραστησόμεθα, οὔτε αὖ ἀγαπώμενος καὶ οὔτε εἰς γέρως ἔννοιάν τινα καθήκων, ἀλλὰ καὶ ποινὴν προορώμενος, ἅπερ ἡμῖν φανεῖται λυμηνάμενα. Τοῦτό τε οὖν οὕτω ῥητέον καὶ ὅτι οὐκ ἄν ποτε προστήσας τὸ φιλητὸν ἐγὼ κατόπιν θείην τὴν ἀλήθειαν, ἀλλὰ τὰ συμπεσόντα προβαλόμενος εἰς συγγραφήν, ἧς ἀρετὴ τὸ φιλάληθες, οὐκ ἂν τὸ ταύτης ἐπισκιάσας φῶς ἀχρειώσαιμι. Κατὰ γὰρ τὸν ὀρθῶς ἀποφηνάμενον φίλος μὲν ὁ ἀνήρ, φίλτερον δὲ τὸ ἀληθές. Ἔτι δὲ συνθεωρητέον καὶ ὡς ἐγκωμιάζουσι μὲν ἐπιλεκτέον ὅσα χρηστὰ καί που καὶ τὰ φαῦλα μεταχρωστέον δικηγορικώτερον, συγγραφομένοις δὲ μὴ οὕτως, ἀλλὰ διαχειριστέον τοὺς λόγους, ὡς τὸ ὑπὲρ ἑκάστων ἀληθὲς ἀπαιτεῖ· ἔνθα οὐ καιρὸς ἐπιλέγεσθαι τὰ πρὸς εὐλογίαν ἐγκωμίου νόμῳ, ἀλλὰ σπεύδειν πολυωρεῖν εἰς μνήμην τῶν ἐπιόντων αὐτὸ ἕκαστον, ὧνπερ ὁ χρόνος τρέχων παρέρριψεν. Εἰ δὲ φθάσας ὁ ἡμέτερος οὗτος Δαυῒδ ἀγαθύνων ἦν τὸ τοῦ θεοῦ λάχος, ἀκουέσθω μὲν ἰδοὺ καὶ τοῦτο, συνακουέσθω δὲ καὶ ὅτι ἐξώλεσε, μικρὰ μὲν ἡδύνας, πικράνας δὲ μέγιστα, οἷς, περιποιησάμενός τι χρηματιδίου τούτοις ἢ ἐκείνοις, τέλος ἐζημίωσε τοὺς ἅπαντας μὲν εἰς πάντα τὰ αὐτοῖς ὄντα, μυρίους δὲ καὶ εἰς ζωήν. Καὶ μή τις ὑποφερέτω νῦν ἀναφρονεῖν με καὶ ὑστέρῳ χρόνῳ ἐπιμυθικῶς αἰσθέσθαι οἷος ὁ Δαυῒδ ἀπέβη, ἐπειδὰν δηλαδὴ ἐδικαιώθη πεμφθῆναι τῷ Σικελῷ σύν γε τῷ Μαυροζώμῃ πρωτόλειον καὶ τῆς ἡμῶν ἀπωλείας ἀκροθίνιον. Ὃν ὤφειλον Ἅρπυιαι φθάσασαι οὕτω πως διαθέσθαι πρὶν ἢ καὶ ἐξαπολέσαι ἡμᾶς. Οὐ γὰρ ἄρτι ἐς νοῦν ἐγὼ ἐστράφην, ἀλλὰ τὸν ὅλον τῆς ἐπὶ πολέμῳ στρατηγίας αὐτοῦ χρόνον ἡμᾶς μὲν ἔθλιβον οἱ ἐχθροί, ἐγὼ δὲ ἐκεῖνον ἐλέγχων, ἐξονειδίζων, ἐκφαίνων τὰ ὡς ἑκάστοτε σφάλματα, λαλῶν, εἰ καὶ εἰς ἀνήνυτον, ἅπερ ἤκουεν ἂν καὶ ἐξ ἄλλων, εἴπερ ἐπαρρησιάζοντο καὶ μὴ τὸ τῆς πόλεως κακοτυχὲς ἔκλειεν αὐτοῖς τὰ στόματα.
Δέδεικταί μοι ἀρκούντως, οἶμαι, ὡς οὐδέν τι καινοπραγῶ κακολογῶν ἀλλοφρονήσαντα τὸν Δαυΐδ, ὃν σωφρονοῦντα φθάσας εὐλόγουν. Ἐγὼ δὲ οὕτω καὶ τὸν βασιλέα Ἀνδρόνικον, ὃν ὑποκαταβὰς οὐκ ἂν εὖ λέγειν εἰς τὸ πᾶν ἔχοιμι, ἐν ἄλλοις ἐθαύμασα, φράσας ἐπιλέγδην ὅ τι τῶν κρειττόνων ἐκείνῳ ἐνέλαμπεν. Οὐ γάρ τι κατὰ τοὺς φαύλους τῶν σοφιστῶν ἀναγράφω ἀντίφωνα. Πρὸς δὲ συγγραφικὴν ταύτην ἱστορίαν οὐκ ἔχω κρύπτειν ὅσα τοῖς ἄρτι πρὸς εἱρμὸν συμβαίνουσιν, ὡς ἥ γε λοιπὴ ῥητορεία, ἡ πρὸς ψιλὸν ἔπαινον, δοκεῖ κατὰ τὴν σοφὴν καὶ αὐτὴ μέλισσαν οὐ μόνον ἐξ ἀνθέων γλυκέων καὶ λοιπῆς χρησιμότητος ἑαυτῇ συγκροτεῖν τὸ μυρέψημα τοῦ γλυκάσματος ἀλλά που καὶ ἐκ μὴ τοιούτων. Καὶ γάρ τοι καὶ ἐκ περιττωμάτων οὐκ εὐαποφόρων ἐκείνη τιθαιβώσσει, ἐκλεγομένη τὰ συντείνοντα, καθὰ παρατετηρηκότες οἱ δεξιοὶ σιμβλοποιεῖν οἴδασι· καί τι συναγείρει κἀκεῖθεν, εἰς ὅσον τὰ κηρία στύφεσθαι καὶ συνέχεσθαι· ὁποῖα δή τινα μελίτταις Ἑρμοῦ ὑποκείμενα καὶ ὁ Δαυῒδ εἰχέτην καὶ ὁ Ἀνδρόνικος, καὶ μάλιστα ὁ Ἀνδρόνικος, παντοδαπὸς ἐκεῖνος ἄνθρωπος καὶ παμποίκιλος, καὶ τοῦτο οὐ χαμαιλέοντος δίκην εἴτε πολύποδος, Πρωτέως δὲ μᾶλλον, καὶ μάλιστα κατὰ Ἔμπουσαν, ἣ φρικτὰ ἐφάνταζεν. Ὁ δ' αὐτὸς καὶ κατὰ εὐρίπους πολύστροφος ἦν καὶ κατὰ τὴν ἀρχέγονον ἀνείδεον ὕλην ἅπασιν ὑποτέθειτο εἴδεσι πολυειδῶς, ὧν τὰ μὲν ἐπαινοῖτο, τὰ δ' οὐκ ἄν. Ἔστι δ' ἐπ' αὐτοῦ προσαρμόσαι καὶ τὸ εἶναι μέν τινα παρ' αὐτῷ οἶκτον, εἶναι δὲ καὶ θυμὸν μέγαν. Ἔστι δὲ συμβιβάσαι καὶ τὸ “ἦν ὁμοῦ ἐν αὐτῷ χρήματα πάντα”, καὶ ὡς πολυμιγέων ἕνωσις ἦν τις καὶ παρ' αὐτῷ καὶ δίχα φρονεόντων συμφρόνασις, οὐ μὴν ὅθεν συγκροτεῖται ἁρμονίας ἀρετή, ἀλλὰ κακία συγχύσεως. Πολύτροπον γάρ τι χρῆμα ὁ ἀνήρ καὶ πολυπόριστον τοῖς ἐφ' ἑκάτερα γράφειν δεινοῖς. Ἐναχθείη δ' ἄν τις καὶ σφαίρῳ αὐτὸν παρεικάσαι, οὐ τῷ μεταλαμβανομένῳ πρὸς γένεσιν κατὰ παλαιὰν τερατείαν, ἀλλὰ πρὸς ποικιλίαν ἠθῶν. Εἰ δὲ καὶ ἐν αὐτῷ δύο πίθους ἑστάναι τις φαίη, τὸν μὲν ἀγαθῶν πλήρη, κακῶν δὲ τὸν ἕτερον, ὧν ἀρυόμενος καὶ καταμιγνύων ἐκεῖνος ἐπεμέτρει τοῖς ὑπ' αὐτόν, τὰ πλείω δέ γε μόνου τοῦ τῶν κακῶν, αἰνίξαιτο ἂν προσφυέστατα· ἦν γὰρ σύμμικτος καὶ πρὸς ἀκραιφνῆ χάριν οὐκ ἄκρατος, οὐδὲ μὴν εὔκρατος.
Ἀλλ' οὕτω μὲν ταῦτα παρεκβεβάσθω καιρίως, οἶμαι, καὶ οὐδὲ πάνυ τι ἀμεθόδως. Ἐγὼ δὲ βραχύ τι ἄνειμι πρὸς τὸν ἦν μὲν ὅτε, ὃ μακράν, τινὸς φιλίας Δαυΐδ, νῦν δὲ μίσους παγκοσμίου ἄξιον. Ταχὺ μὲν ἔστρεψας νῶτα, ὦ γενναιότατε φεύγειν, θᾶττον δὲ ἀντιμέτωπος οὐκ εἰς ἀντιπαράταξιν, ἀλλ' εἰς δούλωσιν ἔδραμες, εἰς τοσοῦτον τῇ φυγῇ προσμείνας, εἰς ὅσον ἄνανδρον τὴν στροφὴν ἐπιδείξασθαι, ἵνα μηδέν τι γενναιότητος ἴχνος ἐν σοὶ εὑρίσκηται, μήτ' ἐν τῇ πολιορκίᾳ, ἣν καὶ εὐχόμενός που ἦσθα συγκεφαλαιωθῆναι τάχιον, ὡς ἐν τοῖς ἐφεξῆς ὑποκρουσόμεθα, μήτε μετὰ τὴν ἅλωσιν, ἐν ᾗ ἐψεύσω καὶ τὸν ἀνδριζόμενον καὶ τὸν φεύγοντα, οἷς φεύγειν τραπεὶς ἐπιδέδωκας σεαυτὸν τοῖς μηδὲ διώκουσιν. Αὐτοῖς γὰρ ἄλλα ἐν φρεσὶ μεμέλητο, τὰ πρὸ ἔργου καὶ ἀναγκαία σφίσι, σοῦ δὲ οὐκ ἄν, οἶμαι, οὐδὲ μνήμην ἔσχον, εἰ μὴ ἐνεφάνισας σεαυτόν. Οἴδασι γὰρ οἱ εὐγενῶς ἀνδρεῖοι ἐξαθερίζειν τὸν μὴ τοιοῦτον στρατηγόν, ὁποῖον δή τινα κατέγνων καὶ σέ, οἷς τῶν τῆς σῆς ἀβελτηρίας πεπείραντο.
Ἀλλὰ τί δὴ παρενεχθεὶς ὑπὸ τοῦ πάθους καὶ τῶν ἄρτι καὶ ἐν ὀφθαλμοῖς γενόμενος ἀποπλανῶ τὸν χρόνῳ ποθ' ὕστερον ἀκουσόμενον τοῦ συγγραφικῶς εἰδέναι τὰ τῶν καθ' ἡμᾶς ἐξ ἀρχῆς ἄχρι καὶ πέρατος, ἵνα παρακολουθῶν εἰδείη ἐξ οἵων τῶν πάλαι οἷα τὰ νῦν, καὶ τὰ μὲν παθαίνοιτο, τὰ δὲ ἄλλως θαυμάζοι, τὰ δὲ καί, εἴπερ ἐθέλοι, μανθάνοι καθ' ἱστορίαν, ἐπιλεγομένην ὅσα τοῖς νῦν συγκυρήμασι χρήσιμα; Τί δὲ μὴ κεφαλήν τινα ἐφιστῶ, καθά τινι σώματι, τῇ συγγραφῇ ταύτῃ, δι' ἧς καταβαίνων τῷ λόγῳ προποδίσω εὐόδως ἔνθα τὸ ἔσχατον, ἔνθεν ἑλών;
Μέλλον εἶναι φαίνεται, καθὰ θεῷ εὐηρέστητο, πεσόντι τῷ Κομνηνῷ βασιλεῖ Μανουὴλ συγκαταπεσεῖν καὶ εἴ τι ἐν Ῥωμαίοις ὄρθιον καὶ ὡς οἷα ἡλίου ἐκείνου ἐπιλιπόντος ἀμαυρὰν γενέσθαι πᾶσαν τὴν καθ' ἡμᾶς. Οὐκοῦν ἀπῆλθεν ἐκεῖνος ἔνθα ἐχρῆν, διαδοχὴν ἀφεὶς γένους οὐχ οἵαν ἐχρῆν. Παῖδα γὰρ μικρόν τι παρηλλαχότα τὸν παναφήλικα, μὴ ὅτι γε βασιλείας μεγίστης κρατεῖν οὐκ ἔχοντα δι' ἑαυτοῦ, ἀλλ' οὐδὲ κατὰ παῖδας διατεθεῖσθαι στερεῶς, ἀμέλει καὶ ἐπέτρεψε φθάσας κηδεμόνι τὸν υἱὸν τῇ μητρί, ἐρώτων οὔσῃ ὡραίᾳ, εἰ καὶ κρύπτεσθαι αὐτοὺς ἐπηγγείλατο ἐκείνη, τὸν τοῦ κάλλους ἥλιον πνευματικῶς νεφώσασα κατὰ περιβολὴν μέλαιναν. Οἱ δὴ ἔρωτες ἐκεῖνοι πυρσεύσαντες, ὡς ἂν εἰδεῖεν αὐτοί, ἀνῆψαν κακὸν κοσμικόν. Καὶ ἦσαν μὲν καὶ ἄλλοι τοῦ ἐπιτροπεύειν, ἐν οἷς καὶ ὁ λαχὼν πατριαρχεῖν, ὁ καὶ τὰς ἀρετὰς καὶ τὸν λόγον περιττὸς Θεοδόσιος, ὃν ἡ τῶν Ἀντιοχέων τῇ Μεγαλοπόλει ἐχορήγησεν ἀγαθὸν πολυτίμητον, ἀλλ' ἡ γυνὴ προεῖχεν, οἷα καὶ γυνὴ καὶ μήτηρ, καὶ ἦν τοῦ λοιποῦ σκοπὸς αὐτὴ διὰ τὸ προφαίνεσθαι, καί τινες ἔρωτος νόμῳ ἐτοξάζοντο κατ' αὐτῆς λανθάνοντες, εἴ πως μεσιτεύσει τὰ τῆς βολῆς, ὡς ἐῴκει, πρὸς βασιλείας ἐπιτυχίαν. Ὑπερηκόντιζε δὲ τοὺς λοιποὺς Ἀλέξιος ὁ Κομνηνός, ἀδελφιδοῦς μὲν ὢν τῳ αὐτοκράτορι Μανουήλ, τὴν τοῦ πρωτοσεβαστοῦ δὲ ζώνην φέρων, καὶ προσείχετο τῇ δεσποίνῃ, τῇ τοῦ βασιλέως μητρί, πλέον τῶν ἄλλων. Ὑφέρπει οὖν ζῆλος ἐντεῦθεν καί, ὅ φασιν, ὀστρακίνδα κατὰ τοῦ ἀνδρὸς ὑποβλεψάμενος, οὐκ ἀνίει ἑλίττων στροφὰς ποικίλας, εἴ πως ἐκείνῳ μεθοδεύσει μετάστασιν. Καί πως οὕτω δόξαν τοῖς τηνικαῦτα προφέρουσι τῶν εὖ γεγονότων, συνθεσίας κατ' αὐτοῦ πέπλος ῥάπτεται, περιδύσων αὐτὸν καὶ συνέξων οὐ πρὸς ἡδονήν. Ὕφαναν δὲ τὸ τοιοῦτον πέπλωμα οὐκ ὀλίγοι τε ἕτεροι καὶ οἱ δύο παῖδες Ἀνδρονίκου, τοῦ ἐκ Κομνηνῶν, ὃς αὐτανέψιος μὲν ἦν τῷ βασιλεῖ Μανουήλ, καὶ ὡς ἂν ἡ πεδινὰ λαλοῦσα εἴποι γλῶσσα πρῶτος ἐξάδελφος, εἰς βασίλειον δὲ θρόνον ἑαυτὸν ἐκάθισεν ὕστερον οὐ πάνυ εὐτυχῶς οὔτ' αὐτῷ οὔτε τοῖς περὶ αὐτόν. Ὀνόματα δὲ τοῖν παίδοιν ἤστην, τῷ πρώτῳ μὲν κατὰ γέννησιν Μανουήλ, Ἰωάννης δὲ τῷ μετ' αὐτόν, ὃν καὶ αὐτὸν ἐγνώρισεν ἡ βασιλεία, καθὰ καὶ τὸν πατέρα μετ' οὐ πολύ. Καὶ οὗτοι μὲν δύο τότε συνωμοσάσθην, ἐν δὲ τοῖς καὶ Ἀλέξιος ἦν, πρωτοστράτωρ μὲν τὴν ἀξίαν, ἀνεψιαδοῦς δὲ γνήσιος καὶ ὑπερλίαν φιλητὸς τῷ βασιλεῖ Μανουήλ, πρὸς δὲ καὶ Ἰωάννης Δούκας, ὁ ἔπαρχος, ὃν καὶ ἐξ αὐτῆς θέας τεκμήραιτ' ἄν τις καλλιστεύειν ἐν ἀγαθοῖς (μεγάλη δ' ἐν τούτοις μοῖρα ζήλου), καὶ οἱ Καίσαρες, ἡ πορφυρογέννητος Μαρία, ἣν ὑπὸ τῷ βασιλεῖ Μανουὴλ ἡ ἐξ Ἀλαμανῶν Εἰρήνη, τὸ ἅγιον ἐκείνη γέννημα, ἐγείνατο, καὶ ὁ συζυγῶν αὐτῇ Ἰωάννης ὁ μαρκέσιος, νεανίας μὲν τὴν ἡλικίαν, τέλειος δὲ τὴν ἀνδρείαν. Ὁποῖα δὲ ἐν τοιούτοις ὡς τὰ πολλὰ ξυμπίπτει, ἔνθα ὁ λόχος οὐκ ἔχει κρύπτεσθαι εἰς τέλος, ἀλλ' ἐκφαίνεται, φωρῶνται πάντες οἱ τοιοῦτοι, ἑνός τινος τῶν λοχιτῶν καταμηνύσαντος, καὶ συγκροτεῖται δίκη. Καὶ προκάθηται μὲν ἡ ἐπίτροπος μήτηρ, κυρία πάντων ἤδη προβεβλημένη ψήφῳ κοινῇ, ὡς μὴ ὤφελεν, ὑποκάθηται δὲ ὁ υἱὸς καὶ βασιλεὺς Ἀλέξιος. Καὶ κατηγοροῦνται οἱ τὸν Πρωτοσεβαστὸν οὐ φαύλως μισοῦντες, καὶ μετὰ πολλὰ τὰ διὰ μέσων κατακρίνονται, βραβεύοντος εἰς τὸ πᾶν τῇ τοιαύτῃ εὐθυδικίᾳ τοῦ βαθυτάτου Θεοδώρου τοῦ Παντεχνῆ, τοῦ δικαιοδότου καὶ ἐπὶ τῶν οἰκειακῶν, καθ' οὗ θελήσας ἐνστῆναι ὁ μέγας ἐν πατριάρχαις ἔσχασε πᾶσαν ἐν κενοῖς μηχανήν. Ἦν γὰρ ὁ Παντεχνὴς ἀληθῶς παντεχνής. Καθείργνυνται οὖν ἐν τῷ μεγάλῳ παλατίῳ καὶ οἱ ἀδελφοί, ὁ Μανουὴλ καὶ ὁ Ἰωάννης, πρὸς δὲ καὶ ὁ πρωτοστράτωρ Ἀλέξιος, ἔτι δὲ καὶ ὁ ἔπαρχος· τῶν δὲ λοιπῶν οἱ μὲν ἀφείθησαν, ἀληθῶς μὲν εἰς ἕωλον δεῖπνον τοῖς βουλομένοις αὐτῶν θοινήσασθαι, φαινομένως δὲ κατὰ φιλίαν καὶ τὸ εἶναι ἀνύποπτοι, οἱ δέ τινες ἀπώλοντο ποικίλως καὶ ὡς οὐκ ἄν τις ἴδοιτο· πολλοὶ δὲ καὶ ὑπερορίᾳ ἑκόντες ἐδικαίωσαν ἑαυτούς, ὧν ἦν καὶ ὁ καλὸς Λαπαρδᾶς, ὁ πάνσοφος τὰ στρατηγικά, ὃν ἱέρακα διὰ τὸ τῆς φρονήσεως καὶ τὸ κατὰ πρᾶξιν ὀξυπετὲς ὁ τῶν Τούρκων σουλτὰν ὀνομάζειν ἐπέκρινεν, ὁ τότε μὲν εὐτυχῶς περισωθείς, μετὰ δέ γε ἀθλίως ταῖς τοῦ βασιλέως Ἀνδρονίκου καὶ αὐτὸς πάγαις περιτετυχηκὼς καὶ ἐξολωλώς.
Ἦν δὴ ταῦτα τότε. Καὶ τέως μὲν περὶ μίαν ἡμέραν οἱ τέσσαρες ἠτιμωμένοι ἑάλωσαν δῆθεν ξυνωμοσίας, ὁ Μανουὴλ καὶ Ἰωάννης οἱ ἀδελφοί, ὁ πρωτοστράτωρ Ἀλέξιος καὶ Ἰωάννης ὁ ἔπαρχος, καὶ εἶχεν αὐτοὺς ἡ κάθειρξις καὶ πρὸ αὐτῆς τὰ λίαν ἄτιμα. Τὸ δὲ ζέον τοῦ θυμοῦ τοῖς κρίνασιν ἐβράττετο καὶ κατὰ τῆς Πορφυρογεννήτου καὶ τοῦ συμβιοῦντος Καίσαρος, οὐκ εἶχε δὲ καὶ ἐκζέσαι αὐτίκα, ὡς καὶ ἀπαφρίσαι καὶ γενέσθαι πρόοπτον τὸ κακόν, ἀλλ' ἐνδομυχοῦν καὶ ὑποτυφόμενον ἐπέσχεν εἰς τοσοῦτον, ὡς καὶ τὸν πατριάρχην δοκῆσαι πρὸς αὐτῶν εἶναι τοὺς κρίνοντας. Διὸ καὶ αὐτὸς μὲν ἁπλοϊκῶς ἐμηνύσατο πρὸς ἑσπέραν τὰ λῴονα, οἱ δὲ οὐχ ἁπλοῖ ἐμελέτων ἀνυποστόλως διακειμένων αἴφνης τὸ κακὸν καταράξαι καὶ συλλαβέσθαι καὶ αὐτούς, ὡς ἂν οὕτω τὸ ἑσπέρας αὐλισθήσεται ἀγαλλίασις παρ' αὐτοῖς καὶ τὸ πρωῒ κλαυθμὸς ἀπεναντίας τῷ ψάλλοντι. Καὶ οὕτω μὲν ἡ κακία ἐπικρύπτειν ἤθελεν ἑαυτήν. Ὡς δὲ ἡ σποδιὰ ὦζε θείου καὶ ἡ ὀδμὴ κατεμήνυε πῦρ κρύπτειν σκηπτοῦ ὀλεθρίου καὶ οὐκ ἦν λαθεῖν, μανθάνουσι τὴν ἐπιβουλὴν οἱ Καίσαρες καὶ ἀπέριττοι, ὡς εἶχον, φεύγουσιν εἰς τὸ τῆς μεγίστης τοῦ Θεοῦ Σοφίας εὐαγέστατον τέμενος, ἄσυλον αὐτὸ εἰδότες καὶ πᾶσι προσώποις ἀβέβηλον. Διαπετάννυσι τὰς ἀγκάλας αὐτοῖς ὁ ἐν ἀρχιερεῦσι πρωτεύων, περιποιεῖται, ὡς ἐξῆν, δίδωσιν ἀνάπαυσιν, λεαίνει λόγοις τε τοῖς πρὸς παραμυθίαν καὶ ἔργοις, ὡς εἶχεν ἰσχύος· εἶχε δέ, ὅσα καὶ πατὴρ ἅγιος, ὑπὲρ ἀληθείας φίλαθλος. Οὐ διῆλθε τῆς ἡμέρας πολὺ καὶ οἱ τῆς δεσποίνης ἔτρεχον εἰς τὴν ἁγιωτάτην Μεγάλην ἐκκλησίαν, ὡσεὶ καί κυνηγέται κατά τινος ἀξιολόγου ἄγρας, εἰπεῖν μετριώτερον. Καὶ εὑρηκότες, τὰ μὲν ᾐτιῶντο, εἰ κατὰ μηδὲν αἴτιον φόβου ἔφυγον, τὰ δὲ παρεκάλουν τοῦ σφετέρου πάλιν ἀδεῶς οἴκου γενέσθαι παραπλέκοντες τοῖς λόγοις καὶ ὡς δύσνουν ὑπόνοιαν ἀποπέμπουσιν οἷς οὕτω δραπετεύουσι, ταῖς δὲ τοιαύταις ἐννοίαις καὶ ἐμφάσεις ὑποσκιάζοντες βουλῆς οὐκ ἀγαθῆς ἐπ' αὐτοῖς. Οὐκ ἔχει γὰρ τὸ πάνυ θυμούμενον σταθερῶς ἐπικρύπτειν ἑαυτό, ἀλλά που καὶ ἐκρήγνυσι τὸ ἐνδόμυχον, ὁποῖά τις Τυφὼς ταρτάριος βίαιος. Οἱ τοίνυν Καίσαρες, βεβαιώσαντες τὸ δέος ἐν ἑαυτοῖς, οὐκ εἶχον τὸν νοῦν πρὸς τοῖς λαλοῦσιν ὡς εἰς ἀγαθόν, ἀλλὰ τῷ παραμεμιγμένῳ πικράζοντι καὶ τὸ γλυκάζειν δοκοῦν ὑπεβλέποντο, ἐπιτυχάνοντες αὐτοὶ τοῦτό γε. Ὡς οὖν ἀπέγνωστο ἡ τῶν Καισάρων πειθὼ καὶ ὡς οὐκ ἔσται αὐτῶν ἄγραν θέσθαι διὰ δόλου διέγνωστο, κατανοεῖται βία καὶ τὸ τοῦ στόματος ἁπαλὸν σκληρὰ χεὶρ διαδέχεται καὶ τὰς βολίδας γλώσσης συστείλαντες οἱ δεσποινικοὶ τὰς ἐκ σιδήρου μελετῶσι χειρίσασθαι. Καὶ πρῶτα κατὰ τοῦ ἱεράρχου τραχύνονται, ὅτι μή, τῆς ἐκκλησιαστικῆς προϊστάμενος, ὡς εἰπεῖν, ἀκροπόλεως, καταπροΐεται τοὺς πεπιστευμένους αὐτῇ, συνειλεγμένους εἰς πάνυ πυκνὸν στῖφος καὶ οὐδὲ ἀγεννές. Καὶ γίνεταί τις ἐνταῦθα συρραφή, ὁποίαν δαίμων ἂν τεχνάσαιτο.
Ἦν ἑορτὴ μεγάλη, ἡ τοῦ σωτηρίου Πάσχα, καὶ ὤφειλον τῷ βασιλεῖ ἀσπασμὸν ἡ ἐκκλησιαστικὴ λογάς, ὅσοις τὸ τοιοῦτον ἀνέκαθεν ἐψήφισται φίλημα. Ὡς δὲ καὶ τὸν ἀρχιερέα ἔδει κορυφαῖον παρεῖναι καὶ κατάρξαι τῆς ὀφειλῆς (τῷ δὲ ἦν δῆλον ὡς τὸ τοιοῦτον φίλημα παραδώσει αὐτὸν κατά τι ὁμοίωμα τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν, τοῦ Χριστοῦ ), καὶ ἐδεδίει ἀνθρωπίνως ἐκεῖνος, εὐλαβούμενος ἀποβῆναι κατάσχετος, καὶ ὤκνησε τὴν εἰς τὰ βασίλεια ὁδόν, γίνεται ἀναβολὴ τοῦ καθήκοντος ἀσπασμοῦ καὶ ὑπερτίθεται εἰς ἑτέραν ὥραν, μαθητευθεῖσαν τῷ βασιλεῖ. Καὶ ἦν ἐκείνη Παρασκευή, καὶ ἀλλοία μέν τις φαύλη καὶ ἑβδομάδος δὲ τῆς μετὰ τὴν πασχάλιον Κυριακήν, καθ' ἣν συλλεγέντος τοῦ πλήθους, ὅσον εἴωθεν ἐν τοῖς τοιούτοις πληροῦν τὰ βασίλεια, τελεῖται μὲν καὶ τὸ ἀσπάσασθαι, τὸ ἐπιπολάζον τῆς μηχανῆς, συντελεῖται δὲ καὶ τὸ κρύφιον, ἡ ἐξ ἐρήμης τοῦ πατριάρχου καθαίρεσις, ὡς οὐκ ἂν εὐφήμως εἰπεῖν ἔχοι τις. Τῶν μὲν γὰρ ἀρχιερέων, εἰ χρὴ φάναι, κερδαλεότης, τῶν δὲ εὐλάβεια κατὰ πολὺν φόβον, τῶν δὲ καὶ μῖσος οὐκ εὐλόγιστον κατὰ τοῦ ἀρχιερατεύοντος οὕτω ῥᾳδίως ἤνυσαν τὴν ἐκείνου καταβολήν, ἐπιτιθεμένων καὶ τῶν τινων τῆς συγκλήτου βουλῆς καὶ κατακτυπούντων, ὡς οὐκ ἂν οὐδὲ ἱεριχούντια τείχη κατηχούμενα σάλπιγξιν ἐκείναις ἔπιπτον.
Καὶ τὸ ἐκεῖθεν, βραχυλογικῶς καὶ αὐτὸ ἱστορῆσαι (τί γὰρ ἀναμετρητέον τὰ πέρα μέτρου;) τάραχος μέγας τῶν τοῦ παλατίου, ὅσον ἦν πρὸς τοῦ θεοῦ καὶ τῆς κατ' αὐτὸν ἀληθείας, τῶν τοῦ λαοῦ τῆς πόλεως, τῶν αὐτῆς δὴ τῆς ἐκκλησίας. Καἰ ἐκείνης γὰρ ὀλίγοι κατεσκίρτησαν ἐπὶ τοῖς πραχθεῖσιν· οἱ δέ γε πλείους προωρῶντο τὸν κύριον ἐνώπιον αὐτῶν διὰ παντὸς καὶ κατὰ τῶν πεπραγμένων ἐγίνοντο. Οὐκοῦν καὶ μερίζονται. Καὶ οἱ μὲν τῷ μικρῷ βασιλεῖ ἐκομίζοντο, καὶ καθάπαξ ὑπαγορεύσαντες ἐκείνῳ καί, ὡς οὐκ ὤφελον, διδάξαντες τὴν τοῦ ἀρχιερέως ἀτιμίαν, ἐπέμενον οἷς ἐκακούργησαν καὶ τὴν διδασκαλίαν ἠσφαλίζοντο καὶ τὸν παῖδα τῷ μαθήματι ἐνερείδοντες τηρεῖν αὐτὸ εἴθιζον καὶ μάλιστα ἡ τὸ πᾶν δυναμένη μήτηρ καὶ ὁ μετ' αὐτὴν Πρωτοσεβαστός, ὁ κατὰ τῆς ἐκκλησίας τότε μελετήσας δυνατὸς γενέσθαι καὶ σὺν γυναιξὶ συστήσας κατὰ τὴν παροιμίαν μάχην. Καὶ οὕτω μέν τινες οἱ τοῦ μὴ καλοῦ. Οἱ δὲ λοιποί, ἐπί τε τῷ πατριαρχικῷ καταστυγνάζοντες δυσπραγήματι ἐπί τε τῃ τῶν Καισάρων δυστυχίᾳ, καταλήγουσιν εἰς κακὸν μέγα καὶ οἴκτιστον. Εἰπεῖν γὰρ ἐν βραχυτάτῳ, πόλεμος κροτεῖται ἱερός, ὡς ἂν καιρίως φαίη τις. Καὶ στεγανοῦνται μὲν οἱ τῆς ἐκκλησίας ἐντὸς ὡς ἐπὶ πολιορκίᾳ μεθ' ὅπλων, οἱ δὲ βασιλικοὶ ἔξωθεν ἐπιπίπτουσι, καὶ πολλοὶ καὶ γενναῖοι. Καὶ πίπτουσι μὲν οὐκ ὀλίγοι τῶν ἐν τῇ ἐκκλησίᾳ, τῶν δὲ βασιλικῶν ἀμύθητοι. Διέβη δέ τι τοῦ τοιούτου κακοῦ καὶ εἰς τὴν ἀγοράν. Τὸ γὰρ βασιλικὸν συμμαχικὸν πολλοῖς ἐνεπήδησε καὶ τοὺς μὲν ἄλλως ἔβλαψε, τινὰς δὲ καὶ τοῦ ζῆν ἀπήγαγεν. Ὅθεν καὶ πλατυνθὲν τὸ κακὸν ἐπλήθυνε τὸ κατὰ τῆς βασιλίδος μῖσος καὶ ἥπλωσε μικροῦ δεῖν εἰς ἅπαντας. Καὶ ἔγεμον αὐτῆς τὰ πάντων στόματα οὐκ εἰς ἀγαθὸν καὶ ἐβουλεύοντο τὰ εἰς κάκωσιν αὐτῆς και ἀπόστασιν. Ὁποῖα δὲ ἐν τοῖς τοιούτοις φιλεῖ γίνεσθαι, οὐ μόνον ἐκ τῶν παρὰ πόδας ἐπορίζοντο τὰ εἰς ἄμυναν, ἀλλὰ καὶ εἰς τὰ πόρρωθεν ἀνεβίβαζον τοὺς λογισμοὺς. Καὶ ἀνέβη αὐτοῖς ἐπὶ νοῦν ὁ Κομνηνὸς Ἀνδρόνικος, ὃν ἄνω τοῦ λόγου παρερρίψαμεν. Ἐδόκει γὰρ ἀξιόμαχος ἐπίκουρος ἀναφανήσεσθαι ἂν πρὸς τὰ ξυμπεσόντα καὶ ἀλεξίκακος, οὐχ ὥστε μὴν ἐκεῖνον δράξασθαι καὶ πρὸς ἑαυτοῦ θέσθαι τὰ ζυγὰ τῆς βασιλείας, ἀλλ' ὡς τῆς μητρός, ἣ φαύλως ἐπιτροπεύειν ἐδόκει, ἔτι δὲ καὶ τῆς τοῦ Πρωτοσεβαστοῦ οἰήσεως ἐξελέσθαι τὸν καταπραγματευόμενον. Καὶ ἦν τοῖς πολλοῖς, ὀκνῶ μὲν εἰπεῖν ὡς πρὸ καὶ αὐτοῦ Θεοῦ, θαρρῶ δὲ ἀσφαλέστερον φράσαι ὡς εὐθὺς μετὰ Θεόν, τὰ τῆς καραδοκίας εἰς τὸν Ἀνδρόνικον. Ὅθεν καὶ τοῦ ἐκκλησιαστικοῦ πολέμου ἀκμὴν ἔχοντος περί που μεσημβριάζουσαν ὥραν καὶ διαβλεπομένου ὡς ἑτερορρεπὴς ὑπὲρ τῶν βασιλικῶν ἔσται, πλάσμα ἦν λόγων τοῖς πολλοῖς, ἤδη δὲ καὶ διανοιῶν ἀνάπλασμα ὑπόκενον, ὡς ἰδοὺ ὁ Κομνηνὸς ἥκει καὶ ἐγγύς που τῆς ἀντιπόρθμου τῷ Βυζαντίῳ αὐλίζεται Δαμάλεως. Καὶ τὸ βουλόμενον ἑκάστου τῶν πολιτῶν εἶχεν ἐκεῖνον παρόντα τῇ μάχῃ, ὡς εἴπερ ἐκ τῆς Σινωπικῆς χερσονήσου, ἣν τότε κατεῖχεν, εἰς τὴν Μεγαλόπολιν ἐπτερύξατο. Καὶ ἐδόξαζον ἐκεῖνον σωτῆρα σφῶν ἑκάστου ἔσεσθαι καὶ ἕρμα τῆς βασιλείας, κούφως ἐνταῦθα κἀκεῖ παραγομένης πρὸς τοῦ θέλοντος, εἴπερ μόνον τῷ Πρωτοσεβαστῷ καὶ τῇ ξυνασπιζούσῃ βασιλίδι χαρίζοιτο. Ἔπεμπε γὰρ ὁ Ἀνδρόνικος φαντασίαν τοῖς πλείοσιν ἄνθρωπος εἶναι οἶος διέπειν κόσμον καλῶς, καὶ οἷς δὲ ἔπαθε μαθεῖν ἀγαθὸς εἶναι, πάντως δ' ἂν καὶ τὸν τοῦ Μανουὴλ παῖδα αἰδέσεσθαι κατὰ τοὺς συχνοὺς ὅρκους, καί μάλιστα τοὺς ὕστερον, οὓς μετὰ πάθας πολλὰς ἐπέκρινε δοῦναι καὶ δεδωκὼς τὴν τῶν Παφλαγόνων ἀντεκληρώσατο γῆν, ὡς καὶ στρατοπεδαρχεῖν ἐκεῖσε καὶ τὰ ἐκεῖθεν εἰς κέρδος ἀπονοσφίζεσθαι. Καὶ εἶχον μὲν οὕτως ἐλπίδων οἱ τῆς Μεγαλοπόλεως· αἱ δὲ ἦσαν ἐλπίδες ἄλλως καὶ ὀνείρων κατὰ τὸν εἰπόντα σκιά, ὡς ὁ ἐπιὼν χρόνος ἀνέδειξε, ψεύσας τὴν καλὴν ζωγραφίαν, ἣν ὁ καθ' ἕνα ἐπὶ τῷ Ἀνδρονίκῳ ἐνετυπώσατο εἰς ἑαυτόν, καὶ ἀπαλείψας μὲν αὐτήν, ἐκφήνας δὲ τὸν ἄνδρα καινότροπον, εἰπεῖν εὐφημότερον.
Ἀλλὰ τοῦτο μὲν μικρόν τι ὕστερον· τότε δὲ ἀνεκαλεῖτο ἕκαστος τὸν Ἀνδρόνικον ὡς ἤδη καὶ παρόντα ἢ γοῦν ἀλλὰ παρεσόμενον. Ὡς δὲ τὸ φάντασμα ἐψεύσατο καὶ ὁ πόλεμος περὶ δείλην ὀψίαν κατειργάσθη, ῥίψας πολλοὺς καὶ τὸ νότιον πολυάνδριον, τὸ πρὸς τῇ θαλάσσῃ, πλήσας νεκρῶν βασιλικῶν, ὃ δὴ Σαπρία τεθέληται λέγεσθαι, καὶ ἐχρῆν κατά τινα ξύμβασιν, τὴν τότε δόξασαν, ἠρέμα καταστῆναι τούς τε βασιλικοὺς τούς τε ἐκκλησιαστικούς, ὅποι μὲν ἦλθον μεθόδων οἱ τότε πάρεργον οἶμαι ξυγγράφειν, ὃ δὲ ἡμῖν ὁδοποιεῖ τὰ ἐφεξῆς εἰρήσεται.
Ἀποκαθίσταται μὲν μετά τινα διαστήματα ἔμμηνα πατριαρχεῖν αὖθις ἀναγκαίως ὁ ἱερώτατος Θεοδόσιος, συγκαθίσταται δὲ καὶ τὸ ἀρχιερατικὸν ξύμπαν εἰς μίαν ἕνωσιν καὶ δοκεῖ τὰ τῆς πόλεως οὕτω κύματα γαλήνην εὑρεῖν. Ὡς δὲ ἐχρῆν ἕκαστον μέγα πρόσωπον τῶν ἐν τῇ ἐκκλησίᾳ ἐκφαίνεσθαι κατὰ εἰρήνης δῆθεν λόγον, ἔγεμε γὰρ αὐτῶν εἰσέτι τὸ θεῖον τέμενος, παραμενόντων ἐξ ὅτου προσπεφεύγασιν, οἷς μὲν οὐκ ἦν ὕποπτον τὸ βιοῦν καὶ οἷς δὲ ἁπαλῶς εἶχεν ἡ ψυχὴ προυφαίνοντο καὶ ἐλάλουν καὶ ἐποίουν ὅσα ὑπέβαλλεν ὁ καιρός. Ἡ δὲ τοῦ Ἀνδρονίκου θυγάτηρ, ἡ τὸν Συναδηνὸν Θεόδωρον ὕστερον εἰς ἄνδρα λαβοῦσα καὶ ταχὺ ἀποβαλοῦσα οὐ καθ' εἱρμόν, ὡς λέγεται, φύσεως, ἐφαίνετο οὐδαμοῦ· καὶ μὴν ἀνεψηλαφᾶτο κατ' ἐπιμέλειαν. Ἦν δὲ ἡ αὐτῆς ἐκκλησίαθεν ἀποκρυβὴ φυγὴ πρὸς τὸν πατέρα ἕως καὶ εἰς Σινώπην, ἔνθα ἐκεῖνον ἔγνω εἶναι· καὶ ἔσχεν εὐόδως, ὡς οὐκ ἄν τις οὐδὲ ἀνὴρ δεξιώτατος. Ἔοικε γὰρ ἡ φύσις φιλοτιμήσασθαι καὶ αὐτῇ τέχνην τοῦ φεύγειν, καθάπερ καὶ τῷ πατρί, ὃν μικροῦ ἂν δεήσῃ τις εἰπεῖν ὡς διὰ βίου κατώρθου τὸ καὶ φυγὰς εἶναι καὶ διαδιδράσκειν τοὺς ἐπιτρέχειν ἐθέλοντας. Ἡ τοίνυν θυγάτηρ ἐκείνη οὕτως ἀνδρισαμένη τὰ εἰς δρασμὸν καὶ εἰς ἓν γενομένη τῷ πατρὶ καὶ τὰ τῆς πόλεως περιηγησαμένη τά τε ἄλλα ἐνέγραψεν εἰς ἀναπάλειπτον ἐκείνου ψυχῇ καὶ ὅτι δὲ θεὸς τοῖς Κωνσταντινουπολίταις αὐτὸς περὶ γῆν μετὰ τὸν οὐράνιον. Καὶ τὴν καρδιακὴν γραφὴν ταύτην ἀνελίττων συχνὰ ὁ Ἀνδρόνικος καὶ διαλογισμοὺς ἀναβιβάζων ἀεὶ ἐν καρδίᾳ ποικίλους, ἐκνικᾶται λογισμῷ ἑνί, ὃς τὸ σύμπαν εἰς φθορὰν ἐκύκησεν. Ἀρξάμενος γὰρ ἐκεῖθεν ἀκροβολίζεσθαι κατὰ τῆς βασιλίδος καὶ τοῦ Πρωτοσεβαστοῦ καὶ μέμψεις ἐπιπέμπειν διά τε γραμμάτων καὶ στομάτων, ὡς ἄρα τὸ τῆς βασιλείας καθάρειον καπηλεύοντες παροινοῦσι κατὰ τοῦ βασιλέως παιδός, καὶ σκώπτων καὶ ἀπειλούμενος καὶ τῶν ὁμοίων αὖθις ἀντιπειρώμενος καὶ οἷα ἔλεγεν ἐπακούων, ὡς τοῖς ὑβριζομένοις ἤρεσκεν, εἶτα καὶ παραινῶν δῆθεν καὶ μὴ εἰσακουόμενος, ὅτι μηδὲ ἦν ἐπιτάσσων φορητά, ἐκμαίνεται εἰς ὁδὸν ὡς ἐπὶ ἀμύνῃ τῇ ὑπὲρ [τοῦ] τοῦ βασιλέως, οἷα καὶ φημιζόμενος ἐπιτετάχθαι πρὸς τοῦ μακαρίου Μανουὴλ συνδιαφέρειν καὶ αὐτὸς τὸ βάρος τῆς ἐπιτροπῆς.
Καὶ ἦν ἡ τοῦ Ἀνδρονίκου εἰς τὴν Μεγαλόπολιν τὸ ἐντεῦθεν ὁρμή· βασιλεὺς πρόφασις, Ἀλέξιος δηλαδὴ ὁ μικρός, ληψόμενος ἄμυναν· ἄλλως μέντοι ἀληθῶς πρόθεσις βασιλεὺς ἐκεῖνος ἄωρος θανούμενος, ὡς οὐκ ἐχρῆν. Καὶ γοῦν συλλεξάμενός τινα στρατιάν, τὴν μὲν κατὰ γῆν, τὴν δὲ λοιπὴν κατὰ θάλασσαν, ὡς εἶχεν ἰσχύος, εἶχε δὲ ἀμυδρᾶς, ἤλαυνε πῆ μὲν κατὰ σπουδήν, τὰ πολλὰ δὲ σχολαίτερον, μεθοδεύων τῇ σχολῇ δοκεῖν βαρὺς εἰς ὁδὸν εἶναι διὰ τὸ πολὺ τοῦ στρατοῦ· ὅπερ οὐχ οὕτως εἶχεν.
Ὡς δέ, τὴν τῶν Θυνῶν καὶ Βιθυνῶν γῆν περιελθών, ἦν τῆς τῶν Βεβρύκων καὶ περὶ τὴν ἀντιπέραν τῆς Μεγαλοπόλεως Χαλκηδόνα ἐστρατοπεδεύσατο, ἦν μὲν ἥκιστος τὸν λαὸν ὁ ἀνήρ, διασπείρας δὲ τὴν ἀμφ' αὐτὸν στρατιὰν πρὸς τέχνην καὶ σκηνὰς πηξάμενος ἐν τόποις καιρίοις, ὡς φαίνεσθαι πυκνοῦσθαί τε καὶ πλῆθος ἔχειν, καὶ τὰ πλοῖα δέ, οἷς ἐνέβαλέ τι τοῦ στρατιωτικοῦ, περὶ τὰ κατ' αἰγιαλὸν βράχεα καὶ λοιπὰς θαλαττίους ἀγκάλας δεξιῶς μερίσας καὶ καταστήσας, ὡς μὴ σαφῶς διαφαίνεσθαι οἷά τε καὶ ὁπόσα ἐκεῖνα, τοιαύτην σκότωσιν ἔπεμψε τοῖς Μεγαλοπολίταις, τοῖς τε ἄλλοις καὶ αὐτοῖς δὴ τοῖς πρὸς ἐκεῖνον ἐχθραίνουσιν, ὡς δοκεῖν τήν τε περαίαν γῆν καὶ τοὺς αὐτῇ προσκυροῦντας αἰγιαλοὺς πεπλῆσθαι, τὴν μὲν στρατευμάτων πεπυκνωμένων, τοὺς δὲ συχνῶν τριήρεων καὶ ἑτέρων πλοίων, ὅσα προμήκη σκευωροῦσιν αἱ κατὰ θάλασσαν μηχαναί. Καὶ εἰώθαμεν ἀληθῶς ἐν τοιούτοις οὕτω πάσχειν οἱ ἄνθρωποι· πληθύνομεν γὰρ ὡς τὰ πολλὰ καὶ μεγεθύνομεν ἃ θαυμάζομεν, οἷα μὴ ἀκριβοῦν δυνάμενοι διὰ τὸ τὴν ψυχὴν συγκεχύσθαι τοῖς ἐκπλήττουσι.
Τοιοῦτος οὖν ὁ Ἀνδρόνικος φανεὶς καὶ ὁ οὕτως ὀλίγος μυρίος διακριθείς, ἐφέλκεται διὰ βραχέος καιροῦ πάντας καὶ τὴν ὅλην πόλιν μετάγει, ὡς οὕτως εἰπεῖν, πρὸς ἑαυτόν. Καὶ ἵνα μὴ μακρᾷ θαλάσσῃ διηγημάτων ἐπαφῶμεν τὸ τοῦ λόγου ἀκάτιον, ἀλλ' ὡς διὰ πορθμοῦ βραχυπορήσωμεν, ἐν ἀκαρεῖ χρόνῳ πλωΐζονται εἰς ἐκεῖνον οἱ μεγάλοι, οἱ μικροί, οἱ μέσοι. Καὶ θαυμάζουσι μέν, ὁποῖα πρῴην δοκοῦντες βλέπειν, οἷα νῦν ἐμφανῶς βλέπουσι, καὶ ὡς αἱ μὲν μακραὶ νῆες ἁλιάδες ἄρτι γνωρίζονται, τῆς πρὶν κατὰ ἀπάτην σκοτώσεως διαφωτισθείσης, αἱ δὲ σκηναὶ μακροῖς ἀλλήλων διαστήμασιν ἀφορίζονται, σικυηλάτοις πρέπουσαι, ὁ δὲ στρατὸς ὅσος πανήγυρις οὐκ εὐγενής, οἱ δὲ ἵπποι, ὁποίους τοὺς πλείους μύλωνες ἂν καταδέχοιντο. Καὶ ἀφυπνίζοντο μὲν καὶ ἀνένηφον, ὡς τὰ μικρὰ γνωρίζειν αὐτὸ τοῦτο μικρὰ καὶ μηκέτι μεγαλεῖόν τι αὐτοῖς ἐπιψηφίζεσθαι, τὸ δὲ πάλαι ποθοῦν παραμένον ἔπειθεν ἐθέλειν τὸν ἄνδρα, μόνον αὐτὸν φαινόμενον τὸ πᾶν, καθὰ πρὸς ἀγαθοῦ σφίσιν ἦν, καταπράξεσθαι. Οὐκοῦν ἠσπάζοντο ἐκεῖνον, ἐφίλουν πρόσωπόν τε, οὗ τὴν θέαν εὔχοντο, καὶ χεῖρας, ἐφ' αἷς ἐπεποίθεισαν, ἐπ' αὐταῖς ἐνεθουσίων, ἐξηρεύγοντο ἐπαίνους παντοδαπούς, ἀνεβόων συχνὰ δόξαν τῷ θεῷ, προεκαλοῦντο, εἰ οἶόν τε διαπηδῆσαι εἰς τὴν ἀντίπορθμον ταχύ. Τὸ γὰρ ποδῶκες τοῦ ἀνδρός, ἐπίσημον αὐτῷ τυγχάνον πρὸς φύσεως, καὶ τοιαύτην, οἶμαι, καινοτροπίαν ἐνθυμήσεως ὑπέβαλλε τοῖς πολλοῖς. Ὁ δέ, τὰ μὲν ἀντιχαρείς, ὡς εἰκός, καὶ μάλα, τὰ δὲ καὶ φιλενδεικτήσας ἐν οἰκείοις κενεαυχήμασιν, οὐκ ὀλίγα δὲ καὶ θαρρύνας τοὺς εἰς αὐτὸν ἀφεωρακότας, αἴρεται μικροῦ δεῖν ἐπὶ χειρῶν, οὐ μόνον πρὸς Ἀγγέλων, γένους τούτου βασιλικοῦ, λαμπροῦ τε καὶ πολυδυνάμου, ἀλλὰ καὶ ὑπὸ λοιπῆς εὐγενείας καὶ συγκλήτου λογάδος καὶ τῶν ἄλλων τέκνων τῆς πόλεως. Καὶ εἶχε λοιπὸν αὐτὸν οὕτως ἡ Μεγαλόπολις, μυρία καινοπραγήσοντα.
Ἐνταῦθα ἔστιν εἰπεῖν ὡς ὁ μὲν εἰπὼν “εὐλόγησέ σε ὁ Θεὸς ἐπὶ τῷ ποδί μου” ἀοίδιμός ἐστιν εἰς ἀγαθόν, ἐπεὶ οὐδὲ ἔξω ἐγκωμίων ἡ τοῦ δικαίου μνήμη πίπτειν οἶδε, τὸν δὲ Ἀνδρόνικον ἐξ αὐτῶν βαλβίδων εἰσόδου ἔχοι ἂν ἡ Μεγαλόπολις μέμφεσθαι ὅτι οὐκ εὐλόγησεν αὐτὴν ὁ ποὺς αὐτοῦ. Οὐδὲ γὰρ ἵστατο ἐν εὐθύτητι, ὡς τὰ ἐφεξῆς ἅπαντα ἔδειξαν. Ἅμα γὰρ ἡ τοῦ Μεγάλου Κωνσταντίνου κληρονομία εἶχεν αὐτὸν καὶ αὐτίκα οἱ ἀμφ' αὐτὸν Παφλαγόνες, ἔθνος ἀτάσθαλον καὶ ἐν Ἕλλησι βάρβαρον, κελευσθέν, ἐνεπήδησε τῷ τῶν Λατίνων φύλῳ, οἳ ἀφωρισμένοι κατ' ἔθος ἀρχαῖον περὶ τὸν αἰγιαλὸν τοῦ Βυζαντίου κέρατος, τὸν τοῦ Φωσφορίου ἐχόμενον, ὑπὲρ ἑξήκοντα χιλιοστύας ἐχέοντο εἰς ἀριθμόν. Ἐπεκάλουν δὲ τοῖς Λατίνοις ἐκεῖνοι ὅτι πρὸς τοῦ Πρωτοσεβαστοῦ καὶ τῆς δεσποίνης Ξένης ἦσαν καὶ δι' ἐκείνους ἐβούλευον κατὰ Ῥωμαίων κακά. Καὶ ἦν ἀληθῶς οὕτως ἔχον τὸ πρᾶγμα. Διεκπεσόντες γὰρ καὶ ἡ δέσποινα καὶ ὁ Πρωτοσεβαστὸς τοῦ ὑπὸ Ῥωμαίων στέργεσθαι, ἀπέβλεψαν εἰς τοὺς Λατίνους καὶ δώροις ἐπάραντες καὶ μάλιστα ὑποσχέσεσι τοῦ τὴν πόλιν τε προνομεῦσαι καὶ ὑπὸ δουλείαν αὐτοῖς τοὺς Ῥωμαίους θέσθαι ἀνέπεισαν ἤδη καὶ πρὸς μάχην ἐξαρτύεσθαι, εἰ μὴ ταχὺ ὁ Ἀνδρόνικος ἐπεραιώσατο· οἵ γε καὶ τοῦ, ὡς ἐρρέθη, ἱεροῦ πολέμου συνεφάψασθαι τότε προσελήφθησαν μέν, ἤργησαν δὲ διὰ τὸ ταχὺ ἐκεῖνον λυθῆναι. Ἐπεκλᾶτο μὲν οὖν τοῖς Λατίνοις αὕτη αἰτίασις οὐ ψευδής, οὐδ' εἶχον εἰπεῖν, οὔτε μὴν ἔχοιεν ἄν, ὡς ἦσαν ἄμεμπτοι· ἔμελλον δὲ οἴμοι κακῷ μεγάλῳ μέγα κακὸν ἐκθεραπεῦσαι οἱ Παφλαγόνες, οἷς ἀλογίστως ἐθρασύναντο. Εἰσελθόντες γὰρ τὴν Μεγαλόπολιν καὶ πλαγιάσαντες ἐπὶ τοὺς Λατίνους (εἰκὸς δὲ πάντως καὶ ἄλλους τῶν τοιαῦτα νεωτερίζεσθαι φιλούντων συναίρεσθαι αὐτοῖς) ἐπέρχονται τοῖς Λατίνοις οὐκ ἂν ἐλπίζουσι καὶ διατίθενται τὰ ἐλεεινότατα καὶ σπέρματα ἐκεῖνα προκαταβάλλονται, ἀφ' ὧν ἡμεῖς καὶ πολλοὶ ἕτεροι σὺν ἡμῖν τεθερίκαμεν λειμῶνος Περσεφόνης, οὕτω φάναι, δράγματα. Ἐκεῖθεν γὰρ ἡμῖν καθήκει τὰ παρόντα κακά.
Καὶ ἀφηγεῖσθαι μὲν τὰ τότε δεινά, ὅσα εἶδον οἱ Λατῖνοι, τὸ πῦρ, ὃ τὰ κατ' αὐτοὺς ἐπενείματο, δίχα γε τῶν ἀφαρπαγέντων, τοὺς κατὰ θάλατταν ἐμπρησμοὺς ἐκ τοῦ παρὰ Ῥωμαίοις ὠμβρημένου πυρὸς τοῖς ἐπὶ πλοίων φεύγειν ὁρμήσασι, τὰ κατ' αἰγιαλούς, τὰ περὶ τὰς ἀμφόδους, ἔργον ἂν εἴη πολύ, καὶ ὡς οὐ μόνον τῶν ἀνθοπλιτῶν Λατίνων κατεφέροντο οἱ τοῦ Ἀνδρονίκου, ἀλλὰ καὶ ὅσοις περιεποιεῖτο ἔλεον τὸ ἀπάλαμνον· καὶ γυναῖκες γὰρ αὐτῶν ἐρριπτοῦντο ξίφεσι καὶ βρέφη. Καὶ τοῦτο μὲν δεινόν, οὐχ οὕτω δέ, ὡς ὅτε καὶ γαστέρων ἀναρρηγνυμένων μητρικῶν ἐμαιοῦτο σίδηρος τὰ ἔμβρυα καὶ πρὸ ὥρας βλέποντος ἡλίου τὸ μικρὸν ὁ τοῦ ᾍδου σκότος μετεξεδέχετο αὐτό, τεθνηκὸς πρὶν ἢ καὶ ζῆσαι τὸ τέλειον. Θηριῶδες τοῦτο καὶ ἀσύγκριτον μανίαις ἑτέραις. Ἔπεσε τότε καὶ ἀνὴρ ἱερὸς ἐν Λατίνοις, οὐκ οἶδ' εἴτε ἀπὸ τῆς πρεσβυτέρας ἥκων Ῥώμης κατὰ πρεσβείαν εἴτε Σικελίαθεν, πάντως δὲ ἢ Ῥωμαῖος ὢν ἢ Σικελός. Καὶ οὐχ ἁπλῶς ἔπεσεν, ἀλλὰ μετὰ τῆς παρ' ἐκείνῳ ἱερᾶς ὅλης περιβολῆς, ἣν ὅπλων πρόβλημα περιέθετο, εἴ πως αὐτὸν αἰδέσονται οἱ κακοί. Καὶ γέγονε καὶ ταῦτα ἡμῖν προκεντήματα, ὧν ἐπάθομεν. Ἡμῖν γὰρ οὐδὲ οἱ ναοὶ τοῦ θεοῦ ἄσυλοι. Οὐδὲ γὰρ οὐδ' αὐτοὶ ἄχραντοι ἔμειναν, ὅτε νεκροὶ μὲν ἐστρώννυον αὐτοῖς τὰς κρηπῖδας παντοδαποί, ἐν οἷς καὶ ἱερὰ πρόσωπα, αἵματι δ' ἐρράδατο τοῖχοι καλαί τε μεσόδμαι, παρ' ὅσοις αἱ ἱεραὶ στέγαι ταπειναὶ ᾔροντο. Ἀλλὰ ταῦτα μὲν ὕστερον. Τότε δὲ τηλίκον ἦν τὸ κακὸν τοῖς Λατίνοις, ὡς ἐκβοήσαντας κατὰ τοῦ Ἀνδρονίκου δοκεῖν δικαιωθῆναι καθ' ἡμῶν καὶ ἀκουστὰς θεῷ γενέσθαι τὰς αἰτήσεις αὐτῶν.
Καί οὕτω μέν, ὡς ἔφθη στενολεσχήσας ὁ λόγος, κατέδυ πόλιν ἐκείνην εὐρυάγυιαν ὁ Ἀνδρόνικος. Καὶ ἦν σκοπὸς αὐτῷ τοῦ λοιποῦ τῶν ἐφεξῆς πράξεων καὶ ἀληθῶς προὔργου στερεῶσαι μὲν πρὸς μικρὸν τὴν βασιλείαν ἐμπορικῶς τῷ μικρῷ Ἀλεξίῳ, κατασεῖσαι δὲ τῆς κραταιότητος τήν τε μητέρα, ἐπεὶ τὸν ἱστορούμενον Πρωτοσεβαστὸν ἀποσκευάσοιτο, πρωτόλειον ἐκεῖνον Ἐριννύσιν ἐκδούς. Καὶ κατέμενεν οὕτω προκεντῆσαι τὰς τῶν πρακτέων ἀρχάς. Καὶ ὡσιώσατο μὲν ἐνταῦθα καὶ ὅρκους, καὶ αὐτοὺς οἵους καὶ ὅσους, ὧν εἷς καὶ ὁ ἐπὶ τοῦ μεγάλου πανσεβάστου βήματος τεθεμελιωμένος εἰς κρηπῖδα, ἣν οὐκ ἔστι κατασεῖσαι Χριστιανοῖς· εἰς αὐτὸ γὰρ ἦν συμπεπηγὼς τὸ αἷμα καὶ τὸ σῶμα τοῦ σωτῆρος Χριστοῦ, τὰ πᾶσι φρικτὰ καὶ πάντιμα· ἐδίδου δὲ ὑπονοεῖν ἀσφάλειαν πίστεως βασιλικῆς καὶ τὸ τῆς ταπεινότητος ψευδεπίγραφον. Πεδοῖ γὰρ ἑαυτὸν ῥίψας ὁ Ἀνδρόνικος καὶ ἁπαλὸν βασιλικὸν πόδα χειρὶ ἄρας ἠρέμα τῷ σκληρῷ τραχήλῳ ἐπέθετο, φαντάζων ὡς οὕτως ὑπὸ πόδα τῷ βασιλεῖ ἀεὶ πατήσεται. Καὶ οὐ μόνον, ἀλλὰ καὶ ἐλαφρίσας ἐπεκάθισεν ὤμῳ σφετέρῳ πρὸς σύμβολον καὶ τοῦτο τοῦ εἰς κεφαλὴν αὐτὸν ἔχειν, καθάπερ ὅσιον.
Ἦσαν ταῦτα. Καὶ οἱ μὲν ἀγχινούστεροι καὶ οἷοι ἔχειν τὸ ἀληθῶς εὐεπήβολον ὤκνουν πρὸς τῷ ἀνδρὶ εἶναι, οὐ πάνυ πολλοὶ ἐκεῖνοι, εὖ ὅτι μάλιστα εἰδότες οἷος πέπλαστο· οἱ δὲ πλείους παρήγοντο τοῦ ἀληθοῦς καὶ ἠνθισμένας τὰς ἐκείνου τρίβους ὁρῶντες τοὺς βοθύνους οὐχ ὑπεβλέποντο, ἀγαθοὶ καὶ οὗτοί γε ὄντες Χριστιανοὶ καὶ λογισμῷ διοικούμενοι, ὡς οὐκ ἄρα τοιούτους ὅρκους συγχέαι κατατολμήσει ἄνθρωπος, γένους εὖ ἔχων καὶ ὁρῶν τὰ τοῦ θεοῦ ἄλλως ἐπιρρεπῶς ἔχοντα πρὸς αὐτὸν καὶ πεπιστωμένος χρῆναι βασιλεῦσιν εἴκειν, οἷς ἡ φύσις ἁλυσιδώσασα τὴν βασιλείαν ἡρμόσατο καὶ τὸ τῆς ἀρχῆς μήρυμα εὖ συνεκλώσατο.
Καὶ οὕτω μὲν οἱ ξύμπαντες. Ὁ δὲ τὰ πρῶτα κολακείαν σκευωρήσας ὡς ὑπαγαγέσθαι τὸ πολιτικὸν καὶ ἀνύσας ὃ προύθετο, εἶτα καὶ ἀκκίζεσθαι προεβάλετο, οἷα ἐν τῷ προρρέειν ἐπὶ ἀγαθῷ τῆς πόλεως ἐπιτυγχάνων καταρράκταις, οἵπερ αὐτῷ ἀναχαιτίζουσι τὸ ρεῦμα ὡς εἰς ἀνάρρουν τινά. Διὸ καὶ ἀναχωρεῖν ἐθέλειν εἰς τὴν τῶν Παφλαγόνων αὖθις ἐσκήπτετο. Τὰ δ' ἦν κότος κατὰ τῶν καὶ εὐγενῶν καὶ ἰσχυρῶν εἰς τὸ πᾶν, οὕς, μελετῶν καινά, ὑπώπτευεν ἐναντιωσομένους αὐτῷ. Ἦν δὲ ἐν αὐτοῖς κορυφαῖον μέρος οἱ, ὡς ἐρρέθη, ἐπὶ γῆς Ἄγγελοι, φῦλον ἐκεῖνο καὶ γένους ἔχον τὸ ὑπερέχον καὶ ἀνδρίας εὖ ἧκον καὶ πίστεως βασιλικῆς καὶ συνέσεως, καὶ ὁ μέγας δοὺξ ὁ Κοντοστέφανος, ἀνὴρ δραστικὸς καὶ φρενῶν γέμων, καὶ ἕτεροι μυρίοι ὅσοι. Ἐλάνθανε δὲ ταῦτα τὸν ὄχλον καὶ οὐκ ᾔδεσαν ὅτι κατὰ τοιούτων ἀνδρῶν μέμηνε. Διὸ καὶ ἀξιοῦντα μεταπλέειν καὶ ὑποχωρεῖν ὅθεν ἦλθε διὰ τὸ μηδὲν ἔχειν σπουδαῖον πράττειν τῇ ἐκ τῶν πολλῶν κωλύμῃ ἐπεῖχον ἐγκείμενοι, προσκλαίοντες, ποτνιώμενοι, γουναζόμενοι πρὸς θεοῦ καὶ ψυχῆς καὶ τῶν φιλτάτων καὶ ἐνδιδόντες ἐξεῖναι αὐτῷ κατὰ πάντων κρατεῖν, εἰς ὅπερ ἂν αἱροῖτο. Μὴ γὰρ ἄν φασι διὰ τούσδε ἢ ἐκείνους τὸ πᾶν ἐξολέσθαι. Ἀφίησιν οὖν ἐπὶ τούτοις ὁ Ἀνδρόνικος τὴν θρύψιν ἐκείνην, καὶ βαθμίδα ταύτην πρώτην ὑπαναβὰς τοῦ μέγιστα δύνασθαι διὰ τὴν δημοτικὴν ἰσχύν, οὕτω προσκολλωμένην αὐτῷ καὶ τὸ κατ' αὐτὸν ὀλίγον εἰς μυρίον ἐπαύξουσαν, βαθύνει σκέμμα λαβυρινθῶδες. Καὶ τέως τρέπεται κατὰ τοῦ ἀρχιερέως, οὐ δεσμοῦ μόνον, ἀλλὰ καὶ τοῦ μὴ εἶναι ὅλως ἀξιῶν ἐκεῖνον, ὡς ἑαυτῷ δύσχρηστον, καὶ μάλισθ' ὅτι καὶ ᾔσθετο προορώμενον ἃ πράξει οὗτος εἰς τὸν βασιλέα κακά. ᾜσθετο δὲ τρόποις πολλοῖς, ὧν εἷς καὶ οὗτος διακεκήρυκται.
Ὠνείδισέ ποτε ὁ Ἀνδρόνικος τὸν ἐν ἁγίοις γέροντα, ὅτι βασιλεωπάτορος τόπον ἐπέχων οἷς ἐπιτροπεύει τοῦ βασιλεύοντος, οὐ συχνὰ παραβάλλει ἐπισκέπτεσθαι τὸν εἰς υἱὸν τεθειμένον, τοιοῦτον ὄντα. Ὁ δ' ὑπειπὼν ἀρκεῖν εἰ διαλείπων βραχέα ἥκει πρὸς ἐπίσκεψιν τοῦ παιδός, ἄνθρωπος τοσούτοις μεριζόμενος πράγμασι, καὶ οὕτως ἠπίως τῷ τοῦ Ἀνδρονίκου προσενεχθεὶς ὀνειδισμῷ, εἶτα καὶ καυτῆρα δριμὺν ἐπήγαγε, προσεπειπὼν ὡς ἄλλως τε καὶ ἐξεφρόντισα ἤδη τὸν βασιλέα ἐνδεδημηκότα σε ἐξευρών. Εἶπεν ὁ γέρων. Καὶ Ἀνδρόνικος, ἦν γὰρ ὀξύς, ὥσπερ στρεβλὰ εἰπεῖν, οὕτω καὶ ὑπονοῆσαι τὰ μὴ βαθέως ἑλικτά, πυνθάνεται τοῦ σοφοῦ γέροντος πῶς ποτὲ ἂν εἴποι δι' αὐτὸν ἐκπεφροντικέναι τὸν βασιλέα. Καὶ ὁ μέγας θατέρῳ σκέλει τοῦ σημαινομένου τῆς ἐκφροντίσεως ἐνερεισάμενος, φάναι εἶπε τὸν λόγον, “καθότι σοῦ εἰς ἀστραβῆ κίονα ὑποστήσαντος ἑαυτόν, βαστάζειν τὰ ὑπὲρ τοῦ παιδός, αὐτὸς ἀπεφορτισάμην τὸ πολὺ τοῦ φροντίζειν, ἀναθέμενος ὡς ἰσχυρῷ σοι αὐτῷ τὰ βαρήματα”. Ἡσυχάζει ἐνταῦθα ὁ Ἀνδρόνικος καὶ τὸν θυμὸν ὑπενδακὼν καὶ τοῦτο μόνον ἀκροβολισάμενος δίχα ῥοίζου λιγέος κατὰ τοῦ γέροντος, ὡς ἄρα βαθὺς Ἀρμένιος, καὶ παραμίξας τῇ βαρύτητι καὶ σαρκασμόν, τὸν ἄχρι καὶ μειδιάματος, ἀρχὴν ἐκεῖθεν ἔθετο τρανέστερον μελετᾶν. Καὶ εἰς τοσοῦτον ἐξίκετο δραστηριότητος, ὡς μετὰ μικρὸν ἐπαναστῆσαι καὶ ἐπιστῆσαι τοὺς χύδην πικροὺς ἕως καὶ εἰς ἐσχάτην θρασύτητα, ὡς καὶ διαχρησθῆναι κίνδυνον γενέσθαι τὸν ἀρχιερέα μετὰ πολλὰς ὕβρεις, ὁποίας καὶ Ἰουδαῖοι ἐτοξάσαντο ἂν κατὰ Θεοῦ. Καὶ εἰ μὴ τεχνησάμενος ὁ γέρων ἑαυτῷ τὰ σωτήρια ἐκ μέσων κρυβεὶς ἀπεσύρη, ἀποδυσάμενος, ὡς ἐχρῆν, τὸ ἄρχειν, ἔπαθεν ἂν ὅπερ οὐκ ἦν αὐτῷ ἐθέλοντι.
Καὶ αὐτὸς μὲν οὕτω ξυνέστειλεν αὑτόν, ἀφεὶς καθ' ἑτέρων μεμηνέναι τὸν Ἀνδρόνικον. Ὁ δ' ἐπεὶ οὐκέτι προβλῆτι σκοπέλῳ τινὶ ἀνεκρούετο, ἐξεκύμαινεν ὀλέθρια κατὰ πάντων, οὐχ ὥστε καὶ εἰπεῖν “ὅς τε αἴτιος ὅς τε καὶ οὐκί”, ἀλλὰ κατὰ τῶν μηδὲ ὅλως αἰτίων, τὸ ἀδικώτατον· καὶ τήν τε τοῦ βασιλέως περιγράψας μητέρα ἐν τῷ σεμνείῳ τοῦ ἐν ἁγίοις σοφοῦ ἰατῆρος Διομήδους, ἐπισχὼν οὐ πολὺν χρόνον ἀπῆγξέ τε καὶ ἐβύθισεν, ὑπουργοῖς χρησάμενος ὧν ἐνίους ὁ καταβραβεύων αὐτοῦ θυμὸς οὐ πολλῷ ὕστερον εὖ ποιῶν ἐτίσατο, παιδεύοντος ἡμᾶς καὶ οὕτω τοῦ θεοῦ ὡς καὶ ἐπιτάσσων τὰ φαυλότατα καὶ ὁ ὑποτασσόμενος τοῦ προσώπου πειρῶνται τοῦ θεοῦ, ὁποίου οἶδε Δαυΐδ.
Τοῦτό τε οὖν οὕτως ἐξήμαρτε. Καὶ σύγκλητον δὲ θέμενος ἀνδρῶν λογάδων, ἁπάντων τῶν τοῦ μεγίστου γένους, κατά τινα ἡμέραν, ἣν καὶ ἐγγράψηταί τις ἂν εἰς ἀποφράδα δεινήν, συλλαμβάνει ἐκείνους ὡσεὶ καὶ ἰχθύας τινὰς ἐν ἀφύκτῳ πανάγρῳ δίχα γε τῶν καλῶν Ἀγγέλων, οἳ ὡς οἶα πτερυξάμενοι ἐς φυγὴν ἐσκορπίσθησαν, καὶ διατίθεται πάσας, ὡς οὐκ ἂν εὐλογήσοι τις, λαβάς, ἐπικαλῶν ἑκάστοις τὸ κατὰ βασιλέως ἐνδομυχεῖν, ἐκείνου, εὐστόλως εἰπεῖν, ἀλιτήριος. Καὶ ὀλίγους μέν τινας ἐδικαίωσεν εἰς εἱρκτὴν, ἦσαν δὲ οἳ καὶ ἐξ ὀμμάτων ἐγένοντο, πλείους γε οὗτοι. Τινὰς δὲ καὶ ἐς ἀειφυγίαν ὑπερορίους ἔστειλε. Μετὰ βραχὺ δὲ καὶ τοὺς καθειρχθέντας ὑποδιελών, ἐμέρισεν εἴς τε τυφλοὺς ἐκ σιδήρου καὶ μὴ τοιούτους, ὡς ἄν, οἶμαι, βλέποντες αὐτοὶ τοὺς πεπηρωμένους ἀεὶ ζῶσιν ἔμφοβοι καὶ συνεπαύξωσιν οὕτω τὸ κακὸν τῆς καθείρξεως.
Οὐ πολὺν δὲ χρόνον μείνας, ἐπιβαλεῖν ἐφίεται καὶ τῳ ὑπερανεστηκότι βαθμῷ, καταγνοὺς τῆς πρώτης ἐκείνης βαθμίδος ὡς ταπεινῆς. Γογγυσμὸς τοίνυν αὖθις αὐτῷ τεχνᾶται καὶ βαρύτης προβάλλεται καὶ φόρτος φροντίδων οὐ φορητὸς καὶ ὡς οὐκ ἂν εἴη αὐτῷ στερκτέα, εἰ οὕτω πάσχειν κινδυνεύει τρόποις πολλοῖς. Ἔπασχε δὲ ἄρα οὐδέν, ἀλλ' ἐνδόμυχος ἦν πολλοὺς αὐτὸς ὑποβαλεῖν καὶ εἰσαῦθις ἀτλήτοις παθήμασιν. Ὡς δὲ ἐπέμενε μακρὰ γογγύζων καὶ κατὰ σχῆμα δυσανασχετῶν καὶ τῇ μὲν ψυχῇ νεμόμενος βασιλικῶς τὴν Μεγαλόπολιν, τῇ δὲ γλώσσῃ τὴν Παφλαγονίαν προφέρων καὶ ἅπερ αὐτὸς ἐρρητόρευεν ἐκεῖσε καλά, ὧν δῆθεν Κωνσταντινούπολις ἐστέρετο, καὶ θησαυροὺς ἐκόμπαζεν ἐκεῖ πεφυλαγμένους αὐτῷ, Φανίου δή τινα θύραν καὶ αὐτὸς ταύτην ἀναπλαττόμενος τοῖς ἀγνοοῦσιν οἵα τύχη αὐτὸν τὰ πρὸ τούτων ἤλαυνε. Καὶ ἦσαν τὰ τοιαῦτα προβλήματα φωνασκούμενα τῷ ἀνδρὶ ἐν συχνοῖς ὄχλοις καὶ συνεχῶς, καὶ ποτε καὶ παρά τισι τῶν θερμοτέρων ἐν τῷ κοινῷ καὶ οὒς οὐδέν τι ἐκφοβεῖ διὰ τὸ μὴ ἔχειν πρᾶγμα, καθ' ὃ δεδίξονται· καὶ ἤρεσε τοῖς τοιούτοις ἀναβοῆσαι ὡς “εἰ μὴ καλὰ σοι τὰ ἐνταῦθα, οὐδ' ἔστι προσμένειν ἐπ' ἀγαθῷ τῆς Μεγαλοπόλεως, τίς ἂν εἴη ὁ προσίστασθαι φρονῶν σωτηρίᾳ τοιούτου ἀνδρός;” καὶ ὅτι “ἡ Ὁδηγήτρια, ἡ πολιοῦχος ἡμῶν, ἀρκέσει αὐτὴ ἀντὶ πάντων καταπράξεσθαι τὰ ἡμῖν σύμφορα”. Ὡς τοίνυν, ἐφ' οἷς παίζων ἐλάλει, οὕτως ἐμπεφορβείωτο, σιγᾷ εὐθὺς τὴν ὑποκριτικὴν σκηνὴν καθελὼν καὶ μηδέν τι πλέον εἰπεῖν προσθέμενος. Καὶ γοῦν τὴν μηχανὴν ταύτην εἰς κενὸν ἰδὼν σχάσασαν καί που καὶ αὐτὸς παροιμιωδῶς εἰπὼν ὡς αὕτη μὲν ἡ μήρινθος ἡμῖν οὐδὲν ἔσπασε καὶ τὸν ἀκκισμὸν τοῦ ἐθέλειν ἀπελθεῖν γνωματεύσας οὐκ ἀγαθὸν εἶναι, οἶα τοῦ σχηματισμοῦ καὶ τοῦ χρώματος ἀναποιοῦντος ἅπερ κατὰ τῆς βασιλείας ἐβουλεύσατο καὶ ἀποτελοῦντος αὐτὸν ἀντὶ ἄρχοντος ὕπαρχον, ἑτέρας γίνεται σοφωτέρας περιεργίας. Ἡ δὲ ἦν μηκέτι ἀμέσως τοὺς ὀχλικοὺς καὶ ξύγκλυδας εἰς ὁμιλίαν ἀξιοῦν ἥκειν αὐτῷ, ἀλλὰ τοὺς ἐν αὐτοῖς προύχοντας καὶ οἵους ἔχειν περιάγειν τοὺς πλείονας καὶ κεφαλαρχεῖν ὡς ἐν οὐραῖς. Ἀλιτήριοι ἄνθρωποι ἐκεῖνοι, φιλοστασιασταί, ὀχλοκόποι, βασιλεῖς οἷον ἕκαστος περὶ τοὺς ὁμοήθεις. Φιλοῦμεν γὰρ οἱ ἐλαφρότεροι εὐκόλως ἕπεσθαι κελεύουσι τοῖς πρὸς ἃ πεφύκαμεν ὁδηγοῦσι· πεφύκαμεν δὲ οἱ πολλοὶ πρὸς τὸ φιλόκαινον, ἐπιθυμηταὶ ὄντες καινῶν ξυμβαμάτων καὶ τὸν χρόνον ἀπαιτοῦντες ἐγκαινίζειν ἡμῖν ἄλλοτε ἄλλα ξενίζοντα.
Οἱ τοίνυν τῶν τοῦ δήμου τὰ πρῶτα φέροντες καὶ ἀνεγείρειν τοὺς λοιποὺς ἔχοντες προβληματισθέντες οἷον ὑπὸ τοῦ Ἀνδρονίκου τὸ βουλητέον ἐκείνῳ, εἶτα τόπους αὐτοὶ ἐξεύρισκον κατὰ τοὺς δεινοὺς τοιαῦτα σοφίζεσθαι, δι' ὧν ἐπιχειρήσαντες συμπερανοῦσι τὸ ἔκτοπον καί, ὀκνητέον δὲ εἰπεῖν, καὶ ἄτοπον· καὶ μυστηριασθέντες τὸ μὴ ὅσιον, ἐτελοῦντο πρὸς ἐκεῖνο καὶ ἐδᾳδούχουν εἰς ἐμφανὲς τὰ σκότους ἄξια, καὶ ἀναπείσαντες τοὺς ὄχλους μὴ ἂν ἐκφυγεῖν τὴν πόλιν τὸ ἀπολεῖσθαι, εἰ μὴ τῷ μικρῷ καὶ ἀγυμνάστῳ Ἀλεξίῳ τὰ εἰς βασιλείαν τὸν Ἀνδρόνικον συνδυάσουσιν, εὖ μάλα δεδασμένον καὶ τὰ εἰς τοιαύτας τέχνας καὶ οἷόν τε τὰ ὄντα συνδιαφέρειν ἐκείνῳ τὸν βασίλειον ζυγόν, οὐχ ὥστε μὴν καὶ καταρριπτεῖν, ἀλλὰ καὶ μάλιστα ὑπανέχειν καὶ τὴν ἐκείνου μεγαλύνειν σμικρότητα κοινωνίᾳ μὲν ἀξίας μιᾶς, ὑπεροχῇ δὲ κόπων καὶ πόνων, οἷς ὁ Ἀνδρόνικος εἴθιστο ἄδδην, πολυπλάνοις πλάναις κατὰ τὸν εἰπόντα γεγυμνασμένος, ἤγειραν οὐκ ὀλίγους ἀναπεισθῆναι ὀρθῶς ἀκούειν καὶ διαθερμανθῆναι εἰς ἐξάνυσιν τοῦ συνάρχειν βασιλικῶς τόν τε Ἀλέξιον τόν τε Ἀνδρόνικον. Καὶ τὴν ἀρχὴν μὲν ὑπεψιθυρίζετο ἠρέμα τὸ σόφισμα, μετὰ δὲ ἐλαλεῖτο, μικρὸν δὲ ὅσον καὶ ἐξεβοᾶτο τρανέστερον. Καὶ ἔδει λοιπὸν ἐμφανῶς προκληθῆναι εἰς τὴν ἀρχὴν τὸν Ἀνδρόνικον καί, εἰ μὴ πείθοιτο, ἀλλὰ τότε δυσωπηθῆναι· εἰ δὲ μηδὲ οὕτω κατακλίνοιτο ἀτενῶς ἔχων, πειραθῆναι καὶ βίας, καὶ κάλλιόν φασιν ὂν παθεῖν ἐκεῖνον ὃ μὴ βούλεται, τὸ βασιλεῦσαι δηλαδή, ἤπερ ἐξολέσθαι τὰ κοσμικά. Καὶ ἑταιρίζονται μὲν εἰς τοῦτο πολλοὶ τῶν τοῦ λαοῦ, συνεπιρρέει δὲ τῷ κλύδωνι τούτῳ καὶ ἀπόρροιά τις τῶν τῆς συγκλήτου, οὐ πολλὴ μέν, ἐπίρρητος δὲ καὶ τοῦτό γε ἡμῖν ἀπόρρητος. Οὐ γὰρ ἁπλῶς ἀφωσιοῦτο αὕτη τὴν κατὰ τοῦ βασιλέως Ἀλεξίου νεωτέρισιν κατὰ χάριν Ἀνδρονίκου, ἀλλ' ὡσεὶ καὶ μεμηνυῖα βυσσόθεν ἐκυκᾶτο καὶ τὸν Ἀνδρόνικον συνεξέμαινε.
Καὶ ἔσονται ἀοίδιμοι ἐν τούτοις οἱ τῆς ἡμέρας ἐκεῖνοι πιστοί, Κωνσταντῖνος ὁ Πατρηνός, τὸ τῆς κολακείας ἠκριβωμένον ἀφίδρυμα, καὶ ὁ Ἀπλούχειρ Μιχαήλ, ἀνὴρ γλοιὸς μὲν πολιτεύσασθαι, στρυφνὸς δὲ πονηρεύσασθαι. Ἦν δὲ καί τις ἀνὴρ λάμπων ἐν τοῖς τοιούτοις, ὡσεί που καὶ φρυκτὸς ὀλέθριος, μέσος ἦν ὅτε τὴν τύχην, πατρὸς ἐκφὺς δεξιοῦ λογίζεσθαι τὰ δημόσια καὶ ἐμβαθύνειν κλέμμασιν, Στέφανος μὲν τὸ κύριον, τὸ δὲ ἐπ' αὐτῷ Ἁγιοχριστοφορίτης, ὅς, μεταθέμενος ἐξ ὧν ὁ κατὰ Θεὸν διάκειται, Ἀντιχριστοφορίτης παρωνυμεῖτο τοῖς ὀρθὰ νοοῦσι. Τοῦτον ὁ μὲν φθάσας χρόνος παρεσημήνατο εἰς ἀνδριάντα φαυλότητος. Κηδεύσας γὰρ οὐ καθ' ἑαυτόν, ἀλλὰ πανουργευσάμενος ὑπὲρ ἀξίαν γάμον εὐγενῆ, δέδωκε τιμωρίαν οὐκ ἀγεννῆ· τὰς ῥῖνάς τε γὰρ ἀπεσχίσθη, ἅτε μὴ καλῶς φριμαξάμενος καθ' ἧς οὐκ ἔπρεπε, καὶ τῶν αὐτοῦ νώτων σωφρονιστῆρες ἱμάντες κατεχόρευσαν. Καὶ ὅμως ἰταμὸς ὢν καὶ τὴν αἰσχύνην ἀπὸ προσώπου θέμενος, οὐκ ἀπήγαγεν ἑαυτὸν τοῦ προφαίνεσθαι, μὴ καὶ γελῷτο, ἀλλ' οἷα μηδέν τι κακὸν δεδρακὼς περιήρχετο ἔνθα καὶ πρῴην, φιλενδεικτῶν τὸ θράσος καὶ ἐπιδεικνύμενος τὸ μὴ αἰδεῖσθαι καὶ οὕτω βιαζόμενος τὸ μηδέν τί φαῦλον ἢ ποιῆσαι ἢ παθεῖν. Ὡς δὲ περιωρᾶτο πρὸς πάντων καὶ τοῦ γάμου τε τοῦ ὑψηλοῦ ἦν ἔκπτωτος καὶ οὐδέ τινα εἶχεν ἄλλην ἀνάβασιν, ἀλλ' ἐν κενοῖς τὰς βασιλείους θύρας ἐξέτριβε, λαγχάνει ποτὲ προηκάμενος ἔπος ἄλλως μὲν σφαλερόν, ἑαυτῷ δὲ ἀναστάσιμον. Ὡς γὰρ ὁ Μαυροζώμης Θεόδωρος, ὁ ἐκ Πελοποννήσου, ἄνθρωπος πολυμεμφὴς ἐφ' οἷς ὑπὲρ τὸ δέον ἔδρα, μετὰ θάνατον τοῦ Ἁγιοθεοδωρίτου Μιχαήλ, τοῦ ἐν ὑπογραφεῦσι βασιλικοῖς μεγάλου, ἔγγιστα τῷ βασιλεῖ γεγονὼς ὑπερεφαίνετο, οἱ μὲν ἄλλοι ἐχεφρονοῦντες ἔπεττον εἴ τί που χόλου καὶ εἶχον ἐφ' οἷς μὴ ἀνέβαινον, ὁ δὲ πρὸ τῆς βασιλείου σκηνῆς καθήμενος ἐξεβόησεν εἰς πολλῶν ἀκοὰς λόγῳ σχετλιασμοῦ ἄδικα πάσχειν, εἴπερ ὁ δεῖνα μὲν καὶ ὁ δεῖνα, οὐκ εἰς τοσοῦτον κακοὶ πεφηνότες, εἶτα ὑψοῦνται, αὐτὸς δὲ φαυλεπίφαυλος ὤν, καί, ὡς ἄν τις κωμικευόμενος εἶποι, μιαρὸς καὶ παμμίαρος καὶ μιαρώτατος καὶ ἄνθος κακίας καὶ πονηρίας ἄβυσσος καὶ οἷος διορᾶσθαι ὅσα καὶ δαίμων, ἀφίεται ζῆν εἰκῇ καὶ οὐκ εἰς μέσον παράγεται, τὰ οἰκεῖα ἐπιδειξόμενος καὶ ἀρέσων εἰς πλουτοποιίαν. Ἐπῆγε δὲ ἑαυτῷ καὶ ὅρκον μέγιστον, μὴ ἂν εὑρήσεσθαι τὸν ἐπὶ κακίᾳ ἴσον. Ἔφη ταῦτα στηλογραφῶν ἑαυτὸν καὶ περιαυτολογῶν, ὡς αὐτῷ ἔπρεπε, καὶ ἐπὶ πᾶσιν ἐστέναξεν ὡς βαρυπενθῶν καὶ ἐξεπυρώθη χόλῳ τὸ πρόσωπον. Καὶ οἱ μὲν ἄλλοι ἐταράχθησαν πρὸς τὸν λόγον καὶ ἐκαραδόκουν κακά, λογιζόμενοι ὡς οὐ μόνον αὐτὸς δεινὰ πείσεται αὐτίκα, τῆς βοῆς ἐντὸς ἀκουσθείσης καὶ εἰς ὕβριν τῷ βασιλεῖ λογισθείσης, ἀλλὰ καὶ αὐτοὶ πρὸς μέμψεως ἔσονται, ὅτι μὴ θυμὸν κατὰ τοιούτου ἀνδρὸς ἀνέλαβον. Καὶ αὐτοὶ μὲν οὕτως. Τοῦ δὲ καθ' ἡμᾶς βίου τὸ χρεὼν οἷς ἡμάρτομεν τότε μὲν ἀθῷον ἀφῆκε μεῖναι τὸν ἄνδρα, μέγα καὶ τοῦτο δοκοῦν εἶναι· οὐ μακρὸς δὲ διέσχε χρόνος καὶ ἤρξατο παρυψοῦσθαι ὁ ἄνθρωπος καί, κηρύξας ἑαυτὸν πονηρότατον, εὕρηκεν ἐπὶ πείρᾳ γέρας ὅμοιον, ὡς εἰ καὶ δεινός τις κλέπτειν εἶναι ἀνακηρύξας προσληφθείη ποθέν. Καὶ ἐκεῖθεν ἀρξάμενος τοῦ κατὰ βίου ὕψους γίνεται ἐπὶ τοῦ στρατοῦ, καὶ εὑρεθεὶς ἐπὶ τοῦ Ἀνδρονίκου τοιοῦτος προσλαμβάνεται. Καὶ ἡ καθ' ἡμῶν πτερωθεῖσα συμφορὰ αἴρει αὐτὸν ἐπὶ πλέον ὑψοῦ καὶ εἰς ψυχὴν ἐντήκει φιλίως τῷ Ἀνδρονίκῳ, ἵνα πάγχυ κακὸς κακὸν ἡγηλάζῃ καὶ μὴ τὰ καλὰ τοῖς κακοῖς συμφύρηται καὶ ὁ ὅμοιος ἐς τὸν ὅμοιον ἄγηται. Καὶ οὕτω φρονηματισθεὶς εἰς πλέον καὶ οὐκ ἀνασχόμενος εἰ καιρὸν ἄρτι ἐξευρὼν οὐ πτερύξεται, καθά τι δαιμόνιον πρόσωπον, πειρᾶται ὑπερπαίειν αὐτὸς εἰς τὸ κακὸν πάντας τε τούς, ὡς ἐρρέθη, τοῦ δήμου προάγοντας καὶ δὴ καὶ ἑαυτόν. Καὶ συλλαβόμενος ὅσοι τῆς καλῆς συγκλήτου βουλῆς παραπτυσθέντες ἐξεβράσθησαν κατ' αὐτόν, κύμασιν ἐλαυνόμενοι, ἃ πνεῦμα πονηρὸν ἤγειρεν (ἦν γὰρ καί τις δαιμονοφόρητος λέσχη σύγκλητος, ὡς προέκκειται, εὐφυῶς ἔχουσα κατ' ἐκεῖνον ἀλλοφρονεῖν), οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς φαύλας κεφαλὰς τοῦ δήμου, πρὸς δὲ καὶ τὸν τηνικαῦτα πατριαρχοῦντα, τὸν Καματηρὸν Βασίλειον, ἄνδρα θερμὸν και οἷον καθομιλεῖν τοὺς καιροὺς ὡς τὸ παρ' αὐτῷ βουλόμενον ἔκρινεν, ὃς τοῦ μεγάλου Θεοδοσίου τῆς φίλης καθαρειότητος γενομένου ἀντεισῆκται, ὃν ὁ Ἀνδρόνικος ἤθελε καί, ἀνακάμψαι τὴν φράσιν, ὃς τὸν Ἀνδρόνικον ἤθελεν, ἓν μένος οὗτοι πνέοντες καὶ οἷον δι' ἀλλήλων ἥκοντες κατά τινα σύντηξιν ἤθους καὶ ταυτιζόμενοι ταῖς ὧν ἔπραττον αἱρέσεσιν, οὕτω δὴ οὗν προσειληφὼς καὶ τοῦτον ὁ τῶν φαύλων ῥινηλάτης λογοθέτης, τοῦτό τε γὰρ ἐτιμήθη καὶ τὸ σεβαστὸς κληθῆναι, οὐ δήπου καὶ ὢν τοιοῦτος πρὸς πρᾶγμα, ἥκουσι παρὰ τὸν Ἀνδρόνικον τὴν τυραννίδα χοροβατήσοντες, δεινὰ ποιεῖν ἐκεῖνον λογοποιοῦντες κοινῇ, ὡς ἐν ἐπικλήματος λόγῳ, εἰ τοὺς αὐτῷ πιστευθέντας παρὰ θεοῦ περιόψεται ὀλομένους, καὶ οὐ μόνον πόλιν ταύτην μεγίστην, ἀλλὰ καὶ ὅσων μερῶν αὐτὴ ἔχεται πρός τε ἥλιον ἀνίσχοντα καὶ πρὸς δυσμὰς καὶ ὅσα λοιπά. Καὶ ἐσέμνυνον μὲν τὸν μικρὸν βασιλέα κατά γε τὸ φύσει καλόν, πρὸς δέ γε τὸ παρὸν οὐδὲν ἱερὸν αὐτὸν ἔφασκον εἶναι καὶ ἀπεδοκίμαζον μονούμενον, καὶ προέπιπτον αὐτῷ τῶν ποδῶν οἱ τὴν κολακείαν περιττότεροι πεισθῆναι εἰς βασιλείαν καὶ τῶν αὐτῆς ἡνίων συνεπιδράξασθαι, μὴ καὶ κατὰ μῦθον ὁ νεανίας οὗτος Φαέθων ἀτέχνως τὸ ἅρμα τῆς ἀρχῆς χειριζόμενος κακῶς τὸ πᾶν διαθήσεται. Ὅτε δὲ καὶ τῶν ποδῶν ἀπαλλαγεῖεν τοῦ Ἀνδρονίκου ὀρθούμενοι, αἱ χεῖρες αὐτοῖς ὡς εἰς θεὸν ἀνετείνοντο καὶ ἐθεοκλύτουν ἐπὶ τοῖς αὐτοῖς. Ὁ δὲ κατορθούμενον ἤδη βλέπων τὸ ἐφετόν, ἔνδον μὲν οἷα ἔπασχεν ἂν καὶ ὡς ἔχαιρεν ἀμύθητα τίς οὐκ ἂν τεκμήραιτο; Τὰ μέντοι ἐκτὸς ἄλλως ἔχρωζεν ἑαυτὸν καὶ ἐδόκει μὴ ἂν φέρειν μηδὲ ζῆν, εἰ τοιαῦτα ἀκούοι καὶ ὡς εἰς ἀπιστίαν γυμνάζοιτο. “Καὶ τίς ἐγώ, ἔλεγε, καὶ πῶς ἂν δυναίμην;” καὶ ὡς “φευξοῦμαι” καὶ ὡς “μεταστήσω τοῦ βιοῦν ἐμαυτόν, εἰ μὴ ἀφίεμαι”. Καὶ ἐρράπιζεν ἑαυτὸν καὶ ταῖς θριξὶν ἐνύβριζε καὶ πολλαχοῦ εἱλεῖτο, δοκῶν μὲν ἐθέλειν διέκδυσιν ὡς εἰς φυγήν, διδοὺς δὲ ἄλλως τόπον χαρᾷ καὶ γέλωτι λεληθότως ἐν τῷ στρέφειν ὧδε καὶ ἐκεῖ τὸ πρόσωπον, ὁποῖος ἐκεῖνος, τὸ περιπόνηρον.
Ὡς δὲ τὴν σκηνὴν ταύτην συμπήξεσθαι τεχνασάμενος ἀσφαλέστερον προσεποιήσατο πλασάμενος καὶ τοῦ ὑπερῴου γενέσθαι, εἴ πως οὕτω φαντάσει τοὺς πολλούς, ὡς ὑπερθέμενος τὴν ἐνεστηκυῖαν ὥραν φευξεῖται μετ' αὐτὴν καὶ ἀπαλλαγήσεται τοῦ ὀχλοκοπεῖσθαι, οἱ κόλακες ἐντεινάμενοι τὴν ἁρμονίαν τοῦ λήρου εἰς ὅσον πλέον οὐκ ἦν, φωνάς τε ἦραν καὶ φυλακὰς ἐπέταττον καὶ συντηρήσεις τῶν ἐκεῖ διεξόδων καὶ διηποροῦντο τί ἂν καὶ γένοιτο. Καὶ ὁ πατριάρχης ἐπιλυόμενος αὐτοῖς τὸ ἄπορον, ὡς ἡμεῖς καὶ τότε μανθάνοντες ἐγελῶμεν καὶ νῦν δὲ ἔτι γελῶμεν, παρῳδοῦντες ἕκαστος ἑαυτῷ κωμικώτερον τὸ “παῖζε παῖζ' ἐπὶ συμφοραῖς”, αὐτὸς ἔφη καὶ ποδοκάκην καὶ χειροπέδας καὶ κλοιὸν περιτραχήλιον καὶ ὅσα τοιάδε μηχανήσασθαι τῷ Κομνηνῷ, δι' ὧν κατέχοιτο ἄν. Εἶπεν ἐκεῖνος ταῦτα καὶ οἱ πολλοὶ ἀφεώρων πρὸς ἐπίνοιάν τινος χαλκεύματος καὶ “πῶς ἔσται ταῦτα;” ἔλεγον. Ὁ δ' εὐθὺς πλαγιάσας τὸ τῆς κεφαλῆς κάλυμμα καὶ τὴν δεξιὰν εὐθετίσας εἰς ἀέριον σταυρικὸν χάραγμα, κατακροτεῖ δεσμοὺς τοὺς ἀρέσαντας· καὶ ἀμφιβαλὼν ἱεραρχικῶς ἐπέχει τὸν Ἀνδρόνικον καὶ ἀφορίζει ὅποι εὗρε μένοντα καὶ κατασκήπτει μὴ ἂν ἀφεῖναι τὴν πόλιν καὶ ἄλλην τραπῆναι. Ὁ δέ, ὡς ἀβούλητα δῆθεν παθών, καταβοᾶται τοῦ πατριάρχου οἷα οὕτω καταδήσαντος τὸν τρέχειν ἕτοιμον· καὶ “ὤμοι” φησὶ “τί ποιεῖς, δέσποτα;” Καὶ συχνὰ τοῦτο λογοκοπήσας, ἄνεισιν ὑψοῦ στενάζων ὡς ἐπὶ μεγάλῳ κακῷ. Καὶ ὁ πατριάρχης ὑπειπὼν τὰ δοκοῦντα ἡσύχαζε.
Καὶ τοῦ λοιποῦ, ἵνα μὴ τὴν κοσμικὴν ἀηδίαν ἀδολεσχῶ, γίνεται τῶν κακῶν δρόμος εἰς τὸν περίδοξον ναὸν τοῦ σωτῆρος Χριστοῦ τοῦ Χαλκίτου καὶ εὐφημία τοῦ Ἀνδρονίκου ἄκοντος εἰς βασιλέα, ὡς ἂν καὶ αὐτοὶ καὶ ἐκεῖνος εἴποιεν· εἶτα καὶ βία εἰς ἐκεῖνον, ὡς “καὶ μὴ ἐθέλων ἀρχηγὸς ἡμῶν γενοῦ”, καὶ περίθεσις παρασήμων τῇ βασιλείᾳ πεδίλων, ἐκείνου μὴ καθιστῶντος τοὺς πόδας, καὶ περίδυσις διαδήματος καὶ ῥῖψις μὲν καπνικοῦ καλύμματος τοῦ περὶ κεφαλήν, ὅπερ Λαζόθεν εἶχε τὴν ἀφορμὴν εἰς σύμβολον ὧν ἔμελλε καπνῷ φῦραι, κατεμπρήσας τὸ πᾶν, ἀντιφόρησις δὲ ἐρυθροῦ, αἰνιττομένη ὅσων κεφαλῶν καταψηφιεῖσθαι μέλλει αἵματα. Καὶ συγκάθηται τὸ ἐντεῦθεν τῷ βασιλεῖ Ἀλεξίῳ καὶ προκάθηται, ὑπερέκειτο γὰρ αὐθωρὸν ἐκείνου τὸ ἀπὸ τοῦδε, καὶ συντιμᾷ οὓς αὐτὸς ἐπέκρινε καὶ προβάλλεται ἀρχάς, ἐξ αὐτῶν βαλβίδων τὸ τῆς κατ' αὐτὸν βασιλείας ἅρμα πρόσθεν βαλών. Καὶ τὸ μέγα κακὸν τῷ μικρῷ καλῷ συγκίρναται.
Βραχὺς ὁ ἐν μέσῳ χρόνος καὶ περιγίνεται· καὶ ὡς ἂν μὴ θρήνου μεγάλου ἔξαρχος καθισταίμην τοῖς φιλαλεξίοις εἴτ' οὖν φιλοβασιλεῦσι λεπτοτομῶν παχεῖαν σκυθρωπότητα, ἐκ ποδῶν ἀπάγει τὸν συμβασιλέα. Καὶ τοῦ ζυγοῦ τὸν Ἀλέξιον ἐκτινάξας εἴτε πνιγμῷ τῷ δι' ἀγχόνης, ὡς διαρρέει λόγος ὁ πλείων, εἴτε καὶ ἄλλως, ὡς ἐκεῖνος οἶδε καὶ οἱ συγκακοῦργοι, ἀντεμβάλλει τὸν υἱὸν Ἰωάννην, τὸν τοῦ Μανουὴλ ὕστερον, οὐχ ὅτι καλλίων ἦν, ἀλλ' ὅτι ὁ μὲν Μανουὴλ ἀπεστύγει τὰ τοῦ πατρὸς καί πως ἔβλεπεν εἰς τὸ μέλλον καὶ τὸν Θεὸν ἐπίστροφον εἶναι τῶν γινομένων κακῶν ὑπελάλει, ὁ δὲ Ἰωάννης ἔστεργε καὶ τοῖς πλημμελουμένοις ἔχαιρε συνεφαπτόμενος.
Ἃ δὲ τὸ ἐντεῦθεν ὁ Ἀνδρόνικος, οὐ λέγω ἥμαρτεν ἢ ἐπλημμέλησεν, ἄλλως γὰρ οἱ θερμότεροι ὀνομάσαιεν ἄν, γλώττης δεῖται νεανικῆς φράζειν καὶ πρὸ αὐτῆς λογισμοῦ βαθέος καὶ οἵου εὔστοχα βάλλειν καθ' ὧν ἂν ἐπιβαλεῖ· ἅπερ ἡμεῖς ἀπολωλεκότες τῷ γήρᾳ τοσοῦτόν φαμεν ἐπιτέμνοντες ὅτι, ὁποῖά τις Δαυῒδ μεμελετηκὼς ἀπεκβῆναι ἔν γε τῷ κατὰ τὸν Οὐρίαν καὶ τὴν γαμετήν, τὸν μὲν ἄνδρα βασιλέα τὸν Ἀλέξιον προϊάπτει κάτω, παραστείλας τοῦ ζῆν, εἶτα καὶ βυθῷ θαλάσσης πιστεύσας, καθά τινές φασιν, ὡς οὐκ ἂν ἐγὼ ἀνακρίναιμι, καθάπαξ ἀπεστυγηκὼς τὴν φαύλην ταύτην περίστασιν. Καὶ ἐκεῖνος μὲν οὕτω τὸν παῖδα βασιλέα συνέστειλεν, εἰ καὶ λόγοι τινὲς ὕστερον ζωὴν ἐκείνου κατεψεύσαντο· εἰς ὃ παίζων ὁ Ἀνδρόνικος ἐξελάλησέ τι δριμύ· ὅς, ἀκούσας περί που τὰ κατὰ Σικελίαν τημελεῖσθαι τὸν Ἀλέξιον βασιλικῶς, ἡδὺ γελάσας “ἦ δή, ἔφη, ἄριστος κολυμβητής, εἴπερ ἐν Κωνσταντινουπόλει κατακυβιστήσας εἰς βαθεῖαν θάλασσαν ἀπνευστὶ διεξέδυ περὶ τὸν ἐκεῖσε πορθμόν”. Ἀποικίσας δὲ οὕτω τὸν ἄνδρα Ἀλέξιον, εἰσοικίζεται τὴν αὐτῷ μνηστήν, ὢ καὶ ἐκείνου κακοῦ, νεάνιδα θυγατέρα τοῦ τῆς Φραγγίας ῥηγός, ὀκνοῦσαν μέν, ὡς περιᾴδεται, τὴν συναφήν. Ἤδη γὰρ καὶ φρενῶν ὑπεπίμπλατο καὶ πεπειραμένη δὲ ἄλλως λειότητος ἐραστοῦ τὸν τραχὺν ἀπέστεργε. Καί ποτε, φασί, καθ' ὕπνους φαντασαμένη τὸν νεανίαν καὶ “ὦ Ἀλέξιε” ἀνακράξασα, οἷα ἔπαθεν οἶδεν αὐτή.
Καὶ ἦν μὲν ἴσως μέτριος τὴν κακίαν, εἴπερ ἐνταῦθα ἐλθὼν ἀδικήματος ἔληξε καὶ ἐστράφη πρὸς τὸν ἀληθῶς ἄνθρωπον, ἀδικήσας εἰς βασιλείαν καὶ μεγάλου τυχὼν πράγματος. Ὁ δ' ἀλλὰ πρὸς δεινὸν μέγα μεταπλασθείς τῇ θηριωδίᾳ τὸ κατὰ πάντων φοβερὸν πραγματεύεται· καὶ ἀφίησι μὲν πατὴρ ὡς ἤπιος εἶναι, ἀνθαιρεῖται δὲ μαίνεσθαι οὐκέτ' ἀνεκτῶς. Καὶ ὡς εἴπερ μικρὰ ἐποίει κακά, ὅτε πρόφασιν εἶχε τὴν τοῦ βασιλέως Ἀλεξίου περιποίησιν πολλαπλασιάζει τὰ ὑπὲρ ἑαυτοῦ καὶ τοῦ παιδὸς Ἰωάννου, καὶ εἰς οὕτως ἄποπτον ἐκκορυφοῖ τὸν τῆς μανίας κολωνόν, ὡς καὶ τὸν Ἰωάννην ἀναβλέψαντά ποτε παθεῖν ἴλιγγον. Καὶ τοίνυν καὶ ἀνεκάλυψέ ποτε τῷ πατρὶ καὶ ἐκεῖνος τὸ κατὰ ψυχὴν πάθος καὶ ἔδειξε φόβον ἔχειν εἰς τὸ μέλλον, ἐφ' οἷς ὁ πατὴρ ἄρτι θρασύνεται. Καὶ ὑποκλαίει μὲν μαλθακώτερον, οὐκ ἀποκναίει δὲ τὸν πατέρα τοῦ ἐν κακοῖς ἀνδρίζεσθαι καὶ δεινὰ βούλεσθαι. Διὸ καὶ προαναφωνῶν τὸ καλὸν ἐκεῖνος βούλευμα γυναῖκάς τε τοὺς υἱοὺς προσέφη, ἐπιπλέξας ἐνταῦθα καὶ τὸν Μανουήλ, καὶ ἐπαρᾶται, μὴ ἂν εἰς ἄξιον ἐλθεῖν τοῦ ἡσυχῇ ζήσειν, μεγαλείους μόνους ἐκείνους ἐσομένους, ἐπὰν ὁ πατὴρ θάνοι. Καὶ κομπάζει μακελλαρίους, εἰπεῖν κατ' ἐκεῖνον, καὶ μάγγιπας καὶ μύρων ἑψητὰς μέλλειν ἀφήσειν περιεῖναι καὶ τοιούσδε τινάς, ὧν αὐτοὶ ἄρξοντες ὕστερον εἰκῇ ἄρτι δειλαίνονται, μεγάλα σεμνύνων ἐκεῖνος τὴν βασιλείαν τοῖς παισίν, εἰ οὕτω μικροβασιλεῖς ἀποβήσονται, ὅμοιον ὡς εἰ καὶ Γιγάντων ἀποστερῶν ἐθέλοι παραμυθεῖσθαι οἷς Πυγμαίων ἄρξειν αὐτοὺς ὑπόσχοιτο.
Γίνεται οὖν ὁ ἄνθρωπος ἐπὶ πλέον ἀπάνθρωπος, τὸν θῆρα μετενδυσάμενος. Καὶ οἷα μὴ ἀρκοῦν αὐτῷ στερεῶσαι βασιλείαν, εἰ τοσούτους καὶ τοιούτους λογάδας, τοὺς μὲν ἀπήγαγεν εἰς τοὺς πλείονας, τοὺς δ' ἄλλως ἐκ μέσου ἔστησε, προσεπικαταβάλλει καὶ ἄλλους μυρίους ὅσους, μάρπτων ἑξείης, οὐ κατ' αἰτίαν οὖσαν, ἀλλ' ὁποίας πλάσαιτ' ἂν κατὰ ζώντων ἄνθρωπος, αὐτὸς μόνος ἐφιέμενος ζῆν διὰ τὸ φύσει καχύποπτον, ὃ παγίως αὐτῷ ἐνερρίζωτο οἷς αὐτὸς ἀεὶ ἐδολίου κατὰ τῶν πρὸ αὐτοῦ· ὅθεν ᾤετο πάντας βασιλεῖς κατ' αὐτόν. Καὶ οὐ λέγω τὸ πλῆθος τῶν πεπονθότων, οὐ προσάπτομαι τῆς ποιότητος, οὐκ ἐκτίθεμαι τὰ κατ' ἐκείνων συμπλάσματα, οὐ περιηγοῦμαι τρόπους ἢ τόπους, καθ' οὓς καὶ ὅπως περανθείη τὸ κακόν, οὐκ ἄλλο τοιοῦτον οὐδέν, μὴ καὶ ἀηδίας ἀναταράξω βόρβορον. Ἐκεῖνο μόνον λέγω, ὡς ἠρίστευεν ἀληθεύων ἐπὶ τῇ πρὸς τοὺς υἱοὺς ὑποσχέσει· οὐ πολλοῦ γὰρ ἐνέλιπε ψιλῶσαι ἀνθρώπων ἐπιδόξων τὴν Μεγαλόπολιν. Καὶ οὕτω μὲν κατὰ πάντων αὐτός· ἦσαν δὲ οὐδ' οἱ πάντες ἀπεοικότες ἐκείνου πρός γε τὸ μῖσος. Μισούμενοι γὰρ ἐφιλοτιμοῦντο ἀντιμισεῖν, οὐκ εὐαγγελικῶς μέν, κατὰ βασιλικὸν δὲ ἐκεῖνο παράδειγμα. Καὶ συλλεγέντες τῇ ἀμύνῃ πρός τι ἓν δρᾶν ἤθελον καὶ ἀντιλυπεῖν τὸν κατάρξαντα. Ἦσαν δὲ ἐν τοῖς δρῶσι πρὸς ἄμυναν, ὅτι καὶ ἐν τοῖς παθοῦσι, καὶ οἱ τῆς Ἄγαρ. Τὰ γὰρ κατὰ Νικαέων πάθη καὶ ὅσα οἱ Προυσαεῖς ἔτλησαν ἥψαντο καὶ ἐκείνης καὶ εἰς πολὺ ἐχθίστην ἡμῖν ἐνέγραψαν. Πολλοὺς γὰρ καὶ τῶν αὐτῆς ἐπιλέγδην ἡ Νίκαια, ναὶ δὲ καὶ ἡ Προῦσα, μετὰ πολύπονον ἅλωσιν μετεωρισθέντας εἶδον, ὅθεν ἔστι καταβῆναι εἰς ᾍδην καὶ ταχὺ καὶ οἴκτιστα.
Καὶ οἷα μὲν ἐντεῦθεν οἱ ἀνατολικοὶ ἔπαθον εἰς μνήμην, εἰ καὶ μὴ μετ' ἐγκωμίων τοῦ Ἀνδρονίκου, συγγραφέσθω ἕτερος, ἐκεχειρίαν τε ἄγων ἱκανήν, ἀλλὰ καὶ δακρύοις πλουτῶν· ἡμᾶς γὰρ ἐπέλιπον καὶ αὐτά. Ἡμῖν δὲ οἷα ἐκεῖθεν συνέπεσον καὶ ὡς ἡ τοῦ Ἀνδρονίκου, ὁμαλῶς λέξαι, οὐ προσήνεια καθίκετο καὶ ἡμῶν ὀλεθρία φράσων ἔρχομαι, οὐ πρὸς εὐρυλογίαν οὐδ' αὐτά, μὴ καὶ πλατὺ μάλα βιβλιογραφήσειν ἀνάγκην εὑρήσω, ἀλλ' ὡς πρὸς ἐσκιαγραφημένην τῶν πεπραγμένων ὑπόδειξιν.
Οἱ βλαβέντες ἐκεῖνοι, οἱ πολλοί, οἱ ποικίλοι, οἱ πολύγλωσσοι, διασπαρέντες ἄλλοι ἄλλοθεν, εἴ τις φρήτρη ἐκ Πίσσης, εἴ τις ἀπὸ Γενούης, τὸ τῶν Τούσκων φῦλον καί τι Λαμπαρδικόν· οὐκ ἀπελίπετο δὲ οὐδὲ τὸ ἐκ Λογγιβάρδων βλαβέν, οὐδ' ὅσα ἄλλα· οὐ μὴν δὲ ἀλλὰ καὶ τῶν εὐγενείας ἐπιτεταγμένων, Μαλεῗνος δέ τις καὶ Δαλασηνὸς καὶ Κλάδων καί τινες τοιοῦτοι τῶν τῆς ὑφειμένης, πρὸς δὲ καὶ θεραπευταὶ ἀρχόντων, οὓς ὁ Ἀνδρόνικος φαύλως διέθετο, οὗτοι δὴ καὶ ὅσοι δὲ ἄλλοι ἐν ὁμοίοις κακοῖς ἦσαν ἐπρέσβευσαν παρὰ πολλοὺς τῶν μέγιστα δυναμένων περί τε τὰ τῆς ἑῴας λήξεως καὶ τὰ ἑσπέρια. Καὶ οἱ μὲν τὸν σουλτὰν ἠρέθισαν τὰ πλείω, προϊσχόμενοι εἰς δυσωπίαν τὸν τοῦ βραχυβίου βασιλέως Ἀλεξίου θάνατον, ᾧπερ ὤφειλε πιστὰ διὰ τὸν πατέρα Μανουὴλ ὁ τῶν Ἀγαρηνῶν ἔθναρχος, ἕτεροι δὲ τὸν ἐν Ἀντιοχείᾳ προκαθήμενον, τόν τε κατὰ κόσμον καὶ τὸν ἐκκλησιαστικῶς, ἄλλοι δὲ τὸν ἐν Ἱεροσολύμοις ζηλοῦντα βασιλικῶς ὑπὲρ τοῦ καλοῦ. Ὠφειλέτην δὲ ἄρα καὶ τούτω τὼ ἄρχοντε ὀρθὴν ἀγάπην καὶ ἐπικουρίαν μετὰ τὸν Μανουὴλ ἀδικουμένῳ τῷ υἱῷ Ἀλεξίῳ. Αἱ δὲ ἐντρεχέστεραι τῶν πρεσβειῶν περὶ τὰ καθ' ἑσπέραν ἐξετελοῦντο. Καὶ ἐλιτάζετο πρὸς μὲν τῶν ὁ τῶν ἐν μεγάλῃ Ῥώμῃ ἀρχιερατικῶς ὑπερεστὼς καὶ εἴ τις ἄλλος παρ' αὐτῷ καὶ κατ' αὐτὸν ἰσχύων, πρὸς δὲ τῶν ὁ Γερμανικὸς φύλαρχος. Ὠχλεῖτο δὲ πρεσβευτικῶς καὶ ὁ πολὺς τὴν ἐξουσίαν Ἀλαμανός. Καὶ οὐδὲ ὁ Μαρκέσιος ἡσυχῇ μένειν ἀφίετο, καθάπερ οὐδὲ ὁ τῆς Οὐγγρίας κράλης καὶ ὃς δὲ ἄλλος ἰσχυρὸς περίοικος. Καὶ ὅλως ἔνθα περιήγησις ἀρχικῶν ὀνομάτων, ἐκεῖ ἀπέβλεπεν αὐτοῖς τὸ δεόμενον τῆς ψυχῆς καὶ οἱ πόδες αὐτίκα ἔτρεχον καὶ ἡ γλῶσσα ἐλάλει καὶ ἐνήργει πρὸς πειθώ.
Μάλιστα δὲ τοιούτου ἐπειράθη ὄχλου ὁ τῶν Σικελῶν εἴτε ῥὴξ εἴτε τύραννος, ὡς οἱ Διονύσιοι καθ' ἱστορίαν βεβαιοῦνται καὶ οἱ Φαλάριδες, καὶ ὅσοις δὲ ἄλλοις τὸ ἐκεῖ ἄρχειν τυραννεῖν καὶ ἦν καὶ ἐλέγετο. Ἔνθα ὁ πρῶτος πρὸς βίαν κατάρξας καὶ τὸ ῥωμαϊκὸν ἐκεῖνο κομητᾶτον εἰς ῥηγᾶτον μεταγράψας Ῥογέριος ἦν, ῥέκτης ἀνὴρ καὶ τῷ ὄντι δραστήριος καὶ ἐν τοῖς ἐκεῖσε πολλὴν ἱστορίαν ὑπὲρ ἑαυτοῦ περικείμενος. Δεύτερος δὲ μετ' ἐκεῖνον καὶ χρόνῳ καὶ χειρὶ καὶ τύχῃ παῖς ἐξ ἐκείνου, οὐκ οἶδ' ὅπως ἥκων τοῦ ὀνομάζεσθαι. Ὁ δὲ ἄρτι ζῶν, Γελίελμον ἐκεῖνόν φασιν, μεγαλεπήβολος μὲν τὴν ἔφεσιν, μικροτελεστὴς δὲ ἐν ταῖς ἐπιβολαῖς. Ὀλίγα μὲν γάρ τινα ἠνδραγαθίσατο, τὰ πλείω δὲ ἔπταισε. Καὶ ὡς μὲν κατὰ τὴν σκέψιν Ἀριστοτέλους εἰς τριγονίαν τὰ πολλὰ τὸ τυραννικὸν φῦλον ἀνθοῦν εἶτα μαραίνεται συχνὴ πεῖρα παρέδειξεν· οὗτος δέ, οἷς ἄρτι εὐτυχῶς ἑαυτῷ ἐπέττευσεν, οἴοιτο ἂν τάχα οὐ μόνον οὐκ ἀπανθήσειν, τρίτος ὢν αὐτὸς τῷ γένει, ἀλλὰ καὶ κάρπιμος ἔσεσθαι· πάνυ γὰρ ἡμῶν κατευτύχησεν.
Ὁ δὴ οὖν Γελίελμος οὗτος, κότον τε οἶμαι τρέφων οἷς ποτε ὁ Μανουὴλ κατεστράτευσε τῆς αὑτοῦ καὶ πολλὰ καὶ ἐλύπησε καὶ ἔβλαψε καὶ ἅμα καὶ ζηλῶν πατρικὴν διὰ θαλάσσης ὁρμήν ποτε παλαιὰν κατὰ τῆς Κωνσταντινουπόλεως, ἣν ὁ πατὴρ ἀνήνυτον ἐξετέλεσεν, ὁμοῦ δὲ καὶ συνάψας εἰς νοῦν τὴν καὶ διὰ γῆς καὶ διὰ θαλάττης μελέτην τοῦ Μανουὴλ κατὰ τῆς τῶν Σικελῶν (κατ' ἄμφω γὰρ ἐκεῖνος ἐπεχείρησε, καλῷ μὲν ἐπιβαλὼν πράγματι, κατακυβευθεὶς δὲ τύχαις πολέμου), προσίεται τὴν πρεσβείαν τῶν τοῦ Ἀνδρονίκου ἐχθρῶν, ὧν κατάρχειν ὁ Κομνηνὸς Ἀλέξιος ἠγλαΐζετο, πολυπλάνητος καὶ αὐτὸς καὶ μακρὰ περιοδεύσας, εἴγε πρὸς τοῖς ἄλλοις καὶ διὰ Ταυρικῆς καὶ Σκυθίδος γῆς ἐλθὼν διὰ τὸν Ἀνδρόνικον μυρία ἔκαμε. Καὶ τυγχάνει βαλὼν ἔπος ὁ Σικελός, τήν τε ξηρὰν τήν τε ὑγρὰν ἐμπλῆσαι τῆς κατ' αὐτὸν δυνάμεως, καὶ οἷόν τινα νέφη στρατοῦ ὑπερστῆσαι καὶ αὐτῆς τῆς Μεγαλοπόλεως, δι' ὧν ἐπιβρέξας ὄλεθρον κατακλύσει τοὺς ἀμφὶ τὸν Ἀνδρόνικον, φυσῶντος ἐνταῦθα μεγάλα καὶ τὰ τοιαῦτα νέφη συνελαύνοντος καὶ τοῦ Κομνηνοῦ Ἀλεξίου. Ἔλεγε γάρ, ἀλλὰ καὶ ἐδόξαζε, πρὸς αὐτοῦ εἶναι τὴν πᾶσαν Ῥωμαΐδα καὶ φιλεῖν αὐτὸν εἰς τὸ γνήσιον καὶ μὴ ἂν ἀφέξεσθαί τινας αὐτοῦ, ἀλλ' ἅμα ἢ κατιδεῖν ἢ μηνύματι ἐρεθισθῆναι καὶ αὐτίκα ἐπιδιδόναι κατακύπτοντας ἑαυτοὺς εἰς ὑποταγήν. Ἐνεκρύπτετο δὲ τοῖς λόγοις τούτοις καὶ νοῦς, ὡς οὕτως ἔχων καὶ οὕτω φιλούμενος καὶ εἰς τὰ ἑκάστων παραδυόμενος σπλάγχνα βασιλεύσει αὐτός, ῥίψας τὸν Ἀνδρόνικον, παραγόμενος κἀνταῦθα τῆς ὀρθῆς. Ὁ γὰρ Σικελὸς ῥὴξ ἄλλα ἤθελε καὶ Σικελίαν μὲν καὶ τὸ κατ' αὐτὴν ῥηγᾶτον ἑτέροις, ὥς φασιν, ἀποκαταστῆσαι, αὐτὸς δὲ μετεμβῆναι εἰς τὴν Μεγαλόπολιν μεμελέτηκε.
Συνέπεσε δέ τι ἐν τούτοις καὶ τοιοῦτον. Εἴδομεν ἡμεῖς μετὰ τὴν ἐν ἡμῖν μεγίστην δυσπραγίαν ἄνδρα τινὰ εὐσταλῆ, μελαγχρῆ πρὸς βάθος, ἐσταλμένον εὖ μάλα τὰ πάντα κατὰ Λατίνους, πλὴν ὅσον βαθυγένειον, ἐσχηματισμένον μὲν ὡσεὶ καὶ ἀποστολικῶς, λεγόμενον δὲ ὑπερπόνηρον εἶναι. Ἡ δὲ φήμη καὶ ἱππότην δεξιὸν αὐτὸν εἶχεν, ὡς καὶ ὁ εὐγενὴς ἵππος ὑπομαρτυρεῖν ἐῴκει, ὃς αὐτὸν ἔφερε, καὶ οἱ ἐκείνου ἐξελιγμοί, ὅτε ᾔρετο ἔφιππος. Ὑπισχνεῖτο δὲ τὸ κατὰ ζώνην αὐτῷ ξίφος καὶ ὁπλίτην αὐτὸν εἶναι. Οὕτω τὸν μοναχὸν ἐψεύδετο, εἰς ὃν ἐπιπολῆς ἐχρωμάτιστο. Ἀλεξίου δὲ κλῆσιν φέρων, Σικουντηνὸν ἑαυτὸν ἐπεκάλει Φιλαδελφηνόν, ἄλλα τινὰ πρὸς ἑτέρων καὶ γνωριζόμενος καὶ λεγόμενος. Οὗτος ὁ ἄνθρωπος, ὅστις ποτὲ καί ἐστι, πλέον τῶν ἄλλων κατά γε πονηρὰν μέθοδον τὸ πῦρ τοῦ καταιθαλώσαντος ἡμᾶς πολέμου ἐξηνέμωσεν εἰς αἰθέριον. Ἦν μὲν γὰρ ὁ δακρύων ἄξιος βασιλεὺς Ἀλέξιος κείμενος ὡς ὁ Ἀνδρόνικος ἔθετο, αὐτὸς δὲ ὁ μοναχός, οὐκ οἶδα σαφῶς ὅθεν πλεύσας εἰς τὰ ὑπὲρ τὸν Ἀδρίαν ἔθνη, ἐπεδείκνυέ τινα παῖδα, ἐς ὅμοιόν τι καὶ χρόας καὶ ἡλικίας ἥκειν φαινόμενον τῷ βασιλεῖ Ἀλεξίῳ. Καὶ ἦν μέν, φασίν, ἐκεῖνο παιδίον ἀγροικικὸν ἔκ ποθεν Βαγεντίας, αὐτὸς δὲ ταῖς ἡμῶν ἁμαρτίαις τὸ τοιοῦτον σόφισμα διδαχθεὶς καὶ παρίστατο δουλικώτερον τῷ ἀγεννεῖ ἐκείνῳ παιδίῳ καὶ τοὺς πόδας ἔνιπτε καὶ ὅσα ἄλλα πρὸς ὑπηρεσίαν ἐτέλει ὡς ἐπὶ βασιλεῖ, ῥᾳδιουργῶν κατὰ πονηρίαν. Καὶ ἀναδιδάξας ἐκεῖνον βασιλέα ἑαυτὸν ἐπιλέγειν καὶ θαρρύνας καὶ ἐγκελεύεσθαι τούτῳ ὅσα καὶ δούλῳ καὶ ἀπειλεῖσθαι δριμύτερον καὶ βασιλικὴν αὐτῷ σκηνὴν οὕτω πηξάμενος, περιέφερεν ἐξ ἔθνους εἰς ἔθνος, καὶ μάλιστα εἰς ὅσα κακῶς διέθετο ὁ Ἀνδρόνικος, καὶ συνέκλαιε τραγικώτερον καὶ σκηνοβατῶν ἀδικίαν μεγάλην ὡς ἐπὶ βασιλικῷ τούτῳ παιδί, ὀφειλομένῳ πιστὴν φιλίαν ὑπὸ Χριστιανῶν ἀγαθῶν, προεκαλεῖτο εἰς ἄμυναν, ὑποδεικνὺς κατὰ τὸ εἰκὸς καὶ σημεῖα, τριχῶν ξανθότητα, ὀδόντος λεῖψιν, ὁποίαν τινὰ καὶ ὁ ἀληθὴς Ἀλέξιος ἐκεῖνος δυσπραγεῖν εἴληχε, βλέμματος ἐμβρίθειαν, ὡσεὶ καὶ βασιλικοῦ, πλάσιν σώματος εὐπαγῆ, καθ' ἣν μάλιστα τὸ ἀγροτικὸν εὐδοκίμως ἔχει, καὶ ἄλλα τινά. Καὶ οἱ δυσωπούμενοι διετίθεντο πρὸς πένθος καὶ ἠλέουν, οἷα μὴ ἐξακριβοῦν ἔχοντες οἷς ἐπεπρόσθει τῇ διακρίσει τῶν σημείων τοῖς ἔθνεσιν ἡ κατὰ τοῦ Ἀνδρονίκου μῆνις. Ὅθεν καὶ ἀπανούργως πειθόμενοι τὸν παῖδα βλέπειν Ἀλέξιον, ὃ καὶ ὁ ἐξ ἀγροιωτῶν οὗτος παῖς ἐτέθη καλεῖσθαι, κατέκυπτον εἰς προσκύνησιν, ἠσπάζοντο, μετέωρον ἦγον, δώροις ἐδεξιοῦντο πολλοῖς, ἃ δὴ κατέσπα ὁ μοναχός, ἀπεκβαίνων βαρύπλουτος οἷς ἐμπορικῶς τὸν παῖδα καπηλεύων ἐχρηματίζετο. Καὶ ἡ μὲν ἀλήθεια οὕτω λαθοῦσα ἐνδόμυχος ἦν, τὸ δὲ ψεῦδος ἐκνικῆσαν ἐξεθύμωσε τὰ ἔθνη πρὸς ἄμυναν· οἳ φθάσαντες ἐνέδησαν αὑτοὺς ὅρκοις εἰς πίστιν τῷ τε Μανουὴλ καὶ τῷ διαδεξαμένῳ αὐτὸν υἱῷ Ἀλεξίῳ. Ἤχθη δὲ καὶ πρὸς τὸν ῥῆγα Σικελίας ὁ τοιοῦτος πλαστὸς βασιλεύς. Καὶ ὁ μὲν Κομνηνὸς Ἀλέξιος, ὁ τὸν Σικελὸν ἐρεθίσας, ἤλεγχε τὸν ἀγροιώτην τοῦτον παῖδα, ναὶ δὲ καὶ οἱ σὺν αὐτῷ· οἱ δὲ ἐκ τῶν ἐθνῶν ἐβεβαιοῦντο εὖ ὅτι μάλα καὶ ἀπηκριβωμένως ἐπίστασθαι αὐτὸν ἐκεῖνον εἶναι τὸν παῖδα τοῦ Μανουήλ, ὑπὲρ οὗ καὶ ἀποθανεῖσθαι αὐτούς. Τέλος δὲ ὁ μὲν Σικελός, εἰ καὶ ἐπέγνω, φασί, τὸ ἀληθές, ὅμως πεισμονὴν ἰδίαν ἔχων καὶ τοῦ θρόνου Κωνσταντινουπόλεως ἐφιέμενος, οἱ δὲ ἐθνικοὶ Ἀλεξίου βασιλέως εἴδωλον πρὸ τῆς φαντασίας φέροντες, τὸν γὰρ δηλωθέντα παῖδα ἡ Σικελία ἔχει ἀπελεγχθέντα θρέμμα εἶναι ἀγροῦ, καὶ ἐγκαταστῆσαι τὴν φαντασίαν εἰς βασιλέα τοῖς Μεγαλοπολίταις φρυαττόμενοι, κινοῦνται καθ' ἡμῶν θάρσει πολλῷ, καὶ ταῦτα κωλύμης οὔτι μάλα μὴ σταθερᾶς, ὡς ἐξῆν, ἀναφαινομένης ἐκ τῶν κρειττόνων συμβούλων, τοῦ τε ἱεράρχου, φασί, τοῦ κατὰ Σικελίαν Πανόρμου καὶ τοῦ τῆς ἐκεῖσε Μεσσήνης καὶ ἑτέρων, ὅσοι τὸ δέον συνεώρων, ἀγχινοίας τε στάθμῃ ἀπορθοῦντες ἑαυτοὺς εἰς προόρασιν τοῦ μὴ ἂν ἐξεῖναι τὸν Σικελὸν κόμητα εἰς κοσμικὸν ἐγγραφήσεσθαι βασιλέα, ὅς ποτε τῇ Κωνσταντινουπόλει δοὺξ ὑπέκειτο, καὶ τὸ μηδὲ εὖ ἔχειν λόγου τὴν τῆς μάχης πρόφασιν. Τί γάρ, εἴπερ ὁ τὴν Κωνσταντινούπολιν διέπων ἐξαμαρτάνοι φονεύων ἢ τυραννῶν, δίκας ἂν διδοίη τῷ παρεγγράπτῳ ῥηγί, τῷ ἐν Σικελοῖς; Εἰ μὴ ἄρα πᾶσα βασιλεία, πταίουσά τι κατὰ βίον, εὐθύνεσθαι κινδυνευτέα πρὸς τοῦ ὠρεγμένου, ὡς εἰ καὶ ἐπαιδαγωγεῖτο ἢ ἐδεσπόζετο.
Καὶ ὅμως τοῦ Κομνηνοῦ Ἀλεξίου ἀπισχυρισαμένου τὴν Κωνσταντινούπολιν παραδοῦναι ῥᾷον τῷ ῥηγὶ Σικελίας, ὡς εἰ καὶ ἐν χεροῖν αὐτὴν ἔσφιγγεν ὁ ἀπάλαμνος, γίνεται κίνησις πολυεθνής, ἐπιλεγομένη τῷ Σικελῷ καὶ αὐτὸν προγράφουσα κεφαλαιωτήν. Καὶ ἐκκενοῦνται θησαυροὶ ἐν κενοῖς τῷ μηδὲ μεγάλας οὕτω τι τὰς προσόδους ἔχοντι· καὶ τῇ μὲν θαλάσσῃ ἐπίστευσε νῆας μακρὰς ἑτεροίας τε καὶ ἱππαγωγοὺς ὑπὲρ τὰς διακοσίας, τῆς δὲ γῆς κατεκρόαινεν ἱππικὸν ἐπίλεκτον, οὐ μόνον ἐξ ὧν συνεκροτεῖτο αὐτός, ἀλλὰ καὶ ἄλλο παντοδαπὸν συμμαχικόν. Καὶ λέγεται ὡς ἑκατόν ποθεν λόγου χάριν ἐπιρρεόντων εἰς συμμαχίαν καὶ αὖ ἑτέρωθεν πλειόνων ἢ καὶ τοσούτων ἢ καὶ εἰς ἔλαττον ὑποβιβαζομένων, βραχεῖς τινας ἐκεῖθεν ἀποκρίνων, τοὺς λοιποὺς ἐξηθέριζε. Καὶ ἦσαν οὕτως αὐτῷ οἱ ἱππόται οἷοι ἀλαζονεύεσθαι κατὰ τὴν ἐν αὐτοῖς φύσιν τριηκοσίων ἀνδρῶν ἕκαστος ἄντα κατὰ πόλεμον στήσεσθαι, οὐδὲν ἀπεοικότες οὐδ' αὐτοὶ τοῦ Κομνηνοῦ, ὃς μόνος ἐδόξαζε τὴν τοσαύτην βασιλείαν ταχὺ καταλήψεσθαι, βραχὺ κατ' αὐτῆς παρακαλπάσας τὸν ἵππον, καὶ κατακτήσεσθαι αὐτὴν χειρωσάμενος ὡσεὶ καὶ στρουθοῦ φωλεόν, λόγῳ μὲν τῷ Σικελῷ, ὃν καὶ γνησίως αὐθέντην ἐπεγράφετο, ψυχῇ δὲ ἑαυτῷ. Ἰνδάλλετο γάρ, οὐκ οἴδαμεν ὅπως, καθὰ καὶ προεξεθέμεθα, ἅμα τε ἐκφαίνεσθαί που καὶ πάντας εὐθὺς τοὺς Ῥωμαίων ὀφθαλμοὺς εἰς αὐτὸν ὡς ἥλιον ἐπιστρέφεσθαι καὶ αὐτοῦ μόνου γίνεσθαι.
Ἐξεῖρψεν οὗν ἡ Λατίνη γῆ πλῆθος οὕτω πολὺ στρατιᾶς, ἀφ' ἱκανοῦ ἡμᾶς ἐκφοβοῦν, καὶ γίνονται πάντες τῆς Ἰλλυριῶν ἠπειρώτιδος, ἣ τερματίζει τὰ Ῥωμαίων εἰς τὸν Ἀδρίαν κόλπον. Καὶ περισχόντες τὴν τῶν ἐκεῖσε μητρόπολιν, τὸ Δυρράχιον, ἀπονητὶ ἀποχειροῦνται καὶ ὡς εἰπεῖν αὐτοβοεί, κατὰ μὲν τὸν Ἀνδρόνικον φάναι, προδεδομένην ὑπ' ἄλλων εἰς τὸ πᾶν, οὕτω γὰρ ἐκεῖνος ἐθεράπευε τὰ κατ' αὐτόν, οὐχ ἑαυτῷ ἀλλ' ἐτέροις ἐπιγράφων ἃ ἐδυστύχει δι' αὐτὸν ἡ Ῥωμαῒς γῆ, πρὸς δὲ ἀλήθειαν ὑπ' αὐτοῦ ἐκείνου πρόδοτον. Καὶ γάρ τοι πρὸ βραχέος χρόνου Ῥωμανόν τινα στείλας, ὃν ὁ καλὸς Ἴστρος φαύλην ἀπόρροιαν ἐναπερευξάμενος εἰς Κωνσταντινούπολιν γαμβρὸν ἐκείνῳ ἐφυλάξατο ἐν τοῖς τότε καιροῖς, τοὺς ἐν τῷ Δυρραχίῳ ἀνθοῦντας ἐμάρανε πλούτου ἔρωτι, ὁποῖος ἐκεῖνος πλουτῶν ἄντικρυς τὰ τοιαῦτα μὴ κορεννύμενος. Κἀντεῦθεν ἡ πόλις κακυνθεῖσα καὶ μὴ πάνυ γενναίως ἀντισχοῦσα ἑάλω καὶ μάλα κακῶς ἔπαθεν ἐμπρησμοῖς τε καὶ λοιποῖς κακοῖς, ὁπόσα φιλεῖ ἀνδρίζεσθαι πόλεμος οὐ στησόμενος ἀλλὰ προβησόμενος καὶ ἐκστήσων φόβῳ τοὺς ἐφεξῆς. Οὕτω δὲ ἑαλωκυῖα ἡ τοιαύτη πόλις ἐθρόησε μὲν εἰς πολὺ καὶ ἡμᾶς καὶ ὅσοι δὲ ἄλλοι τὸ εὐεπιχείρητον τοῦ ἐκεῖ δυσπραγήματος ἔμαθον· οὓς ἐλύπει καὶ ἡ τοῦ ἀγαθοῦ στρατηγοῦ Ἰωάννου τοῦ Βρανᾶ κατάσχεσις, ὃς οὐ πολὺν περικείμενος στρατὸν καὶ ὅμως εἰς φυλακὴν τοῦ φρουρίου παραβυσθεὶς φόβῳ τοῦ βασιλέως Ἀνδρονίκου μὴ καὶ προδότης ἐπικληθεὶς καὶ εἰς χεῖρας ἐκείνῳ πεσὼν ἀπαχθείη τοῦ ζῆν παρήχθη τῇ τῆς πόλεως ἁλώσει εἰς Σικελίαν αἰχμάλωτος.
Καὶ ἐξεφόβει μὲν οὕτω τοὺς πέριξ μέχρι καὶ ἐς Θεσσαλονίκην τὸ οὕτω ταχὺ τῆς ἁλώσεως ἐκείνης καὶ ὅτι, καθά τις ἂν εἴποι τὸ τάχος τοῦ κακοῦ ἐνδεικνύμενος, θατέρῳ μὲν τοῖν ποδοῖν ἕκαστος τῶν πολεμίων ἐπέβη τῆς Ἰλλυριῶν γῆς, θατέρῳ δὲ κατενεπήδησε τῆς ἐχυρωτάτης ἐκείνης πόλεως. Ὅτι δὲ καὶ τὰ ἐκεῖθεν ἕως καὶ ἐς τὴν καθ' ἡμᾶς Μακεδονικὴν οὐδὲν αὐτοῖς ὁδοῦ προσέστη σκῶλον εἰς ἐμπόδιον, ἀλλὰ τοῦτο τὰς ἁπάντων ψυχὰς ἑτοίμους ἔστησε τῶν κατ' αὐτὰς ἀπαλλάττεσθαι σωμάτων, οἷς ἐταράχθησαν. Οὐκ ἔστι γὰρ ὅπου συνήντετό τι δεῖμα ἐκείνοις, οὐ μέγα, οὐ μικρόν, οὐ μέσον, ἀλλ' ὡς διὰ λείων πεδίων ποταμὸς πλήθων ἐκεῖνος ὁ πεζὸς κατέρρεε στρατός, ἕως ἡμῖν συνέμιξεν ἄσκυλτος. Ὁ δέ γε ναυτικὸς τὴν οἰκείαν τραπόμενος, ἔπλεεε συνελευσόμενος ἐν καιρῷ μερίταις καὶ κορυφώσων ἡμῖν εἰς μέγα τὸ κακόν. Καὶ ὑστέρησε τοῦ πεζοῦ ἡμέρας τινάς, εἰς ἔνδειξιν οἶμαί τινα τῆς τε καθ' ἡμᾶς οὐθενείας τῆς τε κατ' αὐτοὺς ἰσχύος, ταύτης μὲν ὡς, εἴπερ ὁμοῦ ἐπῆλθον ἡμῖν, οὐκ ἂν οὐδὲ γοῦν μίαν ἡμέραν ἀντέσχομεν, ἐκείνης δέ, ὅτι καὶ μόνον τὸ πεζὸν τοῦ στρατοῦ περικαθήμενον ἔχοντες, οὕτως ἀρετῶντες ἦμεν τῷ φαύλῳ στρατηγῷ, ὡς μηδεμίαν ἐκδρομήν τινα κατ' αὐτὸν γενέσθαι στρατιωτικήν, ἀλλὰ φυλάττεσσαι τῷ ῥηγὶ τοὺς ἐκείνου εἰς ἀδνούμιον ἀπρονόμευτον καὶ οἷον μὴ παθεῖν κολόβωσιν.
Καὶ ὁ μὲν πεζὸς λαὸς περιεκάθισε καθ' ὥραν ἀρίστου τὴν καθ' ἡμᾶς πόλιν, Αὐγούστου μηνὸς ἄγοντος ἕκτην ἡμέραν, (καθ' ἣν ἡ Μεταμόρφωσις τοῦ Σωτῆρος ἡμῶν ἑορτάζεται, ὁ δὲ ναυτικὸς κατὰ τὴν πέμπτην καὶ δεκάτην τὰς νῆας ἐλιμένισε), καθ' ἣν ἡ ἔνδοξος κοίμησις τῆς πανάγνου Θεομήτορος μνημονεύεται. Καὶ τότε δὴ οὐκέτι φευκτὰ ἦν ἡμῖν, ἀλλ' οἱ ἀγχινούστεροι προεωρῶντο οἷα πείσονται, ὅπου γε οὔκουν ὀλίγοι καί πρὸ τούτων συνεώρων τὸ μέλλον, πολλαχόθεν αὐτὸ τεκμαιρόμενοι. Ἡμεῖς γοῦν, φθάσαντες τὴν τῶν πολεμίων ἔφοδον, τοὺς ὅσοι μεθ' ἡμῶν τῆς Κωνσταντινουπόλεως ἦσαν τέκνα ἐξεστείλαμεν εἰς τοὺς ἑαυτῶν, οὐ μόνον ὁδοιπόριον ἐνδαψιλευσάμενοι ἀλλά τι καὶ τῶν ἐς χάριν βαθυτέρας γνώμης, ὡς αὐτοὶ θανάτῳ ἀπολούμενοι. Καὶ τῶν ἐν Θεσσαλονίκῃ δέ τινας, οἷς οὐδὲν ἦν ἔργου, ἀλλ' ἢ μόνον φόβος, βουλὴν αἰτήσαντας, οὐκ ἐκρυψάμεθα ὃ δειλιᾶν ἡμῖν ἐπῆλθε καὶ παρωρμήσαμεν φυλάξασθαι, καὶ ἐφυλάχθησαν. Καὶ ἦν μὲν τὸ πρᾶγμα καὶ ἡμῖν ἐφετόν, οἷα ἐθελοψυχοῦσιν, ἐπεσχέθημεν δὲ δυοῖν ἕνεκεν, ὡς δοκεῖν· οὔτε γὰρ ὁ στρατηγὸς προεθυμήθη σωθῆναι ἡμᾶς δι' αἰτίαν, ἣν ὡς θυμοσόφῳ ἐκείνῳ εἰδέναι μόνῳ κεχάρισται· ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἐνταῦθα μὴ ἂν ὑπολιπέσθαι εἰπών, εἰ καὶ ἡμεῖς ἐκδράμωμεν φυγαδίαι, ἔκλεισεν ἡμῖν οὕτω τὰς πύλας τοῦ σωθῆναι βούλεσθαι. Καὶ τοῦτο μὲν τὸ φαινόμενον· ἃ δὲ ὁ Θεὸς ἐνταῦθα ἤθελεν ἕτερα ἦν, ἓν μὲν τὸ παιδεύσειν ἡμᾶς ἀνθ' ὧν αὐτῷ προσεκρούομεν, δεύτερον δὲ τὸ φιλανθρωπεύσασθαι εἰς τὰς τοῦ Ἀνδρονίκου χεῖρας βαλεῖν ἡμᾶς. Ἐφάνη γὰρ ὡς, εἴγε τῆς πόλεως ταύτης εἰς ὅσον βραχύ τι προεποδίσαμεν, οὐκ ἂν ἐζήσαμεν, ἀλλ' ὁ τῆς ὀργῆς αὐτοῦ τρυγίας ἐναπηρεύχθη ἂν εἰς ἡμᾶς. Εἰ δέ τι καὶ τρίτον ἦν Θεοῦ ἐνταῦθα σκέμμα, τὸ ἡμᾶς παραμείναντας πρὸς ἀγαθοῦ τινος ἀποβῆναι τοῖς περισεσωσμένοις ἀδελφοῖς, ἐδιδάχθησαν οἱ πεπειραμένοι σὺν Θεῷ. Καὶ ἦν ἡμῖν τουτὶ τὸ παράμονον οὐ κατ' ἐκεῖνο τὸ παλαιότερον, ὅτε νῆες μὲν ἀποστατικαὶ λατινικαί τινες ἐφ' ἡμᾶς ἐκ Βυζαντίου ἀρχέκακοι ἐπλωίσαντο, κατὰ τοῦ Ἀνδρονίκου καὶ αὐταὶ συμπεπνευκυῖαι, ἡμεῖς δὲ παρεμένομεν. Ἀλλ' ἐκεῖνο μὲν καὶ πρόβαν ἐνέφαινε τῶν ἄρτι, δοκιμάζουσαν οἷα οἱ Λατῖνοι ἐπαγωνίσονται ἡμῶν καθιππάσασθαι, καὶ φόβον εἶχεν οὐ πολύν, τὰ δὲ νῦν οἴμοι ὡς ἡμῖν ἀπέβαινεν ὑπερλίαν καὶ ἐναγώνια καὶ φοβερά.
Ἀλλὰ ταῦτα μὲν ὡς ἐν παρεκδρομῇ τινι λόγου γεγράφαται. Τὴν δὲ πόλιν συνεῖχεν ὡς οἷον ἐν ἀγκάλαις ὅ τε καθ' ἵππους ὅ τε κατὰ τὰς νῆας στρατὸς καὶ ἡ τοῦ στρατηγοῦ ἀβελτηρία ἐνταῦθα μάλιστα διεφαίνετο, μηδὲ τὰ πρῴην ἄδηλος οὖσα, ὡς ἡ συγγραφὴ ἐν ὁλιγίστῳ διαδείξεται. Τὰ πρῶτα μὲν γάρ, τῶν πολεμίων οὐ μακρὰν ὄντων, βιασάμενοί τινες τῶν στρατιωτῶν ἀνδρίσασθαι, ὁ γάρ τοι στρατηγὸς δεινὸς ἦν κοιμᾶσθαι, ἀφώρμησαν καὶ συνέσχον ἕνα τινά, ὃν καὶ λαμπρῶς περιδύσαντες τὰ στρατιωτικὰ οὐκ ἐκ τῶν ἐκείνου, ψιλὸς γὰρ ἦν, ἀλλ' ἐκ τῶν παρ' αὐτοῖς, ἐπόμπευόν τε διὰ μέσης τῆς πόλεως καὶ ὡς μέγαν τινὰ ἑλόντες ἐκύδαινον. Καὶ γραφὴ εὐθὺς τοῦ καὶ στρατηγοῦ καὶ δουκὸς εἰς τὸν βασιλέα, ὡς εὐτυχῶς ἡμῖν τὰ εἰς μάχην φέρεται. Ἡμέρα μετὰ ταύτην δευτέρα καὶ μετεξέτεροι στέλλονται καὶ αἱροῦσιν οὐκέτι οὐδ' ἄνθρωπον, ἀλλὰ δύο ἱππάρια δυστυχῆ καὶ σκίασμα στρατιώτου κεφαλῆς· ὁ γὰρ τοῦτο ἔχων διεκπέφευγε, προηκάμενος οἷον εἰς λύτρον αὐτὸ τοῖς ἐπιδιώκουσιν. Καὶ αὐτίκα θρίαμβοι πάλιν ἐν τῇ πόλει καὶ τὰ αἰχμάλωτα ἱππαρίδια περιεβλέποντο, οἷα μέγα ὂν ὅτι περ αὐτὰ εἷλον, καὶ τὸ σκιάδιον ἐπὶ σημαίας ᾔρετο καθά τι κορυφαῖον σκύλευμα. Καὶ γράμμα πάλιν τοῦ δυσαριστέως παρὰ τὸν βασιλέα, ὡς εὐτυχοῦμεν τὰ κατὰ πόλεμον. Ὡς δὲ ἐκεῖθεν ἐρεθισθέντες οἱ κατὰ γῆν πολέμιοι, καθὰ καί τινες σφῆκες, ταχὺ καθ' ἡμῶν ἐπτερύξαντο, τὰ γὰρ πρὸ τούτων ἀνεβάλλοντο, καραδοκοῦντες τὸ ναυτικὸν κατά τι σύνθημα, καὶ τὴν πόλιν ἐκ τῶν δυσμόθεν μεγάλων πυλῶν ἕως καὶ ἐς ὅλην τὴν ἀκρόπολιν ἀκηρυκτεὶ ἐπιδραμόντες ἐκυκλώσαντο, γίνεταί τις ἐκεῖ ἐκδρομὴ δύο μὲν Λατίνων ἱππέων ἐκ τοῦ τῶν Πρεβεντζούνων ἔθνους, ὃ δὴ πολὺ καὶ τεθαρρημένον τῷ Σικελικῷ στρατῷ παρείπετο, πλειόνων δὲ ἐκ τῶν ἡμεδαπῶν· ὑπὲρ τοὺς δέκα γάρ. Καὶ πίπτει μὲν οὐδείς, ἐναγώνιοι δὲ οἱ Λατῖνοι διεκφεύγουσι τὸ πεσεῖν. Καὶ πάλιν ἀναφορὰ εἰς τὸν βασιλέα τρίτη, ὡς “τῇ βασιλικῇ εὐχῇ τε καὶ εὐτυχίᾳ νενικήκαμεν καὶ τὸν τρίτον πόλεμον”, οὐκ οἶδα τίνων περιγενόμενοι. Καὶ ἤθελε μὲν ὁ στρατηγὸς τὰς τρεῖς ταύτας αὐτοῦ νίκας ἑνὶ ἐπιστολίῳ περιλαβεῖν φειδοῖ δαπάνης καὶ δρομικῶν ἵππων· ἐγκρατὴς γὰρ ἦν χειρῶν ἀληθῶς ὁ ἄνθρωπος· ἀλλὰ προεκαλεῖτο τὸν καλλίνικον εἰς τὸ δαπανῆσαι τὸ ἐθέλειν κατὰ τοῦ βασιλέως γελᾶν, καὶ ἦγεν αὐτῷ πρὸς ἀνάγκης τὸ πρᾶγμα. Ἐκεῖνός τε γὰρ ἐμίσει τοῦτον, καθὰ καὶ τοὺς λοιπούς, ὅσοις τὸ γένος ἔλαμπε, καὶ αὐτὸς δὲ ἀντέστρεφε τὸ μῖσος πρὸς αὐτὸν οὐ μακρὰν τοῦ ἀνάλογον. Ὅς γε καὶ ἀνεφθέγγετο δεδιέναι καθ' ἑκάστην μήποτέ τις αὐτῷ ἐκ Μεγαλοπόλεως ἐπιπετασθείη ἐξορύξων τοὺς ὀφθαλμούς. Καί ποτε καὶ τοιᾶσδε ἔφη φῦναι μητρός, κακολογήσας θυμῷ τὴν τιμίαν ἐκείνην, ἐὰν εἰς Κωνσταντινούπολιν ἐπαναστραφείη· ὅθεν καὶ διεδήλου ὡς ἄλλην τινα τραπέσθαι αἱρήσεται καὶ μείζονος κακοῦ ἀνθελέσθαι τι βραχύτερον καὶ τοῦ ζῆν ἐξ ὀφθαλμῶν προέσθαι ὃ ἄν τις εἴποι κακόν.
Οὐκοῦν καὶ μεθώδευε τὸ τοιοῦτον. Καὶ οὐ βαθείᾳ ψυχῇ μεριμνῶν τὰ κατὰ πόλιν, ἀνέπειθε τὸν Ἀνδρόνικον εὖ μάλα τεχνικῶς ὡς εὖ ἔχουσι τὰ καθ' ἡμᾶς καὶ ὡς περιπεποίηται ἡ πόλις ἄριστα καὶ οὐδὲν αὐτῇ τῶν δεόντων ἐνδεῖ, οὐ πύργων ἀσφάλεια, οὐ πετροβόλοι μηχαναί, οὐ τειχῶν ἐπιποίησις, οὐ περιτειχίσματος ἐρυμνότης, οὐ πλῆθος καὶ κάλλος ἀρμάτων, οὐκ ἄλλο οὐδὲ ἕν, ψευδῆ μὲν γράφων πρὸς τὸ ἑαυτῷ μόνῳ συνοῖσον καὶ ἀνεξέλεγκτα, ὅτι μηδὲ ἦν τις ὁ εἴτε εἰδὼς ἅπερ ἔγραφεν εἴτε λαλῶν εἴτε λαλεῖν τολμῶν, πείθων δὲ ἐκεῖνον οὐκ εὐτυχῶς ἡμῖν. Πεπραγμάτευτο γὰρ θάρρος ἐμβαλεῖν τῷ βασιλεῖ περὶ ἡμῶν, ὡς οὐκ ἄν τι κακόν ποθεν πάθοιμεν, ἵνα κεφαλὴ μόνος αὐτὸς ἐφίσταιτο τοῖς ὧδε καὶ μή τινι ἑτέρῳ ἐπιτραπείη τὰ τῇδε, οἵῳ περισώσασθαι ταῦτα, καὶ οὕτω τῆς ἀρχῆς αὐτόν ποτε παραλυθῆναι καὶ εἰς χεῖρας τῷ Ἀνδρονίκῳ περιτυχεῖν, ὑφ' ὧν καὶ πάλαι ἂν συνετρίβη, εἰ μὴ ὁ σεβαστοκράτωρ Μανουὴλ ἀγαθὰ λαλῶν καὶ μέσος πίπτων γυναίου λόγῳ αὐτὸν περιεσῴζετο, οὐ πρὸς γαλήνην ἡμῖν, ἀλλ' ὡς εἰς τυφῶνα τὸ πᾶν κυκήσοντα. Καὶ ἐς τοσοῦτον περιῆλθε πανούργως τὸν βασιλέα ταῖς τοιαύταις μεθόδοις ὁ δοὺξ οὗτος, ὡς καὶ εὐχαριστίαν αὐτῷ γραφῆναι πρὸς τοῦ ἀμειλίκτου καὶ μὴ εἰδότος, οἶμαι, ὅπερ ἐστὶ χάρις. Διὸ καὶ τῇ εὐχαριστίᾳ ὑπεσμύχετό τις καυτήρ. Ηὔχετο γὰρ ἡ βασιλικὴ γραφὴ ἐχόμενα τῆς χάριτος οὕτως “γένοιτο δὲ καὶ ἐπὶ τὰ ἑξῆς τὴν τοιαύτην εὐχαριστίαν φυλάττεσθαί σοι”, αἰνιττομένη ὡς μικρὸν ὅσον καὶ οὐ παραμενεῖ. Ὃ καὶ γέγονεν. Ἑάλωσαν γὰρ δι' αὐτὸν ὡς ἐπὶ θανάτῳ ἐκεῖ καὶ ἡ τούτου μήτηρ καὶ ὁ ἀδελφός, οὐδὲν αὐτοὶ ἁμαρτόντες.
Καὶ τοῦτο μὲν μετ' οὐ πολὺ εἰς ἐκείνους. Αὐτὸς δὲ τέως ἰσχύων κατὰ τῆς ἡμῶν ἀπωλείας καὶ διὰ τοῦτο ἐνσκιρρώσας τῇ τοῦ βασιλέως ψυχῇ ὡς αὐταρκεῖ οὗτος τὰ ὑπὲρ τῆς πόλεως, ἴσχυσε πεῖσαι τὰ εἰς ἡμῶν ὄλεθρον. Ἔστειλε μὲν γὰρ ὁ βασιλεὺς προμηθικώτερον στρατιὰν ἐπὶ ἀμύνῃ τῶν καθ' ἡμᾶς, πεποιθὼς δὲ οἷς ἐκ τοῦ Δαυῒδ ἀπεπλανᾶτο, παρηγγυήσατο μήτε εἰς τὴν πόλιν αὐτοὺς καταδύσεσθαι μήτε μὴν τοῖς πολεμίοις ὁμόσε χωρῆσαι γενομένους ἐν χρῷ μάχης, ὡς ἐντεῦθεν ἡμᾶς μέν, μὴ εἰδότας ἐπικουρίαν ἐκ τῶν ἐσταλμένων, καραδοκεῖν καὶ ἐκκρέμασθαι τῆς εἰς ἐκείνους ἐλπίδος, αὐτοὺς δὲ ἀναιμωτὶ ζῆν, ἀφοσιουμένους τηνάλλως τὸ εἰς ἡμᾶς ἐπικουρικόν. Ἦσαν δὲ συχνοὶ ἐκεῖνοι, ὁ τῶν Ἀνατολικῶν μέγας δομέστικος Γίδος, ὁ Παλαιολόγος Ἀνδρόνικος, ὁ Καμύτζης Μανουήλ, ὁ Χοῦμνος καὶ ἕτεροι. Ἐπέρρευσε δὲ αὐτοῖς ἐς παντελῶς ὕστερον καὶ ὁ τῷ βασιλεῖ πάνυ ἐγγύς, ὁ παρακοιμώμενος Νικηφόρος, ὃς γράμμα στείλας πρὸς τὸν δοῦκα Δαυῒδ ἔθετο τρόπον ἄλλον τὰ χείλη αὐτοῦ κατ' οὐρανὸν καὶ τὴν γλῶσσαν ἀφῆκε διέρχεσθαι περὶ γῆν. Ἔφατο γὰρ μήτε τὸν οὐρανὸν ἄστροις ἐνευθηνεῖσθαι τοσούτοις μήτε τὴν γῆν ἄμμῳ τοσῇδε πλήθειν, ὁπόσος αὐτῷ στρατὸς ἐφέπεται, προσεπιλαλῶν καὶ ὑποδεδοικέναι μή ποτε οἱ Λατῖνοι ἐκπυθόμενοι ὅσην ἰσχὺν περιβέβληται φευξοῦνται καὶ μενεῖ αὐτὸς κενὸς τοιαύτης ἄγρας. Ἔγραψεν αὐτὸς τοιαῦτα καὶ ἡμεῖς ἐπιστεύσαμεν· τὸ γὰρ ἐπὶ σωτηρίᾳ βουλόμενον τῆς ψυχῆς ἕτοιμον ἦν πρὸς πειθώ.
Καὶ οὕτω μὲν τὰ ἐκ τῶν βασιλικῶν ἀποστόλων, ψευδόντων ἡμᾶς. Τὸ δὲ πολέμιον ἐπελθόν, τό τε ξηρᾶθεν καὶ τὸ ἐκ θαλάσσης, ἐξηρτύετο κατ' ἐπιστήμην εἰς μάχην. Καὶ οἱ μὲν ἐκ τῶν δυσμικῶν ἄλλα ἐποίουν καινά τινα κατὰ νόμους ἑλεπόλεων, αἷς διὰ τὸ ἐκ μεγέθους δυσμεταχείριστον οὐδὲ ἐνέλαμψέ τις ἐνέργεια, οἱ δὲ περὶ τὰ ἑῷα, ἦσαν δὲ μάλιστα ἐκεῖνοι τὸ ναυτικὸν πλῆθος, πρὸς τὸ συνηθέστερον ἔβλεπον· καὶ συσκευασάμενοι μηχανὰς πετροβόλους, μικρομεγέθεις μὲν πλείονας, ὡς ἐπιβουλεύειν δι' αὐτῶν τοῖς ἐκ τῶν τειχέων πολεμοῦσιν ἡμεδαποῖς, δύο δὲ μείζονας, ὧν θατέρα σεισμοῦ θυγάτηρ, τολμήσαντα φάναι, ἐντεινάμενοι δὲ καὶ τοὺς τὴν εὐεπιβούλευτον τάφρον συρφετοῦ πλήσοντας και τὸ περίτειχος δὲ κατασεῖσαι δεινοὺς καὶ τῷ τείχει προσβαλεῖν καὶ διορύξαι αὐτὸ εἰς κατάπτωσιν, ἐγίνοντο τῶν ἔργων εἰς ὅσον κραταιὸν καὶ ἀκάθεκτοι κατειργάζοντο. Καὶ προέτρεχον αὐτοῖς πάντων συχνοὶ ἀκροβολισμοί. Πρὸς δείλην γὰρ κατασχόντες τὰς ναῦς, εἰς αὔριον ἕωθεν μάχης κρατερᾶς ἐνήρξαντο. Και τὸ μὲν δυσμικὸν ἅπαν ἕως καὶ εἰς ὅλον τὸ κύκλῳ τῆς ἀκροπόλεως, κατὰ σχῆμα γάρ τι δρεπάνου ἐκ θαλάσσης ἕως καὶ τῶν ἐκεῖσε πυλῶν περιήγετο πυργηροῦν, οὐχ οὕτω πράγματα ἡμῖν παρεῖχεν οὔτε τραύματα ἐνέτριβε, τὸ δὲ ἐξ ἀνατολῆς ἐθηριοῦτο. Ἦν δὲ μάχης ἐλεύθερον τὸ παράλιον ὅλον, τὸ μὲν ὅτι ψιλὰ θαλασσίου ὕδατος ἦν τὰ πρὸς τῷ τείχει διὰ τὸν καιρὸν θερινὸν ὄντα καὶ μὴ πληθύοντα τὴν θάλασσαν μέχρι καὶ ἐς αὐτὸν τειχισμόν, ὡς ἐντεῦθεν ἐξ ἀσυμμέτρου τοῖς ἐκ τῶν παραλίων τειχέων καὶ τοῖς ἐκ θαλάττης εἶναι τὴν μάχην, τὸ δ' ὅτι, δαήμονες ὄντες ἐκεῖνοι μάχης, περὶ τὸ πονοῦν μᾶλλον τῆς πόλεως ἐμελέτησαν ἐντήκειν πληγάς. Ἐκεῖθεν γὰρ διέγνων δύνασθαι ἂν βλάψαι ἡμᾶς, ὡς καὶ προσεδρεύειν εὖ μάλα δυνάμενοι διὰ τὸ τοῦ αἰγιαλοῦ ἀγχιβαθὲς καὶ οὕτως εὐλίμενον, καὶ ὅτι καί τὸ τεῖχος οὐκ ἀπονήρως εἶχεν ἐκεῖσε, ἀτέχνως τε τὴν ἀρχὴν συσταθὲν καὶ οὐκ εὖ συμπαγὲν καὶ μηδὲ μεμελημένον ἄρτι τῷ καλῷ στρατηγῷ. Ἐῴκει γὰρ ἰατρῷ παρακολουθοῦντι σώματι πονοῦντι μέν, οἵῳ δὲ μὴ φιλεῖσθαι ὡς ἀναποιηθῆναι πρὸς ὑγίειαν, κἀντεῦθεν ἀμελοῦντι τὸ νοσοῦν ἀνακομίσασθαι. Καὶ οὐκ ἔστι διαπιστῆσαι τοὺς εὖ κατεγνωκότας τὸ πρᾶγμα ὡς πάνυ τι βραχὺ προδότου τοῦ κυρίως διενεγκεῖν ὁ Δαυῒδ φαίνεται καθ' ἡμῶν, εἰ μή τις ἄρα θερμότερον ἐπιβάλλων ὡς ἔν τινι πλάστιγγι παρισάζοι ἐκεῖνον εἰς προδότην αὐτόχρημα. Δίχα γὰρ συνθεσιῶν ἐπὶ ῥητοῖς καὶ μηνύσεων γνωρίμων, ἃ δὴ καὶ αὐτὰ πολλοὶ κατηγοροῦσιν ἐκείνου, τἆλλα πάντα προδοτικῶς εἶχεν ὁ ἀνήρ. Καὶ κοινὸν αὐτῷ τε καὶ τῷ κατὰ σπουδὴν φανερὰν ἄλλως προδότῃ τὸ τοῦ κοινοῦ μὲν ὑπερορᾶν περιφρονητικῶς, ἑαυτῷ δὲ μόνῳ χαρίζεσθαι, καὶ προτίθεσθαι πάντας μὲν ἀπιέναι, περιεῖναι δὲ μόνα τὰ κατ' αὐτόν. Ἐμέμφοντο οἱ στρατιωτικοὶ ὅτι τὰ πετροβόλα ἐν ἡμῖν ὄργανα οὐκ εὐχρήστως εἶχον, ὡς ἀντιφερίζειν πρὸς τὰ τῶν ἀντιμάχων. Ὁ δὲ ἀφεὶς κατορθοῦν τὸ ψεγόμενον “καὶ τί ποιήσω;”, ἔλεγε καὶ ἠρκεῖτο εἰπεῖν τοσοῦτον ὁ κομψὸς πυθαγοριστής, δοκῶν μὲν ἱερὸν εἶναι σιγῆς διὰ τὸ ἐχεμυθεῖν τὰ πλείω, ἄλλως δὲ κατὰ τοὺς λοχῶντας πνίγων τὴν λαλιὰν ἄνθρωπος, ἐπέχων καὶ τὰ ἐς πονηρίαν ἀδιόρατος καὶ τό γε κρυψίνουν πολυβενθής. Ἤκουεν ὡς τὸ περίτειχος καταλαμβάνεται διὰ τὸ ἀνεχύρως ἔχειν καὶ παρέπεμπεν αὐτὸ ταῖς μητράσι τῶν πολεμίων παραβύειν, ἔνθα αἰσχρορρήμων εἴποι ἂν ἀνήρ. Ἐπιλειπόντων ὀϊστῶν τοῖς ἐπὶ τῶν τειχέων, ἦν βελῶν ζήτησις. Ὁ δὲ καὶ ποῦ ἂν αὐτοὺς εὕροι ὑπετονθόρυζε καὶ ἐδίδου μηδὲν καὶ ἡ πόλις ἔκαμνεν. Ἐκλᾶτο μηχανὴ καὶ ἦν ἀναγκαία ἐπιποιηθῆναι και ἐζητεῖτο ξύλον· “καὶ ποῦ ἂν εἴη αὐτό;” παρελάλει. Ἐμάνθανέ τις ἄλλο τι ἐνδεῖν τῶν δεόντων καὶ ἐλάλει· καὶ ἦν τηνικαῦτα ὁ κατὰ παροιμίαν Σιγηλὸς ἥρως εὐρυβόας καὶ ἠπειλεῖτο κατὰ πληγῶν, κατὰ κεφαλῆς, κατὰ ὀμμάτων, κατὰ σκολοπισμοῦ, εἰ μὴ παύσοιντο λαλεῖν οἱ τοιοῦτοι, διομνύμενος εἰς πίστιν σταθερᾶς ἀπειλῆς βασιλικὴν κεφαλήν. Τῶν τις δὲ οὐ πάνυ τοῦ δήμου καὶ κατεάγη τῆς κεφαλῆς, τὰ περὶ τὸ πρόσωπον ῥάβδῳ πληγείς, ὅτι τὰ στρατηγικὰ φαύλως ἐνεργούμενα κατεμέμψατο. Καὶ τῶν βλεπόντων οὐδεὶς οὐδὲ γογγύσαι τετόλμηκε. Στρατιῶται δὲ παρρησιαζόμενοι καὶ ὀρθὰ λαλοῦντες ἓν μόνον πρὸς τοῦ ἀτόπου ἤκουον, ὡς ὅτι, κατατόπια εἰληχότες, ἐκεῖσε καὶ μόνον πονεῖσθαι ἀνάγκην ἔχουσι, πλέον δέ τι μὴ περιεργάζεσθαι, εἰ μὴ κακὰ αἱροῖντο πείσεσθαι. Σῖτον ἐπαρκέσειν τῇ πόλει ὀφείλων, ὁ δ' ἐς τοσοῦτον ἀπημέλησεν, ὡς ἑαυτῷ μὲν λαβῇ τοῦ τοιούτου καλοῦ πλοῦτον παχὺν περιθέσθαι, οὗ τί ὁ ἄθλιος ἀπώνατο; τῇ δὲ πόλει ἐγκαταστῆσαι λιμόν, ὡς, εἰ μὴ ταχὺ κατέσπασεν ὁ τῶν πολεμίων σίδηρος, ἀλλήλους ἂν κινδυνεῦσαι καταφαγεῖν.
Γέγονε καὶ λειπανδρίας τῇ πόλει ταύτῃ αἴτιος. Πληρώσας γὰρ ἐν πολλοῖς τὰς χεῖρας ὧν οὐκ ἐχρῆν, ἀφίει τοὺς ἐθέλοντας λειποτακτεῖν καὶ φεύγειν τὴν πατρίδα, ὅποι βούλοιντο. Καὶ οἱ βαρύπλουτοι περιποιούμενοι οὕτω τὸ σῴζεσθαι ἀπετέλουν καί τι χεῖρον. Μισθαρνοῦντες γὰρ τῶν δημοτικῶν, ὅσοι δεξιοὶ τὰς χεῖρας καὶ βριαροὶ ῥάβδον τε κατενεγκεῖν καὶ λίθον μακρὰν ἀφεῖναι καὶ μηχανὴν διαχειρίσασθαι καὶ τόξου νευρὰν ἐντεῖναι καὶ βαλεῖν, ἐξεχώρουν τῆς πατρίδος καὶ αὐτὴν μὲν ἀπεστέρουν οὕτως ἀμυντήρων, ἑαυτοῖς δὲ ὅσα καὶ στρατηγοῖς ἔπειθον τοιοῦτον ἀκολουθεῖν στρατόν, δώροις πείθοντες. Κἄν τις αὐτῷ ὑπηγόρευσε, καὶ μάλιστά γε ἡμεῖς οἱ μὴ πάνυ τι δεδιότες, ὡς οὐκ ἀγαθὸν τῇ πόλει τὸ οὕτω γενέσθαι, ἀλλ' ἐνταῦθα οὐκ ἦν φορητὸς ὁ ἀνήρ, σχετλιάζων καὶ δυσανασχετῶν εἰ μεμφθείη ὡς περιιδὼν γενομένην οὕτω τὴν πόλιν κένανδρον.
Τὸ δὲ δὴ κορυφαῖον ἐν τοῖς καθ' ἡμᾶς τούτοις κακοῖς καὶ ἡ τοῦ ἀναγκαιοτάτου ὕδατος ἔκλειψις ἦν. Ὡς γὰρ ἡ τῆς ἀκροπόλεως δεξαμενὴ ἀργῶς ἐκ μακροῦ εἶχε καὶ ἐχρῆν ἀναποιηθῆναι αὐτὴν ἐκθεραπευθεῖσαν ἔνθα χρόνῳ καταπεπόνητο, ἐγίνετο τοῦτο μόλις μέν, ἀλλ' οὖν. Καί τις τῶν τῆς στρατιᾶς, οὐκ ἀφανής, Λέων ἦν ἐκεῖνος ὁ Μαζιδᾶς, ἀποδεξάμενος τὸ πρᾶγμα καὶ ἐπαινέσας, παρεκάλεσε τὸν Δαυῒδ ἡμέρας τριβῆναί τινας μετὰ τὸ ἔργον, ἵνα στεγανωθὲν τὸ ἀγγεῖον ἔχῃ φυλάττειν τὸ πιστευθὲν ὕδωρ ἀσφαλῶς διὰ τὸ μηδὲ ἀνάγκην τέως ἐπιτεθεῖσθαί τινα, οἷα τῶν πολεμίων οὔπω ἐπικειμένων, ἀλλὰ πορρωτέρω που διεστώτων. Καὶ ἤρεσεν ὁ λόγος τῷ Δαυΐδ, ὅσα γε δόξαι. Ἄνεμος δὲ ἀφαρπάσας τὸν τοῦ Μαζιδᾶ λόγον ἀπήγαγε καὶ λήθῃ καταχώσας τὸ τοῦ Δαυῒδ φρονοῦν ἀνέφυσε βλάστην, ἁδρυνθεῖσαν εἰς πρέμνον μεγάλου κακοῦ. Οὔπω γὰρ ἦν ὀψία δείλη καὶ τὸ Χορταῆθεν ὕδωρ, ἀπολυθὲν θέειν κατὰ τοῦ σκεύους ἐλεύθερον, κατηγόρει τὸν δρόμον τῷ κελαρισμῷ. Καὶ ὁ Μαζιδᾶς παροδεύειν τυχὼν καὶ ἀκούσας ὃ ἐγίνετο, τρέχει σπεύδων ἐπὶ τὸν Δαυῒδ καὶ ἀναμιμνήσκει προενεγκὼν ἃ εἶπε. Καὶ ὁ Δαυΐδ, ἀγανακτῆσαι σκηψάμενος, προυβάλετο λαθέσθαι. Ἀκούσας δὲ δεῖν ἐπισχεθῆναι τὸ ὕδωρ, ὡς ἐγχωροῦν γενέσθαι καὶ εἰσαῦθις τὸ καλόν, ἀπηνήνατο, ἐπιτάξας ἀφίεσθαι ῥέειν τὸ ὕδωρ. Καὶ τοίνυν αὐτὸ μὲν εἰσέρρεεν, ἡ δεξαμενὴ δὲ ἐξέπεμπεν ὃ ἐδέχετο, ἀναλυθείσης τῆς προσφάτου ἐπιποιήσεως οἷς τὸ ὕδωρ ἀπαλεῖψαν τὴν ὑγρὰν παρέσυρε τίτανον. Καὶ οὐ πολλαὶ ἡμέραι ᾤχοντο καὶ ἦν τὸ ἀγγεῖον κενόν. Ὅθεν συνεξεκενώθησαν ἡμῖν ἅπασαι αἱ ἐπὶ τῃ ἀκροπόλει ἐλπίδες καὶ οὐκέτι οὐδεὶς ἀνέβλεπεν εἰς αὐτήν. Καὶ ἡμεῖς οὖν συσκευασάμενοι ἐκεῖσε καταντήσειν, εἴπερ βία, καὶ τὰ ἀναγκαῖα συγκομισάμενοι, ἐπεὶ μάθοιμεν ἀπολωλέναι τὸ ὕδωρ, συγκατερρύημεν τὸ εὔελπι καὶ διανείμαντες ἐκεῖ τὴν συγκομιδὴν μόνου τοῦ δειλιᾶν καὶ εὔχεσθαι κατέστημεν.
Τίς ἂν δὴ ἀπαγάγοι τὰ τοιαῦτα τοῦ κατὰ προδοσίαν συγγενικοῦ; Εἰ γὰρ καὶ μηδαμοῦ ἐνταῦθα συνθήκη πρὸς πολεμίους, θετέον γὰρ οὕτω, οὐδὲ ἀρέσκεια ἐπὶ δώροις φειδοῖ τοῦ ἐμπελάσαι τόν τε ἀδελφὸν τήν τε μητέρα τοῖς τοῦ Ἀνδρονίκου ἀφύκτοις λίνοις, ἀλλ' αὐτὸ δὴ τὸ ἄκρως ἀμελεῖν καὶ παρὰ φαῦλον τὴν τοσαύτην πόλιν τίθεσθαι καὶ τὸν ἐν αὐτῇ πάντα λαὸν καί που καὶ εὔχεσθαι τὸν στρατηγὸν ἐπιτμηθῆναι τὸν τῆς ἁλώσεως χρόνον, εἴ πως ἐκφυγὼν τὸ τοῦ βασιλέως πρόσωπον ἐς κόρακας πτερύξεται, συγγενὲς ἂν εἴη μάλα τῷ προδιδόναι, καί που καὶ χεῖρον, ὡς ἄν τις τοῦ λαλεῖν τεχνίτης ἐπαγωνίσαιτο. Καὶ ὁ λογίζεσθαι συνετὸς ταυτίζοι γοῦν ταῦτ' ἂν κατὰ τὸ σύστοιχον. Οὕτω καὶ οἰακοστρόφος νεὼς οὐ κατὰ κυρείαν ἀλλὰ μισθοῦ εἰ τῷ κεφαλαιωσαμένῳ τὴν ναῦν ἐγκοτοίη ἐς ὅσον οὐκ ἔστι πλέον ἐπιτεῖναι, παραμένει μέν ποτε κινδυνευούσῃ, λαλεῖ δὲ ἀσυντελῆ καὶ πράττει οὐκ ἀρρᾳθύμως καὶ τὴν τέχνην εἰς τὸ πᾶν συστείλας ἀφίησι τὸ σκάφος προσαραχθῆναι σκοπέλῳ καὶ κατὰ βυθοῦ δῦναι αὐτῷ φόρτῳ καὶ ἀνδράσιν. Οὕτω καὶ φύλαξ τελεσφόρου ἀμπέλου, καθάπαξ ἀποστυγῶν τὸν δεσπότην κατὰ μῖσος τέλειον, βοτρύων μὲν ἴσως ἅπτεται εἰς οὐδέν, συχνὰ δὲ πῇ μὲν κάτω περιοδεύει, πῇ δὲ τοῦ σκοπευτηρίου γίνεται, καὶ ὧδε καὶ ἐκεῖ περιβλεπόμενος φαντάζει ἐπιμέλειαν, ὁρῶν δὲ τὴν τοῦ φραγμοῦ σύμπηξιν καὶ τὴν ἐπ' αὐτῷ τάφρον ἐπιβουλευσάμενά ποθεν οὐκ ἀποκωλύει, ἀλλ' οἷα καὶ ἀπονυστάζων διάκειται, ἀνύων μὲν οὕτω τὸ κατὰ τοῦ κτησαμένου τὴν ἄμπελον βλάβος, μελετῶν δὲ ὀμεῖσθαι τοῖς αἰτιωμένοις ὡς οὔτε φεύγοι τοῦ ἀμπελῶνος οὔτε κεκλόφοι οὔτ' ἀποδοίη, ἀφιεὶς δὲ τὸ οὐδὲ μὴν ἀμελήσοι, ὃ τὴν ἄμπελον ἀπηχρείωσε. Ταῦτα δὴ τὰ καὶ τῷ Δαυῒδ ἐμφαινόμενα, δι' ὧν οὐ μόνον ὁ Ἀνδρόνικος ψέγοιτ' ἂν, δύσνουν ἑαυτῷ ἄνδρα καὶ βαθὺν πονηρεύσασθαι τηλικούτοις ἐπιστήσας πράγμασιν, ἀλλὰ καὶ ὁ Δαυῒδ ἀπελέγχοιτο μὴ ἂν ἔχειν διεκφυγεῖν γραφὴν τοῦ προδοῦναι. Ἀνακεφαλαιώσασθαι γὰρ τὸ ἐπιχειρηθέν, οὔτε κυβερνήτης καραδοκῶν, εἴπερ ὁρμισθείη, ἀποβαλέσθαι τὴν κεφαλὴν κατὰ τὸν δυστυχῆ σωτῆρα τοῦ Ξέρξου, ὀκνήσοι ἂν ῥαχίαις φθάσας προσαράξαι τὸ σκάφος, κύμασιν ἐκδούς, εἴ πως ἐκκολυμβήσας μόνος περιγενήσεται, καὶ ἀμπελῶνος δὲ φύλακα δαπανᾶν μὲν τὸ πιστευθὲν οὐκ εἰδότα, χόλῳ δὲ τῷ κατὰ τοῦ δεσπότου ἀφιέντα κλέπτεσθαι καὶ θηρίοις βλάπτεσθαι, οὐκ ἂν νοσφιζοίμην λέγειν προδοῦναι τὴν ἄμπελον.
Ὤ οἷον κακόν, ὦ Ἀνδρόνικε, μεγίστοις ἔργοις καὶ κίνδυνον δεινότατον ἐπισυρομένοις, εἴπερ ἀμεληθεῖεν, ἕνα τινὰ μόνον εἰς αὐτοκράτορα κεφαλὴν ἐφιστᾶν, καὶ αὐτὸν δὲ οὔτε λίαν ἐπιστήμονα τοῦ δρᾶν καὶ ὕποπτον δέ. Ὦ Ἐπιμηθεῦ βασιλικέ, οἷον ἡμᾶς διέθου κακόν. Ὦ ἀλυσιτελὴς ὑστεροβουλία, ὦ δυσανακλήτου καλοῦ ἀκίχητα ἐπιδίωξις. Ὦ εἰκαῖος ἐκεῖνος μετάμελος. Οὐκ ἔσχε γὰρ εἰς τέλος τὰ τοῦ Δαυϊδ οὐδὲ τὸν βασιλέα λαθεῖν. Διὸ καὶ ἐξέστειλε μὲν ἐκεῖνος τὸν εἰς μνήμην ἤδη γραφικὴν ἀποτεθειμένον παρακοιμώμενον οὐ μόνον ἐπὶ ἀμύνῃ τῆς πόλεως, ἀλλὰ καὶ ὡς ἄν, φασίν, ὑπελθὼν δεξιῶς ἀμύνηται τὸν ἀπατεῶνα Δαυῒδ εἰς ὄλεθρον· ἤδη γὰρ κατέγνω τὸν ἄνδρα καὶ ὁ βασιλεὺς ὀψιμαθέστερον οἷα βυσσοδομεύων ἦν. Ἐκρήτιζε δὲ ἄρα πρὸς Κρῆτα ἐκεῖνος καὶ τὸν ὕπουλον Ἄργον τὸν Δαυίδ, ἀνυστάκτοις τά γε εἰς πονηρίαν ὄμμασι βλέποντα, οὐκ ἔσχεν ἀψοφητὶ δι' Ἑρμοῦ ἐκείνου εὐπτέρου βαλεῖν καὶ καταβαλεῖν, ἀλλὰ προαισθόμενος ὁ Δαυΐδ, φθάνει ἐπιτεμὼν τὸν καιρὸν τοῦ ἡμετέρου κακοῦ ὡς εἰς καλὸν ἑαυτῷ καὶ οἷον ὑποδὺς βυθὸν κατὰ λάρον, ὃς ὑποπτήξας ἁλιαίετον βυθισθείη, ἐξέφυγε τὸν ἀγκυλοχείλην Ἀνδρόνικον Ἀνδρόνικος ἀποβὰς αὐτὸς κατ' ἐκείνου τοῦ γαμψώνυχος. Ἑσπέρας γὰρ ἦλθεν ὁ παρακοιμώμενος καὶ αὔριον ἕωθεν ἀπολώλαμεν, διοικονομησαμένου τοῦ Δαυῒδ μήτ' ἔνδον ἰδεῖν ὃν ἐδεδίει, μήτε μὴν ἔξωθεν ἐπικουρίαν γενέσθαι ἡμῖν ἐπὶ σωτηρίᾳ μὲν τῶν ἄλλων, βλάβῃ δὲ αὐτοῦ, ἣν ἔπαθεν ἄν, σεσωσμένης τῆς πόλεως. Οὕτως ὁ Δαυΐδ, κυνηγετούμενος ὑπὸ τοῦ Ἀνδρονίκου, ἐμηχανᾶτο μὴ πεσεῖν ὑπὸ ἄγραν ἐκείνῳ, παρ' οὐδὲν μὴ ὅτι γε τὴν καλὴν Θεσσαλονίκην, εἰ μόνον περισωθείη αὐτός, ἀλλ' οὐδὲ τὸν πάντα κόσμον τιθέμενος.
Οὐκοῦν ἡμέραι συχναί, αἱ μὲν πρὸ τοῦ σφοδροῦ πολέμου, αἱ δὲ κατὰ τὴν τούτου ἀκμήν, καὶ οὐδεὶς ἐκεῖνον εἶδεν οὔτε ἐν ὅπλοις δεινοῖς δύναντα οὔτε ἵππου εὐγενοῦς ἐπιβάντα, ἡμίονος δὲ ὤχει αὐτὸν ἀπὸ βράκας καὶ πεδίλων νεωτερικῶν. Ἔσκεπε δὲ καὶ τὴν κεφαλὴν ἰβηρικώτερον ἔκφυλος πῖλος ἐρυθρός· βάρβαροι ἐκεῖνον καὶ τεχνῶνται καὶ καλοῦσιν ᾗ φιλοῦσι, πολύπτυχον μὲν καὶ οὕτω συνεσταλμένον κάτω τὴν λοιπὴν περίθεσιν, τὰ δὲ περὶ πρόσωπον εὐρυνόμενον καὶ πρηνεύοντα ἐς ἱκανὸν κατὰ ἡλίου, ἵνα καὶ οὕτω τὸν στρατιώτην ἀπολέγοιτο τρυφερευόμενος ἀνηλίαστα. Ἑορτὴ φιληδεῖ τοιούτοις ἀνδράσι· πανήγυρις οἶδε τοιούσδε στολμούς· νυμφίος ἂν οὕτω θρύπτοιτο ἁβρυνόμενος. Τόξον δ' ἐκεῖνος εἴ που καὶ χειρισθείη, πειρᾶσθαι εἶπες ἂν αὐτὸν ἐκείνου κατὰ τοὺς ὠνουμένους, ὅπως ἂν ἔχοι τοῦ τείνεσθαι. Κατὰ δέ γε τὴν ἀκρόπολιν λέγεται ὀϊστὸν ἕνα κατὰ τῶν ἐκεῖ περικαθημένων ἀφεῖναι καὶ λίθον ἕνα ἐκ σφενδόνης, εἶτα καὶ ὑποθέσθαι τοῖς ἐπὶ τῶν τειχέων πεδίλων ῥαφέας ἐξονειδίζειν τοὺς πέριξ Λατίνους, οὓς καὶ τοσοῦτον ἠμύνατο, κακὰ ἡμῖν ῥάπτοντας καὶ ἐγγελῶντας οἷς ἤκουον. Ἔλεγον δὲ οἱ ἀμφ' αὐτὸν σκώπτοντες ἐκεῖνον καὶ ὅτι καθήμενος ἔσω τειχέων κάτω περὶ σκιὰν καὶ βέλη βλέπων ἔξωθεν ἐπιπεταννύμενα εἰώθει λέγειν ὡς “ναί, καλέ, κακὰ τὰ ὧδε”, καὶ εὐθὺς ἀναπηδῶν μετεκάθιζεν εἰς ἄσυλόν τινα σκιατραφίαν καὶ ἄσκυλτον πρὸς τὸν εὖ ἔχοντα τοῖχον μεταρρέπων, ὅ φασι, καὶ ζῆν κυρώσας ἔξω βελῶν.
Καὶ τοιοῦτον ὄντα ἐκόλαπτον ἐς καρδίαν αὐτὴν οἱ τρῶκται ἄρεσκοι, καθαρώτερον δ' ἐκφῆναι, οὐκ ἀνίεσαν θωπεύοντες οἱ τὴν κολακείαν περίεργοι. Καὶ ἔρρεπε πρὸς αὐτοὺς τῷ κούφῳ ἡ πλάστιγξ, κῆρας ἔχουσα κατὰ τὰς ποιητικάς, νευούσας εἰς Τάρταρον. Οἳ δὴ καρδιοκολάπται κόλακες καὶ παρηύγαζον ἐν σφίσιν αὐτοῖς κατὰ τῆς πόλεως μῖσος, οἷς τῷ τὴν πόλιν μισοῦντι κακοήθως συνδιετίθεντο. Καὶ ἦν ἐπ' αὐτοῖς τὸ τοῦ Παιανιέως ῥήτορος, ὅπερ ἐκεῖνος περὶ κλοπῆς γνωματεύων κυκλικῶς περιήγαγεν, ὧδέ πως παρατεκτήνασθαι· σοὶ μέν ὁ Δαυΐδ, προδοτικὸν τὸ φιλικόν, εἴπερ ἦν ὅμοιόν σοι.
Ἆρα δὲ οὕτως εἰρηναῖος ὤν, ἐπέτρεπεν ἄλλοις ποιεῖν τὸ δέον εἰς μάχην; Οὔκουν, ἀλλ' εἰς παντελὲς καὶ αὐτὸς τὸν Ἄρην ἐπέδησεν ἔν γε ἡμῖν, οὐκ οἶδα τίς ποτε τῶν ἐξ Ἀλωέως ὤν, τάχα δ' ἂν Ἐφιάλτης εἴτ' οὖν Ἐπίαλτος, ὁ παρὰ τοῖς Ἀσκληπιάδαις ἐπαχθῶς τοὺς ἀνακειμένους βαρύνων, οἷα καὶ πνιγαλεὺς ὁ αὐτός. Ὦτος γὰρ οὐκ ἂν λεχθείη, ὃς οὐδενὶ τῶν εὖ λεγόντων ἐδίδου ὦτα, εἰ μὴ ἄρα κατά τι σκῶμμα παροιμιῶδες, τὸ ἐπὶ εὐηθείᾳ· τοιούτους γὰρ τοὺς ὤτους ὄρνιθας ἡ παροιμία ἔχει δοκιμάσασα. Οὔτε τοίνυν αὐτὸς ἤθελε δραστήριος εἶναι καὶ τοὺς λοιποὺς δὲ ἀπεκώλυε κατάγχων εἰς βίαν. Ἐκδρομὴν γοῦν θέσθαι τὴν τυχοῦσαν κατὰ τῶν ἐχθρῶν εἰς τοσοῦτον ἐδέησεν ὥστε, οἶμαι, ὁ Σικελός, εἴπερ εἶχε μυκτῆρά τινα νεύοντα πρὸς ἀστεϊσμόν, εἰς εὐεργέτην αὐτὸν προσεποιήσατο ἄν, ἐπείπερ οἷα καὶ ὀφθαλμοῦ κόρην ἐκείνῳ διεφυλάξατο τὴν στρατιάν, ὡς μηδένα γοῦν ἐξ αὐτῶν ἀπολέσθαι, τό γε εἰς αὐτὸν ἧκον, εἰ καὶ στρατιῶταί τινες, οὐχ ἥκιστα δὲ τὰ τῆς Θεσσαλονίκης τέκνα, οἱ μετὰ τοὺς φυγάδας περίλοιποι, ἀπολεοντωθέντες οἷον τῷ ὑπὲρ τῆς πατρίδος θυμῷ, δεινὰ ἐποίουν ὁσημέραι κατὰ τῶν πολεμίων, ὡς οὐκ ἄν τις ἐλπίσειε δραστηριούμενοι.
Καὶ εἶδεν ἄν τις ἐνταῦθα πονηρίαν ἀνδρὸς φαύλου καὶ σοφιστείαν βύθιον. Παρακλητευόμενος γὰρ ἀνοίγεσθαι τὰς πολιτικὰς πύλας ἐπὶ πολέμῳ καὶ μὴ ὑπακούων, εἶτα καί τινα σφοδρότερα μανθάνων καὶ ὁ αὐτὸς αὖθις μένων, καὶ ἀνακρινόμενος ἐφ' ᾧ τῶν πολεμίων οὕτω φείδεται, πρῶτα μὲν προβάλλεται βασίλειον τηρεῖν κέλευσμα, καστροφυλακεῖν ἐπιτάσσον αὐτῷ. Μανθάνων δὲ ὡς οὐ τοῦτό ἐστι καστροφύλακα εἶναί τινα, τὸ ἔσω τείχους ἐγκεκλεῖσθαι, ἀλλὰ τὸ πάντα ποιεῖν, δι' ὧν ἂν τοὺς ἐχθροὺς βλάψειε καὶ τὸ κάστρον οὕτω φυλάξειεν, εἰ μή τις καλοίη καὶ οἴκου ἢ ἀμπέλου ἢ νεὼς φύλακα τὸν ἔσω ἐγκορδυληθέντα καὶ οἰκουρικῶς καθήμενον, εἴ τί που δὲ ἔξωθεν ἐπίβουλον, ἀλλ' ἐκεῖνο ἀφιέντα εὖ ἔχειν, ἕως καὶ ἐντὸς παρεισδύσεται ὀλέθριον, ὁ δὲ δικαιολογεῖσθαι τοῦ λοιποῦ ἀφείς, διέβαλλε λέγων δεδιέναι μὴ τῶν πυλῶν ἀφεθέντες τινὲς προελθεῖν ἐκπετασθήσονται εἰς τὸ φυγεῖν, καὶ οὕτως ἐπὶ πλέον λειπανδρήσῃ τὰ τῆς πόλεως. Καὶ ἐδυσχέραινον μὲν οἱ ἀγαθοὶ στρατηγοὶ ἀκούοντες τοῦτο καὶ οἱ στρατιῶται, ἔφερον δ' ὅμως εἰ σώματι πόλεως καλῷ φαύλη ἐφίσταται κεφαλή, καὶ οὐκ ἐτόλμων ἐγχειρεῖν λύειν τὴν ἐπιτεταγμένην ἁρμονίαν αὐτοῖς, πειθαρχοῦντες οὐκ ἐπ' ἀγαθῷ. Ἀλλ' ὅτε ποτὲ καὶ αὐτὸς ἐκύρωσε πειθοῖ εἶξαι, ῥᾳδιουργεῖ οὕτω. Τοῦ Χούμνου τεθαρρηκότος ἅμα τῷ περὶ αὑτὸν στρατιωτικῷ λάχει ἐπεισπεσεῖν τοῖς ἐκ τῶν ἑῴων πυλῶν πολεμοῦσι καὶ ἐγκεχειρηκότος οὕτως, εἰ καὶ δυστυχῶς ἀπέβη τὸ τέλος διὰ φαυλότητα τῶν συναραμένων αὐτῷ τῆς μάχης, καὶ ὀχλούντων τῶν τε ἐπηλύδων στρατιωτῶν καὶ τῶν τῆς πόλεως δὲ τέκνων, ἃ ταύτῃ περιελείφθησαν μετὰ τοὺς φυγαδίας, κατὰ σπουδὴν ἐκδραμεῖν ἐπὶ τοὺς πολιορκοῦντας διὰ τὸ τοὺς Λατίνους ὅλους γενέσθαι τοῦ ἀντιχωρῆσαι κατὰ τοῦ Χούμνου, αὐτὸς μόγις ἀνοίξας τὰς πύλας καὶ ἀφεὶς δῆθεν ἐκδρομὴν προβῆναι τὴν ζητουμένην, εἶτα συνέκλεισεν ὄπισθεν αὐτῶν, ὡς μόλις δυνηθῆναι τοὺς ἐξελθόντας ἔσω γενέσθαι τῆς πόλεως, κἀντεῦθεν ἐκείνους δεινὴν οὕτω ποινὴν τοῦ θαρσεῖν τινυμένους διομόσασθαι ἡσυχάζειν τοῦ λοιποῦ καὶ μὴ βιάζεσθαι τὰ μὴ δυνατά, ἔνθα Θεὸς ἄλλα βούλεται.
Οὐκ ἂν δὲ εἴη πάρεργον ἐνταῦθα προσιστορῆσαι πρὸς θαῦμα τοῦ στρατηγοῦ καὶ ὅτι, τοῦ κατὰ τὸν Χοῦμνον πολέμου ἔξω τότε ῥαγέντος καὶ τοῦ πράγματος διηκουσμένου καὶ εἰς αὐτόν, αὐτὸς ἀφεὶς διπλῶσαι τοῖς βαρβάροις τὸν κίνδυνον, εἴπερ ὁ Χοῦμνος μὲν ἐκεῖθεν πονοῖτο, αὐτὸς δ' ἐνταῦθα καταστρατηγοίη, ὡς ἂν κακοῖς ἑκατέρωθεν ἐναποληφθὲν τὸ βάρβαρον καὶ κατά τε στέρνων καὶ κατά τε νώτων πληττόμενον καὶ βαλλόμενον ὀχλοῖτο, οὕτω γοῦν στρατηγεῖν ἀφεὶς ὡς ἔπρεπε, πομπικῶς ἄλλως διέκειτο. Ὕψιστος γὰρ ἐν τῷ ἑῴῳ γηλόφῳ τοῦ καθ' ἡμᾶς Ζαβαρείου ἐπανηγύριζε, θεωρικῶς τὴν τῆς μάχης ἐκείνης γνωματεύων διάθεσιν, ἣν ἐγειρομένη κόνις ὑπὸ τῶν τρεχόντων καὶ ἀντιτρεχόντων ἐσήμαινε. Καὶ οἷα μὲν αὐτὸς τότε εὔχετο ἂν ἂ κατεύχετο οὐδεὶς ἂν εἰδείη μαθών· ἐκεῖνο δὲ δῆλον, ὡς ὤκνει κἀνταῦθα τοὺς Λατίνους ὀχλῆσαι καί τι σκύλας ἀπασχολῆσαι τοῦ καθ' ἡμῶν πολέμου, ὡς οἷα τάχα που δεδιὼς μὴ καὶ ἐπικαλέσωσιν ὡς δι' αὐτὸν δίπαλτοι τὸ Ῥωμαϊκὸν αὐτοῖς ἐπετέθησαν στράτευμα. Καὶ ἔπασχε μὲν τηνικαῦτα μυκτῆρα ἐκ τῶν γυναικῶν, ὅτι καθελὼν ἐκείνας τοῦ ἄνω ἐκεῖ ἑστάναι αὐτὸς οὐ κατά τι αἴσιον ἀναβαίη, γυναικεῖον τόπον ἀναπληρῶν· ἦν δὲ αὐτῷ καὶ ὁ ἐκ τῶν γυναίων μῶμος ὡσεὶ οὐθέν. Πόθεν γὰρ εἶχε γνοὺς ἐννοήσασθαι ὡς πολλοὶ γυναικῶν ὀνειδισμοὶ σφαλλομένους ἄνδρας ἀνώρθωσαν, βαρβαρικούς τε καὶ Ἕλληνας; Καὶ ἔχομεν καὶ ταύτην βλάβην ἐξ αὐτοῦ μεγάλην καὶ προφανῆ· ἐμάθομεν γὰρ αὐτῶν Λατίνων ἐξαγγελλόντων ὡς, εἴπερ τὴν ὥραν ἐκείνην, καθ' ἣν ὁ Χοῦμνος αὐτοῖς ἐπέθετο, ἐνεπήδησαν οἱ τῆς πόλεως περί τὸν ναύσταθμον, τάς τε μηχανὰς ἁπάσας εἷλον ἂν καὶ τὸ στρατόπεδον ἀπήγαγον, ἐμπρήσαντες καὶ νῆας, ὅσας ἐξεγένετο ἂν αὐτοῖς.
Ἀλλὰ τοῦτο μὲν ὕστερον ἡμῖν ἐπῆλθε μαθεῖν· ὁ δὲ στρατηγὸς τέως μεθώδευεν ἀσκύλτως τὰ ἑαυτοῦ καὶ ἐνετρύφα τῇ ἀρχῇ· καὶ παρακαλούμενος εἰς ἔργα φιλοπονικῶς, αὐτὸς ἑώρταζε τὸ ἀπορρᾳθυμεῖν καὶ ἀναπίπτειν καὶ ἀνίεσθαι καὶ καταπροΐεσθαι τὰ ἡμέτερα μίσει τῷ κατὰ τοῦ βασιλέως, κάκιστα μέν, ἀνθρωπίνως δ' οὖν, ἰδίου κακοῦ τοῦ κατ' αὐτὸν τὸ καθ' ἡμᾶς κοινὸν ἀλλαττόμενος καὶ τὴν τοῦ Σικελοῦ τῆς τοῦ Μεγάλου Κωνσταντίνου προτιθείς, καί, ὡς ἂν εἴποι τις, τοῦ κατὰ Χάρυβδιν σκοπέλου τὸν ἕτερον ἀνθαιρούμενος. Καὶ ὤχλει μὲν αὐτὸν εἰς τὰ καλὰ καὶ ὁ σεβαστὸς Ἰωάννης ὁ Μαυροζώμης, ἐν τῷ ἐκ Πελοποννήσου ἀναβαίνειν μετὰ στρατοῦ παραμείνας ἐνταῦθα, οὔ τι κατ' εὔνοιαν μάλα τῶν καθ' ἡμᾶς, ὡς ὑπενόουν πολλοί, ἀλλὰ τοῦτο μὲν εἰς πρόφασιν, πρὸς ἀλήθειαν δὲ πόθῳ καὶ αὐτὸς τοῦ βλέπειν, οὗπερ ἐκπεσεῖν - μή τι δὲ ἄρα καὶ τοῦ ζῆν - φόβον εἶχε καὶ αὐτὸς ἐκ τοῦ Ἀνδρονίκου, ὡς λόγος ἔρρεε. Καὶ ὅμως ἐλάλει καλὰ καὶ ἤλεγχε τὸν στρατηγόν, ὅπως ἂν καὶ διέκειτο. Ὁ δὲ οὐδ' αὐτοῦ ἐπίστροφος ἦν, ὥσπερ οὐδὲ τῶν ἄλλων οὐδενός, ἓν ἐκεῖνο σκέμμα στήσας ἐν ἑαυτῷ, τῇ Θεσσαλονίκῃ συγκατοιχήσεσθαι δέει τοῦ Ἀνδρονίκου. Καὶ μὴν εἶχεν ἂν ἐγγύην ἐπινοήσασθαι ὡς, εἴγε σώσει τὴν πόλιν, ἐκμειλίξεται τὸν ἄγριον, οἷα πεπιστωμένος εἶναι ζῆν ἄξιος. Ἀλλ' οὔτε τὸν τοῦ βασιλικοῦ ἤθους Εὔριπον ἐθάρρει στήθεσθαι ἂν ἐπί τινος καλοῦ καὶ αἱ ἁμαρτίαι δὲ ἡμῶν ἀπήγαγον αὐτοῦ τὴν τοιαύτην ἔννοιαν.
Καὶ ὧδε μὲν ἡ κεφαλὴ τῆς πόλεως. Τὸ δέ γε λοιπὸν ἅπαν σῶμα πάντῃ διάφορον ἦν, ἑτεροιούμενον εἰς ἀγαθόν. Καὶ οἱ μὲν ἔξωθεν στρατευσάμενοι οὐκ ἂν ἔχοι τις εἰπεῖν ὡς τὸ ἀρεϊκὸν ἐψεύδοντο, οἷς ἐνέπρεπον καὶ οἱ ἐξ Ἀλανῶν καὶ εἴ τινες Ἴβηρες. Οἱ δὲ τῆς πόλεως ἰθαγενεῖς, τὸ γνήσιον τηροῦντες φιλόπατρι, οὐ πολλοὶ μὲν ἦσαν· τὸ γὰρ πλεῖον ἀνέμοις ἑαυτὸ ἐπιτρέψαν ᾤχετο, καὶ μάλιστα τὸ προέχον κατά τε χεῖρα, ὡς ἐρρέθη, καὶ τὸ δύνασθαι τὸ ἐλέγχειν τὸν στρατηγὸν καὶ συμμετάγειν εἰς τὸ καλόν. Καὶ εἶπεν ἄν τις ἀνθρώπους τούτους, τοὺς ὑποστάντας παραμεῖναι τῇ πόλει, οὐκέτι πολιτικοὺς καὶ ἡμετέρου βίου καὶ οἰκοδεσποτίας, ἀλλὰ ληστείας καὶ θηριωδίας καὶ ἐμβριθοῦς ἀγριότητος. Ἦσαν γὰρ ἀληθῶς θυμοῦ τοῦ ὑπὲρ πατρίδος ἀκρατεῖς, ἄνδρες κατορθωμάτων, ἀνδρίας γέμοντες, ἀλκὴν πνέοντες, πεπλασμένοι πρὸς ῥωμαλεότητα, διψῶντες μάχην, κατὰ βαρβαρικῶν σαρκῶν πεινῶντες, φάναι τὸ πᾶν, ἀρειμάνιοι. Οἳ οὕτως ἐξελάθοντο τῶν ἄλλων, ὡς μόνου γενέσθαι τοῦ πολεμεῖν καὶ τῆς κατ' οἶκον τύρβης ἐνθελέσθαι τὸν ἐπὶ τοῦ τείχους κίνδυνον.
Οὐ τοίνυν ἄνδρες μόνοι ἀλλὰ καὶ γυναῖκες πρὸς Ἄρην ἐμαίνοντο. Καὶ ὅσαι μὲν λίθους παρεφόρουν ταῖς τε ἄλλαις μηχαναῖς καὶ τοῖς σφενδονῶσι καὶ ὅσαι ὑδροφόρουν ἀκμάζουσαί τε καὶ νεάνιδες, καὶ μὴν καὶ ὅσας τὸ γῆρας ἤδη καταργεῖν ἐποίει τὰ ἔργα συγκεκυφυίας ἔνθα τὸ τέλος πεσούμεθα, αἱ τοιαῦται δόξαιεν ἂν οὐδέν τι μέγα ποιεῖν, εἰ καὶ ἐποίουν, τὸ δύνασθαι βιαζόμεναι καὶ δι' ἡμέρας πονούμεναι. Ὅσαι δὲ καὶ πρὸς ὁπλισμὸν ἐρρύθμιζον ἑαυτάς, ῥάκη καὶ ψιάθους ἐναπτόμεναι, ὡσεὶ καί τινας θώρακας, καὶ τὰς κεφαλὰς μίτραις εἰς ἕλιγμα διαλαμβάνουσαι, εἴ πως στρατιῶται εἶναι σοφίσονται, καὶ λίθους ἐπισαττόμεναι ἀγαθοὺς ἐκ χειρῶν ἀφίεσθαι, τοῦ τείχους ἐγίνοντο καὶ ὡς εἶχον ἔβαλλον τοὺς ἐχθρούς, ἀλλ' αὐταὶ τὴν Ἀμαζόνειον ἱστορίαν συγκροτοῦσι καὶ οὐκ ἀφιᾶσιν ἐκείνην ἐλέγχεσθαι. Καὶ τὰς παλαιὰς δὲ διακρούονται παρευδοκιμοῦσαι, ἃς οἴδαμεν κουραῖς κεφαλῶν ἐπικουρεῖν τοῖς πατριώταις, σχοινοπλοκοῦσι κατὰ πολέμου ἀναγκαίως ἐκ τοιούτων τριχῶν· οὐ γὰρ τρίχας αὗται, ἀλλὰ ψυχὰς προΐεντο. Ἰδὼν ἂν Σολομὼν αὐτὰς συγκατέγραψε τῇ παρ' αὐτῷ ἀνδρικῇ γυναικί, προσαπορήσας εἰς ἣν προυβάλετο ζήτησιν. Καὶ ἦν εἰπεῖν τότε τοὺς ὁρῶντας τόν τε Δαυῒδ καὶ τοὺς ἀμφ' αὐτὸν δαυϊτικοὺς (ἦσαν γάρ, ὅσοι ἐς ταὐτὸν ἐκείνῳ ἐνόουν, κακὰ φρονοῦντες, ὁποῖα τὰ τῶν κοράκων κολάκων· οἵπερ ἐπαίνους κρώζοντες, ἐφ' οἷς ἐκεῖνος ἀφραίνων ἦν, ἐφύσων εἰς μεγαλειότητα) ὡς αἱ μὲν γυναῖκες ἡμῖν ἄνδρες ἐγένοντο, γυναῖκες δὲ οἱ ἄνδρες οἱ δαυϊδίζοντες.
Τί δέ; Τὸ μὲν λαϊκὸν σύστημα τῆς πόλεως οὕτω πονούμενον ἦν καὶ ὑπὲρ ὃ πεφύκει, τὸ δὲ τῆς λοιπῆς μερίδος ἐμιμεῖτο τὸν στρατηγὸν καὶ τοῦ ἀκούειν μόνου ἐγίνετο καὶ ὁρᾶν; Οὔκουν, οὐδ' αὐτὸ ἀεργοὺς εἶχε τὰς χεῖρας, ἀλλ' οἷον ἐκλαθόμενον ὡς οὐδέ ποτε αὐτοῖς ἔξεστιν ἀνδράσιν αἱμάτων εἶναι, μετεχρώζοντο, ἐπικρύπτοντες μὲν τὸ βαθὺ ἀποστολικόν, ἐπιπολάζοντες δὲ τὸ κοσμικώτερον. Καὶ ἦσαν καὶ ἐξ αὐτῶν ὀχλήσεις τοῖς πολεμίοις οὐκ ἀγεννεῖς· ὅ ποθεν γνόντες ἐκεῖνοι, κακῶς ἐν τῇ ἁλώσει καὶ τοῖς τοιούτοις προσήγοντο.
Τοιαύτην συντονίαν μάχης οἱ τῆς πόλεως ἥρμοττον, οὔθ' ἡμέρας διακοπτόμενοι οὔτε νυκτὸς ἀναπίπτοντες. Ἐμάχοντο μὲν γὰρ πανημέριοι, παννύχιοι δὲ ἦσαν ἐν ἐγρηγόρσει, φυλακὰς ἔχοντες. Ὃ καὶ ἔβλαψε τὴν πόλιν οὐχ ἥκιστα· οἱ γὰρ αὐτοί, ἀνεξάλλακτοι τὸν ὅλον καιρὸν τῆς πολιορκίας πονούμενοι, τέλος ἀπέκαμον, παρειμένοι καὶ τὰ νεῦρα καὶ τὰς ψυχάς. Καὶ τὴν τελευταίαν ὅλην νύκτα, μεθ' ἣν ἡμῖν ὁ ἥλιος δυστυχῶς ἔλαμψεν, οὐκ εἶχε τὸ ἑῷον τεῖχος τοὺς φυλάσσειν ἐθέλοντας, καὶ οὐ μόνον διὰ τὴν ἐκ καμάτου πάρεσιν, ἀλλὰ καὶ διότι πρόληψις ἤδη ἅπασιν ἐνεγένετο ἐς αὔριον τὴν πόλιν ἁλώσεσθαι. Καὶ ὡς οἷα καὶ εἰς κοινὴν ἦλθε τοῦτο ἔννοιαν, ὀψέ ποτε ἁπάντων ἐπεγνωκότων τὸν εἱρμὸν τῆς κατὰ τὸν στρατηγὸν ἀτρόπου Κλωθοῦς, καὶ αὐτῶν δὲ τῶν πολεμίων τὴν προηγουμένην ἡμέραν ἀναβοώντων στεντόρειον ἐν τῷ μαθεῖν, οὐκ οἶδ' ὅθεν, τὴν ἐς νέωτα καθ' ἡμῶν βλάβην· λέγεται δ' ὅτι ἐκ προδοσίας τινός, οὐκ οἶδα μὲν ἀκριβῶς εἰ καὶ ἄλλης, ἐθνικῆς δὲ καὶ μάλιστα. Καὶ ὁ μὲν εἰπὼν Λατῖνος ὡς ἐκ τοῦ κατὰ τοὺς Βουργεσίους πύργου θέλημα ἐπέμφθη τοῖς ἔξω κατὰ τῶν τῆς πόλεως καὶ καταμήνυμα τῶν ἐντὸς οὐκ ἂν ἀπιστοῖτο ἡμῖν, τεκμαιρομένοις ἐξ ὧν ἠκριβώμεθα· τοιοῦτοι γάρ τινες πυργοφύλακες ἐπίτριπτοι νεανίαι ἀδελφοὶ ἐκ Χουναβιτῶν, ἔχιδναι γεννηταὶ τῇ πόλει ταύτῃ, κατ' αὐτὴν τὴν τῆς ἁλώσεως ὥραν κατήσθιον αὐτὴν καὶ αὐτοὶ ξίφη γυμνώσαντες καὶ κατατρέχοντες τὰς ἀμφόδους, γνωστοὶ τοῖς βλέπουσι, πίστιν οὕτω διδόντες καὶ πρῴην ἐπίβουλοι εἶναι. Καὶ οὐκ ἔσθ' ὅπως οὐ μετελεύσεται ἡ δίκη αὐτούς.
Καὶ ὁ μὲν τοιοῦτος Λατῖνος ὧδε συγκροτεῖται πρὸς ἀλήθειαν, καὶ ἄλλως οὐχ οἷός τε ὢν ψεύσασθαι· ὁ δὲ Ἀβούδιμος Μανουήλ, ἀνὴρ ἰχθύων τιμῆς μελόμενος, νῦν μὲν ὠμογέρων, πάλαι δέ ποτε περιᾳδόμενος μέγας εἶναι τὴν χεῖρα καὶ βριαρὸς αὐτὴν κατενεγκεῖν τῶν ἀνθισταμένων, οὗ καὶ τὸ κατὰ σῶμα εὐσταλὲς ἔτι κατηγορεῖ τὴν ῥώμην, ἣν λέγεταί ποτε πλουτεῖν ὁ ἄνθρωπος, αὐτὸς δὴ ἐφανέρωσε πρόδοτον εἶναι τὴν πανταχοῦ γῆς περιφόρητον τῷ κλέει Θεσσαλονίκην. Οὔπω γὰρ ἀκραιφνὴς ἡμέρα ἡ κατὰ τὴν ἅλωσιν, ἄλλ' ἔτι νὺξ ἀμφιλύκη, καθ' ἣν ἔτι καὶ τὸ ἑῷον τεῖχος ἀπρόσβατον ἐχθροῖς ἦν, καὶ αὐτὸς τοῦ ὕπνου ἀνεθείς καὶ τὴν οἰκίαν ἀφεὶς ὀπίσω, ἵνα ἔργων ἅπτοιτο, εὗρε πέντε ἄνδρας Ἀλαμανοὺς ἐνόλπους ἐφίππους, ὁμοῦ συνεστῶτας καὶ ὁμιλοῦντας τὰ σφίσι δοκοῦντα. Καὶ ὁ μὲν παρῴχετο ἐκείνους ὁδοῦ λόγῳ, οἱ δὲ προσεκαλέσαντο καί, ὡς ἐπέλασεν αὐτοῖς, μετὰ πολλὰ τὰ ἐν μέσῳ ἀπήγαγον αὐτοῦ τὴν δεξιὰν χεῖρα δυστυχῶς τῷ ἀνδρί· γυμνώσας γὰρ εἷς ἐκείνων ξίφος καὶ καταγαγὼν ἀπήραξεν αὐτήν. Οὐκ ἔσχε δὲ καὶ εἰς πλέον βλάψαι, πτερωθέντα οἷον εἰς φυγήν.
Τοιοῦτον καὶ τὸ τοῦ Ἀλαμανικοῦ τάγματος προδοτικόν, οὗ πρόδρομοι τὴν χθὲς δείλην τρεῖς τῶν δυσμικῶν πυλῶν τῆς πόλεως κατεπήδησαν καὶ πάντων τῶν ἐκεῖ βλεπόντων τοῖς βαρβάροις φιλίως συνέμιξαν. Ἡ δὲ πρὸ δυοῖν ἡμέραιν τῆς ἁλώσεως περὶ πέμπτην τῆς ἑβδομάδος βαθείας ἑσπέρας ἐπιφάνεια Θεοφάνους τοῦ Προβατᾶ ἔσω πόλεως, ὃς ἐκ Δυρραχίου συνωμάρτει τοῖς Λατίνοις φίλιος, τίνας οὐκ ἂν εἰς νοῦν προδοτικὸν ἐναγάγῃ μαθόντας αὐτήν; Ἣν Λέων τις, ἵππων ἀγαθὸς μελητής, ὁ Ἁγιοευφημίτης, ἰδὼν καὶ περιεργασάμενος, καὶ θυμῷ μὲν βληθείς, οὐκ ἔχων δ' ὅ,τι καὶ δράσειεν, ὡσιώσατο ἄμυναν τῇ πατρίδι, ἐξειπὼν τὸ κακὸν τοῖς μὴ τολμῶσι λαλεῖν τι πρὸς τὸν ἐπὶ δυσπραγίᾳ κοινῇ φοβερὸν Δαυΐδ.
Ἀλλὰ ταῦτα μὲν οὕτως ἡμῖν ἀναγκαίως ἐπεμβεβλήσθω ἢ μάλιστα προειλήφθω. Οἱ δὲ πολέμιοι στερεῶς κατὰ τῶν ἑῴων μερῶν τῆς πόλεως τῶν κατ' αἰγιαλὸν ἕως καὶ τῶν κατὰ τοὺς Ἀσωμάτους πυλῶν ἐπέκειντο. Καὶ κατὰ τὴν πέμπτην καὶ δεκάτην, ὡς προέκκειται, τοῦ Αὐγούστου τὰς νῆας λιμενίσαντες, τῇ αὔριον πρωΐθεν ὧν ἐβουλεύσαντο εἴχοντο, καὶ ὀξυχειρίας ἐπιβαλόντες ἐποίουν τὰ τοῦ πολέμου. Καὶ ἦν ἰδεῖν κατὰ τὴν Ἡροδότειον Μοῦσαν νέφη βελῶν, τῶν τε κατὰ πέτρας τῶν τε κατὰ ὀϊστούς, δι' ὧν ὁ ἀὴρ ἐσκιάζετο. Καὶ ἐβάλλοντο μὲν καὶ οἱ ἐκ τῶν τειχέων, καὶ πῶς γὰρ οὔ; εἴγε ξυνὸς ὁ Ἐνυάλιος, ἐβλάπτοντο δὲ τῶν μὲν ἡμετέρων ἥκιστοι, τῶν δὲ ἐναντίων πλεῖστοι. Πάνυ γὰρ ἐδεξίωσεν ὁ Θεὸς οὐ τοὺς στρατιώτας μόνους, ἀλλὰ καὶ τὰ λοιπὰ τέκνα τῆς πόλεως, οἳ καὶ βάλλειν τοὺς πολεμίους εὐτύχουν καὶ εἰς μῆκος δὲ πολὺ ὅσον ἀφιέναι τὰ βέλη, ὡς ἐντεῦθεν τοὺς ἐχθροὺς τοξότας ἀναποδίζοντας ἄπρακτα βάλλειν καθ' ἡμῶν ἐκ μακρᾶς ἀποστάσεως. Ἀπὸ γοῦν τῆς Χρυσῆς Πύλης, τῆς περὶ δυσμάς, ἀφιέμενα βέλη ἐκ τόξων ἐφύλασσον μετέωρον τὸ πτερὸν ἕως καὶ εἰς τὸ καλόν ποτε σεμνεῖον, ὃ περιεῖπεν ὁ μυροβλύτης μέγας Νικόλαος, καὶ ἐνέπιπτον ταῖς τῶν βαρβάρων σκηναῖς, καὶ εὐθὺς ἐκεῖναι μεθίσταντο. Ὅμοια δέ τινα ἐγίνοντο καὶ περὶ θάτερον μέρος, ἔνθα τὸ ναύλοχον. Καὶ οἱ πλώϊμοι τὰς ἐπηρεαζομένας νῆας ἀνακωχεύοντες κατὰ σπουδὴν ἐξέστελλον.
Ὅτι δὲ ἐξέτρεχον οἱ ἡμέτεροι καταπηδῶντες ἐκ τῶν τειχέων, ὡς οὐκ ἂν εἰδείη ὁ εἰρηνικὸς στρατηγός, ψιλοὶ ὅπλων οἱ πολλοί, καὶ ἠνδραγαθίζοντο, ἐν οἷς καὶ παῖδες τοῦ Μυροβλύτου, ἄλλοι τε καὶ ἐκ τῆς τῶν Σέρβων τεθέντες αὐτῷ, καὶ ὅτι περιεφρόνουν τοὺς ἐχθροὺς καὶ ὡς ἐξ αὐτῶν τῶν βαρβαρικῶν σκηνῶν ἁρπάζοντες ἀπήλαυνον ζῷα καὶ ὡς τοὺς ἀντεπεξιόντας ἠμύνοντο διώκοντες, βάλλοντες, ῥίπτοντες, καὶ ὅπως ἐντεῦθεν θυμὸς καὶ προθυμία τοὺς στρατιώτας ὑπεδύετο ἄπλετος, ὡς καὶ τὸν στρατηγὸν βαρύνειν οἷς ὤχλουν ἀφιέναι αὐτοὺς ἐξορμᾶν, καὶ ὡς ἐκεῖνος καθάπαξ ἐντυπωσάμενος ἐς ψυχὴν τὴν κατάδυσιν τῆς πόλεως οὐκέτι τὸ ἐμμαχθὲν ἐξαλείφειν ἤθελε καὶ ὡς ἐκ τούτου ὁ πολέμιος ὄχλος ἐπὶ μᾶλλον θάρσυνος ἦν, καὶ ἐπὶ πλέον μάλιστα, ὅτε, τοῦ Χούμνου συρρήξαντος πόλεμον, ἐξὸν αὐτοὺς βλαβῆναι πρὸς τῶν τῆς πόλεως, καθὰ προεκτέθειται, ὁ δὲ ἐφυλάξατο, ὡς οἷα περιέπων αὐτούς, τί δεῖ μακρότερον διαπεταννύειν εἰς συγγραφήν; βαρυνθείη δ' ἄν τις· καὶ ὅτι τοῦ τείχους ὑπονομευομένου κατημέλησεν ὁ Δαυΐδ, εἰς ὅσον καὶ ἀνάθεμα πρὸς τῶν θερμοτέρων καταψάλλεσθαι.
Οἱ μὲν γὰρ τρῶκται τοῦ τειχίσματος, εἰ χρὴ οὕτω φάναι, αὐτοὶ μὲν τῷ τείχει πελάσαντες καὶ συσκευασάμενοι γλύφειν, φραγνύμενοι δὲ κατόπιν τοῖς κάτωθεν ἀκροβολιζομένοις ἄνω, ἔργου ἥπτοντο ἐγκρατῶς, οἷα ἐπισπέρχοντες τὸ γλαφύρωμα, ὡς ἂν καθυποδύντες αὐτὸ ἐμβαθύνωσι καὶ καθ' ἡσυχίαν διαμπερὲς τοῦ τειχισμοῦ ταχὺ τὴν συνέχειαν λύσωσι. Καὶ ἤνυον τὰ τοῦ σκοποῦ. Καὶ αἱ κεφαλαὶ μὲν αὐτοῖς καί τι τῶν μεταφρένων ἐκρύπτοντο, ὁ δὲ λοιπὸς ἄνθρωπος ἑκάστῳ ἐκείνων ἔξω βραχὺ προυφαίνετο. Ἐλάνθανε δὲ ἄρα τοῦτο τοὺς πλείονας, ἕως ὁ ἐν Θεσσαλονίκῃ Βασίλειος ὁ Τζύσκος κατακύψαι ἄνωθεν τολμήσας καὶ ἰσχύσας εἶδε τὸ πρᾶγμα. Ὃς καὶ καρδιώξας ἔδραμε τὴν ταχίστην εἰς τὸν τοῦ στρατηγοῦ πρωτοθεράποντα καὶ ἐκλαλήσας τὸ πρᾶγμα μετὰ οἴκτου προεκαλέσατο εἰς κωλύμην τοῦ κακοῦ. Ὁ δέ, ὢ μαθητοῦ ἀγαθοῦ, ἐκμαξαμένου εὐφυῶς τὰ τοῦ καλοῦ στρατηγοῦ διδασκάλια!, χρῆναι μεθίεσθαι ἀπεφήνατο μέχρις ἐς αὔριον, ἕως οἱ ἐχθροὶ ἐντὸς εἱληθέντες τοῦ τρυπήματος εἶτα τῷ ἐκ φρυγάνων καπνῷ ῥᾷον καταπνιγεῖεν ἐντός, ὅμοιον ὡς εἰ καὶ κυνηγέτης πρόχειρον ἄγραν ἔχων θέσθαι θηρίου ἐν τοῖς πεδινοῖς, ὁ δ' ἀλλὰ μεθεὶς καραδοκεῖ τὴν ἐν σπήλυγγι ἐκείνου κατάδυσιν, ὡς οὕτω μᾶλλον ἀγρεύσων ἐκεῖνο, καθὰ καὶ μελίσσας ἔσω σμήνους οἱ περὶ ταύτας πονούμενοι.
Καὶ τοιοῦτος μὲν ὁ ἀρχιθεράπων μηχανικός. Ὁ δ' ἀρχιτέκτων αὐτοῦ Δαυῒδ ἄλλως ἔπαιζε τὸ μηχανᾶσθαι· καὶ ἀκούων ὡς τρυπᾶται τὸ τεῖχος ἔξωθεν, “τρυπητέον” ἔλεγε “καὶ ὑμᾶς ἔσωθεν”. Καὶ εἰς τοσοῦτον χασμησάμενος, ἐκάθητο τοῦ λοιποῦ χαῦνος, εἰκὼν ζῶντος, ἐμποδίζων οἷον ἰσχάδας καὶ αὐτὸς κατὰ τὸν κωμικόν. Καὶ τὴν γλῶτταν ὧδε σαλεύσας ἀτελεσφόρητα, ἐῴκει, εἰ καὶ τὸ τεῖχος ἔξωθεν ἀκούσοι λίθοις βάλλεσθαι, εἰπεῖν ἂν ὡς “βάλλετε αὐτὸ καὶ ὑμεῖς ἔσωθεν”. Ὦ παίγνια, δι' ὧν ἐσφαττόμεθα μὲν ἡμεῖς, αὐτὸς δὲ τὸν δύσνουν βασιλέα ἐξέφευγεν, ἄνθρωπος, ἐφ' οἷς ἔδει ἐγρηγορέναι, κατακείμενος καὶ κατὰ παλαιὰν ἀφέλειαν ὀνομάτων εἰπεῖν ἀναπεσᾶς. Καὶ μὴν σκέψασθαι ἄλλως καὶ πάνυ ἑστὼς αὐτὸς ἦν καὶ νηφάλιος· ὃ γὰρ προύθετο ἔνηφε ποιεῖν καὶ οὐκ ἀνῆκεν, ἕως αὐτὸ τεχνικῶς ἀπετέλεσε.
Καὶ οὕτω μὲν προυδόθη τοῖς πολεμίοις καὶ ἡ τῶν λίθων τοῦ τείχους ἐπὶ κακῷ ἡμετέρῳ ὑπολάξευσις κάτω. Αἱ δὲ ἐκ τῆς μεγάλης μηχανῆς πέτραι τάς τε ἐπάλξεις κατήρειπον καὶ ἐγύμνουν τὸ τεῖχος φυλάκων· πολλαὶ δὲ καὶ ὑπερπεταννύμεναι κατέπιπτον ἔσω, ποιοῦσαί τινα δεινὰ καὶ αὐταί. Διὸ καὶ τεῖχος ἕτερον ἀνταναστῆσαι μελετήσαντες καὶ ἤδη καὶ ἐγχειρήσαντες οἱ καθ' ἡμᾶς ἀπετρέποντο. Ἐδεδίεσαν γὰρ οἱ τειχοποιοὶ τοὺς ὑπερτέλλοντας πέτρους, οὐ Ταντάλειον ταύτην φαντασίαν ὀνειροπολοῦντες, ἀλλὰ πρόοπτον ἔχοντες τὸ κακόν. Ἔνθα καί τι γελοῖον συνέπεσεν, εἴ τι χρὴ τοῖς πικροῖς γλευκάζοντα συγκιρνᾶν εἱρμῷ τε ἱστορίας καὶ ἵνα μὴ ὁ μανθάνων τὰ καθ' ἡμᾶς ἀκράτως παθαίνοιτο. Ἦν μὲν γὰρ πολιτικὸν μυστήριον ἡ τοῦ τείχους ἀντανάστασις, ἐλαφρίαν δέ τις ἄνω παθὼν ἐξεβόησε τοῖς ἐχθροῖς ἄπρακτα μωροὺς ἐκείνους πονεῖσθαι κατὰ τοῦ τείχους, ἔσωθεν ἀντεγειρομένου ἑτέρου. Ὃς δὴ λόγος καὶ μᾶλλον ἡμᾶς προσέβλαψεν. Ἀραιὰ γὰρ τὰ πρὸ τούτου ἀφιέντες τοὺς τειχοσείστας λίθους οἱ ἔξω, ἐπύκνουν αὐτοὺς ἔκτοτε, μεθ' ἡμέραν τε οὕτω βλάπτοντες ἡμᾶς καὶ οὐδὲ νυκτὸς <βάλλοντες> βέλη ἀνιέντες διὰ τῆς μεγίστης μηχανῆς· καθ' ἧς ἡμεῖς λαλήσαντες ὡς δεινῆς, εἴ πως ἀποκρουσθείη μηχανικῶς τοῦ καθ' ἡμῶν τείνεσθαι, ἐσοφίσθημεν εἰς μάθησιν ἐξ ἀγαθῆς κεφαλῆς, ἀκούσαντες ὡς πόλις ἐκ τοιαύτης πέτρας οὐ βλάπτεται. Τί δέ; ἀλλ' ὡφελεῖται, ὦ σοφὲ μηχανὰς ἐξουθενοῦν; Ἀλλὰ συνίσταται; Οὔκουν πάντως. Οὐκοῦν τὸ ἀνάπαλιν, εἴγε καὶ καταρρίπτεται οὕτω τὰ ἐρυμνότατα. Εἴπομεν ἡμεῖς οὕτως καὶ ὁ λόγος εἰκῇ ἀπέρρευσε καὶ αὐτός.
Καὶ ἐλύπουν μὲν τὴν πόλιν καὶ τὰ μικρὰ πετροβόλα, οὕτω δεξιῶς βάλλοντα, ὡς καὶ τοὺς μοδίους, οἳ πλοίων ἱστοῖς ἐνδεδεμένοι μετέωροι ἔκρυπτον ἔνδον ἄνδρας, εἰωθότας ἐκεῖθεν καταπέμπειν τὰ βλάπτοντα, συνεχῶς εὔσκοπα βάλλειν καὶ κατακλᾶν καὶ ἀγῶνα παρέχειν τοῖς μαχηταῖς ἐκεῖθεν διεκχεῖσθαι κάτω καὶ περισῴζεσθαι· ἦσαν δὲ τὰ τοιαῦτα ὡσεὶ καὶ βέλη νηπίων πρὸς τὴν μητέρα μεγάλην μηχανὴν παραβαλλόμενα, εἴ τι χρὴ ἐκ τοῦ σοφοῦ στρατηγοῦ πορίσασθαί τι νόημα, ὃς τοὺς ἐκεῖθεν ἐπαφιεμένους λίθους τεθηπὼς τοῦ κτύπου “ἄκουε τὴν γραῖαν” ἔλεγεν, ἀπαθὴς οὕτω τι καὶ μέτριος ὢν καὶ τὴν θρεψαμένην μαῖαν, οἶμαι, φαντάζεσθαι δοκῶν, παθαινομένην ἐπ' αὐτῷ καὶ κλαίουσαν. Λακωνίζων δὲ καὶ ἄλλως ἐκεῖνος τὴν φράσιν ὡς ἐν μεταποιήσει “κάμνει ἡ γραῖα πάλιν” ἐμογγιλάλει. Ἀπεφοίβαζε δὲ ἄρα ὁ λόγος οὗτος κατά τι πυθωνικὸν ὡς ἡ πρεσβυτάτη Θεσσαλονίκη πρὸς εἴδωλα καμόντων οἴχεται, καθὰ καὶ πάλαι ποτέ, ὡς ἐξ ἱστορίας καθήκει καὶ εἰς ἡμᾶς. Καὶ ἦσαν οἱ λίθοι ἀκριβῶς ἀνδραχθεῖς, ὁποίους κατὰ τῶν ἀμφὶ τὸν Ὀδυσσέα οἱ Λαιστρυγόνες διεχειρίζοντο.
Τοῦ τοίνυν κακοῦ κάτω μὲν ἀναστομοῦντος εἰς ἀξιόλογον χάσμα τὴν τοῦ τείχους στεγανότητα, ἄνω δὲ τοιούτοις λίθοις εἰς τρόμον βιαζομένου, ὀκλάζει τὸ καὶ τοὺς πόδας καὶ τὰ ὕπερθεν παθὸν καί πως ἐπὶ γόνυ συνιζάνει, τά γε πρῶτα εὐμηχάνως συνεστηκός, ἕως οἱ μὲν ὑπορύττοντες, τὸν κατ' αὐτοὺς ἄεθλον διηνυκότες, ἀποκατέστησαν ταῖς τῶν συμβαρβάρων σκηναῖς, τὰ δὲ ὑποβεβλημένα εἰς ἔρεισμα τῇ διορυγῇ κατεκάη, ὡς δοῦναι τόπον ἐντεῦθεν τῇ κατακύψει τοῦ τείχους. Οὗπερ οὕτως ὑποκλιθέντος εἰς πλαγιασμόν, συμβαίνει τὸ ἐκείνου ἄκρον διαιρεθῆναι ἄνωθεν ἕως καὶ κάτω, ἔνθα πως ἐγλωχινοῦτο ωνιούμενον, καὶ διαχανεῖν εἰς ἡμέτερον ὄλεθρον. Τοῦ γὰρ συνδετικοῦ παραλυθέντος εἱρμοῦ, ἔσχιστο ἐξ ἀνάγκης, ὅτι μηδὲ εἶχεν ἡ ἐχομένη πλευρὰ ἐν καθεστῶτι ἡρμόσθαι, τῆς ἐκ πλαγίων ὑπενδούσης κατὰ βάρος, ἀλλ' ἐκπέμψασά τι ἑαυτῆς, ἀφῆκεν ἐπακολουθεῖν κατακλιθείσῃ τῇ γείτονι· καὶ οὕτω χάσμημα καθ' ἡμῶν Ἅιδου εὐρυνθὲν κατέσπακεν εἰς χάος ἀτρύγετον.
Ἦν δὲ ὁ τόπος οὗτος πύργος Χαμαιδράκοντος ἐπικληθεὶς τῷ λαχόντι ἐπιστατεῖν σύν γε τοῖς ἀμφ' αὐτὸν οὐκ ἀεργοῖς στρατιωτικοῖς, ἀνδρὶ τότε μὲν τακτικῷ, ὕστερον καὶ συμπόνῳ ἡμῖν· ὃς μόνος τῶν ἄλλων ἐνσχεθεὶς τῇ πόλει, τὸ μὲν φαινόμενον κατὰ νόσον, ἄλλως δὲ προμηθείᾳ θείᾳ καὶ συναεθλεύων ἡμῖν παρήγορα, θρίξ, ὃ φασιν, ἀνὰ μέσον καὶ ἔβλεπε θάνατον, εἰ μὴ τὸ τῆς τριχὸς ταύτης γραμμικὸν οἷα καὶ εἴς τι πλατὺ ἐπίπεδον ἡμεῖς διαστήσαντες, ὡς ἐμεθόδευσεν ὁ τῆς σοφίας Θεός, καὶ παρατείναντες καιρόν, δι' οὗ ὁ βαρβαρικὸς ἐμαλάχθη θυμός, συνετελέσαμεν τι καὶ αὐτοὶ τῷ ἀνθρώπῳ εἰς τὸ καλὸν ἧς ἄρτι ἔχει ζωῆς.
Τοῦ τοίνυν τείχους ἐκείνου παθόντος ὡς ἔπαθεν, ἐπείπερ ἡμέρα διέφαυσε καὶ εἶδον τὸ ἐκεῖσε χαρώνειον χάσμα οἵ τε ἐχθροὶ οἵ τε ἡμεδαποί, ἐκεῖνοι μὲν συνέχασκον θηριωδῶς τοῦ λοιποῦ καθ' ἡμῶν, ἡμῖν δὲ συμμύσασι ξύμπασα ἐκλείσθη ἐλπίς. Καὶ ἦν μὲν τὰ πρὸ τούτου θρασὺς ὁ στρατηγὸς κομπάζων πρὸς τοὺς εὖ εἰδότας τὸ τεῖχος οὐκ εὖ πείσεσθαι ὡς, εἰ καὶ καταπεσεῖται, ὅμως αὐτὸς ἐπιλέγδην κρίνας τοὺς ἀρίστους τῆς στρατιᾶς τεῖχος σιδήρεον ἀντιστήσει, τὸ ἐκ τῶν ὅπλων, και ἕως καὶ εἰς τεσσαράκοντα ἡμέρας φύλαξ ἔσται τῆς πόλεως, τότε δὲ ὁ μέχρι λόγου θρασὺς ῥηξήνωρ τῇ τοῦ τείχους ῥήξει διεκόπη τῶν αὐχημάτων καὶ μὴ μένων ὁ αὐτὸς ἔμπαλιν ἐξένευσεν. Ἅμα γὰρ δόρυ ἐσκέψατο πολεμικὸν ἐπὶ τοῦ ῥήγματος ἀναρριχησαμένου τῶν τινος πλωΐμων, οὓς ἀνδρικοὺς τὰ τοιαῦτα καὶ δεξιοὺς ἡ τοῦ Σιφάντου ναῦς ἐπλώϊζε (πειρατὴς δὲ ὁ Σιφάντος, ἑκὼν προσχωρήσας τοῖς Σικελοῖς κατά τινα ῥήτρην τὴν συνδόξασαν· ὃς καὶ ἡμᾶς ἑλῶν ἐξένισε, ῥητέον γὰρ οὕτως, ἐπὶ νεὼς τῆς κατ' αὐτόν, ὡς καὶ ὑποκαταβάντες λόγῳ βραχὺ παραστησόμεθα), ἅμα γοῦν οὕτως εἶδεν ὁ τρέσας Δαυῒδ καὶ ἅμα κατόπιν βαλὼν τὰς ἀνδρικὰς ὑποσχέσεις καὶ τὰς τεσσαράκοντα ἡμέρας εἰς οὐδὲ λεπτὸν συστείλας ὥρας, ἔδειξε μετάφρενα τοῖς ἐχθροῖς. Καὶ τῶν στρατιωτικῶν φωνούντων λεωφορουμένῃ βοῇ τὸ “Κομνηνέ, στάμα καὶ πέζευμα”, ὁ δ' ἐπιτελεύτιον οἷον ἀντιμύξας τὸ “καβαλλίκευμα” καὶ τὸ “καθά με βλέπετε”, ἐπόθει μὲν ἴσως παρατυχεῖν που τὸ τηνικαῦτα Πήγασόν τινα, δι' οὗ πτερύξεται εἰς ὄρος εἴθε ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης, ἠρκέσθη δὲ ὅμως τῇ φίλῃ ἡμιόνῳ, ἣ καὶ τότε φέρειν αὐτὸν ἔλαχε. Καὶ παραδειγματικῶς προφεύγων, τρυφερὸς ἰδεῖν, εὔυφος τὴν ἀναβολήν, ἄτριπτος ὅπλοις τὰς χεῖρας, γυμνασίῳ πρέπων, ἀμίαντος αἵματι, εἶχεν ὡσεὶ καὶ κτίλος ἐφεπομένους τοὺς ἅπαντας παρά τι ὀλίγον. Ἦσαν γὰρ ἐν τοσούτῳ πλήθει καὶ μεγάθυμοι ἄνδρες, οἳ καὶ ἀντισταθέντες ἐν τῷ τὸν στρατηγὸν ἄνετα διώκειν ἑαυτὸν εἰς φυγήν, οἱ μὲν ἔπεσον μακαρίως καὶ εὐγενῶς, οἱ δὲ γενναῖα δράσαντες ἐνδεδώκασιν, ὅπου γε καὶ τὸ πολεμικὸν ἐκεῖνο δόρυ καὶ οἱ συναναβάντες τὴν ἀρχὴν βάρβαροι κατεσείσθησαν ὑπό τινων ἡμετέρων πολιτῶν, οὔκουν γε στρατιωτῶν. Οἱ δὴ πολῖται καὶ κατὰ κράτος ἀντέσχον, ἕως κυκλωθέντες εἶδον κίνδυνον, οὐ πτυρέντες δείματι πανικῷ τῷ τοῦ Δαυΐδ, ἀλλὰ μεμνημένοι βλάπτειν ἔσω μάλιστα πόλεως οὓς καὶ ἐκτὸς ὥρμαινον σίνεσθαι, εἴπερ ἀφίεντο. Ὃ δὲ ἐτροχαλώθησαν οὗτοι κύκλωμα, οὐκ ἐκ τῶν ἄνωθεν ἦν, ἀλλὰ τῶν εἰσδραμόντων βαρβάρων ἐκ τῶν ἑῴων πυλῶν, ἃς ὁ στρατηγὸς ἀνεῳγμένας ἕωθεν τοῖς ἐχθροῖς ἐχαρίσατο εις παρείσδυσιν ἄπονον, ἐπειδὰν ἐγχειρήσας φυγεῖν ἐπέτρεψε τῷ κατεπανεύοντι συναναφεύγειν εἰς τὴν ἀκρόπολιν, ἐάσαντα τὰς πύλας, αὐτὸν δὴ τὸν ἐκείνου φάναι λόγον, πυρέσσειν, ὡς οἱ ἀκηκοότες διδάσκουσιν.
Οὕτω δὴ οὖν τοῦ πολεμικοῦ δόρατος ἀναφανέντος ἐπὶ τοῦ τείχους, ἤδη ἐψιλωμένου τῶν ἡμετέρων (λέγω δὴ τοῦ ἑῴου· τὸ γὰρ δυσμικὸν οὐ τοιούτους εἶχε προμάχους, ἀλλὰ τῶν τινες ἐκείνων ἀντεῖχον ὡς οὐκ ἂν εἴη ἀνδρικώτερον, ὧν ἐν τοῖς μάλιστα Λέων ὁ Κουταλᾶς, καὶ φρενῶν καὶ ῥώμης καὶ ἀνδρίας πλήρης ἀνήρ, ὃς ἕως καὶ περὶ πλήθουσαν ἀγοράν, τῆς πόλεως ἤδη μεμεστωμένης ὧν οὐκ ἠθέλομεν, ἀντιστάς, εἶτα, πρὸς οὐδενὸς ἔχων ἐπικουρίαν, καθυφῆκε, καὶ εὐτυχῶς γυμνωθείς, ἐκέρδανεν ἑαυτὸν εὐκλεῶς, τότε μὲν πολλὰ κεκλαυμένος ὑφ' ἡμῶν, ἄρτι δὲ ἐν τοῖς τῶν ἐπαινουμένων πρώτοις ταττόμενος παρά γε ἡμῖν, οἵπερ οἴδαμεν) τοῦ τοίνυν ὑψοῦ, ὡς ἐρρέθη, φανέντος δόρατος ἐκείνου τῇ συνήθει μετακλίσει καὶ κατακύψει, ὡσεὶ καί τινι κατανεύσει κεφαλῆς ἢ καὶ χειρὸς νεύματι μετακαλουμένου τοὺς ἔξω, βραχύ τι ὥρας μέσον ἦν καὶ ἡ πόλις πλήρης ἦν τῶν πολεμίων, περιάγοντος Αὐγούστου τετάρτην καὶ εἰκοστὴν ἡμέραν ἐξ ὅτου ἐνέστη, πρῶτα μὲν τῶν τοῦ ναυτικοῦ, εἶτα κατὰ συνάφειαν καὶ τοῦ ἱππικοῦ.
Καὶ ἦν ἰδεῖν τὴν ἡμέραν τότε οὐκέθ' ἡμέραν, ἀλλὰ νυκτὶ ἐοικυῖαν καὶ οἷον παθαινομένην καὶ σκυθρωπάζουσαν ἐφ' οἷς ἑώρα. Ὁμίχλη γὰρ αὐτὴν βαθεῖα ἐπάχυνεν, ὡσεὶ καὶ ἐκ κονιορτοῦ, ὃν ἢ τυφὼς αἴρει ἢ πόδες ζῴων, ἅπερ ἀριθμὸς μετρεῖ ἀπειροπληθής, ὡς εἶναι εἰπεῖν ὀκνεῖν λάμπειν τὸν ἥλιον οἷς αἱ τῶν ὅπλων ὑπερηύγαζον αὐτὸν λαμπρότητες, παρῳδῆσαι δὲ καὶ ἐκ παλαιᾶς Μούσης “ὀκτωκαίδεκα μὲν πλέεν ἤματα ποντοπορεῦον” τὸ τῆς πόλεως σκάφος, “ἐννεακαιδεκάτῃ δ' ἐφάνη οὔρεα σκιόεντα”, δι' ὧν ὁ τῆς ζωῆς ἡμῖν ἥλιος ἀποτειχιζόμενος ἐμέλαινε σκιὰν ἐπικαλύψουσαν ἡμᾶς ψαλμικῶς. Οἱ δὲ χθὲς καὶ πρῴην ἀλαλαγμοὶ καὶ αἱ κατὰ πόλεμον βοαὶ καὶ ὁ ἐντεῦθεν θροῦς οὐκέτ' ἦσαν, ἀλλ' ἀντιστρέψαντα τὸ ψαλμικόν, οὐκ ἦν ἀλαλαγμὸς ἐν τοῖς ἡμῶν πλήθεσιν. Εἶδες δ' ἂν καὶ ὀρνέων πετομένων κενὸν τὸν ἀέρα, οὐκ οἶδ' εἴτε διὰ τὸ τοῦ ἀέρος στυγνὸν εἴτε καὶ ὅτι φρικτὸν ἦν καὶ ἐκείνοις τὸ πρᾶγμα. Ἡμέραι γοῦν ἱκαναὶ καὶ ουδαμοῦ οὔτε στρουθοὶ οὔτε πέλειαι οὔτε κόρακες, οἳ τῇ καθ' ἡμᾶς πρῴην ἐπεχωρίαζον, οὔτε ἄλλος τις ὄρνις τὸν ἀέρα διενήχοντο, ἀλλ' ἐκτετοπισμένα ἐνέμοντο καὶ ἡμῖν ἄφαντα. Ἀλλὰ τοῦτο μὲν καὶ μετὰ τὴν ἅλωσιν ἐφ' ἱκανόν, οἷα τοῦ δέους καὶ τοῖς ἀλόγοις παραμένοντος. Ἡμέραι γὰρ ὕστερον συχναί, καὶ αἱ μὲν ἄμφοδοι τῆς πόλεως ἔπληθον σπορίμων παντοδαπῶν, οἷς χαίρουσιν οἱ τῶν ὀρνίθων σπερμοφάγοι (τὸ βάρβαρον γὰρ οὐκ ἀνίει ἁρπάζον καὶ κατακενοῦν), ὄρνις δὲ ποθεν οὐ κατέβαινε. Τούτου δὲ οἶμαι καινότερον ἐκεῖνο ἦν, ὅτι περ, ὑετοῦ καταρραγέντος καὶ ἐξ ὧν οἱ ἐχθροὶ ἐσκόρπιζον, ἀροῦντες μέν, οὔκουν σπείροντες δὲ τὸ καλὸν ὅλον ἄστυ, ληΐων ὥσπερ ἀναφυέντων συχνῶν καὶ εἰς μῆκος ἐπιδεδωκότων, οὐδὲν ζῷον ποηφάγον ἐκεῖθεν ἐκέρδανέ τι, ἀλλ' εἶχεν αἵρεσιν κόνεως ἐρέπτεσθαι ἤπερ ἐκ τῶν βεβλαστηκότων φαγεῖν, ὡς ἢ πεφαρμαγμένων οἷς τὸ περιέχον μεμίαντο ἢ καὶ ὅτι κατὰ τοὺς ᾠκειωμένους, ὡς λόγος, τῷ πάλαι Διομήδει συνεμίσουν τὸ βάρβαρον καὶ αὐτοί, οἷα μὴ ἐθάδες ἐκείνων.
Καὶ τοιοῦτον μὲν καὶ τοῦτο, παραρριφὲν οὐ περιττῶς εἰς συγγραφήν. Ἡ δὲ πόλις, εἰσπηδησάντων τῶν ἀντιμάχων, ἔπασχεν ὅσα φιλεῖ δρᾶν ἄγριος πόλεμος. Καὶ οἱ μὲν ἡμέτεροι, οὐχ ὁ μὲν ὁ δ' οὐ, ἀλλὰ πάντες ἔφευγον ἀμεταστρεπτὶ καθ' ὑπεξαίρεσιν εὐαριθμήτων τινῶν, ὅπερ ἔφαμεν· ἐν οἷς καί τις Βολέας τῶν τῆς ἐκκλησιαστικῆς ξυνοικίας, ὃς ἐγγὺς ἐς τριάκοντα τοὺς μὲν ἀξίνῃ διχάσας, τοὺς δὲ καὶ ἄλλως εἰς τὸ ζῆν ἀχρειώσας, πολλῇ σπουδῇ τῶν πολεμίων τὴν μητέρα γῆν ἠσπάσατο. Αἰσχύνη καὶ αὐτὸ τοῦ Δαυΐδ, ὃς μὴ ἄν ποτε φυγεῖν ἀπομνύς, ἀλλ' ἐπὶ τῷ αὑτοῦ ξίφει πεσεῖν, εἶτα προυτράπετο σωθῆναι λύθρῳ ἄχραντος. Καὶ ἦν ἡ καθιστορουμένη φυγὴ οὐκ ἀσύντακτος, ἀλλ' ἐνδόντος ἀρχάς, ὡς προεκτέθειται, τοῦ κορυφαίου στρατηγοῦ· ὃς εἴπερ ἔδειξε πρόσωπον τοῖς ἐχθροῖς, ὡς ἐνεκελεύοντο οἱ τῶν συμφευγόντων γενναιότεροι, συνούλωσεν ἂν ταχὺ τὸ τραῦμα τῆς πόλεως. Οἱ δὲ τοῦ πολεμίου στίφους ἔκαμνον καὶ ῥίπτοντες τοὺς φεύγοντας καὶ σαττόμενοι λάφυρα. Καὶ ἐχρῆν μὲν ἐν τούτοις ἄβλητόν τινα καὶ ἀνούτατον ἐκ μετεώρου ποθὲν τὴν μάχην σκέπτεσθαι καὶ παρασημαίνεσθαι, τοῦ Θεοῦ βελέων ἀπερύκοντος ἐρωήν· ἄνθρωπος γάρ, ἐνδεθεὶς τοιούτῳ κακῷ καὶ πρὸς ἑαυτῷ τὰ μάλιστα τὸν νοῦν ἔχων, οὐκ ἂν σχοίη ἀκριβῶς τὸ πᾶν συγγράψασθαι, πλὴν εἰς ὅσον τὰ καίρια, ὧν τε ἔμαθε καὶ οἷς αὐτὸς πολυτρόπως ἐπέστησεν.
Ἡμεῖς οὖν τῆς μὲν ἀκροπόλεως ἀπογνόντες διὰ τὴν τοῦ ἐκεῖσε ὕδατος ἐκδημίαν, ἧς ὁδηγὸς ὁ στρατηγὸς γέγονε, καὶ τὴν ἀναγκαίαν ἀποσκευήν, ἣν προεμηθευσάμεθα ἡμῶν τε αὐτῶν χάριν καὶ τῶν περὶ ἡμᾶς, διανειμάμενοι, ὡς καὶ προπέφρασται, μερίμνης δὲ θέμενοι ἔξω καὶ τὴν εἰς τὸν ἅγιον τάφον τοῦ Μυροβλήτου καταφυγήν, ἔτι δὲ καὶ τὴν εἰς ἑτέρους θείους ναούς, οὐ γὰρ δήπουθεν ἐλάνθανεν ἡμᾶς ὡς, πάντων τῶν φευγόντων ἐν τοῖς τοιούτοις ῥυϊσκομένων, πολλοὶ παρασυρήσονται τοῦ ζῆν ὠθισμοῖς καὶ τοῖς ἐντεῦθεν πνιγμοῖς, καὶ τῷ οἴκῳ παραμείναντες, ὃς περιᾴδεται ζῶντα ἐκθεραπεύειν τὸν ἅγιον, καὶ πολλὰ καὶ μυρία κακὰ καὶ τεθεαμένοι καὶ πεπονθότες, ἐφ' οἷς θαῦμα περίεισιν ἡμᾶς ὅπως ἀντέσχομεν, τέλος τοῦ πώγωνος, ὅ φασιν, ἑλκυσθέντες, ἀπηγόμεθα διὰ ξιφῶν μυρίων ἀνατεινομένων καὶ φρισσόντων ὡσεὶ καὶ λήϊον πεπυκνωμένον ἀσταχύεσι. Καὶ ὠθούμενοι μὲν καὶ κονδυλιζόμενοι καὶ ὕβρεις οὐ τὰς ἐν ἔθει μανθάνοντες μακάριον τὸ πάθος ἐκρίνομεν, εὐχόμενοι ἐν τοιούτοις εἶναι· ὅτε δὲ καὶ σπάθη καθ' ἡμῶν ἐγαυροῦτο καὶ παραξιφὶς ἐπλαγίαζεν ὡς εἰς σπλάχνα βάψουσα καὶ δοράτια τὰ μὲν ἔνθεν τὰ δ' ἐκεῖθεν τῶν πλευρῶν εὐθύνοντο ἀπειλητικῶς, ἀλλ' ἐνταῦθα εὐχαὶ καὶ μόναι ἀντέπραττον βύθιαι. Προενεγκεῖν γὰρ αὐτὰς πῶς ποτε ἦν;
Καὶ ἕως μὲν καὶ τοῦ Πολιτικοῦ καθ' ἡμᾶς Ἱπποδρόμου τοιαύτη διάθεσις ἡμᾶς εὔθυνεν· ἐκεῖ δὲ τὸν ἤδη ἀποτεθέντα εἰς μνήμην Σιφάντον εὑρόντες, εὔιππον ἑστηκότα μετά γε καὶ τοῦ Μαυροζώμη καὶ σκεπτόμενον τί ἂν ἕλοι, μεθειλκύσθημεν ὑπ' αὐτοῦ, λόγῳ μὲν τῷ μὴ ἐπὶ πλέον κόπον σχεῖν τὸν ἀρχιεπίσκοπον, ἀληθῶς δὲ ἵνα δευτέρων χειρόνων πειρασώμεθα. Βραχὺ γὰρ ἐκεῖσε τὰ γόνατα κάμψαντες ἔν τινι μικροκαλύβῃ καὶ ξηροῦ ἄρτου ἀποδακόντες, ἵνα ὕδατος ἐμπιώμεθα, ἦν γὰρ ἡ καρδία ἡμῶν καιομένη ἐν ἡμῖν, ὡς καὶ πάντα τὰ ἐντός, εἶτα κατὰ τιμὴν μυαρίου κελευσθέντες ἐπιβῆναι ( μὴ γὰρ οὐ τοιοῦτον ἐκεῖνο τὸ ἱππαρίδιον; ), πεισθέντες τῷ ἐπιτάξαντι καὶ ἀνατεθέντες εἰς ἐκεῖνο, ἡγόμεθα ἔνθα τὸ ναύσταθμον, μετὰ καὶ γωρυτοῦ καὶ φαρέτρας, ἅπερ ἡ σελλὶς ἔτυχε φέρουσα.
Ὤ μοι τῶν ἐντεῦθεν κακῶν. Ὡς γὰρ μὴ ἀρκεσάντων τῶν νεκρῶν, δι' ὧν πεζεύων ὥδευσα θερμοῖς ἀτμιζόντων αἵμασι, διὰ σωρείας ἑτέρων ἱππότης περιηγόμην, ὧν οἱ πλείους κατεστρωμένοι πρὸ τοῦ τείχους ἔκειντο οὕτω πεπυκνωμένοι, ὡς τὸ ἱππίδιον ἢ μὴ ἔχειν ὅποι γῆς θήσει πόδα ἢ ἀλλὰ μεταξὺ τῶν τε προσθίων καὶ (τῶν ὀπισθίων) ποδῶν δύο ἢ τρεῖς ἔχειν ὑποκειμένους νεκρούς. Τὰς δὲ δυσκολίας τῆς τῶν πυλῶν ἐξόδου ἐν οὕτω μυρίοις Ἀγριολατίνοις καὶ ὅσα δὲ ἔξω ἕως καὶ εἰς τοὺς λιμένας ἐγὼ μὲν ἐδάκρυσα καὶ οἱ βλέποντες Χριστιανοί, οὐκ ἂν δὲ αὐτὰ ἐκθήσομαι, ἵνα μὴ ἐν οἷς ἐπιτέμνειν ἐθέλω περιττολογῶ. Ταῦτα καὶ μόνον κεφαλαιώσομαι, ὅτι τέσσαρας χρυσίνων χιλιάδας ἐγκρατῶς ἐζητήθημεν οἱ μηδὲ ψαμμίων ἢ χοὸς δράκα ἢ τὸ καθωμιλημένον σίελον ἐπὶ στόματος ἔχοντες, ἀκούσαντες καὶ ὀλίγα ταῦτα εἶναι ἐξ ἀνθρώπου, ὃς ἀρχιεπισκοπὴν περιέπει κεντηνάρια ἐς ἑκατόν, ὤ πλούτου, ἔτους ἑκάστου δωροφοροῦσαν αὐτῷ, καὶ ὅτι ἐν τῇ τοῦ Σιφάντου νηΐ, ὡς ἦν ἐγχωροῦν, ἀναπαυσάμενοι τῇ καραδοκίᾳ τῶν χιλιάδων, ἃς ἡμῖν ἐπέγραψαν οἱ μεγαλοπρεπεῖς πειραταί, αὐτὴ γὰρ ἡμῖν κατάλυμα πρῶτον εὐτυχήθη, αἰχμαλώτων γέμουσα κατὰ τὰς λοιπὰς ἁπάσας, οἳ καὶ γοᾶσθαι ἡμᾶς ὀργῶντες αὐτὸ μὲν ποιεῖν οὐκ εἶχον τόλμαν, ὡσίουν δὲ τὸ πένθος προσώπου συναγωγῇ πρὸς σκυθρωπότητα καὶ δυσωπίᾳ ἐκθλιβούσῃ δάκρυα, ὁποίοις καὶ ἡμεῖς, ὁ κατ' ἐκείνους δυστυχὴς φόρτος, αὐτοὺς ἠμειβόμεθα· οὐδὲ γὰρ οὐδὲ προσφωνῆσαι ἑξῆν. Ἐν τοίνυν τῇ τοιαύτῃ νηῒ τότε καταπαύσαντες, τῇ ἐπαύριον μετὰ τιμῆς ὁμοίας ἀνήχθημεν εἰς τὸν Κομνηνὸν Ἀλέξιον. Ἔνθα θῆρα εἰκονομάχον, Γελίελμόν τινα, ὃς ἐκ τῆς Νικαέων διέδρα τὸν Ἀνδρόνικον, ὁ τόπος ἡμῖν ἐξέφηνεν, ἄγριον ἐκεῖνον καὶ οἷον θανατοῦν καὶ προτοῦ ἐμφαγεῖν. Ὃς οἷά τις Ἐριννὺς τραγῳδική, ἔχων κατ' ἐκείνην καὶ δᾷδας, ἐρεβοδιφήσας ἡμᾶς, ἦν γὰρ ἤδη νύξ, καὶ εὑρὼν ἔνθα γῆς ἐκοιταζόμεθα οὐ πρὸς ὕπνον, ἐπτερύξατο γὰρ καὶ αὐτὸς ἐξ ἡμῶν ἐπὶ νύκτας ἤδη πολλάς, ἀλλ' ὅτι μὴ εἴχομεν ἢ καθῆσθαι ἢ ἵστασθαι, οἷα πολυημέροις καταπεπονημένοι κακοῖς, ἀνάθεμα πρὸς βοὴν συχνὰ ἐβαρβάριζε κατά τι κακὸν φροίμιον τῷ μὴ φονεύσαντι ἡμᾶς, παρόντος καὶ ἀγαθοῦ τινος ἀδελφοῦ αὐτῷ, ἐξ οὗ κατὰ τῶν σεπτῶν εἰκόνων τὸν θῆρα ἐμάθομεν μαίνεσθαι. Ὡς δὲ ἡμεῖς ἠρόμεθα τί τὸ αἴτιον τοῦ φονευτέους ἡμᾶς εἶναι, πρῶτα μὲν θυμωθεὶς αὐτὸς εἰς πλέον ἐπέκρινεν ὡς, εἴπερ αὐτὸς τὴν ἀρχὴν ἡμῖν περιέτυχεν, οὐκ ἂν ἄρτι κεφαλὴν εἴχομεν, εἶτα καὶ αἰτιολογήσας τὸν καθ' ἡμῶν θυμόν, ἐπέραινε τὴν αὑτοῦ σοφίαν εἰς τὸ ἀπίστους ἡμᾶς εἶναι Θεῷ, οἷα τῷ Ἀνδρονίκῳ πιστούς. Πρὸς ἅπερ ἡμεῖς ὑπουλευσάμενοι καὶ ποικίλα λαλήσαντες ἢ λαλαγήσαντες πρὸς ἄνδρα μαινόμενον, ἠγαπῶμεν γὰρ ἔχειν κεφαλήν, μόλις ἐξημερώσαμεν τὸν ἀτίθασσον, ὡς καὶ ἀσπάσασθαι ἡμᾶς καὶ εἰς χεῖρα φιλήσαντα οἴχεσθαι.
Καὶ οὕτως ἡμεῖς τε νύκτα καταθετικὴν εὕρομεν, τῶν ἐκείνου δᾴδων καὶ λάλων ἀπαλλαγέντες χειλέων, καὶ οἱ συγκατεστρωμένοι αἰχμάλωτοι ἐς Κομνηνοῦ. Καὶ διαγαγόντες ἐκεῖ μετὰ τῶν συναιχμαλώτων ἡμέρας ὀλίγας, καί τι καὶ ἐλεηθέντες εἰς τροφήν, ναὶ δὲ ὑπό τινος τῶν ἐκείνου καὶ εἰς χάλκεα κέρματα, ὧν ἡ δόσις ἡμῖν τηνικαῦτα εἰς θησαυροὺς ἐνεγράφη Κροίσου (καὶ ἐλεήσαι ὁ Θεὸς ἐκεῖνον τὸν ἄνθρωπον), εἶτα καὶ εἰς τοὺς κόντους, εἰπεῖν δὲ συνηθέστερον κόμητας, μισῶ γὰρ τὸ ἀκράτως βάρβαρον, ἐκομίσθημεν.
Ἔτι κεφαλαιώσομαι καὶ ὅτι, ἀεθλεύσαντες μακρὰ καὶ ἐκεῖ, μόλις μετὰ καὶ ἑτέρας ἡμέρας μετρίας τῷ τοῦ ἁγίου οἴκῳ ἀποκατέστημεν, καὶ ὅτι εὑρόντες ἐκεῖ φῦλα λατινικά, καὶ ἑτεροίων δὲ ἀνθρώπων γέμοντα ἰδόντες τά τε ἄνω τά τε κάτω, ἐξ ἀνάγκης ἐγενόμεθα τοῦ κατὰ τὸν οἶκον κηπιδίου, καὶ ἐπιδόντες ἑαυτοὺς πεσσουλίῳ τοῦ ἐκεῖσε βραχυτάτου λοετροῦ ἐκείμεθα, χόρτον ἄμικτον ὑποβεβλημένοι, καὶ ὅτι ὀκτὼ μετρήσαντες ἡμέρας, ἐν αἷς ἄρτον ἀκραιφνῆ οὐδὲ εἴδομεν, ἀλλὰ τοῖς ἐκ πιτύρων ἐγκρυφίαις ἐχρεωκοποῦμεν τὸ τῆς γαστρὸς λίχνον, καὶ οἴνου δὲ μηδὲ μύρισμα εὐτυχήσαντες, μετ' αὐτὰς καὶ οἴνου ψευδωνύμου ἠρέμα καὶ ὡς ἀληθῶς κατὰ στράγγα μετέσχομεν καὶ ἄρτου δὲ ζυμίτου καὶ ἄλλων δέ τινων, καὶ ὅτι οὐδὲ τὸ κηπίον εἶχε λιμὴν ἡμῖν γενέσθαι τοῦ λατινικοῦ κλύδωνος. Καὶ εἰ μὲν δένδροις ἠχρειοῦτο, καὶ μάλιστα συκαῖς, ὧν καὶ ἄωρος ὁ καρπὸς παρηνομεῖτο τοῖς ὠμησταῖς εἰς ἔμβρωμα, ἔτι δὲ καὶ πρασιαῖς, ἃ δὴ φίλτατα ἡμῖν ἔφυσαν, ἄλλη τοῦτο λύπη τοῖς γε φιλοτοιούτοις· ὅτε δὲ καὶ τὴν ὑποποδιαίαν ἡμῖν ἠχρείουν τράπεζαν, ἀλλ' ἐκεῖνο οὐκ ἔχω φράσαι ὅπως ἂν φέροι τις ἀπαθῶς. Ἐκαθήμεθα μὲν γὰρ ὁμιλαδὸν οἱ πτωχοὶ σύσσιτοι, τοὺς πιτυρίας προβεβλημένοι πρὸς τροφήν, οἱ δὲ ἀπαίδευτοι, ἀφέντες κείρειν τὰ ἐκ τῆς γῆς, οἷς ἔχαιρον ἐμφιλοχωροῦντες ἀεὶ τῷ κήπῳ, ἐσκευάζοντο καθ' ἡμῶν· καὶ ἐγγίσαντες, εἶτα στραφέντες καὶ τὰ περὶ τὴν ἕδραν γυμνώσαντες καὶ εἰς ἔκκρισιν ὑφιζήσαντες κατεστοχάζοντο ἐξ ἐναντίας ἡμῶν ἀποκοντοῦν τὰ περιττὰ τῆς γαστρός, ῥυϊσκόμενα καθ' ὕδωρ διὰ τὰς ὀχετηγοὺς σταφυλάς. Καὶ ἐποίουν οὕτω. Καὶ οἱ μὲν μεθ' ἡμῶν βδελυττόμενοι, ὡς ἔδει, τὸ μυσαρόν, διερρήγνυντο θυμῷ καὶ κατηκονῶντο ἀτίμως ἀπαγαγεῖν τούς, εἰ χρὴ ἑλληνικῶς προσρηθῆναι, Ὀζόλας, ἡμεῖς δὲ ἐπείχομεν τοῦ ἔργου, κρίνοντες ὡς οἱ ἁμαρτιῶν βορβόροις ἐγκαλινδούμενοι καὶ τοιούτων ἀποβαίνουσιν ὀδμῶν ἄξιοι.
Προσθήσω ταῖς κεφαλαιώσεσι ταύταις καὶ ὡς ἡ ξηρὰ κοίτη, ἐπὶ πλέον παραμείνασα, ὀψέ ποτε ὑπὸ θεοφιλῶν ἐξεθεραπεύθη ἀνδρῶν, ὥσπερ καὶ ἡ γυμνιτεία, ὧν οὐχ ἡμεῖς δαψιλῶς εἴχομεν μόνοι, ἀλλὰ καὶ πάντες οἱ μεθ' ἡμῶν, καὶ ὅτι καὶ ἀπὸ τῶν ἐχθρῶν παρηγάγομέν τι κέρδους, αἱμύλα κωτίλαντες καὶ βαθέα, ὧν οὐκ ἂν ὤκνησέ τις μεμνῆσθαι διὰ τὸ ὑπογλάφυρον, εἴπερ ἦν καιρὸς ἐνταῦθα περιηγηθῆναι καὶ αὐτά. Καὶ ἀφαίρεμα μέν τι τῶν ἐξ ἡμῶν, ἡμίονον θετέον εἰπεῖν ἢ βίβλον μίαν γοῦν ἢ στρῶμα ἢ ἄλλο τι τῶν ἡμετέρων, ἐκσπάσαι τοῦ κατ' αὐτοὺς χάους οὐκ ἔσχομεν, χρυσίνους δὲ πεντήκοντα ἐπορισάμεθα, οὐ πάντῃ φορμίσαντες ἀδώρητα· ὅθεν ἡμῖν ἡσυχαία τις ἀνάστασις τοῦ κατὰ παντελῆ πτωχείαν γέγονε πτώματος, τοῦ Μυροβλύτου καὶ ἀλλοίαν ἐπίρροιαν παντοίαν πλημμύροντος, καθὰ καὶ ἐξ ὠκεανοῦ τινος, ἀφ' οὗ καὶ ἡμεῖς ἐζήσαμεν καὶ τὸ τῆς πόλεως δὲ ἅπαν περιλειπόμενον. Οὐκ ἂν γάρ τις ματαιωθείη καὶ εἰς ἰουδαϊκὴν ἐκκυλισθείη ἀχαριστίαν, ὡς τολμῆσαι προενεγκεῖν τῶν χειλέων ἀκερδὴς ἐκ τοῦ Μυροβλύτου ἀπεκβαίνειν τά τε εἰς τροφὴν καὶ λοιπὰ δέ τινα.
Καὶ ταῦτα μὲν ἡμῖν παρεκβεβάσθω συμμέτρως καὶ οὐδὲ πάνυ ἔξω τοῦ δέοντος· οἱ δὲ βάρβαροι πληρώσαντες τὴν πόλιν ὅλην, ἐξ αὐτῶν τῶν ἑῴων πυλῶν ἀρξάμενοι, ἐθέριζον τοὺς καθ' ἡμᾶς καὶ συχνὰ ταῦτα δράγματα ῥίπτοντες σωροὺς ἐστοίβαζον, ἐξ ὧν Ἅιδης φιλεῖ σιτούμενος. Καὶ οἱ μὲν ἐπὶ τῶν ἀμφόδων φεύγοντες ἔπιπτον περὶ αὐτὰς καὶ ἅμα ἐγυμνοῦντο σκυλευόμενοι· καὶ οὕτως αἱ ἀγυιαὶ εἰς οἰκτρὰ ἐσχεδιάζοντο πολυάνδρια, ἡλίου ἐφορῶντος ἃ μὴ ἔπρεπεν. Οἱ δὲ ἐν ταῖς οἰκίαις παρέμενον αὐταῖς εἰς ἀδιεξόδευτον· καὶ οὐκ ἦν εὑρέσθαι οἰκίαν, ἣν οἰκῶν ἄνθρωπος ἠλεήθη, πλὴν εἰ μὴ ἄρα πλῆθος εἶχεν ὁ οἶκος. Ἐκείνου γὰρ οἱ μέν τινες ἔπιπτον ἔσω, οἷς καὶ ἦσαν αἱ οἰκίαι αὐτῶν τάφοι αὐτῶν, παραθεῖναι τὸ ψαλλόμενον, οἱ δὲ διεκχυθέντες εἰς φυγὴν τῇ τοῦ πολέμου τύχῃ ἐπεδίδοντο. Καὶ τέως μὲν ἁπλοῖ ἔκειντο οἱ ῥιπτόμενοι, μικρὸν δὲ ὅσον τῶν πολεμίων ῥαϊσάντων τῆς ἄγαν ἐντρεχείας καὶ ὑποπαιζόντων πικρότερον κατὰ γαίας, ὃ δὴ λέγεται, κωφῆς καὶ ἑτεροῖα νεκριμαῖα ἐπέκειντο. Καὶ ὁ μέν τις νεκρὸς ἄνθρωπος ὄνῳ κειμένῳ συνεδυάζετο, ἕτερος δὲ κύνα εἶχε συμπαρακείμενον. Καὶ τούτων τὰ πλείω καταπεπαιγμένα ἦσαν ὡς εἰς διάθεσιν συμπλοκῆς καὶ φιλήματος. Ἄλλος ὁμοῦ ἦν αἰλούρῳ κατοικιδίῳ· οὐδὲ τοιούτων γὰρ τὸ βάρβαρον ἐφείδοντο, καὶ μάλιστα κυναρίων, ὡς καθυλακτούντων καὶ ἐπιτρεχόντων· διὸ καὶ αὐτῶν ἡ καθ' ἡμᾶς πόλις ἐσπάνισεν. Εἴ τι δέ που καὶ περιλέλειπτο, ἀνδρὸς μὲν Ῥωμαίου κατεβάϋσεν ἂν καὶ κατέδραμε, Λατίνῳ δὲ ὑπεξεχώρει κνυζώμενον. Κατέγνω γὰρ καὶ τὰ τοιαῦτα οἷ κακοῦ ἦσαν. Καὶ εἶχε παροιμιάσασθαί τις τότε κατὰ τοὺς ἐν Σερίφῳ σιγῶντας βατράχους καί τινας τοιούτους Ἰταλοὺς τέττιγας, οὕτω καὶ κύνας ἀφώνους τοὺς παρ' ἡμῖν.
Καὶ ἀμφόδους μὲν κατατρέχεσθαι καὶ οἰκίας οὐκ εὖ πάσχειν οὐκ ἂν εἰς μάχης καινοπράγημα θείη τις, θείους δὲ ναοὺς τυραννεῖσθαι, ἀλλὰ τοῦτο θεομαχίᾳ κρίνοιτ' ἂν ἀγχίθυρον. Εἰστρέχοντες γὰρ καὶ εἰς αὐτοὺς ἑκάστους οἱ βάρβαροι ἐποίουν πάνδεινα καὶ οἷα θεὸν ἐρεθίζειν εἰς ἄμυναν. Καὶ ὅσους μὲν ἱεροὺς ἄνδρας, τεθωρακισμένους οἷον ταῖς ἁγιωτέραις τῶν στολῶν, κατέκοπτον, τοὺς πλείους εἰς θάνατον, τοὺς μὲν ἐπ' αὐτοῦ τοῦ ἐνθέου βήματος, τοὺς δὲ καὶ ἐκτός, ὅποι τύχῃ εὕροιεν οἱ φονευταὶ ἐνστάτας παρὰ Θεῷ, καὶ ὅσον δὲ λαϊκόν, οἳ τοῦ στόματος πλήρους ὄντος τοῦ “κύριε ἐλέησον” ἀπηράσσοντο τὰς κεφαλάς, ἐπανακρινόμενοι τί τὸ “κύριε ἐλέησον” καὶ γελώμενοι. Αἱ δὲ κατὰ λαγνείαν χρανθεῖσαι, σεμναὶ γυναῖκες ἐν τοῖς ἱεροῖς καὶ εἰς ἁγνείαν ἐπηρεασθεῖσαι, ἰδού εἰσι, καὶ πρεσβευέτωσαν κατὰ τῶν αἰτίων, αἱ ὑπὸ γάμου ζυγόν, αἱ διὰ παρθενίαν ἄνετοι, αἱ νύμφαι τοῦ Θεοῦ. Καὶ μιᾷ μὲν ἕνα τινὰ συγχρωσθῆναι εἴη ἂν μεῖόν τι κακόν, αἱ δ' ἐν τοιούτοις κοιναί, καθά τις ἂν εἴποι, ἀμίδες οὐκ ἂν εὕροιεν κλαυθμὸν ἐπάξιον.
Ἔχω καλόν τι ἐνταῦθα τῶν βαρβάρων εἰπεῖν, ὅτι φονεύειν τοὺς ἐν τοῖς ἱεροῖς ἐπιβαλόμενοί τινες ἀπέσυρον αὐτοὺς ἔξω γοῦν, καὶ οὕτω καθῄρουν τοῦ ζῆν, μετριάζοντες τὸ κακόν.
Οἱ δὲ τοῖς θείοις ἐνυβρίζοντες καὶ τὰ μὲν τῶν σεβασμίων τυπωμάτων κατασχίζοντες, ὅσα μηδέν τι γλαφυρὸν ἐκ τιμίας ὕλης εἶχον, τὰ δὲ ψιλοῦντες τοῦ κατ' αὐτὰ κόσμου μετὰ πληγῶν, οὔτε ταῦτα δρᾶν διεγνωσμένοι ἐχώρουν εἰς εὔφημον ἡμετέραν μνήμην, καὶ νῦν δὲ εἰς νοῦν ἐλθόντες ἡμῖν ἀποπτύονται. Καὶ πῶς γὰρ ἄν τις γυμνοῦσθαι ἀνθρώπους ἐπ' ἐκκλησίας μαθὼν καὶ ἀχθόμενος ἀνάσχοιτ' ἂν μὴ οὐ χόλῳ διαρραγῆναι, γύμνωσιν κειμηλίων θείων ἐγνωκώς; Ὢ Θεοῦ ἀνεξικακίας, εἰ βάρβαρον ἄνδρα κατὰ τῆς ἱερᾶς καὶ φρικτῆς τραπέζης ἀναπηδήσαντα καὶ ἐκκαλύψαντα τὴν αἰδὼ καὶ ἐνουροῦντα εἰς ἀκοντισμὸν ἀφῆκε ζῆν ἀνεχόμενος. Ὦ σταυροὶ τίμιοι, τὸ ἡμέτερον κράτος, ὅσοις καὶ ὑμῶν οἱ μιαροὶ ἐνέπαιξαν. Καὶ ἡ θεία δύναμις ἀτρεμοῦσα οὐκ ἔσθ' ὅπως οὐκ ἐξεγερθήσεται.
Τί ἄν τις ἐνταῦθα ἐκθείη καὶ ταύτην <τὴν> μιαρίαν, ὡς τοῖς μὲν ἐξ ὑέλου ἐκκλησιαστικοῖς λαμπτῆρσιν ἐνεούρουν οἱ ἀσύντακτοι, ὅσα καὶ οὐράναις, εἴποι ἂν ἡ τραγωδία, τοῖς δὲ τῶν οὔρων δοχείοις οἷα καὶ ποτηρίοις ἐκέχρηντο; Οἵ γε καὶ κατὰ φρεάτων ἀφιέντες προρρέειν τὸν τοῦ κατ' αὐτοὺς ἀσκοῦ προύχοντα πόδα, εἶτα ὑδρευόμενοι ἔπινον τοῦ μιασμοῦ καὶ τοῦτο πάλιν καὶ πάλιν, καὶ εἰσαεὶ κύκλον τοῦτον ἑλίττοντες ἀσελγῆ.
Ἀλλὰ τοῦτο μὲν εἴη ἂν καὶ γελοῖον παραρριφὲν εἱρμῷ τινὶ καὶ αὐτό. Ἃ δὲ ἀνόπιν συγγεγράφαται, ἀλλ' ἐκεῖνα μυρία προκαλοῦντα δάκρυα· ὁποῖον καὶ τὸ τοῦ Μυροβλύτου, οὗ τῷ τάφῳ ἐμπεπαικότες μετὰ πελέκεων οἱ τοιούτων εἰς ποινὴν ἄξιοι, τόν τε πέριξ ἐπιπολάζοντα κόσμον ἐξ ἀργύρου κατέκοψαν καὶ τὸν ὑπὲρ κεφαλῆς δὲ περιείλοντο χρύσεον στέφανον καὶ μὴν καὶ τὸν ἕτερον ἀπήγαγον τοῖν ποδοῖν, ἵνα τάχα τὸ ποδῶκες τῆς ἐξ ἐκείνου δίκης ἐκκλίναιεν. Κἂν ἐξέπραξαν ἐς τὸ πᾶν, εἰ μὴ τὸ θεῖον ἀντέβη καὶ ταχὺ ὁδηγῆσαν τοὺς κρείττονας ἔν γε τοῖς βαρβάροις εἰς κωλύμην κατεπέτασε τοῦ κακοῦ. Εὐνοῦχος γὰρ τοῦ ῥηγός, ἀμιρᾶς τὴν ἀξίαν, πράττειν ὀξὺς καὶ θερμός, οἷος φόβον βαθὺν καταπέμπειν οἷς ἂν ἄγριος προσενεχθείη, ἔφιππος εἰσελάσας, ὡς οὐκ ἄν τις ἐλπίσοι, ἕως εἰς βαθὺ τοῦ θείου ναοῦ, ὡς μὲν οἱ πολλοὶ ἐνόμισαν, διὰ περιφρόνησιν καὶ αὐτὸς κατ' ἐκεῖνον, ὃς ἐν τῇ τῆς μητροπόλεως καθολικῇ καθιππεύσας τόν τε ἵππον ἀπέβαλε συγκατενεχθεὶς θραυσθέντα καὶ αὐτὸς οὐκ εὖ ἀπήλλαξεν, ἀληθῶς δὲ κατὰ προμήθειαν, ἵνα καὶ ῥᾷον οὕτω διὰ τῆς πυκνότητος τοῦ λαοῦ παρεισδύοιτο φευγόντων ἑκάστων συμπατηθῆναι τῷ ἵππῳ, καὶ ἄποπτος δὲ ὢν βλέποιτό τε καὶ ἀντιβλέποι τοὺς κακουργοῦντας, καὶ οὕτως αὐτοὺς ἀμύνοιτο· εἰσδραμὼν γοῦν ὁ εὐνοῦχος οὕτω μετ' εὐγενοῦς ἵππου καὶ τὴν μετὰ χεῖρα σιδηρέαν κορύνην κατάγων, συνεπιλαμβανομένων ἅμα καὶ τῶν ἐφεπομένων θεραπόντων, οἳ καὶ αὐτοὶ σφοδροὶ δρᾶν ἦσαν, φόνους τε πολλοὺς ἐκώλυσε καὶ γυμνώσεις ἀνδρῶν τε καὶ γυναικῶν, ἃ δὴ ἑτέρωθι κωλυθῆναι οὐκ ἔσχε, καὶ τοὺς ἐπιβούλους δὲ τοῦ ἁγίου τάφου ἀπήγαγεν, ὡς οὐκ ἂν ἐκεῖνοι ἤθελον, κερδήσαντας μόνα ( μυρία δὲ ἦσαν ἐκεῖνα ) ὅσα πρὸ αὐτοῦ κατέσπασαν φθάσαντες. Καὶ φόνους μὲν τοὺς ἐκεῖ κατέσχεν ὁ ἄρχων, τοῦ δὲ πνιγμοῦ τῶν φυγόντων ἐν τῷ ναῷ οὐκ ἦν ἐπίσχεσις, ἀλλ' ὥσπερ ἐν ταῖς ἄλλαις καθολικαῖς, οὕτω καὶ ταύτῃ οὐκ ὀλίγῃ μοίρᾳ τοὺς ζῶντας ὁ πνιγμὸς ἐδικαίωσεν, ὧν ὁ ἀριθμὸς ἐρίζοι ἂν πρὸς τοὺς ἐπ' ἀκροπόλεως πεπνιγότας, ὡς ἡ ἀρχὴ τοῦ λόγου συνέγραψε.
Τί ἂν λέγοιμι τοὺς τῶν τεγέων οἴκων ἄνωθεν καθαλλομένους ἐπὶ μελέτῃ θανάτου, ὅτε τὸ μέγα κακὸν καὶ αὐτοὺς περιεστοίχιζεν; Οἳ πτερύξασθαι εἰς αἰθέρα μὴ ἔχοντες, οὗπερ ἐφίεντο ἄν, τὸ τῶν βαρέων ἔπασχον καὶ ἐλάκουν εἰς θάνατον ἐκ μετεώρου κατασκήπτοντες. Τί δὲ τοὺς κατὰ φρεάτων ὡσεὶ καί τινος Κωκυτοῦ καὶ Ἀχεροντίου ὕδατος βυθιζομένους ἄνδρας τε καὶ γυναῖκας, τοὺς μὲν φόβῳ τοῦ μὴ ἄλλῳ πεσεῖν θανάτῳ, τὰς δὲ καὶ κατὰ σεμνότητα; Καινὸν δὲ οὐδὲν οὐδὲ ἡ τοιαύτη ἔμπτωσίς τε καὶ κατάπτωσις παρ' ἀνθρώποις, οἳ μὴ μόνον πέτρας εὔχοντο ἂν ῥαγῆναι εἰς ὑποδοχὴν αὐτοῖς καὶ βουνοὺς εἰς κρύψιν κατακυλισθῆναι καὶ οὐρανὸν δὲ αὐτὸν ἐπικαταπεσεῖν, ἀλλά που καὶ χάος καὶ τάρταρον ἐφαντάζοντο εἰς κατάδυσιν καὶ βίου κατάλυσιν. Τὸ γὰρ καθ' ἱστορίαν βάραθρον καὶ οἱ κρημνοὶ μικρὰ καὶ αὐτὰ ἦσαν τοῖς ἀφαντωθῆναι θέλουσιν. Ὤ μοι καὶ τῶν λίθων, οἵπερ ἐπαφιέμενοι τοῖς τοιούτοις πρὸς τῶν βαρβάρων ἀνανεύειν οὐκ ἀφίεσαν, ἀλλ' ἐπιπωμάζοντες κατεχώννυον τοὺς ἐλεεινούς.
Οὐαὶ τότε καὶ ὅσαι κατὰ γαστέρων εἶχον, ἃς ἐν τῷ φεύγειν βαρύνων ὁ κατὰ φύσιν φίλιος φόρτος ἐξ ὀλιγηπελίης κατέρριπτε συμποδίζων εἰς ᾍδην, φθανούσας τὸν διὰ ξιφῶν ὄλεθρον. Οἰκτρὸν δὲ τούτων οὐκ ἔλαττον καὶ μητέρες, αἷς φευγούσαις καὶ ἁπαλοὶ παῖδες συνέτρεχον. Καὶ τέως μὲν ὁμοῦ ἦσαν, ἐπισπέρχοντος δὲ τοῦ κακοῦ, ἐνίκων τὸν δρόμον αἱ μητέρες, δυστυχῶς γε τοῦτο καὶ μάλα. Ἐπιστραφεῖσαι γὰρ ἢ οὐκέτ' ἔβλεπον τοὺς ποθουμένους ἀνθαμίλλους, Ἡρώδου δή τινι ψήφῳ περιπεπτωκότας, ἢ ἔπιπτον καὶ αὐταὶ πρὸς τῶν ἐπικαταλαβόντων, μισούμεναι, ὅτι μὴ ἐκείνων πρὸς ἔρωτα ἐπεστρέφοντο, ἀλλ' ἔκλαιον τὸν ὕστατον δόλιχον, ὃν οἱ παῖδες ἐστείλαντο. Ἔφευγον καὶ πατέρες, νεογνὰ μητέρων ὀρφανὰ ὀπίσω ἀφιέντες. Καὶ αὐτὰ μὲν ὡς ἐπὶ σωτηρίᾳ ἐγοῶντο, οἱ δὲ μὴ ἐπιστρεφόμενοι ἔθεον, καὶ ἡ φύσις ἐβόα κενά. Εἰ δὲ καὶ ἐξέδραμον ἐκεῖνα συμφεύγειν, αὐτὰ μὲν ἐποίουν τὸ δυνατόν, ὁ δὲ γενέτωρ ἦν ὁ αὐτὸς τοὺς πόδας, τοῦ κατὰ θάνατον φόβου τὴν φυσικὴν ἐκνικῶντος στοργήν. Καὶ εἴπερ ὁ τεκνωσάμενος περιποιήσεται ζωήν, ἀλλ' αὐτὰ συμπατούμενα καὶ πρὸς βίαν σκαρίζοντα ἐξώλλυντο εἰς ἐπιθήκην τῶν κατ' ἄνδρας νεκρῶν. Οὕτω καὶ θρέμμα τραχύ, λύκων ἐπιτρεχόντων, ἀφίησι τὰ οἰκεῖα νεογιλὰ καὶ φεύγει, καὶ ὁ λύκος οὐκ οἶδεν οὐδενὸς φείδεσθαι.
Κλαίω δ' ἐνταῦθα ἐγώ, ἀναπολήσας εἰς νοῦν ὡς καὶ ἡμεῖς ἅπαντες οὔτως ἐφεύγομεν, οἷα σφαγῆς πρόβατα, οὔτε ποιμένος προμαχοῦντος οὔτε μὴν μισθωτοῦ. Καὶ μακάριον εἴπερ ἐφεύγομεν διὰ τέλους. Νῦν δὲ ἀλλὰ μικροῦ δέον οἱ πλείους τοῖς τῶν λύκων περιεπίπτομεν στόμασι. Μυρία δὴ ταῦτα πτώματα, καὶ οἷα πόλιν ἀποκενοῦν εὐφοροῦσαν ἦν ὅτε οἰκητόρων ἀγαθῶν. Καὶ μετροῖντο ἂν οἱ οὕτω πολυτρόπως πεσόντες ὑπὲρ χιλιάδας ἑπτά, ὡς οἱ περιελθόντες ἐστοχάσαντο πρὸς δυνατὴν ἀκρίβειαν, σύν γε τοῖς ἐκ Βουλγάρων πεζοῖς καὶ ὅσοι τοῦ στρατιωτικοῦ συνέπεσον. Οἱ δὲ βάρβαροι περιεργασάμενοι ἄλλως εἰς πέντε χιλιάδας ἠρίθμησαν τὸ κακόν, μήτε τοὺς πεπνιγμένους συγκεφαλαιωσάμενοι τούτοις μήτε δηλαδὴ τοὺς ἐπ' οἴκων πεσόντας, ἀλλὰ μόνους ἀριθμῷ δεδωκότες ὅσους αὐτοῖς ἐκθέτους κειμένους ἥλιος ἔφηνεν.
Ἐνταῦθα δάκοι ἂν καρδίαν ἀνδρὸς φιλοίκτου καὶ ὅτι τοὺς κειμένους ἔν τε ταῖς ἀμφόδοις καὶ ἐν τῇ ἀκροπόλει ἀλόγοις ζῴοις ἀναμιγνύντες κατέκαιον οἱ ἐχθροί, τὸ μισάνθρωπον ὀψὲ καὶ τοῦτο δράσαντες. Τὰ πρῶτα γὰρ ὑφ' ἡμῶν παρακαλούμενοι καταχῶσαι τοὺς νεκρούς, μὴ καὶ θέα δυσπρόσωπος ἔκκεινται καὶ ἀποφορὰς δὲ νοσερὰς ἀτμίσωσιν, ἐθάδες τοιούτων αὐτοὶ ἔφασαν εἶναι καὶ χαίρειν τοιαύταις θέαις τε καὶ ὀδμαῖς.
Οἱ μὲν δὴ πολλοὶ φόνοι καὶ αἱ σφοδραὶ ἁρπαγαὶ καὶ τὰ πλείω κακὰ δοκοῖεν ἂν λῆξαι μετὰ μεσημβρίαν τῆς ἡμέρας, καθ' ἣν ἡ ἅλωσις, ἐξ ἐπιτάγματος τῶν κομήτων. Ἦν δὲ Σάββατον, οὐ φυγὴν ἔχον, ἣν εὐαγγελικῶς ἀπεύξαιτ' ἄν τις, ἀλλὰ τηλικαύτης πόλεως ὄλεθρον. Τὰ δ' ἐντεῦθεν οὐκ ἂν μέν τις φράσαι, ὡς μηδέν τι ἐλλεῖψαι· ὅσα δέ ἐστιν ἐπιλέξασθαι, αὐχήσωμεν ἂν καὶ αὐτοὶ ἱκανοὶ ἔσεσθαι ἀπογράψασθαι. Πάντες οἱ ἔξω ἱππόται καὶ οἱ ναύαρχοι δέ, ἀκολούθως δὲ καὶ οἱ ἀμφ' αὐτούς, ἀνακαθήραντες ἤδη τὰ σφίσι φοβερὰ καὶ μισήσαντες εἰς πλέον αἰθριοκοιτεῖν, ἔπλησαν ἀδεῶς τὰς οἰκήσεις τῆς πόλεως, τὰς μὲν μείζους κατὰ κεφαλὰς καὶ ὅσοι περὶ αὐτάς, τὰς δὲ ἐλάττους κατά τινας ἴλας ἑτέρας, ὅσαις ἦν σύμμετρον τὸ κατάλυμα. Καὶ τὸ ἐντεῦθεν αὐτοὶ μὲν ἦσαν οἴκων εἴσω, τὸ δὲ πολιτικὸν ἅπαν σύστημα ἐπλάζετο, ἐν οἷς καὶ ἡμεῖς. Καὶ τὸ μὲν βάρβαρον ἐνέμετο τὰς ἐπ' οἴκων ἐνθέσεις, οἱ δὲ οἰκοδεσπόται ἀπελήλαντο καὶ περιενόστουν ὧδε κἀκεῖ πεινῶντες, διψῶντες, ῥιγοῦντες, ὅτι καὶ γυμνοί. Καὶ εἴθε μὲν γυμνοί, ὡς ἄν που καὶ ἐλεοῖντο ἐκ τῶν γυμνωσάντων· νῦν δὲ σοφιζόμενοι τὴν ἔνδυσιν διὰ τὸ ἄλλως κατ' ὄψιν αἰσχρὸν οὐκ εἶχον ἔλεον, οἷα τῆς ἀνάγκης ἑκάστῳ, εἰ καὶ ἄναλλον, ἀλλ' οὖν τινὰ στολὴν ἀφοσιούσης, ὁποίαν ἰδὼν ὁ μὲν ἔξω πένθους γελάσοι ἂν διὰ τὸ σκηνικώτερον, ὁ δὲ συγγεγευμένος τοῦ πάθους οὐκ ἂν ὀκνήσοι μὴ ἐκθανεῖν λυπούμενος. Ἐτρύπησέ τις ψίαθον καὶ περιβαλόμενος ἔκρυπτε μόγις τὴν προσθίαν αἰσχύνην καὶ ἠγάπα οὕτω καλυψάμενος, εὐδαίμων αὐτὸς τῇ πρὸς ἑτέρους παραβολῇ, ὅσοι τὸ κατὰ χεῖρα θέναρ καὶ τὰ δάκτυλα καθά τι παραπέτασμα προθέμενοι καὶ κρύπτοντες ἅπερ ἐχρῆν ἠρκοῦντο, μὴ ἔχοντες ὅ,τι πλέον δράσουσι. Καὶ ἦν μὲν καὶ αὐτὸ οὐ θέας ἄξιον· εἰ δὲ καὶ γυναῖκες τοῦ πάθους ἐκοινώνουν τοῦδε, τί δὴ ἔλαμπεν ἥλιος, ὡς καὶ τοιαῦτα καθορᾶν; Ἀλλ' αὐτὸς μὲν εἶχεν ἄλλως ἐνδείκνυσθαι τι καλόν, ἐκτρέπων τοὺς αὐταῖς ἐνυβρίζοντας, ὁ δὲ ἐπιὼν ἕσπερος πάνδεινα ἐποίει, σκότον προβαλλόμενος εἰς ἀποκρυφὴν καὶ ἀναίδειαν. Ἡ μὲν γὰρ ἡμέρα εἶχέ τι σῶφρον δέει τῶν ὑπερεχόντων, ἡ δὲ νὺξ ἐπαρρησίαζε τὰ μὴ ὅσια. Ἦν τις τότε καὶ ὃς ῥάκος εὑρηκὡς παρερριμμένον που ἀποκαθημένης τυχὸν ἢ καὶ ἀλλοῖον, ὁποίοις πολλοῖς αἱ λεωφόροι κατέστρωνται, καὶ συχνὰ τοιαῦτα συγκεκρουκὼς εἰς ῥαφήν, ὡς εἶχε, καὶ λεντίου τρόπον συσκευασάμενος, ἄκων ἤθελε τὴν ἀσυνήθη περιστολήν. Ἄλλοι συνθέματα ἐρεᾶ μαδῶντα ἐξευρίσκοντες καὶ ἐναπτόμενοι, κοιλίαν μὲν καὶ ῥάχιν καὶ τὰ κατωτέρω ἔσκεπον, σχοίνῳ σαθρᾷ καὶ ῥυπαρᾷ τῇ ἐκ φιλύρας ἢ τοιοῦδέ τινος περιζωσάμενοι, τὰ δὲ λοιπὰ ἐν χρῷ κατ' αὐτὴν σάρκα τῷ ἀέρι γινόμενοι. Ἱματισμένον δέ τινα ἰδεῖν τὸ ὅλον ὅμοιον ἦν ὡς εἰ καὶ ῥῆγα εἶδεν ἢ ἄλλον ἄνδρα λαμπρότητος. Πόρναις μόναις ἐνέλαμπε κάλλος ἱματισμοῦ, αἳ τοῖς ἱεροῖς πεπλώμασιν ἠγλαΐζοντο, εὐπάρυφοι τοῖς μιαροῖς ἐρασταῖς παρομαρτοῦσαι καὶ βλεπόντων ἡμῶν παρρησιαζόμεναι τὴν ἁμαρτίαν καὶ συγκαταχορεύουσαι. Ὢ κἀνταῦθα θείας ἀνοχῆς. Αἱ δὲ κεφαλαὶ τοῖς μὲν πλείοσιν ἦσαν ἀκατακάλυπτοι, τῶν Λατίνων οὕτω σκευωρησάντων, ὡς ἂν ἔχοιμεν τὸ ὁμόστολον. Καὶ τοῦτο μὲν οἱ δυνάμενοι ἔπασχον· ὅσοις δὲ τὰ τῆς κεφαλῆς οὐκ εἶχεν ἀπαθῶς, ἀλλ' ἔδει κατακεκαλύφθαι αὐτὰς διὰ τὸ ἄρρωστον, ἀλλ' αὐτοὺς βλέπων τις παντοῖος ἂν τὴν λύπην γένοιτο, τῇ ποικιλίᾳ τῶν βλεπομένων συμπεριαγόμενος. Πῖλον μὲν γὰρ ἀσκητὸν περιτεθεῖσθαι οἱ εὐτυχέστατοι κατεπλούτουν, τῶν δ' ἄλλων οἱ πλείους ψιάθων πλέγματα ἢ σχοίνων ἢ καλάμης ἐσχεδίαζον εἰς τοιαύτην σκέπην, τὰ πολλὰ καὶ διατετρημένα τὴν κορυφὴν κατὰ καπνοδόκην, τὰ μὲν εὐρῶτος καταβοσκησαμένου, τὰ δὲ καὶ κατὰ βαρβαρικὸν ἄθυρμα, οὐκ ὀλίγα δὲ καὶ πρὸς τέχνην, ἵνα διὰ τοῦ τρήματος ὁ πῖλος, οἷα καί τις χώνη τοῖς διψῶσιν ἐνερεύγηται συμβολήν. Καὶ ἦσαν οἱ πάντες ἐκ τῶν τοιούτων στολισμάτων, ὧν πολλοῖς ἐνέλαμπον ὡς οἷά τινες πορφύρεοι λίθοι πληγαὶ πορφύρουσαι τῷ ἐξ αἵματος λύθρῳ, θέαμα καὶ δυσπρόσοπτον καὶ δυσείκαστον, τὸ μὲν οἷς ἐκ νερτέρων ἥκειν ἐδόκουν σκιαί τινες ἀΐσσουσαι, τὸ δ' ὅτι τοὺς κατὰ φύσιν χαρακτῆρας οὐκέτ' εἶχον διὰ τὸ ἔνδον που ἀναχωρῆσαι ἢ καὶ τέλεον ἐκλιπεῖν τὸν φίλιον χυμόν, δι' οὗπερ ἐξανθεῖ τὸ ἐρύθημα. Ἦν οὖν ἔργον γνωρίσαι καὶ τὸν πάνυ ἐν τούτοις φίλτατον· καὶ ἕκαστος ἀνηρώτα ἕκαστον, ὅστις ποτ' ἂν καὶ εἴη, διὰ τὸ κατὰ χρόαν πάντων ὁμοειδὲς καὶ διάφορον κατ' οὐδέν.
Ἰτέον ἐπί τὰς ἐκκλησίας καὶ θεωρητέον τοὺς τοιούτους καὶ ἐκεῖ καὶ ἐρωτητέον τίς ἄρα ἐν τούτοις ὁ πλούσιος ἢ πένης, καὶ ὅσα τοιαῦτα. Ἀλλὰ τίς μὲν ἱερᾶται; τίς δὲ ἐπὶ τοῦ ἀναγινώσκειν ἐστί; τίς δὲ τοῦ λαοῦ εἶναι εἴληχε; Πάντες γὰρ εἶδος ἓν καὶ μορφὴ ἡ αὐτή· κἂν εἰ μή τις ἀποκριθεὶς τῶν ἄλλων τὸ ἱερὸν εἰσέλθοι βῆμα, στησόμενος εἰς εὐχάς, καί τις ἄλλος εἰς τὸν ἱερὸν ἀνέλθοι ὀκρίβαντα ψαλμοῦ χάριν, οὐκ ἦν διάκρισις τούτων τε καὶ τῶν τοῦ λαοῦ. Εἶχον δέ τι πάντες οὗτοι σεμνόν, εἰ καὶ ἄλλως λυπηρόν· λελυμένοι γὰρ ἐκ τῶν ποδῶν πάντες τὰ ὑποδήματα τῶν τοῦ ἁγίου οἴκου κρηπίδων ἐγίνοντο.
Σκοπητέον καὶ τὰς ἑκάστων τροφὰς καὶ γνωστέον ὡς ἐκ τῶν συμφυλετῶν μὲν οὐκ ἦν ὅ, τι καὶ λάβοιεν, πάντων ἐξ ἴσου πεινώντων, τῶν δὲ Λατίνων ὀλίγοι μέν τινες ἐχορήγουν ὀβολοὺς τοὺς παρὰ σφίσιν, ὅθεν ἦν γλίσχρως ἀποζῆν, οἱ δὲ πλείους διάβολον ἐπικαλοῦντες τὸν ἐπαιτοῦντα, τοῦτο δὴ τὸ παρ' αὐτοῖς εὐχορήγητον, ὕβρεις ἐδίδουν ὡσεὶ καὶ ψωμόν, καὶ κόνδυλον ὄψον ἐπ' αὐταῖς. Καὶ ὁ ἔλεος μὲν οὕτως ἦν δυσεύρετος, δίχα γε τῶν ἐκ τοῦ Μυροβλύτου, ὅς, καθὰ καὶ προσυγγέγραπται, πάντας τοὺς πολίτας ἔθρεψεν εἰς ὅσον ἐχρῆν. Εἰ δέ τις καὶ εὐπορηκώς ποθεν ἐθέλοι τιμήματος πορίσασθαι τὸ τρέφον, βαβαὶ τῆς βαρβαρικῆς ἀπανθρωπίας. Ἰουδαίῳ μὲν γὰρ καὶ Ἀρμενίῳ, οὕς ἡ ἀγχιτέρμων Κρανία καὶ ὁ Ζεμενίκος φέρβουσιν, ἐπεμέτρει ἐς ὅσον τε καθῆκον ἦν καί τι καὶ εἰς ὑπέρμετρον, ἑαλωκότι δὲ πολίτῃ ἐλάχιστον, εἴ που καὶ ἐπιστραφείη αὐτοῦ. Ἀρτίδιον γοῦν περιηγμένον ὡς εἰς κρίκον, ὅσον ἂν ἀντίχειρ καὶ λιχανὸς διαγράψαιεν, τριῶν χαλκῶν στατήρων ἀπεδίδου τῷ ἐλεεινῷ πολίτῃ, μόλις ὀβολοῦ ἀξιούμενον.
Ἀλλ' ἅμα ὑπεκρουσάμην Ἀρμενίους καὶ ζέσιν ἔπαθον περικάρδιον, ἐννοησάμενος ὁποῖα κακὰ καὶ αὐτοὺς ὁ βάσκανος δαίμων ἡμῖν προσέθετο, ἔξω μὲν πρὸ τῆς ἁλώσεως ἓν ὄντας τοῖς πολεμίοις καὶ θερμοτέρους ἐκείνων εἰς τὰ καθ' ἡμῶν ἀποδεικνυμένους κακὰ ἐν ἐφόδοις, ἐν λόχοις, ἐν προόδοις ταῖς εἰς λείαν, ἐν μηχαναῖς, ἐν ἐκφάνσεσι τῶν λανθανόντων, ἔσω δὲ δεσπόζοντας ἡμῶν καὶ αὐτούς, ἀπειλουμένους, ἐπιτάσσοντας, ἀποστεροῦντας, τύπτοντας, ἄγχοντας τοῖς ὠνίοις. Ἀρτίσκον γὰρ παλάμῃ περιληπτόν, ὃν ὀβολοῦ ἄν τις τιμήσαιτο, πολλοῦ αὐτοὶ ἐσταθμῶντο, καὶ λατινικῶς καὶ αὐτοὶ ἡμᾶς ἀπέπνιγον. Καὶ ἀπολώλαμεν ἂν τηνικαῦτα, εἰ μὴ τὴν ὀπώραν κατ' ἄμμον πληθύνας ὁ Θεός, ἐν αἷς καὶ τὰς σταφυλάς, ἃς ἄλλων κεκοπιακότων ἕτεροι ἔδρεπον εἰς τοὺς κόπους ἐκείνων εἰσερχόμενοι, ἔθρεψε καὶ ἡμᾶς. Μὴ γὰρ ἐπὶ νοῦν ἀγέτω τις ἄλλο τι ἐς τροφὴν καὶ τρυφὴν ἐνδεδαψιλεῦσθαι ἡμῖν. Ὧν ἐκθλιβομένων μὲν οἶνον εἴχομεν, εἰ καὶ πνευματίαν ἐκεῖνον καὶ βρόμιον καὶ οὐ προσηνῆ πρὸς ὑγίειαν, ἀλλ' οὖν παραμυθητικώτερον ὕδατος, καὶ ἀλλοίαν δὲ τροφήν, ναὶ δὲ καὶ ἱματισμὸν τῇ ἀπεμπολήσει, καὶ εἴ τι δὲ ἄλλο ῥᾴδιον καὶ πρόχειρον πορίσασθαι. Οἱ δὲ ἐξώλεις Ἀρμένιοι λέγεται καὶ καταμιαίνειν ἡμῖν τοὺς ἄρτους. Ἦν δὲ αὐτὸ οὐχ ἱκανὸν τοὺς πτωχοὺς ἐκτρέπειν τοῦ προσίεσθαι τὰ πωλούμενα· δεινὴ γὰρ ἡ ἀνάγκη τὸ καθῆκον ἐκκρούεσθαι καὶ μόνου τοῦ πρὸς βίαν ἐγκειμένου γίνεσθαι. Τοιοῦτον δέ τινα μιασμὸν διαρρέει φήμη καὶ ἐκ τῶν Λατίνων πάσχειν ἡμᾶς. Ἔλαιον γὰρ πιμελαῖς καὶ στέασιν ἐγκατακεραννύντες ἐγίνοντο τοῖς ἀγαθοῖς Χριστιανοῖς αἴτιοι τοῦ παρανομεῖν τὴν νηστείαν, τὴν κατὰ τὰς Τετράδας καὶ Παρασκευάς, ἵνα μὴ μόνον τὴν τύχην ἡμῖν ἀλλοιώσωσιν οἷς ἡμᾶς κατεδουλώσαντο, ἀλλὰ καὶ τῇ ἁγίᾳ θρησκείᾳ ἐμπαροινήσωσιν. Ὤ, τίς ἂν ἀνάσχοιτο ἐκείνων;
Καὶ ὅτε ἡμεῖς μὲν ἐν τῷ τοῦ μεγάλου Μυροβλύτου ναῷ ὕμνους ἱεροὺς ἐτελοῦμεν περιιστάμενοι τὸν περιώνυμον ἐλεήμονα, οἱ δ' ἐν ταῖς πλαγίαις τοῦ ἱεροῦ βήματος τὰ ἑαυτῶν ἐτέλουν, ἀντιφωνοῦντες ἡμῖν καὶ τὰς πολίτιδας φωνὰς ὑπερφωνεῖν ἐθέλοντες βοαῖς κορυζώσαις καὶ ἀπηχέσι, πολλάκις δὲ καὶ ταῖς τῶν καθ' ἡμᾶς θείων εὐαγγελίων ἐκφωνήσεσι πρὸς ἔριν οἱ ἀχαρίτωτοι ἀντεπεξαγόμενοι καὶ συγχέοντες οὕτω τὸ εὔτακτον καὶ τὴν ἱερὰν ἁρμονίαν λύοντες. Καὶ ἐλάλησα μὲν εὐλαβῶς καὶ περὶ τοῦδε τῷ κόμητι Ἀλδουΐνῳ, εἴ πως γένηται τάξις καὶ μὴ γελῶντο τὰ θεῖα τῇ αὐτονομίᾳ τῶν παρ' αὐτοῖς ἱερέων, ἀνύσαι δὲ ἔσχον οὐδέν, εἰ καὶ ἄλλως ἐκεῖνος ἐῴκει ἐν οὐκ ὀλίγοις ἐθέλειν τὰ ῥωμαϊκὰ τάσσειν ὡς μὴ καταλύεσθαι. Ὅς γε καὶ δικαιοπραγεῖν εἴτε προσποιούμενος εἴτε καὶ πρὸς ἀλήθειαν βουλόμενος ἔν τε τῷ κρίνειν καὶ κολάζειν τοὺς ὑπαιτίους καὶ ἰσότητα διανέμειν καὶ μώλωψι καὶ λοιπαῖς αἰκίαις, ἀλλὰ καὶ σκόλοψι τῶν τινὰς κακούργων τιμᾶσθαι, καὶ τῷ τοῦ ἁγίου τάφῳ ἄργυρον καὶ χρυσὸν ἐχορήγησε, τὸν ἀρκοῦντα εἰς ἀναποίησιν τοῦ ἐλλείψαντος. Καὶ βίβλους δέ, εἰ καὶ μὴ τὰς ἀφῃρημένας καὶ οὐδὲ πάνυ τι εὐχρήστους, ἀλλ' οὖν ὅσας εὐηρεστήθη ἐφιλοτιμήσατο δοῦναι· καὶ πήγματα δὲ κηρῶν ἀργύρεα μεταφορητὰ ἐν ἱεραῖς εἰσόδοις λόγου ἄξια ἐχαρίσατο· καὶ ἡμῖν δέ τινα ζωαρκῆ ἐπένειμε σύν γε καὶ βίβλοις, ἃς οὔτι λίαν ἐποθοῦμεν, καὶ εἰκονίσματα θεῖα, ὧν τὰ πεφροντισμένα τοῖς ἐκείνου ἡμεῖς αὖθις ἐπεμερίσαμεν, αἰτηθέντες καὶ μὴ ἔχοντες ἀπανήνασθαι· ἔτι δὲ καὶ ἱερὰ ἔπιπλα, μὴ γὰρ κρυπτέον τὸ ἀληθές, ἐξ ὧν ἐπικοσμήματός τι πολλαῖς τῶν ἁγίων ἐκκλησιῶν διεμοιρασάμεθα.
Τοῦ δὲ κόμητος τούτου ἐκεῖνο μάλιστα τὸ καλόν, εἰ καὶ ἄλλως εἶχέ τι καὶ κακὸν συμμιγές, παρὰ καὶ καλῷ κακὸν θεμένης τῆς φύσεως, κρατῆρα τοιοῦτον κερασαμένης αὐτῷ. Εἶχε μὲν γὰρ τὸ Λατινικὸν ὑπούλως περὶ τοὺς καθ' ἡμᾶς καὶ συχνὸν αὐτοῖς ὑπ' ὀδόντας ὡς ἀνάθεμα τοῖς μὴ κατὰ τὴν ἡμέραν τῆς ἁλώσεως ἅπαν τὸ πολιτικὸν κατασφάξασι καὶ τὸ διὰ τί κεφαλαὶ τοιούτοις ἐπικάθηνται σώμασι καὶ ὅτι τὸ τούτων αἷμα οὐ ποιεῖ σύγκρασιν πρὸς τὸ ἡμέτερον καὶ ὅτι παρακλητεύσομεν τὸν ῥῆγα καὶ πεσοῦνται μὲν πάντες οὗτοι, ἀντεισοικισθήσονται δὲ καταμόνας Λατῖνοι, καὶ οὕτως ἅπαντα καλὰ ἔσονται. Οὐκοῦν ἀκόλουθοι τούτοις ἀπειλαὶ καθ' ἡμῶν καὶ ῥίπισμα ὅσαι ὧραι τοῦ κατὰ τὸν κόμητα θυμοῦ ἐκ διαβολῶν καὶ ἀναφώνησις τῶν ἐνδιαβαλλόντων τὸ αὔριον, αὔριον, καὶ ὁ τοῦ Θεοῦ λαὸς ἅπας εὐθὺς περὶ ἡμᾶς. Καὶ ἦν ἀνάγκη κοπιᾶν καὶ λαλεῖν, καὶ ἐποιοῦμεν οὕτω συχνά, πολυτρόπως πονούμενοι. Καὶ Θεοῦ χαριτοῦντος ἐπείθομεν, καὶ τοῦτο πλειστάκις διὰ τὸ τὸν ἄρχοντα ῥέπειν ἐκεῖσε. Καὶ οὐ πρῴην ἀνήκαμεν, ἕως τὸ τελευταῖον παντοῖοι (οὐ λέγω τὰ εἰς ὁμιλίαν ἀλλὰ δημηγορίαν) γενόμενοι καὶ δικαιολογησάμενοι καὶ οὐδὲ κολακείας ἀπεσχημένοι καὶ χαριεντισάμενοι καὶ ἐμβριθῶς δέ τι λαλήσαντες καὶ μεμψάμενοι μὲν τὴν τῶν συγκλύδων Λατίνων δεινότητα, ἔπαινον δὲ τῶν Θεσσαλονικέων προενεγκόντες καίριον καὶ ὅλως τοὺς λόγους πολυειδῶς ἁρμοσάμενοι καὶ οἰκονομήσαντες πρὸς ἀνθρώπους ἀγρίους κατά τι ἀμυδρὸν ἀπήχημα γραφικῆς ἐλέγξεως καὶ ἐπιτιμήσεως καὶ παρακλήσεως, οἱ καὶ κατὰ καιρὸν εἰρήνης ἐπὶ τῶν ἡμετέρων ἄτολμοι ὄντες ποιεῖν τὰ εὐαγγελικὰ εἰς ἄκρατον, ἵνα μὴ πάσχοιμεν ἀβούλητα, ἐβεβαιώσαμεν τὸν ἄνδρα καὶ εἰς ἔμπεδον καταστήσαντες περιηγάγομεν διομόσασθαι ἦ μὴν μηκέτι φόβον ἐπαρτηθήσεσθαι φόνου ἤ τινος ἑτέρου κακοῦ τοῖς ἑαλωκόσι. Καὶ τὸ ἐντεῦθεν ἀνεπαυόμεθα εἰς ὅσον ἦν ἐγχωροῦν. Ἐνεχώρει δὲ μὴ εἰς τὸ πᾶν παρά γε τοῖς οὕτω μισορωμαίοις Λατίνοις.
Ἀλλ' ἐπανιτέον πάλιν ἐκ τῶν τοῦ κόμητος ἐπὶ τὰ πρότερον. Διχῇ διῃρημένων τῶν κατὰ βίον εἴς τε τὰ καθ' ἡμέραν καὶ τὰ νύκτερα, αἱ μὲν ἡμέραι ἡμῖν ἐψεύδοντο τὸ ἥμερον διὰ τὴν ἐν τοῖς Λατίνοις ἀγριότητα, τὴν ἀμυδρῶς ὑπολαληθεῖσαν, οἳ μἡ χωρητὸν αὐτοῖς καὶ ἡμῖν τὸν κόσμον εἶναι κρίνουσι· συναντῶντες γοῦν κατέπτυον, ὤθουν, ἐσκέλιζον, κατέβρεχον ὕβρεις. Συχνὸν ἦν αὐτοῖς ὡς εἰς ἐπῳδὸν τὸ ἐλθὲ Καλοϊωάννης, μυκτὴρ οὗτος, ὡς ἡμῶν ἐν τῇ πολιορκίᾳ γαυρουμένων μικρὸν ὅσον τὸν βασιλέα Ἰωάννην ἐλθεῖν ἡμῖν ἐπίκουρον. Εἰ δέ τις τῶν συναιχμαλώτων πεζῇ τὴν λεωφόρον τρίβοι (τίς δὲ οὐ τοιοῦτος τότε, ὅτε καὶ ἡμεῖς ἐπάσχομεν οὕτω, κατάκοποι καὶ τὰ σκέλη παράφοροι καὶ τεταραγμένοι καὶ σεσαλευμένοι κατὰ μεθύοντας; ), εἰ τοίνυν οὕτω τις περὶ στενωπὸν ὁδεύοι καὶ τύχοι Λατῖνον παρέρχεσθαι ἔφιππον, οὐκ ἂν ἐκεῖνος φείσαιτο καταπατῆσαι καὶ συντρῖψαι τὸν ἄνθρωπον, κεντρίζων τὸν ἵππον εἰς κατασκίρτημα. Οὕτως ἐφίλουν ἡμᾶς οἱ ἄνθρωποι, συχνὰ πρὸς πάντα λόγον καὶ πρὸς πᾶν ἔργον προϊσχόμενοι εἰς δικαίωσιν τοῦ κακουργεῖν τὸ ἀπὸ σπάθης ἡμᾶς ἑλεῖν, οὐκ ἀνθρώπινα λαλοῦντες, ἀλλ' ὡσεὶ καὶ λέων ἄγραν ἑλὼν ἐθέλει διασπᾶν αὐτήν, οὐχ ὅτι πεινῴη καὶ ποθοίη σάρκας, ἀλλὰ δικαίῳ τοῦ συσχεῖν αὐτὴν ὄνυξιν. Οὐκ ἦν ἐπὶ τούτοις οὐδὲ ὑποστένειν ἡμᾶς, οὔκουν οὐδὲ κατ' ὄψιν σκυθρωπάζειν, ἃ δὴ τοῖς ἐν κλύδωνι συμφορῶν ἀνεῖται πρὸς ἐκβολὴν τοῦ κατὰ ψυχὴν ἄχθους. Πολὺ γὰρ αὐτοῖς ἐνταῦθα τὸ “διάβολε, τὶ στενάζεις;”. Ἐβούλοντο γὰρ ἀναισθητεῖν ἡμᾶς καὶ φρενοβλαβεῖν, ὡς καὶ χαίρειν ἐφ' οἷς κακῶς ἐπάσχομεν. Εἰ δέ πῃ ξυμπεσὸν ὧδε γελᾶν εἴτε μειδιᾶν ἐπέλθοι τινί, χολὴ καὶ τοῦτο δριμεῖα τῷ κατιδόντι Λατίνῳ. Ἐνόμιζε γάρ, ὡς ἔοικεν, ἢ καταγελᾶν ἡμᾶς τῶν λατινικῶν πράξεων ἢ ἀγαθὰ καραδοκοῦντας ὁ χαιρέκακος εἴτε καὶ πεπονθότας ἀγαλλιᾶσθαι, ὃ τοῖς ἐχθροῖς ἀπενέφαινε. Καὶ τοίνυν δακτύλους εἰς γρόνθον ἔπτυσσον καὶ τὴν χεῖρα γογγυλίζοντες ἐρρύθμιζον πὺξ πλήττειν, “τί γελᾷς, ὦ διάβολε” βατταρίζοντες, καὶ οὕτω τὴν αἰθρίαν τοῦ μειδιάματος εἰς νέφος δακρυόεν μετέστρεφον ἤ, καὶ ἑτέρως εἰπεῖν, τὸν γελῶντα Δημόκριτον εἰς Ἡράκλειτον μετεποίουν δακρύοντα.
Ἀνεψηλαφῶντο παρ' αὐτῶν καὶ τὰ τῶν παροδευόντων προκόλπια καὶ ἐξεκενοῦντο, εἴ τί που καὶ ἔφερον χρηματισμοῦ, εἰ καὶ βραχύ τι ἐκεῖνο ἦν. Περιειργάζοντο καὶ μηρούς, μή που μαχαίρας παρήρτηνται. Καὶ εἴ που εὑρεθείη ἐγχειρίδιον ὁποιονοῦν, αἱ μὲν κόρσαι τοῦ φέροντος εἶχον πληγάς, ὁ δὲ Λατῖνος τὴν μάχαιραν. Ἔδει καὶ διερρηγμένα πάντας ἡμᾶς περιδεδύσθαι· εἰ γάρ τις ἱματίζετο εἰς ἀκέραιον, ἀνεθεματίζετο παρ' αὐτοῖς ὁ μὴ λωποδυτήσας τὸν ἄνθρωπον.
Ὅτε δὲ τἆλλα παρήσουσιν, ἐπεβούλευον ταῖς ἑκάστων κεφαλαῖς, ἐπίσης μισοῦντες τούς τε ἀκειρεκόμας, τούς τε βαθυπώγωνας. Καὶ οὐκ ἦν ἰδεῖν ἄνδρα εἴτε καὶ παῖδα τύχης τῆς οἱασοῦν μὴ κουρίαν κατὰ κύκλον, ὁποία τις οἶμαι καὶ ἡ παροιμιαζομένη ἑκτόρειος κουρά, εἴτ' οὖν ἡ κατὰ Θησέα τὰ πρόσθια· ὡς τό γε ἀντίθετον βαθεῖαι ἦσαν αἱ πάλαι κόμαι κατὰ τοὺς Ἄβαντας καὶ οὐ κατὰ τοὺς Λατίνους τούτους, κύκλωθι τροχαλαὶ καί, ὡς [εἰς] εἰπεῖν, ἀκρόκομοι. Καὶ ὑπούργει πρὸς ταῦτα τοῖς τῶν τριχῶν ἐπιστρόφοις Λατίνοις πῇ μὲν ξυρός, πῇ δὲ μάχαιρα, τοῖς δὲ θερμοτέροις καὶ ξίφος· καὶ αὐτίκα καὶ ὁ πώγων ἠλαφρύνετο τῷ οὕτω κειραμένῳ ἀνδρί. Καὶ ἦν πάντῃ σπάνιον ἰδεῖν ἄνδρα Ῥωμαῖον ἄρτιον τὴν κεφαλήν. Εἶχον γὰρ ἀνάπαλιν τῷ “θρὶξ ἐκ τῆς κεφαλῆς ἡμῶν οὐ μὴ ἀπόληται”. Ἡ γὰρ πολλὴ ἁμαρτία, δι' ἣν καὶ πρωῒ πεποινηλατήμεθα, κατὰ τὸν αὐχήσαντα τὰ εἰς τὰς πρωΐας ἀποκτένειν τοὺς ἁμαρτωλοὺς τῆς γῆς καὶ ἐξολοθρεύειν ἐκ πόλεως κυρίου τοὺς ἐργαζομένους τὸ ἄνομον, μέχρι καὶ ἐς αὐτὰς τρίχας τὸ κακὸν ἡμῖν ἐκορύφωσεν, ἵνα εἰς τὸ πᾶν ῥιγῶμεν ἐψιλωμένοι καὶ τὰς κεφαλάς. Κἂν εἴ που διεκπέφευγέ τινι πώγων καὶ ἦν καθιέμενος κοσμίως, ὡς εἶχε φύσεως, ἁπτόμενοι τούτου οἱ φαῦλοι κουρεῖς τῇ ἑτέρᾳ χειρί, θατέρᾳ δὲ τῶν κατὰ κεφαλὴν τριχῶν, ταῦτα μὲν εἶναι καλὰ ἔλεγον, ἐκεῖνα δὲ κακά, τὰ τοῦ πώγωνος, ἀστεϊζόμενοι ἐν οὐ παικτοῖς.
Στέργοντες δὲ οὕτω τὴν ἐπὶ τοιούτοις πρὸς αὑτοὺς ἡμετέραν ἐξομοίωσιν, τὸ συζῆν αὐτοῖς ὅμως ἀπέστεργον· διόπερ οὐδὲ συμβιοτεύειν ἡμῖν ᾑροῦντο. Ἀλλ' ὅτε τις τῶν οἰκοδεσποτούντων ὧδε καὶ ἐκεῖ πλαζόμενος ἀναπολήσει τὴν οἰκίαν εἰς νοῦν καὶ φαντάσεται τὰ ἑαυτοῦ καὶ ἐπιθυμήσει παρελθεῖν ἐκεῖ καὶ ἐγγίσει καὶ παρακύψει ἐντὸς καὶ ἐρωτηθείη τίς ὢν οὕτω ποιεῖ καὶ ἐξείπῃ αὐτὸς τοῦ οἴκου κύριός ποτε εἶναι, παρελαμβάνετο μὲν ἡδέως καὶ ὑπανεχόμενος ὡς ἐπὶ τιμῇ ἔβαινεν ἁβρὸς ἔσω καὶ εἶχεν ἀσπασμὸν καὶ προεδρίαν καὶ βρῶσιν καὶ τὸ πιεῖν, τὰ δ' ἐπὶ τούτοις τῷ ἀνδρὶ ἐκ τῶν βαρβάρων δεξιώματα θανατηρά· κρεμάθραι γὰρ καὶ αἰκισμοὶ καὶ ἐξ ἀχύρων καπνοὶ καὶ ἕτερα καινότροπα κακὰ ἐπὶ χρημάτων ἐκφάνσει καὶ δόσει. Ὧν διδομένων πάλιν κύκλος ἐν τοῖς αὐτοῖς· ἀναρτήσεις γὰρ τοῦ ἀθλίου καὶ καταφοραὶ βαρεῖαι πληγῶν, ἕως ἂν ἡ ἐμπλησθῶσι τῶν ποθουμένων οἱ δήμιοι ἢ ἐλεήσωσιν. Ἐγίνετο γάρ ποτε καὶ τοιόνδε τι, ὡσεὶ καὶ λέων πεινῶν καὶ ἐνδακών, εἴτα ἐλεήσει ἢ ἀφήσει τὸν αἰκιζόμενον ἡ ζωή. Τῶν τινας δὲ οὕτω πασχόντων καὶ ἄλλως τοῦ ζῆν μετέστησαν οἱ αἰκιζόμενοι, δείσαντες μὴ πολὺν θησαυρὸν ἐκ τοῦ κολαζομένου ἐξευρηκότες ἀφαιρεθῶσι πρὸς τῶν κομήτων τὸ εὑρημένον, καθὰ συνέκειτο. Κωνσταντῖνος γοῦν τις, ᾧ ἐπίκλην Κεκαλεσμένος, ἀνὴρ ἀγαθὸς καὶ πλήθων τὰς χεῖρας, φαντασάμενος τὰ οἰκεῖα, οἷς τὴν καρδίαν κεκόλλητο, καὶ οὕτω πόθῳ τοῦ οἴκου ἀγρευθεὶς καὶ ἀπαιωρηθεὶς καὶ μυρίας πληγὰς ἐντριβεὶς καὶ κατὰ ἑκάστην ἀπαιώρησιν ἐξεράσας χρήματα καὶ εἰς πολλὰ κορυφώσας αὐτά, εἶτα καὶ ἐλαφρίαν παθὼν λογισμοῦ καὶ ἐν τῷ ζητῆσαι λαβεῖν τι ἐκεῖθεν παρακρουσθεὶς καὶ ἀπειλησάμενος καταμηνῦσαι τὸ πρᾶγμα τοῖς κόμησιν, οὐκ ἔσχεν ἔτι κεφαλήν, ἀλλ' αὐτὴ μὲν κατεχώσθη που ἐκκοπεῖσα, ὁ δὲ λοιπὸς Κωνσταντῖνος ἐξερρίφη νεκρὸς ἀβοήθητος.
Ἔσχε δὲ καὶ τοῦτο τὸ κακὸν ἑτεροίαν ἐπίτασιν. Γλυκανθέντες γὰρ οὕτω τῷ κέρδει τῶν οἰκοδεσποτούντων οἱ βάρβαροι, ἐνελόχων ἔσω πυλῶν καί, εἴ τινα παροδεύοντα ἴδοιεν δόκησιν ἀνδρὸς πέμποντα πλουτοῦντός ποτε, ἥρπαζον αὐτὸν ἔσω, οἷά τινες δεινοὶ θῆρες ἐκ φωλεοῦ, καὶ βιαζόμενοι ἐτυράννουν, ἕως τι τῶν κατὰ σκοπὸν ἀνύσαιεν. Εἰ δέ τινες καὶ συμβιοτεύειν αἰχμαλώτοις ἤθελον, εἶχε μέν τι καὶ τοῦτο βάρος, ὡς οἱ εὖ πάσχειν δοκοῦντες περιηγοῦντο, ἦν δέ πως φιλάλληλον αὐτὸ καὶ ἀνθρωπικώτερον.
Οὐκ ἧν οὐδὲ τους θείους ναοὺς ὕμνοις ἀσκύλτως περιᾴδεσθαι τότε, ἀλλ' εἶχε καὶ τὸ καλὸν ἔργον τοῦτο ἐπήρειαν. Καὶ τὰς μὲν ἀρχὰς ἱκαναὶ ἡμέραι καὶ οὔ τε ἐκλείοντο οὔτε σύναξις ἦν ἡ ἐθάς, ὡς ὑμνεῖσθαι Θεόν, ἀλλ' εἴ που ὡς ἐπὶ σκέπῃ καὶ ἀναπαύσει αἰχμαλωσίας, ὅσα καὶ κατ' οἴκους. Ὅτε δέ ποτε καί τις ἄδεια ἐξεφάνη καὶ θεῖοι πυλεῶνες ἐκλείσθησαν καὶ φῶς μυστικὸν ἀνήφθη καὶ ἡρμόσθησαν ψαλμοὶ καὶ ἱερεὺς ἐτέλει καὶ λαὸς ἡμέτερος εἶχε σχολὴν κατὰ ἰσχύν, τότε ὁ δαίμων ἀντέπραττε, τῶν φαύλων Λατίνων εἰστρεχόντων καὶ ταῖς ἱεραῖς φωναῖς ἐπιβουλευόντων καὶ λαλαγούντων καὶ συνήθη βαϋζόντων, εἴ πως ἐγκόπτουσι τὴν συνέχειαν τοῦ καλοῦ.
Οἱ δ' αὐτοὶ καὶ τὸ ξύλον, ὅπερ εὔθετόν ἐστι κήρυκος δίκην σημαίνειν τῷ λαῷ τὴν ἐπ' ἐκκλησίας ἄθροισιν, κωλύειν ἤθελον. Ὅτε γοῦν τὴν ἀρχὴν ἐκρούσθη τοῦτο περὶ τὴν καθολικὴν πρὸς δείλην ἑσπερινήν, ξιφήρεις αὐτίκα ἐπὶ τὸν κρούσαντα κατὰ ῥιπὴν ὀφθαλμοῦ ἢ τάχος ἀστραπῆς οἱ βάρβαροι, καὶ τὸν διάβολον συνήθως μασώμενοι καθ' ὕβριν ἡμετέραν “τί τοῦτο;” ἔλεγον καὶ ἐκώλυσαν τότε τὸ ἔργον. Καὶ διέβη τὸ τούτων θέλημα κατὰ φόβον τὸν ἐξ ἡμῶν καὶ εἰς τοὺς λοιπούς, ὅσοι οὕτως ἔψαλλον. Μετὰ δὲ οὐ πολλὰς ἡμέρας, τῆς ἑορτῆς ἡμῖν ἐσαύριον ἀχθησομένης τῆς Ὑψώσεως τοῦ παντίμου σταυροῦ, ἀνῆλθον μὲν οἱ ἱεροκήρυκες εἰς τὴν τοῦ καθ' ἡμᾶς καθολικοῦ ἱεροῦ κορυφήν, τὰ συνήθη τελέσοντες ἐν ἐπιτομῇ· οὐδὲ γὰρ ἐξῆν πλατῦναι διὰ τὸ τῆς εὐφημίας οὐκ ἀπρόσκοπτον. Καὶ ὡς ἐσήμαναν τῷ ξύλῳ τὴν ἑορτὴν τρανέστερον, πάλιν οἱ βάρβαροι ξίφη γυμνὰ καὶ ἄνοδοι αὐτῶν ἐντρεχεῖς καὶ ἀνακρίσεις καὶ ἔρευναι τῶν κύκλῳ κατά τινα ἰχνηλάτησιν, μὴ καί τις δόλος ὑποκρύπτοιτο. Ὡς δὲ καὶ πολυπραγμονήσαντες καὶ κακολογήσαντες καὶ ἀπειλησάμενοι σταθεροὺς ἑρμηνευτὰς τοῦ πράγματος εὗρον τοὺς περὶ ἡμᾶς, ἐπραΰνθησαν καὶ κατῆλθον ἥμεροι καὶ οὐκέτι ἐνώχλησαν οὐδαμοῦ, οἷα λελυμένου τοῦ ἀπόρου σφίσι πρὸς ἀλήθειαν. Τότε δὴ καὶ ἐπῆλθεν ἡμῖν ἀπορῆσαι τί δήποτε τοὺς μὲν ἄνω περὶ τὸν τοῦ Μυροβλύτου ναὸν σημαντικοὺς τοῦ ψάλλειν μεγάλους κώδωνας οὐχ ὑποπτεύουσι, τὸ δὲ περὶ τὴν μητρόπολιν συνθηματίζον ξύλον τὴν ἱερὰν σύναξιν βαρέως φέρουσι. Καὶ διενοησάμεθα, ὡς εἰκός, μὴ τοὺς τυχόντας Λατίνους δυσαρεστηθῆναι, ἀλλὰ τῶν τινας ἐκ τῆς Μεγαλοπόλεως, οἳ τῷ ἱερῷ παρατυχόντες πολέμῳ, τῷ προεκτεθειμένῳ εἰς ἱστορίαν, καὶ μαθόντες ἐν τῷ μεγάλῳ ναῷ τότε ξύλα τοιαῦτα κροταλιζόμενα καὶ τὸν Ἀνδρόνικον προκαλούμενα ὡς εἰς ἐπικουρίαν τῶν τῆς ἐκκλησίας, ᾠήθησαν κἀνταῦθα ἡμᾶς τοιοῦτόν τι μηχανᾶσθαι.
Καὶ τοιαῦτα μὲν ἡμῖν τὰ ἡμερινὰ κακά, ἐξ ἀπείρων μέτρια καθιστορῆσαι· τὰ δὲ τῶν νυκτῶν, οὐδ' αὐτὰ ἔχουσι μὴ οὐ πρὸς ἔριν τούτοις ἀντεπεξάγεσθαι. Καὶ τέως ἡλίου κατακλυσθέντος εἰς δύσιν, ἐχρῆν τὸν φρονοῦντα ἔσω καλύβης εἶναι, μοχλοῖς τὰς θύρας ἀσφαλισάμενον, ὡς εἴ γε μὴ οὕτως ἐποίει, οὐδεὶς ἂν ἐγγύην ἐδίδου περισωθήσεσθαι τὸν ἄνθρωπον. Ἀλλ' ὅτε καὶ κατ' οἶκον κρυβεὶς οὐκ ἔχοι σκότον, ἀλλὰ πυρὶ καταλάμποιτο ὑπουργῷ ἢ καὶ φωτί, ἕτερος τοῦτο κίνδυνος, περιιόντων τῶν Σαρακηνῶν καὶ εἴ τινες δὲ ἄλλοι κατ' αὐτοὺς κακοῦργοι (πολλοὶ δὲ οἱ τοιοῦτοι) καὶ ἀνακρινόντων τι ποιῶν ὁ οἰκοδεσπότης εἰς ὕπνον οὐ κατακέκλιται καὶ κατακλώντων τὰς θύρας καὶ εἰσπηδώντων ἔσω καὶ δρώντων ὅσα ἂν καὶ εἶεν βουλομένοις αὐτοῖς. Ἔχομεν δ' εἰπεῖν καὶ ὡς οὐχ οὗτοι μόνοι ἐκακοῦντο διὰ πρόφασιν τὸ πῦρ καὶ τὸ φῶς, ἀλλὰ και οἱ ἀνεμπύρευτοι καὶ ἀφώτιστοι. Ἀνεξέλεγκτα γὰρ ἐπεισφροῦντες οἱ κακοὶ καὶ τὴν νύκτα ὡσεὶ καὶ Ἅιδου κυνέην εἰς ἐπίκρυψιν ἀμφιβεβλημένοι, γυναῖκάς τε ἀπῆγον τῶν συνεύνων, ἀφιέντες τὸν τοῦ γάμου ζυγὸν ἑτεροκλινῆ τῇ ἁρπαγῇ τῆς <ἀντιρρόπου> δυνάμεως, ἣν ὑπὸ ἡλίῳ διευκρινοῦντι κατασκεπτόμενοι νυκτὸς ἀφήρπαζον, καὶ νεάνιδας τῶν γειναμένων, ἀτελεῖς, καθὰ τις ἔφη, τὰς τῶν τεκόντων ἐπ' αὐταῖς εὐχὰς τιθέμενοι. Εἰ δὲ καὶ χρήματα συναπῆγον ὅσα καὶ προῖκάς τινας, ἐκ περιουσίας τουτὶ τὸ κακόν. Ἦσαν δὲ οἳ καὶ ἐσφάττοντο ἐπὶ τῶν οἰκιῶν τηνικαῦτα, ἡλίῳ ἀμάρτυρον κακὸν πάσχοντες. Καὶ τὸ αἴτιον ἢ νυκτιλόχος μανία ἢ ὅτι ἐξεβόων οἱ κακουργούμενοι. Ὅσοι δὲ τῶν βαρβάρων ἐπιεικέστεροι καὶ παιγνήμονες, οὗτοι δὲ ἀλλ' ἠγάπων θύραις ἐναλλόμενοι καὶ κόπτοντες ῥάβδοις αὐτὰς καὶ ἢ ῥιπτοῦντες καὶ εἰς φόρτον ἄγοντες ἢ ἀλλὰ γοῦν τοὺς κυρίους τοῦ τόπου ἀποστεροῦντες τοῦ ὑπνοῦν.
Ταῦτα δὴ καὶ τούτων ἕτερα πλείω, καὶ μάλιστα τὸ γυμνιτεύειν καὶ ὁ λιμός, τοὺς πολλοὺς τῶν αἰχμαλώτων θροοῦντα καὶ διαταράττοντα ἕως καὶ εἰς θάνατον τὰς ψυχάς, ἠρέθισαν κατ' ἀνάγκην (καὶ τί γὰρ ἄλλο ἐμηχανήσαντο ἄν;) ὑπαικάλλειν τοὺς Λατίνους, ὑποτρέχειν, κολακεύειν, θώπτειν, σαίνειν, δουλεύειν, πάντα ποιεῖν, ἐξ ὧν ἂν καὶ ζήσαιεν καὶ μηδὲ φόβον ἔχοιεν. Κἀντεῦθεν εἰσὶν οἳ προσέκοψαν εἰς τὸν ὀρθὸν δρόμον ἄκοντες. Οἱ γὰρ μὴ ἔμφρονες καὶ κατελάλησαν καὶ θησαυρῶν κατεμήνυσαν κρύψεις καὶ ἥρπασαν καὶ ἐσύλησαν. Ἰχνηλάτησαν δὲ καὶ φυγάδας, τοῦ αὐτοῦ αἵματος τοὺς πολλούς καὶ ἀγρεῦσαι τοῖς κακοῖς θηραταῖς δεδώκασι καὶ πολλὰ ἕτερα ἐξήμαρτον, οὔ τι ἑκόντες ἔς γε τὸ πᾶν, ἀλλ' εἰπεῖν καθωμιλημένως, ἑκουσιοακούσιοι. Τῶν δέ γε καὶ μεγάλα καὶ πρὸς ἀναίδειαν κατενεχθέντων τοῦ φυλετικοῦ γένους, κατηγοροῦνται γὰρ καὶ τοιοῦτοι ἐκβῆναί τινες, μήποτε μνησθείη διὰ χειλέων αὐτοῦ ὁ κύριος. Ἐντεῦθεν οἱ αὐτόνομοι γάμοι, ἐντεῦθεν γυναικῶν ἀπαρνήσεις, ἀπανηναμένων οὓς νόμος οἶδεν ἄνδρας, ἐντεῦθεν παρθένων φθοραί, τῶν μὲν οὔτι καθ' ἑκούσιον τῶν ἀρχηγετῶν αὐταῖς τοῦ εἶναι, τῶν δὲ καὶ ἐκείνων προεμένων αὐτάς, ἐντεῦθεν σεμνεῖα πεπορνευμένα· ἐφ' οἷς ἐγὼ πολλὰ καὶ παρακλητεύσας καὶ παρρησιασάμενος ἄπρακτος ἔμεινα, μηδὲ τὰς πασχούσας τὸ ἐφάμαρτον ἐπιστρέψαι δυνάμενος, οἷα γεγευμένας ἤδη τοῦ γλυκυπίκρου καί πως ὑποφωνούσας μοι ὡς χαλεπὸν χορίου κύνα γεῦσαι. Ἐντεῦθεν δαπέδων σάλοι καὶ ἀνασχίσεις, δι' ὧν οἶκοι πάντες ἐξωρωρύχατο, ὑπονομευόντων τῶν βαρβάρων κατὰ λαγιδεῖς ἢ ἀσπάλακας ἢ καὶ χοίρους ἢ ἄλλο τι ζῷον ῥιζοφάγον γεωχαρές, εἰπεῖν δὲ καὶ ἄλλως, κατὰ ἀροτρέας. Φαίνεται γὰρ ὡς καὶ ἀρότροις ἀνέσχιζον ἂν τὰ τῶν οἰκιῶν, εἴπερ ἐχώρει τὸ κατ' αὐτὰς ἐμβαδόν. Ἔναγχος γάρ τοι ἄσπαρτα καὶ ἀνήροτα δρεψάμενοι κατά τι πεπαροιμιασμένον θέρος χρύσεον, εἶτα καὶ ἄροτρον οἷον τοῦτον διεχειρίζοντο, ἐξ οὗ αὐτοφυῆ τὰ καλὰ ἐκέρδαινον ἕρμαια. Καὶ τοῖς ἀμφί τὸν ἥλιον μὴ ἀγαπῶντες πλουτισμοῖς, ἐπεβούλευον καὶ τοῖς κατὰ γῆς. Δοτέον μοι τοὺς αὐτοὺς καλέσαι καὶ χρυσωρύχους τὴν ἐπιβολὴν κατά γε τοὺς Ἰνδόθεν μύρμηκας· τοιαύτης γὰρ ὕλης ἔρωτι παρηνώχλουν τῇ γῇ· τοὺς δ' αὐτοὺς καὶ τυμβωρύχους μυριαχοῦ. Οὐδὲ γὰρ οὐδὲ τοὺς νεκροὺς ἀνεπιβουλεύτους παρέτρεχον, ὡς δὲ θησαυροφυλακοῦντας ἐλύπουν διασκαλεύοντες πλούτου χάριν καὶ οὕτω τὸν Ἅιδην Πλούτωνα καὶ αὐτοὶ νοεῖν ὑπεμφαίνοντες.
Τί μοι πλείω γράφειν, ἔνθα οὐδὲ βίβλοι ὅλαι μακραὶ ἱκανώσαιειν ἄν με εἰς αὔταρκες διαγράφοντα τοῖς φιληκόοις ὁποῖα ἡμῖν συνέπεσε; Δι' ὧν ὀψέ ποτε σὺν κακῷ ἔμαθον οἱ ἐν ἡμῖν κομψοὶ τὴν νόησιν χρῆναι τὰ θεόθεν σημεῖα λεπτολογεῖν καὶ πρὸς αὐτοῖς διευκρινουμένοις ἔχειν τὸν νοῦν καὶ ποιεῖν τὰ δηλούμενα. Εἰ δέ τις ἐνταῦθα ποθῶν φαίνεται προσιστορηθῆναι καὶ οἷα σήματα τῶν μελλόντων προυφάνη, ἀκουέτω βραχυλογικῶς καὶ ταῦθ' ἡμῶν εἰς ἱστορίαν ἐκτιθεμένων.
Ἐν πρώτοις μὲν ἀγαθῶν ἀνδρῶν ὀνείρατα, ὁποῖα καὶ ἡ ἱερὰ οἶδε γραφὴ μηνυτικὰ μελλόντων εἶναι, προελάλουν οἷα πεισόμεθα. Καὶ ἡμεῖς ἐγελῶμεν ἐξουθενοῦντες τὰς καθ' ὕπνους δηλώσεις καὶ διαστολὴν οὐκ ἐθέλοντες ἐξευρίσκειν ὁράματός τε καὶ τῶν λοιπῶν, ἅπερ ὕπνος φαίνει. Καὶ ἀπεῖναί τε τὸν Μυροβλύτην τῆς καθ' ἡμᾶς πόλεως καὶ κατ' αὐτὴν τὴν ἅλωσιν εἰσελεύσεσθαι οἱ αὐτοὶ ἑωράκασι. Καὶ ἡμεῖς οὐ πεπιστεύκαμεν. Ὡς γὰρ ὀχλοῦντες οἱ πιστοὶ πρὸς ἐπικουρίαν ἐνέκειντο, ἀνεκάλυψεν αὐτὸς προορατικῶς εἰς μάτην τύραννα δυσωπεῖσθαι· οὐ γὰρ ἄρτι, ἀλλ' ἢ μετὰ τρεῖς ἡμέρας ἐλεύσεσθαι. Ἦν δὲ τετάρτη μετὰ τὰς τρεῖς ἡ τῆς πορθήσεως. Καὶ συχνὰ μὲν ἐποτνιώμεθα “ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς, μή ποτε εἴπωσι τὰ ἔθνη, ποῦ ἔστιν ὁ πολιοῦχος αὐτῶν;”, ὁ δ' οὐχ ὑπακούων ἐξετόπιζεν ἡμῶν ἑαυτόν.
Ἐδάκρυον ἅγιοι ἐν εἰκονίσμασι καὶ ἔχαιρον οἱ κενέλπιδες λέγοντες δυσωπεῖν ἐκείνους ὑπὲρ ἡμῶν. Ἐλέγομεν ἡμεῖς “ναί, ἀλλ' οὐκ εἰσακούονται, διὸ καὶ ἐπιμένουσι κλαίοντες” καὶ ἠπίστουν ἡμῖν. Καὶ αὐτοὶ μὲν ἦσαν ἐν ἐλπίσιν, ἡμεῖς δὲ εὖ εἰδότες τὸν ὄλεθρον ἐξ ὧν καὶ ἑωρῶμεν καὶ ἐλλόγως συνήγομεν, οὐκ εἴχομεν ὅ τι καὶ δράσομεν, λέγοντες καὶ αὐτοὶ μή τι πρὸς ἀγαθῷ εἶναί τινι τὸ μέλλον εἰδέναι, ἔνθα τῷ φρονοῦντι μηδὲν ἡ γνῶσις λυσιτελεῖ, καὶ κατὰ τὴν τῆς ἱστορίας Κασάνδραν, ὀκνῶ γὰρ εἰπεῖν τὰ μείζω παρεισκυκλήσας καὶ προφητικά, ἀληθιζόμενοι μέν, ἀφιέμενοι δὲ λαλεῖν εἰς ἀνήκοον.
Ἔδειξέ τι τέρας τότε οὐκ αἴσιον καὶ ἡ πάναγνος Θεομήτωρ, ἡ παρ' ἡμῖν τοῦ ὁδηγεῖν ἐπώνυμος, δεικνῦσα ὡς ἀποστέργει τὰ καθ' ἡμᾶς καὶ οὐκ ἐθέλει μεθ' ἡμῶν εἶναι. Προοδεύουσα γάρ ποτε τότε καθ' ἡμέραν, ἣ τὸ κῦρος ἔχει τοῦ τοιούτου καλοῦ, καὶ περιελθοῦσα ἔνθα τῆς πόλεως ἡ ἀδελφότης ἤθελε καὶ ἀποκαθισταμένη αὖθις εἰς τὸν οἶκον αὑτῆς καὶ ταῖς εἰσόδοις ἐγγίσασα, οὕτως ὤκνει τὴν εἴσοδον, ὡς ἀνὰ πόδα χωρεῖν κραταιῶς βιάζεσθαι τὸν αὐτὴν φέροντα καὶ ἐνιστάμενον βαρύνεσθαι ὅτι μάλα καὶ πρὸς τῷ καταπίπτειν γίνεσθαι, καὶ οὐ μόνον ἐκεῖνον, ἀλλὰ καὶ ἄλλους, ὅσοι συνεπιλάβοιντο. Καὶ ἦν μὲν τὴν ἀρχὴν ὁ ἐκείνην ἀνέχων ὕποπτος, ὡς οἴκοθεν τοιαῦτα τεχνώμενος, ὁποῖα πολλοὶ τερθρεύονται· ὡς δὲ καὶ ἱεροὶ ἄνδρες, ἀγαθοὶ τὸ ἦθος καὶ οἷοι μὴ παλαμᾶσθαι τὰ μὴ δέοντα, συνήραντο ἐγκρατῶς καὶ πάντες ἐλάττους ἦσαν τῆς τοῦ ἱεροῦ σίγνου ἰσχύος καὶ οὐκ ἐπείθετο εἰσελθεῖν, ἀλλ' ἦν, ὡς εἰπεῖν, ἀφόρητον, ὑπέρχεται φόβος ἅπαντας, ὅσον ἐχρῆν παθεῖν, ἐχέφρονας, καὶ ἀναπρήσαντες δάκρυα ὕψωσαν κλαυθμὸν καὶ φωνὰς ἐπῆραν πρὸς τὸν ὕψιστον υἱὸν τῆς πανάγνου μητρὸς καὶ οὐκ ἐνέδωκαν, ἕως τοῦ σημείου ἤδη διαδειχθέντος, εἶτα μόνος ὁ βαστάζων ἀβάρυντος καὶ ἀπαραπόδιστος ἤγαγε τὸ ἅγιον μόρφωμα ἔνθα ἵδρυται. Καὶ ἐδόκει μὲν καὶ τοῦτο τοῖς γενναίοις φρονεῖν ἐλαφρόν, ἡμεῖς δὲ οἱ ἀσθενεῖς ἐβαρυνόμεθα, ὑπονοοῦντες ὅπου νεύει τὰ τοῦ πράγματος.
Ἀπεκρίναντο καὶ τὰ ἱερὰ λόγια ἐξ ἐρωτήσεως τὰς ἀποβάσεις τῶν ἐν τῷ μέλλοντι, τὴν ἅλωσιν, τὴν ἡμέραν αὐτῆς, τὸ κατακοπήσεσθαι ἡμᾶς. Ὢ προφητικῆς εὐκρινείας ἐκείνης, ὢ ἀνεπικρύπτου ἀποφάσεως καὶ μὴ ἐπισυρομένης λόξωσιν. Καὶ ἡμεῖς ἐκωφεύομεν.
Ἦν τηνικαῦτα καιρός, παρὰ τὰ τελευταῖα τῆς ἁλώσεως, καὶ περικοπὰς εὐαγγελικὰς ἐπ' ἐκκλησίας ἐκφωνεῖσθαι, δι' ὧν τὰ τῆς Σιὼν στηλογραφοῦνται κακά. Καὶ οἱ ἔσω φρενῶν ἱερολογίαν κατὰ τῆς πόλεως ὑπενόουν αὐτά. Ἔδοξε τῷ ἀρχηγῷ τηνικαῦτα, οἷα τῶν στρατηγικῶν ἀπεγνωκότι, διατάττεσθαι τὰ καθ' ἡμᾶς καὶ διεγείρειν ὡς οἷον ἀπονυστάζοντας, ἵνα φαίνοιτο τοῖς μὴ συνιεῖσι διὰ πάντων ἡμῶν καὶ προμηθέστατος. Μηνύεται γοῦν ἡμῖν παννυχίδας ἀγρυπνητὰς ἐπιτάξαι περὶ τοὺς μεγάλους ναούς, παίζων ἐκεῖνος κἀνταῦθα. Τί γὰρ καὶ ἔδει προτρέπειν εὔχεσθαι ὅπερ ἐκεῖνος ἀπηύχετο, τὴν σωτηρίαν τῆς πόλεως; Ἦν δέ ἡ ἐπίνοια ὁσιοῦσθαι τὸ εὐσεβεῖν καὶ ἐπικρύπτειν τὴν ὄρεξιν, ἵνα δοκῇ πάνυ περιποιεῖσθαι τὴν πόλιν ἐφ' ἅπασιν, εἴ γε θέλει καὶ εὐχάς, τὰς ὑπὲρ αὐτῆς· οἶμαι δὲ καὶ ἐνδεικνύμενος οὕτω καταστῆσαι τὰ τῆς πόλεως, ὡς εὐχῶν καὶ μόνων αὐτὴν δέεσθαι, ὅμοιον ὡσεὶ καὶ ἰατρὸς κατεργασάμενος ἔκ τινος φαυλότητος ἐπὶ θανάτῳ ἄνθρωπον, εἶτα ἐπιτάσσει προσκαλεῖσθαι ἱερέα, ἐφοδιάσοντα ἤδη θνήσκοντα σωστικῷ ἁγιάσματι. Οὐδὲ γὰρ ἦν ἐπιπόλαιος, ἀλλὰ καὶ λίαν βαθὺς εὐτραπελεύεσθαί, ὅσα γε πειράσασθαι τοῦ ἀνδρὸς τοὺς δεινοὺς γνωματεύειν ἤθη τῶν οἷς ἂν περιτύχωσι. Διὸ καὶ ταύτην προσεποιεῖτο τὴν θεοκλύτησιν, ὡς οὐκ ἂν τὸ θεῖον θεραπεύοιτο. Ὅπως δ' ἂν εἶχε τὸ πρᾶγμα, ὁ μὲν εἶπεν, οἱ δ' ἐκκλησιαστικοὶ ἐπήκουον. Καὶ δὴ χρεὼν προλάμπειν τοῦ ψάλλειν τόν γλυκὺν μελῳδὸν Δαυΐδ, ἐπῆλθεν οὔτι κατὰ αἴσιον τοῖς δεησομένοις (ἦν δὲ βαθὺς ὄρθρος τότε, οὗ λαμφθέντος ἡλίῳ ἑάλωμεν) ἐπιλέξασθαι ψαλμὸν ἐκεῖνον, οὗ κατάρχει μὲν τὸ “ὁ Θεός, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου”, ἐφέπεται δὲ τὸ “ἐμίαναν τὸν ναὸν τὸν ἅγιον σου, ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου”, καὶ τὸ ἑξῆς, μονονοὺ χρησμῳδοῦντος τοῦ προφήτου καὶ θεοπάτορος δι' ὑποφητείας τῶν ἠθροισμένων εἰς δέησιν καὶ λέγοντος “τί ἂν ἔτι δεοίμεθα πρεσβειῶν εἰς Θεόν, ἕνθα ἐκείνῳ τὰ καθ' ἡμῶν ἀποπέφανται;”
Εἶχεν οὕτω ταῦτα, πλείοσιν ἑτέροις παρασπιζόμενα συγκροτήμασι τῆς τοῦ κακοῦ δηλώσεως. Καὶ τοίνυν τῷ συχνῷ τούτων ἅπαντες ἀνεφρονοῦμεν, ὄψιμον συνάγοντες νοῦν καὶ τὸ πρῴην θράσος ἀποποιούμενοι, οὐ γὰρ ἂν ἐκεῖνο θάρσος εἴποιμι, ἐλλόγως εἴχομεν καὶ ἐνοοῦμεν οὐκέθ' ἡμῖν εἶναι φυκτά. Οὔκουν ἔφθησαν καταντῆσαι εἰς πέρας αἱ τῶν ἐκκλησιῶν δεητήριοι ἁρμονίαι καὶ ὁ πόλεμος, ἔτι τῶν ψαλμῶν εἰλουμένων ἐν τοῖς τῶν δεομένων στόμασι, θρήνους παρέβυσε καὶ εἰς γόους οἰκτροὺς καὶ ἀλαλαγμοὺς Ἅιδου ἀντιπεριέστησε καὶ εἰς φυγὴν αὐτοὺς ἀθροισθέντας ἔπτυρε καὶ τοιαῦτα διέθετο ὧνπερ ὀΐω μεμνήσεσθαι τοὺς ζῶντας ἔν περ ὀνείροις, εἴπερ οὐ τὰ ἡδέα μόνον προπίπτουσι τῆς καθ' ὕπνον φαντασίας, ἀλλ' οὐδὲν ἧττον καὶ τὰ φόβον ἐνδειξάμενα. Καὶ οὕτω ἐξ ἰδίας ἔχθρας, τῆς τε κατὰ τὸν βασιλέα Ἀνδρόνικον καὶ τῆς κατὰ τὸν δοῦκα Δαυΐδ, κοινὸν κακὸν κατέσκηψεν ἀνάπαλιν τῷ γνωματευσαμένῳ πολλὰ τῶν κοινῶν κατά τινας ἰδίας ἔχθρας λαγχάνειν ἐπανόρθωσιν, καὶ οὐκ εὐφραδὴς ἡμέρα, ἡ τῆς πανωλεθρίας, κατερράγη ἡμῖν. Ἣν ἤθελον μὲν ἐκ τῶν τοῦ καλοῦ ἐνιαυτοῦ ἀναπληρωμάτων αὐτίκα ἐκκοπῆναι, ὁποῖόν τι λελυπημένος καὶ ὁ καρτερικὸς Ἰὼβ εὔξατο, ἀλλ' ὁ ἐπιτάξας τῷ ἡλίῳ ὁρίζειν τὰ τοῦ ἐνιαυτοῦ καθ' εἱρμὸν τὸν ἀπ' αἰώνων ἐξουδενώσει πάντως τὸ τῆς εὐχῆς ταύτης, πεπαιδευκὼς ἄλλως εὔχεσθαι, ἀνθρωπικώτερον. Τὸ γὰρ οὕτω γονυπετεῖν ἐν δεήσεσιν οὐκ ἂν εἴη ψυχῆς μὴ παραφερομένης οἷς παθαίνεται· ὅθεν καὶ συγγνωστά, εἰ καὶ οὕτω λαλοῦμεν. Λίθοι γὰρ ἐνταῦθα οὐκ ἂν παθήναιντο καὶ ὅσα κατ' αὐτούς. Πῶς γὰρ ἄνθρωπος, ἔνθα καὶ τῶν πολεμίων οἱ φαινόμενοι Θεὸν εἰδέναι καί τι ἔχειν οἴκτου καὶ ἀθηρίωτοι ἐδάκρυον καὶ κατεστέναζον, βλέποντες πόλιν τοιαύτην οὕτω κατῃκισμένην καὶ ἐζημιωμένην καλοῖς, ἅπερ, εἰ διενεμήθη, πλείστην ἂν τῆς οἰκουμένης εἰς εὐδαιμονισμὸν ἐξήρτυσαν; Οὐ γὰρ πόλις ἦν ἡ ἁπλῶς, ἀλλὰ μακάρων γῆ, ὁποίαν ὁ μαθὼν οὐκ ἂν ἔχοι λαθέσθαι αὐτῆς· ἣ θάλλουσα ἐσαεὶ τοῖς κατὰ κόσμον καλοῖς ἐξήνθησε τότε ἀτημελήτοις νεκροῖς, ὧν καὶ εἰσέτι σώματα ἀκηδέα κεῖται ἐν παραβύστοις, ἀνδρῶν, γυναικῶν, νηπίων, ἀκμαίων, μεσαιπολίων, γερόντων, εἰπεῖν τὸ ἀνηλεέστερον, παρειμένων ἢ καὶ ἄλλο τι σίνος παθόντων ἀποτυχίᾳ φύσεως, καὶ αὐτῶν δὴ τῶν ὁπηδήποτε νοσοκομουμένων, οὓς οὔτε τεῖχος εἶδεν οὔθ' ὅπλον ἔτριψε. Τὸν γοῦν ἐκκλησιαστικὸν ξενῶνα εἰσδραμόντες οἱ δεινοὶ καὶ κατὰ σκιῶν ἀνδρίζεσθαι, πρῶτον εἰς αὐτοὺς ἀπησχόλησαν τὰ ξίφη, μετὰ δὲ κενὸν τὸ πᾶν ἀφῆκαν ὧν ἐντὸς ἔστεγε, τῶν τε πρὸς ἰατρείαν καὶ οἷς οἱ τληπαθεῖς ἐσκέποντο. Καὶ νῦν τὸ τοιοῦτον καλὸν οὐκ ἔχει τινὰ ξεναγωγεῖν, ἀλλ' οἱ πρὸς νοσοκομίαν ἀπονεύοντες ἐρχόμενοι καὶ τὸ κένωμα βλέποντες καὶ τὸ πρὸς ὑγίειαν βοήθημα ὡσεὶ καὶ θανάτου καταγώγιον ἀποτροπιαζόμενοι, τύπτοντες τὰς αὐτῶν κεφαλὰς καὶ οἰμώζοντες ὡς ἐπιτελεύτια ἐπαναστρέφουσιν οἴκαδε καὶ κεῖνται θανάτῳ ἐπιτρέψαντες ἑαυτούς. Οὐδὲ γὰρ οὐδὲ ἔστι ῥανίδα ἢ ψῆγμά τι νοσήλειον οὐδ' ἄλλοθί που τῆς καθ' ἡμᾶς ἐρημοπόλεως εὑρέσθαι, πάντων ὑπὸ τῶν καὶ ἀγροίκων καὶ ἀπηνεστάτων ἐξηφανισμένων, οἳ οὐδεμίαν χάριν μὴ ὅτι γε καταπλουτοῦντες, ἀλλ' οὐδὲ οἶμαι εἰδότες, ἄνθρωποι ἀχαρίστεροι πάντων, ὧν ἂν εἴποι τις, καὶ λόγον ἄλλον ἀπειρόκαλοι, καθότι τῷ χυδαίῳ τῆς πολιτεύσεως καλοῦ παντὸς ἦσαν ἀπείρατοι καὶ τῶν τοιούτων ἁπάντων ἀγαθῶν τὴν καθ' ἡμᾶς πόλιν ἀπωρφάνισαν, ὡς μηκέτι θαυμάζεσθαι τί δήποτε αὐτοὶ κατ' ἀνθρώπων θάνατοι αὐτόχρημα ἐξέβησαν, εἰ δίχα τῶν τοιούτων καὶ ἀλόγων ἀφειδεῖς ἦσαν κατὰ μανίαν τὴν καθ' ἡμῶν καὶ ἀγγείοις ἐνύβριζον εἰς κατάκλασμα, μέχρι καὶ αὐτῶν λαγύνων καὶ ληκύθων καὶ εἴ τι φαυλότερον.
Οἱ δὲ καὶ ἄλλως εἰς τόσον ἀγροικικῶς εἶχον, ὡς μηδὲ ὀφθαλμοῖς ποτε διαλαβέσθαι δοκεῖν τὰ σπουδαιότερα. Λινέοις γοῦν σπειράμασι καὶ σακκίοις καὶ ῥάκεσιν ἀγαθὰ καὶ πολλὰ καὶ τίμια ἐγκείμενα πρὸς ἔριν ἀναλεγόμενοι, τὰ μὲν ἔνδον ἐξερρίπτουν ἀνοίγοντες τὰ τῶν ἀγγείων στόματα καὶ συνεπάτουν, τὰ δὲ ἀχρεῖα δοχεῖα εἰς κόλπους παρέβυον, ὀβολιαῖα ὡς τὰ πολλὰ ὄντα. Καὶ τοιοῦτοι μὲν οἱ πλείους τὰ πρῶτα ἐν ἀκμῇ τῆς ἁρπαγῆς· ἐπελθόντες δὲ οἱ μετ' αὐτοὺς καὶ οἱ μετ' ἐκείνους ἔτι ἐφορτίζοντο τὰ ἐκκεχυμένα καλὰ καὶ πλοῦτον συνέλεγον. Ἦσαν δὲ καὶ αὐτοὶ ἀγεννεῖς ἄγροικοι καὶ οὐδὲν ἀστεῖον πεπαιδευμένοι. Τοῖς γοῦν κατ' ἐμπορίαν παρατετυχηκόσι καὶ εἴτε ἰσχνότερον ἢ πρὸς πάχος δυναμένοις κτᾶσθαι τὰ ἐμπολώμενα βραχύ τι λαμβάνοντες κατήλλαττον τὰ τῷ βίῳ τίμια. Καὶ ἔστι μαθεῖν ὡς διπλοὺς μὲν ὁ χρυσός, ὁ δὲ ἄργυρος καὶ εἰς πολλαπλοῦν πονηροῖς εἰς ἄλλαγμα χαλκείοις προΐετο. Βίβλοι δέ, ἃς ἀπολωλεκώς τις δάκνοιτο ἂν τὴν ψυχὴν διὰ βίου, καὶ φάρεα, οἷς πρὸ τῶν ἄλλων φιληδοῦσιν οἱ Σῆρες, καὶ λοιπὰ ἔργα ἱστοῦ, οἷς ἀραχνῶν μίτος ἐρίσειεν ἄν, καὶ ὅσα δὲ ρίζαν γενέσεως φέρουσι σκώληκα ἐργάτην τρυφεροῦ μηρύματος, οὐδ' αὐτὰ ἐφολκὰ ἦσαν τοῖς μηδὲν εἰδόσι καλόν, ἀλλὰ παρερριπτοῦντο εἰκαίου τιμήματος.
Παρ' οἷς καὶ ὁ τριγέρων οἶνος διὰ τὸ ἀγλευκὲς ἐξουθενεῖτο, οἷα καί τι φάρμακον οὐκ ἀγαθόν· οἵου δὴ οἴνου χρεία καὶ μάλιστα ἦν τά τε ἄλλα καὶ διὰ τοὺς ἐν πληγαῖς. Ἐξεχεῖτο γὰρ τὸ καλὸν ἐκεῖνο ὑγρὸν ὡς εἱς ποταμούς· ὅθεν οὔτε αὐτὸς ἦν οὔτε τι ἀκόλουθον μάλαγμα οὔτε ὁ καθ' εἱρμὸν κατάδεσμος. Διόπερ οὐ μόνον κύκλῳ τοῦ τείχους τῶν νεκρῶν κειμένων καὶ περὶ σύμπαν δὲ τὸ τοῦ τοιούτου κύκλου ἐμβαδὸν οὐκ ἦν ὁ θάπτων, ἀλλὰ καὶ οἱ πεπληγμένοι προσθήκην ἐποίουν τῷ Ἅιδῃ καὶ πράγματα προυξένουν τοῖς θάπτουσιν. Ὢ γοῦν ὅσας ἐξεκένωσαν οἰκίας καὶ οἱ τραυματίαι κατὰ πολυμερῆ ποσότητα ἐκλείποντες. Καὶ οὕτω μὲν ὁ γέρων οἶνος ἐκφορὰν ἔπαθε, συντεθνηκὼς οἷον καὶ αὐτὸς τοῖς κινδυνεύσασι κατ' ἔνδειαν αὐτοῦ, ὁ δὲ νεογνὸς ὑπεσκίρτα ζέων καὶ βραττόμενος καὶ τὸ βράσμα ἦν τοῖς προσιεμένοις καθὰ καί τι ἐμβόημα καὶ ἀπειλὴ βίου ὑπεξαγωγῆς. Οἱ γὰρ τούτου ὑποπιμπλάμενοι εἶτα τοῦ τῆς λήθης ἔπινον πόματος, ὃ θάνατος οἰνοχόει, οὐ τοῖς ἡμετέροις μόνοις, ἀλλ', ὃ καὶ προφέρων τῷ στόματι χαίρω, καὶ μάλιστα τοῖς Λατίνοις, οἷς μέγα τι καλὸν αὐτὸς ἐκρίνετο, ἅμα ἐκπιέζουσι χερσὶ σταφυλὰς καὶ ῥοφοῦσι χανδὸν τὸ νεόθλιπτον, ἵνα μηδὲ ταῖς λαγύνοις πρωτείου ὑποδοχῆς ἐκχωρήσωσι. Καὶ ὁφείλομεν ἡμεῖς τῷ τοιούτῳ βρασματίᾳ οἴνῳ χάριτας, οἷα προσεταιρισαμένῳ κατὰ Λατίνων τὸν θάνατον· ὃν ἐπώτρυνεν αὐτοῖς καὶ τὰ ὕεια κρέα, οἷς τὰς γαστέρας πλησμίως ἔσαττον· οὕτω δὲ καὶ τὰ ἐκ βοῶν καὶ τὰ καλὰ σκόροδα, δι' ὧν ὁ καθ' ἡμᾶς κλῆρος ἐσῴζετο καταψάλλων καὶ καρπιζόμενος τὰ ἐς ζωὴν καὶ οὕτω τιννύμενος τοὺς φόνους, οἷς ἐκεῖνοι τοὺς ἡμετέρους ἐνέρριψαν, καὶ μακαρίζοντες οὐκ αὐτοὺς ἀλλὰ τὴν νόσον, ἤδη δέ που καὶ τὸν θάνατον κατὰ τοὺς ἀπὸ Γαδείρων, παρ' οἷς ὁ Ἅιδης ἐκτετίμητο, εἰ καὶ μηδεμίαν χάριν οἶδε θάνατος κατὰ τὸν τραγῳδόν.
Τὸν δὲ συχνὸν τοῦτον λατινικὸν θάνατον αὐτὸς ὁ Ἀλδουΐνος ἐτράνωσε περίλυπος φάμενος ὑπὲρ χιλιάδας τρεῖς μεγάλων αὐτοῖς ἀνθρώπων ἐκ νόσου πεσεῖν. Σωρὸς οὗτος ἡδὺς ἡμῖν, εἰ καὶ μὴ ἀντεσήκου πρὸς τὴν ἐξ ἡμῶν στοιβήν. Συναριθμουμένων δέ γε καὶ τῶν ἐν πολέμῳ πεπτωκότων, εἴχομεν παραμυθίαν πλείονα. Ὁ αὐτὸς γάρ, αἰτιώμενος ἄλογον ἀντιστασίαν ἡμῶν καὶ ζημίαν ἐντεῦθεν τοῦ ρηγός, ἐξετραγῴδησεν ὑπὲρ τρισχιλίους πεσεῖν ὑπὸ τῶν ἐκ τοῦ τείχους ἔξω καταπεμπομένων βελῶν, δίχα γε τῶν ἐν προνομαῖς πιπτόντων ἢ καὶ ἄλλως, ὡς ὁ τοῦ πολέμου κύβος ἔρριπτε καὶ ὁ τῆς δίκης τροχὸς κατεκύλιεν εὔστροφα περιφερόμενος. Πολλοὺς δὲ καὶ λιμὸς ἀπῆγεν· ἐστενοχωρεῖτο γὰρ καὶ σφίσι τὰ ἀναγκαῖα. Καὶ οὕτως ἡμῖν ἐπεσταλάττετο νέκταρ παραμυθίας τῇ ὑποκαταβάσει τῆς πολεμίου στρατιᾶς, ἣν οἱ δεξιῶς φιλιωθέντες ἡμῖν Λατῖνοι, πολλοὺς γὰρ ὑπηγόμεθα πραγματευόμενοι τὰ ἐκ Θεοῦ, ἐξεκάλυπτον ὑπὲρ ὀγδοήκοντα χιλιάδας πεζῇ ἐπελθεῖν, ὧν χίλιοι μὲν πεντάκις φερέγγυοι ἐμαρτυροῦντο ἱππόται εἶναι πεντήκοντα χιλιάσι ῥωμαϊκαῖς ἐναντίαι κατὰ τὴν ἐκείνων δόξαν ἀντιδραμεῖν, τῶν δὲ λοιπῶν οἱ μὲν ἱπποτοξόται ἦσαν, οἱ δὲ ψιλῆται καὶ ἄλλως δὲ μεθ' ὅπλων χρήσιμοι. Συνεπλήρουν δὲ τὸν πολὺν ἐν αυτοῖς ἀριθμὸν καὶ ἄνδρες, φασί, τοῦ ῥιζίκου, μήτε διάρια λαχόντες ἐκεῖνοι ἐκ τοῦ ῥηγὸς μήθ' ὑπόσχεσιν, ἐπακολουθήσαντες δὲ τῷ λοιπῷ στρατῷ, εἴ πως τῶν ἔργων συναιρόμενοι τὰ ἐκ τυχης εὕροιεν ἀγαθά. Καὶ τοσοῦτοι μὲν τὸ πεζόν, τὸ δὲ ναυτικόν, ἀλλ' αὐτοὶ δῆλοι κατ' ἀριθμὸν τὸν ὑπὲρ διακοσίας νεῶν, σύν γε τοῖς πειραταῖς, οἳ καὶ αὐτοὶ μηδὲν ῥηγικὸν ἔχοντες τύχης δώροις ἐπέτρεψαν ἑαυτούς· ὑφ' ὧν, κατὰ γῆν τε καὶ θάλασσαν πιεσάντων ἡμᾶς, ἐξεθλίβημεν τῆς ζωῆς καὶ οἱ μὲν θανάτῳ κατεσπάσθημεν, οἱ δέ, τοῦ Ἅιδου τὸ στόμα συγκλείσαντος οἷς, οἷμαι, κεκόρεστο, ἡμιθνῆτες ἐμείναμεν.
Ἀλλ' ἐνταῦθα παρεκβεβηκότες καθ' ἱστορίας ἀνάγκην, ἀναδραμούμεθα πρὸς μικρὸν αὖθις ἐκφῆναι τὸ καὶ πτωχικὸν καὶ ὑπόπαχυ τῶν κατακλυσμοῦ δίκην παρασυράντων τὰ πολιτικά· οἳ τὰ μὲν τίμια εὐήθως καὶ ὡς οἷα βρεφικῶς ἀπεδίδοντο οὗ ἄν τις αὐτοῖς χειρίσειε, τῶν δὲ λοιπῶν οὐδὲν ἢ βραχύ τι παντελῶς ἀνθίστων τίμημα, καὶ μάλιστα τῶν ὅσα ἐξοπλίζει χειρομάχαν πληθύν. Ἀλλ' εἶχον αὐτὰ εἰς χύμα προκείμενα αἱ λεωφόροι, τὰ ἐλαιώδη εὐώδη, τὰ στακτὰ εὔοδμα, τὰ ξηρά, τὰ κατὰ νόσων, τὰ πρὸς τρυφήν, τὰ πρὸς βαφήν, τἆλλα οἷς διοικονομεῖται βίος καθάρειος. Ξύλον γοῦν εὔοδμον εὑρεῖν, ἐκπελέκημά τι αὐτοῖς ἦν ἰδεῖν, ἡ εὐγενὴς ἀσταφὶς ἄνθρακος ἐσβεσμένου τμῆμα ἐφάνταζεν ἐκείνοις, τὸ ῥόδεον στάγμα εἰς ὕδωρ ἀχρεῖον ἐτάσσετο, καὶ τὰ ἄλλα ὧδέ πη παρενοοῦντο, ἵνα μὴ διασκευάζων εἰς πλέον θηριώδη ἀγροικίαν δοκοίην ἀπανθρωπίζεσθαι. Καὶ ἦν θαυμάζειν ὡς κρίκων μὲν σιδηρέων καὶ ἡλαρίων καὶ μαχαιριδίων καὶ πυρείων καὶ βελονίων ἐπιμελῶς εἶχον, ὡσεὶ καὶ μεγάλων τινῶν, τὰ δὲ ἄλλως ἁδρὰ ποσὶν ἐδίδουν πατεῖσθαι. Ἔλυε δὲ τὸ θαῦμα ἡ κατ' αὐτοὺς ἀπειρία καὶ τὸ πρὸς βίον ἥμερον καὶ πολιτικὸν ἀνέθιστον.
Ἐντεῦθεν οὖν κατὰ τὴν κερκυραίαν παροιμίαν ἦν ἐπιλέγειν αἰσχρῶς καὶ τῇ καθ' ἡμᾶς πόλει τὸ ἀπευκταῖον ἐλεύθερον, ὡς ἐξὸν ὂν καὶ ἐν ταύτῃ ἀποπατεῖν, ὅποι ἐθέλει, τὸν βουλόμενον. Οὐκ ἂν δέ τις ἐπ' αὐτῆς ἀφυῶς εἴποι καὶ ἐρημίαν μεγάλην εἶναι τὴν μεγαλόπολιν, καὶ ἐρημίαν οὐ Σκυθῶν, οὐ μὴν οὐδὲ Λατίνων τῶν ἑλόντων, ἀλλ' ἡμῶν αὐτῶν, οἵ, ψυγέντες ἁμαρτιῶν βαρυτάτῳ χειμῶνι, ἔρημον τηλικαύτην πόλιν ἀφέντες ἐθέμεθα καὶ τὴν σικελικὴν Σκύλλαν ἐπηγαγόμεθα. Εἴθε μὲν οὖν Σκύλλαν, ὀλίγαις ἡμᾶς κεφαλαῖς ζημιώσουσαν, ἄρτι δὲ Χάρυβδις ἡ ἐκεῖθεν κατέσπακεν ἡμᾶς, ὀλέθριον ἀναρροιβδήσασα.
Καὶ ἦν μὲν ἐνταῦθά μοι τόπος θρήνων κατάρξαι καὶ ἀποιμώξασθαι τὰ ἐφ' ἡμᾶς κακά· οὔτε δὲ γέροντι τὰ τοιαῦτα προσευπορεῖται καὶ οὐδὲ Θεοῦ ἐπίσκοπος τοιούτοις λόγοις πρέπων ἐστίν, ἀλλ' ἢ μόναις εὐχαριστίαις καὶ δόξῃ τῇ εἰς τὸν Ὕψιστον, ἐξ οὗ καὶ δι' οὗ τὰ ἡμέτερα. Τί δὲ δὴ κωλύει ἓν γοῦν τοῦτο μόνον εἰπόντα με πεπαύσεσθαι, ὡς εἴ τις ἐρεῖ μὴ ἂν ἰδέσθαι πω τὸν ἥλιον ἄλλοθι μείζω πάθη, οὐκ ἂν ἔξω λόγου ἀπισχυρίσαιτο. Καὶ εἴπερ εὑρήσω τὸν ἀντιπεσούμενον, ἀλλ' ἐνταῦθα οὐκ αἰδέσομαι εἰς λαλιὰν οὔτε τὸ βαθὺ γῆρας οὔτε τὴν ἐπισκοπήν, ἀλλ' ἐνστήσομαι καὶ ἐπαγωνισάμενος οὐκ ἂν πόρρω σκοποῦ τὸ τῆς ῥητορείας βέλος ῥίψαιμι.
Τοιόνδ' ἀπέβη τόδε πρᾶγμα, εἴ τι χρὴ τραγῳδικῶς συντελέσαι τὸν λόγον, ἔνθα τὸ πάθος τραγῳδίας ἄξιον καὶ οὔτε λόγῳ καθ' ὅλον οἷόν τε παραστῆναι οὔτε κατὰ ἔργον φέρεσθαι. Εἴη δὲ μέχρι τοῦδε λωφῆσαι τὸ πᾶν, μὴ καὶ ἀκούσωμεν καὶ αὐτοὶ ὡς οὐκέτι ὁ τοῦ Θεοῦ καθ' ἡμῶν θυμὸς ἀπεστράφη, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλὴ καὶ οἵα τε κατενεχθεῖσα πατάξαι εἰς θάνατον. Οὐκ ἀκουσόμεθα δὲ μένειν <θυμὸν> Θεοῦ καθ' ἡμῶν, εἴπερ διορθωσόμεθα. Διόρθωσις δὲ ἡμῖν ἔσται, εἰ μεταβαλώμεθα τοῦ περιπονήρου βίου, δι' ὃν ἡμῖν ταῦτα. Μηδένα γὰρ νοῦς πλανάτω φίλαυτος, ὡς οὐκ ἐνδίκως πεποινηλατήμεθα.
Πρῶτος οὖν ἐγὼ πρὸ ὀφθαλμῶν ἱσταμένους τοὺς τῶν ἐμῶν κακιῶν ἐλέγχους ἀναθεωρῶ καὶ ποτνιῶμαι θεοκλυτῶν περὶ ἐλέους Θεοῦ καί πως ἐκ τοῦ δικαίου ἔφεσιν πρὸς τὸ φιλάνθρωπον τίθεμαι, μὴ ἔχων ὑφίστασθαι, εἴπερ ἀνομίας παρατηρεῖ κύριος. Μεταβλητέον οὖν ὅσον τάχος. Οὐκέτι γὰρ οἱ πλείους, ὡς βλέπω, μεταβολὴν τὴν χρηστοτέραν ἠλλάγμεθα. Μενοῦνγε φιλοτιμούμεθα καὶ αὐτοὶ λέγειν “ἰδοὺ καὶ πάλιν ἡμεῖς· τίς ἡμῶν κύριός ἐστιν;” ὡς μηδενὸς ἡμῖν φαῦλον ἐπιψηφισαμένου μηδέν. Ὢ τῆς ἐν ἡμῖν δυσαισθησίας, μή μοι δὲ γένοιτο καὶ ἀναισθησίας εἰπεῖν, ἐν τῷ μὴ τὰ αἴτια [καὶ] κατασκέψασθαι καὶ ἐκ ποδῶν ποιήσασθαι, ἀφ' ὧν ἡμῖν κατεβρέχθη κεραύνια κακά, δι' ὧν ἐκτεφρωθέντες πληγὰς ἐνετρίβημεν, ἅσπερ οὐκ ἂν οὐδ' εἰς μακροὺς ἐνιαυτούς ἀπαλθησόμεθα.
Εἰσὶ δὲ ταῦτα, οὐ γὰρ ὀκνήσω καὶ πάλιν τὸ τοῦ λόγου χειρισάμενος ἄροτρον ἀναπολῆσαι τὴν κατ' ἐμὲ πνευματικὴν ταύτην γῆν καὶ τὸν θεῖον σπόρον, ὡς εἴθισται, καταβαλεῖν, οἱ φθόνοι, τὸ πρεσβύτατον κακόν, τὸ τοῦ καλλίστου ζῴου μέγα αἶσχος, τὸ δεινὸν τοῦ καταπεσόντος ἑωσφόρου θέειον, ὃ συνεφήψατο τῆς ἐν ἡμῖν κακοποιοῦ κεραυνώσεως· οἱ συγγέροντες τῷ φθόνῳ τῦφοι, εἰς οὓς ὁ, ὡς εἰπεῖν, τυφογέρων δαίμων ἀναβιβάσας ἡμᾶς καὶ προσκυνηθεὶς ὡς ἐπὶ βασιλείαις τισίν, εἶτα κατέρριψε κάτω κάρα βαλὼν τοὺς πολλοὺς [καὶ] εἰς Τάρταρον· αἱ διαβολαί, αἳ τὰς θανασίμους καθ' ἡμῶν ἀπεύθυναν βολάς· τὸ βαθὺ ψεῦδος, οὗ ἕνεκεν ὁ τῆς ἀληθείας θεὸς ἀπῆρε τοὺς ὀφθαλμοὺς ἐξ ἡμῶν· τό φιλοχρήματον, οὗ κατ' αἰτίαν εὖ δεδικαιωμένοι πάντων χρημάτων ἀπεγυμνώθημεν, δίχα γε τῶν καὶ εἰσέτι τῷ φωλεῷ τούτῳ ἐπωαζόντων, κἀκεῖθεν καταθρασυνομένων τῶν μὴ φωλεοὺς ἐχόντων, ἔνθα κλινοῦσι τὰς κεφαλάς· οἳ βλεπέτωσαν μήποθεν ὄφις, ὁποίους χρὴ δεδιέναι, ὑφερπύσας ἀχρειώσῃ αὐτοῖς τὰ τῆς φωλείας ὡς μὴ τελεσφορηθῆναι εἰς νεόττευσιν· αἱ ἐπὶ δίκῃ συκοφαντίαι, ἃς ὑπερμισήσας ὁ δίκαιος ἐδικαίωσεν ἡμᾶς, οἷς οὐκ ἂν συκοφαντίαν προηγησαμένην ἐπικαλέσαιμεν· οἱ ἐπὶ δανείσμασι μετρίοις ἀσύμμετροι καὶ βαρεῖς τόκοι, οἷς οἱ ἀπάλαμνοι κατεπονοῦντο καὶ ἀπέριττοι καὶ ἀπεριουσίαστοι, οὓς ἐλεήσας ὁ τὰ ἐλαφρὰ φορτίζων Θεὸς καὶ τοὺς κοπιῶντας καὶ πεφορτισμένους προκαλούμενος εἰς ἀνάπαυσιν μάχαιραν κατηκόνησεν ἔξωθέν τε καὶ ἔσωθεν, ἀτεκνοῦσαν τοὺς τοῦ τοιούτου τόκου πατέρας, οἳ μηδὲ τὴν ἀρχὴν σπαρῆναι πρὸς πατέρων ὤφειλον· εἰ δὲ καὶ ἐκ τῶν ταμιείων φόβος τοὺς τοιούτους ἔσχε, καὶ οἴδαμεν καὶ οἴδασι.
Προσλογιστέον τοῖς φαύλοις ἐν ἡμῖν αἰτίοις καὶ τὸ τῆς φιλίας εὐπεριφρόνητον καὶ οὐ μακρόβιον, ἀλλ' ἐφήμερον· ὅθεν κεκινημένοι τὸ ἄγριον βάρβαρον διέθεντο εἰς ἡμᾶς τὰ διὰ βίου θρηνηθησόμενα. Συντακτέον τούτοις καί τὸ ἀχάριστον καὶ ἁπάσης χάριτος εὐεπίληστον καὶ οἷον θνῄσκειν ταχύ, ὡς ἅμα ἠλεῆσθαί τινα καὶ τεθνάναι τὴν χάριν κατὰ τὴν παροιμίαν. Διὸ ἥρπασεν ὁ Θεὸς ἀφ' ἡμῶν τὰς χάριτας, αἷς ἐκ μακροῦ τὸ καθ' ἡμᾶς λάχος ὡράϊστο. Προσγραπτέον καὶ τὸ ἀνηλεὲς ἐπὶ τοὺς βραχύ τι προσκρούοντας, ἐξ οὗ τὸ καταρρίψαν ἡμᾶς ἄρτι ἀνηλεές, τὸ δικαιότατον, εἴπερ οὐ μικρά τινα ἡμεῖς, ἀλλὰ μυρία προσκεκρουκότες, οὐ τοσαῦτα τίνομεν. Προσενθυμητέον οὐχ ἥκιστα καὶ τὴν τῶν θείων περιφρόνησιν, τὸ χείριστον, καὶ τὸν ἐπ' αὐτοῖς γέλων, ἐξ ὧν περιπεφρονήμεθα οὐ πρὸς κατάγελων, ἀλλὰ πρὸς ὄλεθρον. Ἢ γὰρ οὐκ οἴδαμεν τοὺς ἐν ἡμῖν ὁρογλυφοῦντας τὰ τῶν ἁγίων καὶ ὑποσπωμένους αὐτὰ εἰς κληρονομίαν καί καυχωμένους ὡς, ἐφ' οἷς Θεὸς ὑπνοῦν προσποιεῖται, αὐτοὺς νηφαλίους ὄντας καὶ πρακτικούς.
Ἀναβάλλομαι περιηγήσασθαι νῦν κατ' ἐξαίρετον καὶ τὰ κατὰ τοῦ πολιούχου ἡμῶν Μυροβλύτου, καὶ τὰς θρασείας ἀναιδείας ἐκείνας, καὶ ταῦτα ἐπὶ πράγμασιν, ἃ προυκαλεῖτο καὶ ἐγκαλύπτεσθαι, ὧν μάρτυρες ἀπαράγραπτοι καὶ πύλαι περίοπτοι, κολαφθεῖσαι ἀξίναις εἰς βαθύ ποτε καὶ προτιτλοῦσαι θράσος ὕψιστον· ἔτι δὲ καὶ τὰς περιέργους συνδρομὰς καὶ καταδρομάς, ἃς τὸ ἔναγχος οἶδε θέρος, εἰς οὐδὲν δέον. Ἀλλ' ὥστε οὐ τοῦτο δὴ τὸ ἐλαφρὸν δῆσαι δίκαιον ἄνδρα, οἷα δύσχρηστον τοῖς δυσαρέστοις, ἀλλὰ καὶ κρύψαι εἰς γῆν τὸ βαρύτατον. Προσεπιλεκτέον τοῖς αἰτιατέοις καὶ τοὺς κατ' ἀλλήλων ψιθυρισμούς, ἐφ' οἷς οὐκ ἐχρῆν, οἳ βοὰς μάχης ἀφύκτου ἡμῖν ἐπέρρηξαν, τὰς ἐπὶ παραθήκαις ἀποστερήσεις, ὧν ἕνεκεν ἀπεπλουτίσθημεν, εἰ καὶ γελῶσι κἀνταῦθα πάντες οἱ ἔτι ἄνδρες τοῦ πλούτου, τὰς τῶν γραμματίων ἀποπροσποιήσεις, ὧν σταυροῦ τιμίου τύπος προλάμπων εἶτα καὶ μνήμην τῆς Ἁγίας Τριάδος τοῦ ἑνὸς καὶ μεγάλου Θεοῦ ἐπεισάγει προγεγραμμένην πρὸς ἑκάστου τῶν οὕτω συναλλαττόντων, ὡσεὶ καὶ ὤμνυον· ὅπερ κατ' ἐπιορκίας ἔγκλημα ἐξεπολέμωσεν ἡμῖν φανερῶς τὸν Θεόν.
Τί μοι ἀναμετρεῖν τὰ πλείω αἴτια, ἔνθα μὴ πάνυ καιρός; Ἀρκέσει μόνον εἰπεῖν ὡς δίκαιος ὁ Θεὸς καὶ δικαιοσύνας ἀγαπᾷ. Διὸ οὔτε μερὶς αὐτῷ πρὸς τοὺς μὴ τοιούτους καὶ οὐδ' ἂν ἀνήσει ποτὲ συχναῖς μεθόδοις μετερχόμενος τοὺς ὅσοι τοῖς ἀδικοῦσι συνεξετάζονται.
Δοκῶ μοι, ὦ πολῖται καὶ δι' ὅλων συναεθλευταί, καὶ ὑμεῖς δέ, ὦ νεήλυδες, ἠκριβωσάμην διαγράψας τὰ καθ' ἡμᾶς τεχνικῶς καὶ εἰκόνα ταύτην ἐν ἡμῖν ἀνεστήλωσα διδασκαλικὴν ὧν ἐπάθομεν· καὶ ἔστιν ἀπὸ τῆς ἄρτι ὄφελος διαβαίνειν εἰς τὸν τῇ ζωγραφίᾳ ταύτῃ ἐπεντρανίζοντα καὶ μὴν καὶ ἀγαπῶντα. Ὡς ὅ γε τὴν ἀκριβῆ διαζωγράφησιν μεμισηκὼς οὐδὲν ἧττον, φασί, καὶ τὴν ἀλήθειαν συνεμίσησεν. Οἶμαι δὲ καὶ ὡς εὐλαβητέον μὴ τῇ περιφρονήσει τῶν ἐνταυθοῖ διεζωγραφημένων καὶ τῇ ἐντεῦθεν ἀπαλοιφῇ τοῦ τυπώματος ὧν πεπόνθαμεν ἀνάγκη ἐστὶ καὶ ἑτέρῳ μεταχρονίῳ ἀρχιζωγράφῳ τῶν τοιούτων πινακογράφημα ἕτερον ἐφ' ὁμοίοις παθήμασιν ἐν ὑμῖν στήσασθαι. Εὖ γὰρ ἴστε πάντως ὡς οὐ μίαν πληγὴν Θεὸς ἐντήκειν οἶδε τοῖς ἀνεπιστρόφως κακοτρόποις, οὐδὲ εἰσάπαξ, ἀλλὰ πολλὰ βέλη παρ' αὐτῷ ἡ μυστικὴ φαρέτρα κρύπτει, ἐξ ὧν ἀεὶ κατασκοπεύονται αὐτῷ καὶ βάλλονται, συνεκπολεμούσης αὐτῷ καὶ τῆς ἀρᾶς <τοῦ Μυροβλύτου.> Ἀλλὰ μὴ ἡμῖν, κύριε, μὴ ἡμῖν, ἀλλ' ἢ τῷ ὀνόματί σου δὸς δόξαν. Ἐξελοῦ θλιβομένους ἡμᾶς, καὶ οὕτω δοξαζόμενος κατὰ τὸ “καὶ ἐν ἡμέρᾳ θλίψεώς σου ἐπικάλεσαί με <καὶ ἐξελοῦμαί σε> καὶ δοξάσεις με”, τὸν ὄντως ὑπερδεδοξασμένον εἰς πάντας τοὺς αἰῶνας.